Migne Reading Room

PG 21 · cols. 896–905 · Read from the page

Preparation for the Gospel, Book XI

Preparation for the Gospel, Book XI

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:896Read from the page
τὸ πρόσωπον, ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Τί γὰρ ταῦτα διαφέροι ἂν τῆς φασκούσης τοῦ φιλοσόφου διανοίας, ὡς ἄρα βλέποντος μὲν καὶ ἐπεστραμμένου πρὸς ἡμῶν ἕκαστον τοῦ Θεοῦ, συμβαίνει ζῆν τε καὶ βιώσκεσθαι τότε τὰ σώματα κηδεύοντα τοῦ Θεοῦ τοῖς ἀκροβολισμοῖς· μεταστρέφοντος δὲ εἰς τὴν ἑαυτοῦ περιωπὴν τοῦ Θεοῦ, ταῦτα ἀποσβέννυσθαι; Πάλιν δ' αὖ τοῦ Σωτηρίου λόγου παρ' ἡμῖν φάντος, «Ἐγώ εἰμι ἡ ἄμπελος, ὁ Πατήρ μου ὁ γεωργὸς, ὑμεῖς τὰ κλήματα·» ὁ Νουμήνιος ἐπάκουσον οἷα περὶ τοῦ δευτέρου αἰτίου θεολογεῖ· «Ὥσπερ δὲ πάλιν λόγος ἐστὶ γεωργῷ πρὸς τὰ φυτεύοντα ἀναφερόμενος· τὸν αὐτὸν λόγον μάλιστά ἐστιν ὁ πρῶτος Θεὸς πρὸς τὸν Δημιουργόν. Ὁ μέν γε, ὢν σπέρμα πάσης ψυχῆς, σπείρει εἰς τὰ μεταλαγχάνοντα αὐτοῦ χρήματα σύμπαντα· ὁ νομοθέτης δὲ φυτεύει καὶ διανέμει, καὶ μεταφυτεύει εἰς ἡμᾶς ἑκάστους τὰ ἐκεῖθεν προκαταβεβλημένα.» Καὶ ἑξῆς δὲ πάλιν περὶ τοῦ, Πῶς ἀπὸ τοῦ πρώτου αἰτίου τὸ δεύτερον ὑπέστη, τοιάδε φησίν· «Ὁπόσα δὲ, δοθέντα, μέτεισι πρὸς τὸν λαμβάνοντα, ἀπελθόντα ἐκ τοῦ δεδωκότος, ἐστὶ θεραπεία, χρήματα, νόμισμα κοῖλον, ἐπίσημον· ταυτὶ μὲν οὖν ἐστι θνητὰ καὶ ἀνθρώπινα. Τὰ δὲ θεῖά ἐστιν, οἷα μεταδοθέντα, ἐνθένδ' ἐκεῖθι γεγενημένα, ἐνθένδε τε ουκ ἀπελήλυθε, κἀκεῖθι γενόμενα. τὸν μὲν ὤνησε, τὸν δ' οὐκ ἔβλαψε, καὶ προσιώνησε τῇ περὶ ὧν ἠπίστατο ἀναμνήσει. Ἔστι δὲ τοῦτο τὸ καλὸν χρῆμα ἐπιστήμη ἡ καλὴ, ἧς ὤνατο μὲν ὁ λαβὼν, οὐκ ἀπολείπεται δ' αὐτῆς ὁ δεδωκώς. Οἷον ἂν ἴδοις ἐξαφθέντα ἀφ' ἑτέρου λύχνου λύχνον, φῶς ἔχοντα, ὃ μὴ τὸ πρότερον ἀφείλετο, ἀλλὰ τῆς ἐν αὐτῷ ὕλης πρὸς τὸ ἐκείνου πῦρ ἐξαφθείσης· τοιοῦτον τὸ χρῆμά ἐστι τὸ τῆς ἐπιστήμης, ἣ δοθεῖσα, καὶ ληφθεῖσα, παραμένει μὲν τῷ δεδωκότι, σύνεστι δὲ τῷ λαβόντι
Thy face, they will be troubled; Thou wilt take away their spirit, and they will fail, and unto their dust will they return. Thou wilt send forth Thy Spirit, and they will be created, and Thou wilt renew the face of the earth." For wherein would these things differ from the philosopher's thought which declares that while the God looks and is turned towards each of us, it comes to pass that bodies then both live and are quickened, cherishing the dartings of the God; whereas when the God turns back unto his own watchtower, these are quenched? And again in turn, when the Saving Word among us has said, "I am the vine, My Father is the husbandman, you are the branches," listen to what sort of theology Numenius utters concerning the second cause: "And just as, again, there is a relation for a husbandman referred to the things that plant, in the very same relation above all is the first God towards the Craftsman. The former indeed, being seed of every soul, sows into all things altogether that partake of him; while the lawgiver plants and distributes, and transplants into each of us the things previously cast down from thence." And next again concerning How from the first cause the second subsisted, he speaks such things as these: "Whatsoever things, being given, pass over to him who receives, having departed from him who has given, are service, wealth, hollow, stamped coin; these things, then, are mortal and human. But divine things are such as, being imparted, having come to be there from hence, both have not departed from hence, and having come to be there have benefited the one, and did not harm the other, and benefited him besides by the recollection concerning the things he knew. And this fair thing is fair knowledge, from which he who received derived benefit, while he who has given is not left destitute of it. Just as you might see a lamp kindled from another lamp, having light which did not rob the former, the matter in it having rather been kindled at the other's fire; such a thing is that of knowledge, which, having been given and having been received, abides indeed with him who has given, and is together with him who receives
Notes, col. 896

On the reading

Printed ουκ, for οὐκ.

