Migne Reading Room

PG 21 · cols. 884–893 · Read from the page

Preparation for the Gospel, Book XI

Preparation for the Gospel, Book XI

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:884Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ.
Chapter XIV.
Περὶ τοῦ δευτέρου αἰτίου, Ἑβραίων καὶ Πλάτωνος.
Concerning the second cause, of the Hebrews and of Plato.
Τὰ μὲν δὴ περὶ τοῦ πρώτου τῶν ὅλων αἰτίου, τοῦτον ἡμῖν ἀνωμολογήσθω τὸν τρόπον. Ἐπίσκεψαι δὲ καὶ τὰ περὶ τοῦ δευτέρου, ὃν δὴ Θεοῦ Λόγον, καὶ Θεὸν ἐκ Θεοῦ εἶναι τὰ Ἑβραίων παιδεύει λόγια, καθάπερ καὶ ἡμεῖς αὐτοὶ θεολογεῖν δεδιδάγμεθα. Ὁ μὲν οὖν Μωσῆς διαῤῥήδην δύο θεολογεῖ Κυρίους, ἐν οἷς φησι· « Καὶ ἔβρεξε Κύριος παρὰ Κυρίου πῦρ καὶ θεῖον ἐπὶ τὴν τῶν ἀσεβῶν πόλιν. » Ἔνθα συνήθως ἐπὶ τῶν δύο τὴν ὁμοίαν τῶν παρ' Ἑβραίοις χαρακτήρων ἐποιήσατο παράθεσιν· αὕτη δέ ἐστι ἡ διὰ τῶν τεσσάρων στοιχείων ἀνεκφώνητος παρ' αὐτοῖς θεολογία. Τούτῳ δὲ καὶ Δαβὶδ, ἄλλος προφήτης ὁμοῦ καὶ βασιλεὺς Ἑβραίων, συνᾴδων φησίν· « Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου· » τὸν μὲν ἀνωτάτω Θεὸν διὰ τοῦ πρώτου Κυρίου, τὸν δὲ τούτου δεύτερον διὰ τῆς δευτέρας ἀποφήνας προσηγορίας. Τίνι γὰρ ἄλλῳ θέμις ὑπονοεῖν τὰ δεξιὰ διὰ τῆς ἀγεννήτου Θεότητος παραχωρεῖσθαι ἢ μόνῳ τῷ περὶ οὗ ὁ λόγος; ὃν ὁ αὐτὸς προφήτης ἐν ἑτέροις λευκότερον διασαφεῖ Λόγον τοῦ Πατρὸς, δημιουργὸν τῶν ὅλων ὑφιστάμενος εἶναι τὸν θεολογούμενον, ἐν οἷς φησι· « Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. » Καὶ Σωτῆρα δὲ τὸν αὐτὸν τῶν δεομένων τῆς παρ' αὐτοῦ θεραπείας εἰσάγει, λέγων· « Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς. » Καὶ ὁ τούτου δὲ παῖς ὁμοῦ καὶ διάδοχος Σολομὼν, ἑτέρῳ προσρήματι τὴν αὐτὴν παριστὰς διάνοιαν, ἀντὶ Λόγου Σοφίαν εἰπὼν, τάδε ὡς ἐξ αὐτῆς προσώπου διέξεισιν· « Ἐγὼ ἡ Σοφία κατεσκήνωσα βουλὴν, καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. » Εἶθ' ἑξῆς ἐπιλέγει· « Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ ὄρη ἑδρασθῆναι. Πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ. » Τοῦ δ' αὐτοῦ πάλιν καὶ τάδε ἐστί· « Ὁ Θεὸς ἐν τῇ Σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασεν οὐρανοὺς ἐν φρονήσει. » Ἔτι δὲ τάδε λέγεται εἶναι τοῦ αὐτοῦ· « Καὶ ὅσα ἐστὶ κρυπτὰ καὶ ἐμφανῆ, ἔγνων· ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με Σοφία.» Εἶτ' ἐπιλέγει· « Τί δ' ἐστὶ Σοφία, καὶ πῶς ἐγένετο; Ἐγὼ ἀπαγγελῶ, καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια, ἀλλ' ἐξ ἀρχῆς γενέσεως ἐξιχνιάσω. » Καὶ ἑξῆς διασαφεῖ τὰ τοιάδε· « Ἔστι γὰρ αὕτη πνεῦμα νοερὸν, ἅγιον, μονογενὲς, πολυμερὲς, λεπτὸν, εὐκίνητον, τρανὸν, ἀμόλυντον, παντοδύναμον, πανεπίσκοπον, καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων. Πάσης γὰρ κινήσεως κινητικώτερον Σοφία.
