ρημένους ὁμοῦ καὶ τοὺς ἐκ περιτομῆς, ἔτι τε τοὺς μὴ προσιεμένους δευτέραν μετὰ τὴν ἀγένητον φύσιν προϋπάρχειν θεότητα τοῦ Υἱοῦ, ταῦτα ἐπαπορήσομεν, πῶς ὁ καὶ (κατὰ) ταύτας τὰς προφητείας ἀναλλοίωτος, καὶ ἄτρεπτος, καὶ πάλιν τὸν οὐρανὸν καὶ τὴν γῆν λέγων πληροῦν μόνος Θεὸς, σαφῶς τε καὶ κατ' αὐτὸν τὸν νόμον σχεδὸν ἀόρατος εἶναι δηλούμενος, κατὰ τό· « Οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται, » ἀλλοιούμενος πάλιν, καὶ ὡς περιτρέπων τὴν αὐτὸς ἑαυτοῦ οὐσίαν εἰς (ἐν) μικροῖς τισι μορίοις τῆς γῆς χωρητὸς ἐγίγνετο, καὶ ἑωρᾶτο τοτὲ μὲν τῷ Ἀβραὰμ, τοτὲ δὲ τοῖς ἄλλοις προφήταις; Ταυτὶ γὰρ εἰ ἐπὶ τὸν τῶν ὅλων ἀναφέροιτο Θεὸν, οὐ μόνον τῇ εὐαγγελικῇ φωνῇ δόξαι ἂν διαφωνεῖν, ἀλλὰ καὶ ταῖς προφητικαῖς, ἀχώρητον καὶ ἀναλλοίωτον αὐτὸν καὶ ἀόρατον ἀνθρώποις ἀποφηναμέναις· εἰ μὴ ἄρα μηδὲ ωφθαί τις εἴποι αὐτὸν τὸν Θεὸν τοῖς ἀναγεγραμμένοις, φαντασιῶσαι δὲ αὐτοὺς αὐτὸ μόνον, ὡς δοκεῖν μὲν ὁρᾷν καὶ ἀκούειν, οὐ μὴν καὶ ἀληθῶς τι τῶν νομιζομένων φαίνεσθαι θεωρεῖν, οὐδὲ μὴν ἀκούειν κατ' ἀλήθειαν, ἀπατωμένους δὲ καὶ ἐν τούτοις νομίζειν, καὶ δοκεῖν ἀκούειν, ὅπερ ἀνοίκειόν τε καὶ ἀλλότριον ὑπάρχει τῆς ἀψευδοῦς καὶ ἀπλανοῦς τοῦ τῶν ὅλων Θεοῦ φύσεως· ἔτι δὲ καὶ ἀσύστατον ὂν δείκνυται ἐκ τοῦ λέγειν ἱστορεῖσθαι αὐτὸν τὸν Θεὸν περὶ τοῦ Ἀβραὰμ τό· « Ἤδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ' αὐτὸν καὶ φυλάξουσιν τὰς ὁδοὺς Κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβραὰμ ἃ ἐλάλησε πρὸς αὐτόν. » Ἀναμφιλέκτως γοῦν ταῦτα ὡς περὶ ἑτέρου Κυρίου αὐτὸς ὁ Κύριος διαλέγεται· πῶς οὖν ἐστι οἷόν τε τὸν τῶν ὅλων ὑπονοεῖν Θεὸν ταῦτα εἰρηκέναι; Περὶ ποίου γὰρ ἑτέρου παρ' αὐτὸν Κυρίου δύναται λέγεσθαι τὰ ἐγκείμενα; Ἀλλὰ γὰρ σαφῆ ἐκ τούτων ὅτι μηδὲ τῷ τῶν ὅλων Θεῷ προσήκειν ἔοικε τὰ δηλούμενα· δέδεικται δὲ ὅτι μηδὲ τῇ τῶν ἀγγέλων φύσει· οἶδε γοῦν, ὡς ἔφην, ὁ λόγος ἐπαληθεύειν ἐπὶ τῇ τῶν ἀγγέλων ἐπιφανείᾳ, σαφῶς ἐπισημαινόμενος τὰς δι' αὐτῶν ὀπτασίας. Εἰ δὴ οὖν μήτ' ἀγγελικῇ φύσει μήτε τῇ ἀνωτάτω καὶ ἀγενήτῳ τοῦ τῶν ὅλων Θεοῦ ταῦτα ἔοικεν ἁρμόττειν, λείποιτ' ἂν τούτων μία μόνη λύσις, ει τὸ μὲν ἀναλλοίωτον καὶ ἄτρεπτον καὶ ἀόρατον ἐπὶ τὴν ἀγένητον διαφυλάττοιμεν οὐσίαν, τοὺς δ' ἀναγεγραμμένους ὡς ἐκ Θεοῦ χρηματισμοὺς ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον μεταλαμβάνοιμεν, ὃν διαφόρως καὶ πρὸ τῆς ἐνανθρωπήσεως ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας ὀφθῆναί τε καὶ τὰς ἐν ταῖς θείαις Γραφαῖς ἐμφερομένας οἰκονομίας ἐκτελέσαι πεπιστεύκαμεν· ἐπὶ μόνου δὲ τούτου μετὰ τὸν τῶν ὅλων Θεὸν καὶ τὴν τετράγραμμον προσηγορίαν κειμένην εὕρομεν, ἅτε Μονογενεῖ καὶ κληρανόμῳ τοῦ Πατρὸς ἁρμοττούσης καὶ ταύτης τῆς θεϊκῆς ἐπινοίας. Εὖ γοῦν εἰδὼς ὁ Ἀβραὰμ, ἅτε σοφὸς ὢν καὶ πρὸς αὐτοῦ τοῦ Θεοῦ προφήτης εἶναι μαρτυρούμενος, ὡς ὅτι πᾶσαν τὴν κρίσιν ἔδωκεν τῷ Υἱῷ, προσκυνεῖ τε αὐτὸν, καὶ μόνῳ παρὰ τοὺς ἄλλους φησὶν τό· « Μηδαμῶς ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν. » Ὅπερ ἀγγέλῳ τὸν θεῖον Λόγον ὑποβεβηκότι λέγεσθαι νομίζειν ἀνοίκειόν