Printed προσιώνησε, for προσώνησε.

PG 21:897Read from the page
ἡ αὐτή. Τούτου δὲ τὸ αἴτιον, ὦ ξένε, οὐδέν ἐστιν ἀνθρώπινον· ἀλλ' ὅτι ἕξις τε καὶ οὐσία ἡ ἔχουσα τὴν ἐπιστήμην ἡ αὐτή ἐστι παρὰ τῷ δεδωκότι Θεῷ καὶ παρὰ τῷ εἰληφότι ἐμοὶ καὶ σοί. Διὸ καὶ ὁ Πλάτων τὴν σοφίαν ὑπὸ Προμηθέως ἐλθεῖν εἰς ἀνθρώπους μετὰ φανωτάτου τινὸς πυρὸς ἔφη.» Καὶ πάλιν ὑποβὰς ἑξῆς φησιν· «Εἰσὶ δ' οὗτοι βίοι ὁ μὲν πρώτου, ὁ δὲ δευτέρου Θεοῦ. Δηλονότι ὁ μὲν πρῶτος Θεὸς ἔσται ἑστὼς, ὁ δὲ δεύτερος ἔμπαλίν ἐστι κινούμενος. Ὁ μὲν οὖν πρῶτος περὶ τὰ νοητὰ, ὁ δὲ δεύτερος περὶ τὰ νοητὰ καὶ αἰσθητά. Μὴ θαυμάσῃς δ' εἰ τοῦτ' ἔφην· πολὺ γὰρ ἔτι θαυμαστότερον ἀκούσῃ. Ἀντὶ γὰρ τῆς προσούσης τῷ δευτέρῳ κινήσεως, τὴν προσοῦσαν τῷ πρώτῳ στάσιν φημὶ εἶναι κίνησιν σύμφυτον· ἀφ' ἧς ἥ τε τάξις τοῦ κόσμου, καὶ ἡ μονὴ ἡ ἀΐδιος, καὶ ἡ σωτηρία ἀναχεῖται εἰς τὰ ὅλα.» Ἐπὶ τούτοις καὶ ἐν τῷ ἕκτῳ προστίθησι ταῦτα· «Ἐπειδὴ ᾔδει ὁ Πλάτων παρὰ τοῖς ἀνθρώποις τὸν μὲν Δημιουργὸν γινωσκόμενον μόνον, τὸν μέντοι πρῶτον νοῦν, ὅστις καλεῖται, αὐτὸν παντάπασιν ἀγνοούμενον παρ' αὐτοῖς, διὰ τοῦτο οὕτως εἶπεν, ὥσπερ ἄν τις οὕτω λέγοι· Ὦ ἄνθρωποι, ὃν τοπάζετε ὑμεῖς νοῦν, οὐκ ἔστι πρῶτος, ἀλλὰ ἕτερος πρὸς τούτου νοῦς, πρεσβύτερος καὶ θειότερος.» Καὶ μεθ' ἕτερα ἐπιλέγει· «Κυβερνήτης μέν που ἐν μέσῳ πελάγει φορούμενος, ὑπὲρ πηδαλίου ὑψίζυγος, τοῖς οἴαξι διιθύνει τὴν ναῦν ἐφεζόμενος· ὄμματα δ' αὐτοῦ καὶ νοῦς εὐθὺ τοῦ αἰθέρος ξυντέταται πρὸς τὰ μετάρσια, καὶ ἡ ὁδὸς αὐτῷ ἄνω δι' οὐρανοῦ ἄπεισι, πλέοντι κάτω κατὰ τὴν θάλατταν· οὕτω καὶ ὁ Δημιουργὸς, τὴν ὕλην, τοῦ μήτε διακροῦσαι μήτε ἀποπλεχθῆναι αὐτὴν, ἁρμονίᾳ ξυνδησάμενος, αὐτὸς μὲν ὑπὲρ ταύτης ἵδρυται, οἷον ὑπὲρ νεὼς ἐπὶ θαλάττης, τῆς ὕλης· τὴν ἁρμονίαν δὲ ἰθύνει ταῖς ἰδέαις οἰακίζων, βλέπει τε ἀντὶ τοῦ οὐρανοῦ εἰς τὸν ἄνω Θεὸν προσαγόμενον αὐτοῦ τὰ ὄμματα, λαμβάνει τε τὸ μὲν κριτικὸν ἀπὸ τῆς θεωρίας, τὸ δὲ ὁρμητικὸν ἀπὸ τῆς ἐφέσεως.» Καὶ ὁ Σωτήριος παρ' ἡμῖν λόγος, «Οὐδὲν, φησὶ, δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα.» Ἀλλὰ γὰρ τοσαῦτα καὶ περὶ τοῦδε ὁ Νουμήνιος. Ὅτι δὲ οὐκ οἰκεῖα, τὰ δὲ Πλάτωνι δοκοῦντα διεσάφει, οὐδὲν ἐπιλέγειν δεῖ ταῖς αὐτοῦ φωναῖς. Ὁ δέ γε Πλάτων ὅτι μὴ πρῶτος ταῖσδε κέχρητο ταῖς ἐπιβολαῖς, φαίνονται δ' αὐτὸν
the same. And the cause of this, O stranger, is nothing human, but that the habit and essence which possesses knowledge is the same with the God who has given and with me and you who have received. Wherefore Plato also said that wisdom came to men through Prometheus together with a certain brightest fire." And again, advancing next, he says: "And these are the lives, the one of the first, the other of the second God. Plainly the first God will be standing at rest, while the second, on the contrary, is in motion. The first, then, is concerned with things intelligible, and the second with things intelligible and sensible. And do not marvel if I said this; for you will hear something much more marvellous still. For in place of the motion belonging to the second, I declare the stability belonging to the first to be an innate motion, from which both the order of the cosmos and its