Let the things concerning the first cause of the universe, then, stand agreed upon by us in this way. Next examine also those concerning the second, Whom indeed the oracles of the Hebrews teach to be the Word of God, and God from God, just as we ourselves also have been taught to speak in theology. Moses, then, expressly speaks in theology of two Lords, where he says: "And the Lord rained down from the Lord fire and brimstone upon the city of the ungodly." Where, according to custom, in the case of both he made a like setting-down of the characters used among the Hebrews; and this is the theology among them unutterable, expressed through the four letters. Singing in harmony with this, David also, another prophet and at once king of the Hebrews, says: "The Lord said to my Lord: Sit at My right hand;" declaring the supreme God through the first "Lord," and Him Who is second to Him through the second appellation. For to whom else is it lawful to suppose that the right hand is granted by the unbegotten Godhead than to Him alone concerning Whom our discourse is? Whom the same prophet elsewhere makes still clearer as the Word of the Father, laying down that He Who is spoken of in theology is the Framer of the universe, where he says: "By the Word of the Lord the heavens were established." And he also brings in the same One as Saviour of those in need of healing from Him, saying: "He sent His Word, and healed them." And his child and at the same time successor, Solomon, presenting the same thought by another title, having said Wisdom instead of Word, sets forth the following as in her person: "I, Wisdom, have dwelt with counsel, and knowledge and understanding have I called upon." Then next he adds: "The Lord created me the beginning of His ways for His works. Before the age He founded me, in the beginning before He made the earth, before the mountains were settled. Before all the hills He begets me. When He was preparing the heaven, I was present with Him." And of the same author again are these words also: "God by Wisdom founded the earth; He prepared the heavens by prudence." And further, these words also are said to be of the same author: "And whatsoever things are hidden and manifest, I knew; for Wisdom, the artificer of all things, taught me." Then he adds: "What then is Wisdom, and how did she come to be? I shall declare, and I shall not hide mysteries from you, but from the beginning of coming-to-be I shall trace her out." And next he makes clear the following: "For she is a spirit intelligent, holy, only-begotten, manifold, subtle, mobile, clear, undefiled, all-powerful, all-surveying, and permeating all spirits that are intelligent, pure, most subtle. For Wisdom is more mobile than all motion.
PG 21:885Read from the page
Διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα. Ἀτμὶς γάρ ἐστι τῆς τοῦ Θεοῦ δυνάμεως, καὶ ἀπόῤῥοια τῆς τοῦ Παντοκράτορος δόξης εἰλικρινής. Διὰ τοῦτο οὐδὲν μεμολυσμένον εἰς αὐτὴν παρεμπίπτει. Ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀϊδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ Θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. » — « Διατείνει δὲ ἀπὸ πέρατος εἰς πέρας εὐρώστως, καὶ διοικεῖται τὰ πάντα χρηστῶς. » Ταῦτα μὲν ἡ Γραφή. Τὴν δὲ διὰ τοῦ δόγματος διάνοιαν Φίλων ὁ Ἑβραῖος λευκότερον ἑρμηνεύων τόνδε παρίστησι τὸν τρόπον.
And she pervades and permeates all things because of her purity. For she is a vapour of the power of God, and a pure effluence of the glory of the Almighty. Therefore nothing defiled steals into her. For she is a radiance of eternal light, and an unspotted mirror of the working of God, and an image of His goodness." — "And she reaches mightily from end to end, and orders all things graciously." Thus far Scripture. And Philo the Hebrew, interpreting more clearly the meaning conveyed through the doctrine, presents it in the following manner.
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ.
Chapter XV.
Φίλωνος περὶ τοῦ δευτέρου αἰτίου.
Of Philo, concerning the second cause.