said persons at once and those of the circumcision, and further those who do not accept that a second divinity of the Son pre-exists after the unoriginated nature, we shall raise these difficulties: how did He Who according to these prophecies too is unchangeable and immutable, and again the only God saying that He fills the heaven and the earth, and clearly even according to the law itself declared to be nearly invisible, according to the saying, "No one shall see My face and live," changing again, and as if turning round His own essence into (in) certain small portions of the earth, become containable, and was seen at times by Abraham, and at times by the other prophets? For if these things were referred to the God of the universe, they would seem to disagree not only with the evangelical voice, but also with the prophetic voices, which pronounced Him uncontainable and unchangeable and invisible to men; unless indeed someone should say that God Himself did not even appear to those recorded, but merely produced an illusion upon them, so that they seemed indeed to see and hear, yet did not truly behold any of the things supposed to appear, nor yet heard in truth, being deceived rather even in these things, both thinking and seeming to hear, which is unfitting and foreign to the unlying and undeceived nature of the God of the universe; and further it is also shown to be untenable from God Himself being recorded to say concerning Abraham: "For I knew that he will charge his sons and his house after him and they will keep the ways of the Lord to do righteousness and judgement, so that the Lord may bring upon Abraham all that He spoke to him." Indisputably, therefore, the Lord Himself speaks these things as concerning another Lord; how then is it possible to suppose the God of the universe to have spoken these things? For concerning what other Lord beside Himself can the words set down be said? Yet from these things it is clear that the things indicated do not seem to belong even to the God of the universe; and it has been shown that neither do they belong to the nature of the angels; for the text knows, as I said, how to speak truly in the case of the manifestation of angels, clearly marking out the visions that take place through them. If, therefore, these things seem to fit neither an angelic nature nor the supreme and unoriginated [nature] of the God of the universe, there would remain of these things one solution alone, if we should preserve what is unchangeable and immutable and invisible for the unoriginated essence, while transferring the divine oracles recorded as from God to the Word of God, Whom we have believed in diverse ways even before the incarnation to have both appeared on behalf of the salvation of men and accomplished the dispensations adduced in the divine Scriptures; and upon Him alone after the God of the universe have we found the tetragrammaton designation also set, inasmuch as this divine title too befits the Only-begotten and heir of the Father. Knowing well, therefore, Abraham, inasmuch as he was wise and borne witness to by God Himself to be a prophet, that He gave all judgement to the Son, both worships Him, and to Him alone beyond the others says: "By no means; Thou Who judgest all the earth, wilt Thou not do judgement?" Which to suppose to be said to an angel subordinate to the divine Word [is] unfitting