« Εὐπρεπὲς γὰρ τοῖς ἑταιρίαν πρὸς ἐπιστήμην θεμένοις ἐφίεσθαι μὲν τοῦ τὸ ὂν ἰδεῖν· εἰ δὲ μὴ δύναιντο, τὴν γοῦν εἰκόνα αὐτοῦ τὸν ἱερώτατον Λόγον.» Ἐν τῷ δ' αὐτῷ συγγράμματι καὶ τάδε φησί· « Κἂν μηδέπω μέντοι τυγχάνῃ τις ἀξιόχρεως υἱὸς Θεοῦ προσαγορεύεσθαι, σπουδαζέτω κοσμεῖσθαι κατὰ τὸν πρωτόγονον αὐτοῦ Λόγον, τὸν ἀγγέλων πρεσβύτατον, καὶ ὡς ἂν ἀρχάγγελον πολυώνυμον ὑπάρχοντα. Καὶ γὰρ ἀρχὴ, καὶ ὄνομα Θεοῦ, καὶ Λόγος, καὶ ὁ κατ' εἰκόνα ἄνθρωπος, καὶ ὁ ὁρῶν Ἰσραὴλ, προσαγορεύεται. Διὸ προήχθην ὀλίγῳ πρότερον ἐπαινέσαι τὰς ἀρετὰς τῶν φασκόντων ὅτι πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου. Καὶ γὰρ εἰ μήπω ἱκανοὶ Θεοῦ παῖδες νομίζεσθαι γεγόναμεν, ἀλλά τοι τῆς ἀειδοῦς εἰκόνος αὐτοῦ Λόγου τοῦ ἱερωτάτου· Θεοῦ γὰρ εἰκὼν Λόγος ὁ πρεσβύτατος. » Καὶ πάλιν ἐπιλέγει· « Ἤκουσα μέντοι καὶ τῶν Μωσέως ἑταίρων τινὸς ἀποφθεγξαμένου τοιόνδε λόγιον· Ἰδοὺ ἄνθρωπος ᾧ ὄνομα Ἀνατολή. Καινοτάτη πρόσρησις, ἐάν γε τὸν ἐκ σώματος καὶ ψυχῆς συνεστῶτα λέγεσθαι νομίσῃς· ἐὰν δὲ τὸν ἀσώματον ἐκεῖνον θείαν ἰδέαν φοροῦντα, ἱκανῶς ὁμολογήσεις, ὅτι εὐθυβολώτατον ὄνομα ἐπεφημίσθη τὸ Ανατολὴ αὐτῷ. Τοῦτον μὲν γὰρ πρεσβύτατον Υἱὸν ὁ τῶν ὅλων ἀνέτειλε Πατὴρ, ὃν ἑτέρωθι Πρωτόγονον ὠνόμασε. Καὶ ὁ γεννηθεὶς μέντοι, μιμούμενος τὰς τοῦ Πατρὸς ὁδοὺς, πρὸς παραδείγματα ἀρχέτυπα τὰ ἐκείνου βλέπων, ἐμόρφου τὰ εἴδη. » Ταῦτά μοι ἀπὸ τοῦ Ἑβραίου Φίλωνος ἐνταῦθα κείσθω, ληφθέντα ἐκ συγγράμματος, ᾧ τέθειται ἐπιγραφὴ, Περὶ τοῦ τὸ χεῖρον αὐτῷ κρείττονι φιλεῖν ἐπιτίθεσθαι. Ἤδη δέ μοι καὶ ἄλλοτε τὰ τῆς τῶν παλαιῶν Ἑβραίων εὐσεβείας δόγματα παραθεμένῳ ἐν τοῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς, καὶ τὰ περὶ τοῦ δευτέρου αἰτίου διείληπται αὐτάρκως, ἐφ' ἃ καὶ νῦν τοὺς φιλομαθεῖς ἀναπέμψω. Τοσούτων οὖν παρ' Ἑβραίοις, καὶ τόνδε τὸν τρόπον περὶ τοῦ δευτέρου τῶν ὅλων αἰτίου τεθεολογημένων, καιρὸς ἤδη καὶ τοῦ Πλάτωνος ἐν τῷ Ἐπιμενίδῃ τάδε λέγοντος ἐπακοῦσαι.
"For it is fitting for those who have formed a fellowship with knowledge to desire indeed to see that which is; or if they cannot do so, at least His image, the most sacred Word." And in the same treatise he also says the following: "And even if someone does not yet happen to be worthy to be addressed as a son of God, let him strive to be adorned according to His firstborn Word, the eldest of the angels, as being an archangel of many names. For He is addressed as Beginning, and Name of God, and Word, and the Man according to the image, and he who sees, Israel. Wherefore I was induced a little earlier to praise the virtues of those who declare that we are all sons of one man. For even if we have not yet become fit to be reckoned children of God, yet we may be so of His invisible image, the most sacred Word; for the eldest Word is the image of God." And again he adds: "Moreover, I heard even one of the companions of Moses uttering such an oracle as this: Behold, a man whose name is Rising. A most novel title, at least if you suppose him who is compounded of body and soul to be meant; but if you take it of that incorporeal One Who bears the divine form, you will readily acknowledge that the name 'Rising' was most aptly assigned to Him. For the Father of the universe caused this eldest Son to rise, Whom elsewhere He named Firstborn. And He Who was begotten, moreover, imitating the ways of the Father, looking towards His archetypal patterns, formed the species." Let these extracts from the Hebrew Philo stand set down here for me, taken from the treatise to which is given the title, On the Worse Being Wont to Attack the Better Itself. Already elsewhere also, when I set forth the doctrines of the piety of the ancient Hebrews in the books of the Evangelical Preparation, the matters concerning the second cause have also been sufficiently treated, to which even now I shall refer lovers of learning. Now that so much has been set forth in theology among the Hebrews, and in this manner, concerning the second cause of the universe, it is already time to listen also to Plato saying the following in the Epimenides.
Notes, col. 885

On the reading

Printed Ανατολὴ, for Ἀνατολὴ.

PG 21:888Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ.
Chapter XVI.
Πλάτωνος περὶ τοῦ δευτέρου αἰτίου.
Of Plato, concerning the second cause.
« Καὶ τιμὰς ἀποδιδῶμεν μὴ τῷ μὲν ἐνιαυτὸν, τῷ δὲ μῆνα, τοῖς δὲ, μήτε τινὰ μοῖραν τάττωμεν, μήτε τινὰ χρόνον, ἐν ᾧ διεξέρχεται τὸν αὑτοῦ πόλον, συναποτελῶν κόσμον, ὃν ἔταξε Λόγος ὁ πάντων θειότατος· ὃν ὁ μὲν εὐδαίμων πρῶτον μὲν ἐθαύμασεν, ἔπειτα δὲ ἔρωτα ἔσχε τοῦ καταμαθεῖν ὁπόσα θνητῇ φύσει δυνατά. » Καὶ ἐν ἐπιστολῇ δὲ τῇ πρὸς Ἑρμείαν, Ἐραστόν τε καὶ Κορίσκον, εὖ μάλα πεφυλαγμένως τέθειται τὸ δόγμα, ὧδε πρὸς λέξιν ἐπιστέλλων· « Ταύτην τὴν ἐπιστολὴν πάντας ἡμᾶς τρεῖς ὄντας ἀναγνῶναι χρὴ, μάλιστα μὲν ἀθρόους· εἰ δὲ μὴ, κατὰ δύο κοινῇ, κατὰ δύναμιν, ὡς οἷόν τέ ἐστι πλειστάκις· καὶ χρῆσθαι συνθήκῃ, καὶ νόμῳ κυρίῳ, ὅ ἐστι δίκαιον ἐπομνύντας· σπουδῇ τε ἅμα μὴ ἀμούσῳ, καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδείᾳ, καὶ τὸν τῶν πάντων Θεὸν ἡγεμόνα, τῶν τε ὄντων, καὶ τῶν μελλόντων, τοῦ τε ἡγεμόνος καὶ αἰτίου Πατέρα Κύριον ἐπομνύντας· ὃν, ἐὰν ὀρθῶς φιλοσοφῶμεν, εἰσόμεθα πάντες σαφῶς εἰς δύναμιν ἀνθρώπων εὐδαιμόνων. » Ἆρά σοι δοκεῖ ταῦτα λέγων ὁ Πλάτων τοῖς Ἑβραίων ἐπηκολουθηκέναι δόγμασιν; Ἢ πόθεν ἄλλοθεν ἐπῆλθεν αὐτῷ τοῦ πάντων τῶν γενητῶν αἰτίου κρείττονα ἄλλον Θεὸν, τὸν δὴ καὶ Πατέρα τοῦ πανηγεμόνος προσειπεῖν; Πόθεν δ' αὐτῷ τὸ τοῦ Κυρίου ἐπὶ τοῦ Πατρὸς τοῦ δημιουργοῦ τάξαι ὄνομα, μηδενός πω πρὸ αὐτοῦ Ἑλλήνων ἀκοαῖς, ἀλλὰ μηδὲ εἰς νοῦν ταῦτα καταβεβλημένου; Εἰ δὲ καὶ ἑτέρων ἡμῖν πάλιν μαρτυριῶν δεῖ εἰς ἀναμφίλεκτον παράστασιν τῆς τε τοῦ φιλοσόφου διανοίας, καὶ τῆς τοῦ λόγου κατασκευῆς· ἐπάκουσον οἷα Πλωτῖνος, ἐν οἷς Περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων συνέταξε, διασαφεῖ γράφων.
"And let us render honours, not assigning a year to one, a month to another, and to others neither any portion nor any time in which each traverses its own pole, helping to complete the cosmos which the Word, most divine of all, set in order; which the blessed man first admired, and afterwards conceived a passion to learn thoroughly as much as is possible for mortal nature." And in the epistle to Hermias, Erastus, and Coriscus, the doctrine has been set down very guardedly indeed, where he writes word for word as follows: "This epistle all three of us must read, best of all together; or if not, by twos in common, according to our power, as many times as possible; and we must use this compact and binding law, swearing by what is just, both with an earnestness not uncultured and with culture that is sister to earnestness, and swearing by the God Who is ruler of all things, both those that are and those that are to come, and by the Father and Lord of the ruler and cause; Whom, if we philosophize rightly, we shall all know clearly up to the power of blessed men." Does Plato, in saying these things, seem to you to have followed the doctrines of the Hebrews? Or whence else did it occur to him to address another God as superior to the cause of all generated things, calling Him indeed the Father of the all-ruler? And whence came it to him to assign the name of Lord to the Father of the framer, when no one among the Greeks before him had ever brought these things to men's ears, nay, not even into mind? And if we again need still other testimonies as well for an indisputable demonstration both of the philosopher's meaning and of the proof of our argument, listen to what Plotinus makes clear in writing what he composed On the Three Principal Hypostases.
ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ.
Chapter XVII.
Πλωτίνου περὶ τοῦ δευτέρου αἰτίου.
Of Plotinus, concerning the second cause.
« Κόσμον αἰσθητὸν τόνδε εἴ τις θαυμάζει, εἴτε τὸ μέγεθος, καὶ τὸ κάλλος, καὶ τὴν τάξιν τῆς φορᾶς τῆς ἀϊδίου βλέπων, καὶ θεοὺς τοὺς ἐν αὐτῷ, τοὺς
"If anyone admires this perceptible cosmos, looking both at its magnitude, and its beauty, and the order of its eternal revolution, and at the gods that are in it, those
PG 21:889Read from the page
μὲν ὁρωμένους, τοὺς δὲ καὶ ἀφανεῖς ὄντας, καὶ δαίμονας, καὶ ζῶα, φυτά τε πάντα· ἐπὶ τὸ ἀρχέτυπον αὐτοῦ καὶ τὸ ἀληθινώτερον ἀναβὰς, κἀκεῖ πάντα ἰδέτω νοητὰ, καὶ παρ' αὐτῶν ἀΐδια ἐν οἰκείᾳ συνέσει καὶ ζωῇ, καὶ τοῦτον τὸν ἀκήρατον νοῦν προστάτην, καὶ Σοφίαν ἀμήχανον.» Εἶθ' ἑξῆς τούτοις ἐπιφέρει λέγων· «Τίς οὖν ὁ τοῦτον γεννήσας; ὁ ἁπλοῦς, καὶ ὁ πρὸ τοῦ τοιούτου, ὁ αἴτιος τοῦ εἶναι καὶ πολὺν εἶναι τοῦτον, ὁ τὸν ἀριθμὸν ποιῶν; Ὁ γὰρ ἀριθμὸς οὐ πρῶτος· καὶ γὰρ πρὸ τῆς δυάδος τὸ ἕν· δεύτερον δὲ δυὰς, καὶ παρὰ τοῦ ἑνὸς γενομένη.» Καὶ πάλιν ἐπιβὰς ἐπιλέγει· «Πῶς οὖν, καὶ τί δεῖ νοῆσαι περὶ ἐκεῖνο μένον; Περίλαμψιν ἐξ αὐτοῦ μὲν, ἐξ αὐτοῦ δὲ μένοντος· οἷον ἡλίου τὸ περὶ αὐτὸν λαμπρὸν φῶς περιθέον, ἐξ αὐτοῦ τε ἀεὶ γεννώμενον, μένοντος δέ. Καὶ πάντα τὰ ὄντα ἕως μένει, ἐκ τῆς αὐτοῦ οὐσίας, ἀναγκαίαν τὴν περὶ αὐτὰ πρὸς τὸ ἔξω αὐτῶν, ἐκ τῆς παρούσης δυνάμεως, δίδωσιν αὐτῶν ἐξηρτημένην ὑπόστασιν, εἰκόνα οὖσαν οἷον ἀρχετύπων, ὧν ἐξέφυ· πῦρ μὲν τὴν παρ' αὐτῷ θερμότητα, καὶ χιὼν οὐκ εἴσω μόνον τὸ ψυχρὸν κατέχει. Μάλιστα δὲ ὅσα εὐώδη μαρτυρεῖ τούτῳ. Ἕως γάρ ἐστι, πρόεισί τι ἐξ αὐτῶν περὶ αὐτὰ, ὧν ἀπολαύει ὑποστάντων ὅ τι πλησίον. Καὶ πάντα δὲ ὅσα ἤδη τέλεια, γεννᾷ· τὸ δὴ αἰει τέλειον ἀεὶ καὶ ἀΐδιον γεννᾷ· καὶ ἔλαττον δὲ ἑαυτοῦ γεννᾷ. Τί οὖν χρὴ περὶ τοῦ τελειοτάτου λέγειν; μηδὲν ἀπ' αὐτοῦ, ἢ τὰ μέγιστα μετ' αὐτό. Μέγιστον δὲ μετ' αὐτὸν νοῦς, καὶ δεύτερον. Καὶ γὰρ ὁρᾷ ὁ νοῦς ἐκεῖνον, καὶ δεῖται αὐτοῦ μόνου· ἐκεῖνος δὲ τούτου οὐδέν. Καὶ τὸ γεννώμενον ἀπὸ κρείττονος νοῦ νοῦν εἶναι· καὶ κρείττων ἁπάντων νοῦς, ὅτι τἆλλα μετ' αὐτόν.» Τούτοις ἑξῆς ἐπιφέρει λέγων· «Ποθεῖ δὲ πᾶν τὸ γεννῆσαν καὶ τὸ γεγεννημένον· καὶ
some being seen, and others also being invisible, and daemons, and living creatures, and all plants; having ascended to its archetype and what is truer, there too let him behold all things intelligible, and from themselves eternal in their own understanding and life, and having as president this uncorrupted intellect, and unfathomable Wisdom." Then next after these things he adds, saying: "Who then is he that begot this? The simple one, and the one prior to what is such, the cause both of this existing and of its being many, the one making number? For number is not first; for indeed prior to the dyad is the one, and second is the dyad, and having come into being from the one." And again advancing he subjoins: "How then, and what ought one to conceive concerning that as abiding? A radiance around, from it indeed, yet from it abiding, just as of the sun the bright light running round about it, ever being begotten from it while it abides. And all things that exist, so long as they abide, out of its essence give forth a necessary subsistence around them towards the outside of themselves, out of the present power, dependent upon them, being an image, as it were, of archetypes from which it grew forth: fire indeed the heat present with itself, and snow does not hold the cold within only. And above all, whatsoever things are fragrant bear witness to this. For so long as they exist, something proceeds forth from them around them, which, as those things subsist, whatever is near enjoys. And all things too, whatsoever are already perfect, beget; and that which is ever perfect ever begets even an eternal thing; and it also begets something less than itself. What then must one say concerning the most perfect? Nothing comes from it, or else the greatest things after it. And greatest after him is intellect, and second. For indeed intellect sees him, and stands in need of him alone; whereas he has need of this in nothing. And what is begotten from what is better than intellect must be intellect; and intellect is better than all things, because the other things are after him." Next after these things he adds, saying: "And everything that has begotten longs also for that which has been begotten; and
Notes, col. 889

On the reading

Printed αἰει, for αἰεὶ.

PG 21:892Read from the page
τοῦτο ἀγαπᾷ, καὶ μάλιστα ὅταν ὦσι μόνοι, τὸ γεννῆσαν καὶ τὸ γεγεννημένον. Ὅταν δὲ καὶ τὸ ἄριστον ᾖ, τὸ γεννῆσαν ἐξ ἀνάγκης σύνεστιν αυτῷ, ὥστε ἑτερότητι μόνον κεχωρίσθαι. Εἰκόνα δὲ ἐκείνου εἶναι λέγομεν τὸν νοῦν· δεῖ γὰρ σαφέστερον λέγειν.» Καὶ πάλιν τούτοις ἐπιλέγει· «Καὶ διὰ τοῦτο καὶ τὰ Πλάτωνος τριττά· πάντα περὶ τὸν βασιλέα φησί· πρῶτον περὶ τὰ πρῶτα· καὶ δεύτερον περὶ τὰ δεύτερα· καὶ περὶ τὰ τρίτα τρίτον. Λέγει δὲ καὶ τοῦ αἰτίου εἶναι Πατέρα· αἴτιον μὲν τὸν νοῦν λέγων· δημιουργὸς γὰρ ὁ νοῦς αὐτῷ. Τοῦτον δέ φησι τὴν ψυχὴν ποιεῖν ἐν τῷ κρατῆρι ἐκείνῳ. Τοῦ δὲ αἰτίου, νοῦ ὄντος, Πατέρα φησὶ τἀγαθὸν καὶ τὸ ἐπέκεινα νοῦ, καὶ ἐπέκεινα οὐσίας. Πολλαχοῦ δὲ τὸ ὂν καὶ τὸν νοῦν τὴν ἰδέαν λέγει· ὥστε Πλάτωνα εἰδέναι ἐκ μὲν τοῦ ἀγαθοῦ τὸν νοῦν, ἐκ δὲ τοῦ νοῦ τὴν ψυχήν· καὶ εἶναι τοὺς λόγους τούσδε μὴ καινοὺς, μηδὲ νῦν, ἀλλὰ πάλα⟨…⟩ μὲν εἰρῆσθαι μὴ ἀναπεπταμένως· τοὺς δὲ νῦν λόγους ἐξηγητὰς ἐκείνων γεγονέναι, μαρτυρίοις πιστωσαμένους τὰς δόξας ταύτας παλαιὰς εἶναι, τοῖς αὐτοῦ Πλάτωνος γράμμασι.» Ταῦτα μὲν ὁ Πλωτῖνος· ὁ δὲ Νουμήνιος, τὰ Πλάτωνος πρεσβεύων, ἐν τοῖς Περὶ τἀγαθοῦ τάδε καὶ αὐτὸς περὶ τοῦ δευτέρου αἰτίου λέγων διερμηνεύει.
loves this, and especially when they are alone, that which has begotten and that which has been begotten. And when it is also the best, that which has begotten is of necessity together with it, so as to be separated by otherness alone. And we say that intellect is an image of that one; for one must speak more plainly." And again to these things he subjoins: "And on this account Plato's doctrines also are threefold: all things, he says, are around the king—first around the first things, and second around the second things, and around the third things third. And he says also that there is a Father of the cause, calling intellect the cause; for with him intellect is craftsman. And this, he says, makes the soul in that mixing-bowl. And of the cause, being intellect, he says the Father is the Good and that which is beyond intellect and beyond essence. And in many places he calls Being and intellect the Idea; so that Plato knew intellect to be from the Good, and the soul from intellect, and that these discourses are not new, nor of today, but were spoken of old not openly, whereas the present discourses have become interpreters of those, having confirmed by testimonies from Plato's own writings that these opinions are ancient." Thus Plotinus; and Numenius, espousing the doctrines of Plato, in his books On the Good himself also expounds these things, speaking concerning the second cause.
ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ.
Chapter XVIII.
Νουμηνίου, περὶ τοῦ αὐτοῦ.
Of Numenius, concerning the same.
«Τὸν μέλλοντα δὲ συνήσειν Θεοῦ πέρι πρώτου καὶ δευτέρου χρὴ πρότερον διελέσθαι ἕκαστα ἐν τάξει καὶ ἐν εὐθημοσύνῃ τινί· κἄπειτα ἐπὰν δοκῇ ἤδη εὖ ἔχειν, τότε καὶ δεῖ ἐπιχειρεῖν εἰπεῖν κοσμίως· ἄλλως δὲ μή. Ἢ τῷ πρωϊαίτερον πρὶν τὰ πρῶτα γενέσθαι ἁπτομένῳ σποδὸς ὁ θησαυρὸς γίνεσθαι λέγεται. Μὴ δὴ
"He who is about to understand concerning the first and second God must previously distinguish each matter in order and in a certain well-arranged manner; and then, whenever it already seems to be well, then indeed one must attempt to speak becomingly, and otherwise not. Or else for him who lays hold prematurely, before the first things come to be, the treasure is said to become ashes. Now may not
Notes, col. 892

On the reading

Printed αυτῷ, for αὐτῷ.

PG 21:893Read from the page
πάθωμεν ἡμεῖς ταυτόν· Θεὸν δὲ προσκαλεσάμενοι, ἑαυτοῦ γνώμονα γενόμενον τῷ λόγῳ, δεῖξαι θησαυρὸν φροντίδων, ἀρχώμεθα οὕτως. Εὐκτέον μὲν ἤδη, διελέσθαι δὲ δεῖ. Ὁ Θεὸς, ὁ μὲν πρῶτος ἐν ἑαυτῷ ὢν, ἐστὶν ἁπλοῦς, διὰ τὸ, ἑαυτῷ συγγινόμενος διόλου, μήποτε εἶναι διαιρετός· ὁ Θεὸς μέντοι ὁ δεύτερος καὶ τρίτος ἐστὶν εἷς· συμφερόμενος δὲ τῇ ὕλῃ δυάδι οὔσῃ, ἑνοῖ μὲν αὐτὴν, σχίζεται δὲ ὑπ' αὐτῆς, ἐπιθυμητικὸν εἶδος ἐχούσης καὶ ῥεούσης. Τῷ οὖν μὴ εἶναι πρὸς τῷ νοητῷ, ἦν γὰρ ἂν πρὸς ἑαυτῷ, διὰ τὸ τὴν ὕλην βλέπειν, ταύτης ἐπιμελούμενος, ἀπερίοπτος ἑαυτοῦ γίνεται. Καὶ ἅπτεται τοῦ αἰσθητοῦ καὶ περιέπει, ἀνάγει τε ἔτι εἰς τὸ ἴδιον ἦθος ἀπορεξόμενος τῆς ὕλης.» Καὶ μεθ' ἕτερά φησι· «Καὶ γὰρ οὔτε δημιουργεῖν ἐστι χρεὼν τὸν πρῶτον, καὶ τοῦ δημιουργοῦντος δὲ περὶ Πατρὸς καὶ Υἱοῦ χρὴ εἶναι νομίζεσθαι Πατέρα τὸν πρῶτον Θεόν. Εἰ μὲν οὖν περὶ τοῦ Δημιουργοῦ ζητοῖμεν, φάσκοντες δεῖν τὸν πρότερον ὑπάρξαντα, οὕτως ἂν ποιεῖν ἔχειν διαφερόντως, οἰκεία ἡ πρόσοδος αὕτη γεγονυῖα ἂν εἴη τοῦ λόγου· εἰ δὲ περὶ τοῦ Δημιουργοῦ μή ἐστιν ὁ λόγος, ζητοῦμεν δὲ περὶ τοῦ πρώτου, ἀφοσιοῦμαί τε τὰ λεχθέντα, καὶ ἔστω μὲν ἐκεῖνα ἄῤῥητα, μέτειμι δὲ ἑλεῖν τὸν λόγον, ἑτέρωθεν θηράσας. Πρὸ μέντοι τοῦ λόγου τῆς ἁλώσεως διομολογησώμεθα ἡμῖν αὐτοῖς ὁμολογίαν, οὐκ ἀμφισβητήσιμον ἀκοῦσαι, τὸν μὲν πρῶτον Θεὸν ἀργὸν εἶναι ἔργων ξυμπάντων καὶ βασιλέα, τὸν δημιουργικὸν δὲ Θεὸν ἡγεμονεῖν, δι' οὐρανοῦ ἰόντα. Διὰ δὲ τούτου καὶ ὁ στόλος ἡμῖν ἐστι, κάτω τοῦ νοῦ πεμπομένου ἐν διεξόδῳ πᾶσι τοῖς κοινωνῆσαι συντεταγμένοις. Βλέποντος μὲν οὖν καὶ ἐπεστραμμένου πρὸς ἡμῶν ἕκαστον τοῦ Θεοῦ, συμβαίνει ζῆν τε καὶ βιώσκεσθαι τότε τὰ σώματα, κηδεύοντα τοῦ Θεοῦ τοῖς ἀκροβολισμοῖς· μεταστρέφοντος δὲ εἰς τὴν ἑαυτοῦ περιωπὴν τοῦ Θεοῦ, ταῦτα μὲν ἀποσβέννυσθαι, τὸν δὲ νοῦν ζῆν, βίου ἐπαυρόμενον εὐδαίμονος.» Ταῦτα ὁ Νουμήνιος. Σὺ δέ γε παράθες αὐτοῖς τὰ ἀπὸ τῆς τοῦ Δαβὶδ προφητείας πάλαι παρ' Ἑβραίοις τοῦτον ᾀδόμενα τὸν τρόπον· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας. Ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου· πάντα πρὸς σὲ προσδοκῶσι δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον. Δόντος σου αὐτοῖς, συλλέξουσιν· ἀνοίξαντος δέ σου τὴν χεῖρα, τὰ πάντα πληρωθήσεται χρηστότητος. Ἀποστρέψαντος δέ σου
we suffer the same thing; but having called upon God, becoming his own rule to the discourse, to show a treasure of thoughts, let us begin thus. One must pray now, and must make distinctions. God—the first indeed, being in himself—is simple, because, keeping company with himself throughout, he is never divisible; yet the second and third God is one; and moving together with matter, which is a dyad, he unites it indeed, but is split by it, since it has a desiderative and flowing character. By not being attached to the intelligible, then—for in that case he would have been with himself—through looking upon matter, taking care of this, he becomes unregardful of himself. And he lays hold of the sensible and tends it, and draws it up still into his own character, reaching out after matter." And after other things he says: "For indeed neither is it needful for the first to fashion as craftsman, and also of him who fashions as craftsman, concerning Father and Son, the first God must be held to be Father. If then we were inquiring concerning the Craftsman, declaring that he who previously existed ought thus to be able to act pre-eminently, this approach of the argument would have proved fitting; if however the discourse is not concerning the Craftsman, and we are inquiring concerning the first, I both clear myself from guilt as to the things spoken, and let those things remain unsaid, and I pass on to capture the argument, having hunted it from elsewhere. Before the capture of the argument, however, let us agree among ourselves upon an admission indisputable to hear, that the first God is free from all works whatsoever and is king, whereas the demiurgic God rules as leader, going through heaven. And through this one is our journeying also, intellect being sent down in passage to all those ordained to partake. While therefore the God looks and is turned towards each of us, it comes to pass that bodies then both live and are quickened, cherishing the dartings of the God; whereas when the God turns back unto his own watchtower, these are quenched, while intellect lives, enjoying a blessed life." Thus Numenius. Do you however set beside these the words from the prophecy of David sung of old among the Hebrews in this manner: "How magnified are Thy works, O Lord! all things in wisdom Thou hast made. The earth has been filled with Thy creation; all things wait upon Thee, to give them food for due season. Upon Thy giving to them, they will gather; and upon Thy opening Thy hand, all things will be filled with goodness. But upon Thy turning away