eternal permanence and preservation are poured forth unto all things." In addition to these things, in the sixth book also he adds the following: "Since Plato knew that among men the Craftsman alone is known, whereas the first intellect, whichever it is called, is itself altogether unknown among them, on this account he spoke thus, just as if someone should speak in this way: O men, the intellect which you conjecture is not first, but another intellect prior to this one, older and more divine." And after other things he subjoins: "A helmsman, borne along somewhere in mid-sea, seated aloft above the rudder, directs the ship with the tillers as he sits upon it; and his eyes and intellect are strained straight towards the ether unto the things on high, and his course goes upwards through heaven while he sails below over the sea; so too the Craftsman, having bound matter together by harmony, that it might neither stave through nor be untwined, is himself seated above this, as if above a ship upon the sea, matter; and he directs the harmony, steering with the ideas, and looks instead of heaven unto the God above who draws his eyes to himself, and receives the critical faculty from contemplation, and the impulsive faculty from longing." And the Saving Word among us: "Nothing," He says, "can the Son do from Himself, unless He see the Father doing something." So much, however, does Numenius say concerning this one also. And that he was expounding not his own opinions, but the things approved by Plato, there is no need to add anything to his own words. And that Plato was not the first to have used these conceptions, whereas him they appear
PG 21:900Read from the page
προειληφότες Ἑβραίων οἱ σοφοὶ, δέδεικται διὰ τῶν ἐκτεθειμένων. Εἰκότως δῆτα καὶ τῶν φιλοσόφων διαφανὴς γεγονὼς Ἀμέλιος, τῆς Πλάτωνος καὶ αὐτὸς, εἰ καί τις ἄλλος, ζηλωτὴς φιλοσοφίας, πλὴν ἀλλὰ βάρβαρον ὀνομάσας τὸν Ἑβραίων θεολόγον, εἰ καὶ μὴ ἐπ' ὀνόματος ἠξίωσε τοῦ εὐαγγελιστοῦ Ἰωάννου μνήμην ποιήσασθαι, ἐπιμαρτυρεῖ δ' οὖν ὅμως ταῖς αὐτοῦ φωναῖς, αὐτὰ δὴ ταῦτα πρὸς ῥῆμα γράφων.
to have anticipated—the wise men of the Hebrews—has been shown through the things set forth. Reasonably indeed Amelius also, having become distinguished among the philosophers, himself too a zealous follower, if anyone else was, of Plato's philosophy, save that he called the theologian of the Hebrews a barbarian, even if he did not deem fit to make mention of the evangelist John by name, nevertheless bears witness to his utterances, writing these very things word for word.
ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ.
Chapter XIX.
Ἀμελίου περὶ τῆς Ἰωάννου τοῦ πυρ' ἡμῖν εὐαγγελιστοῦ θεολογίας.
Of Amelius concerning the theology of John the evangelist among us.
«Καὶ οὗτος ἄρα ἦν ὁ Λόγος, καθ' ὃν αἰεὶ ὄντα τὰ γινόμενα ἐγίνετο, ὡς ἂν καὶ Ἡράκλειτος ἀξιώσειε, καὶ νὴ Δί' ὃν ὁ βάρβαρος ἀξιοῖ ἐν τῇ τῆς ἀρχῆς τάξει τε καὶ ἀξίᾳ καθεστηκότα πρὸς Θεὸν εἶναι, καὶ Θεὸν εἶναι· δι' οὗ πάνθ' ἁπλῶς γεγενῆσθαι· ἐν ᾧ τὸ γενόμενον ζῶν, καὶ ζωὴν, καὶ ὂν πεφυκέναι· καὶ εἰς τὰ σώματα πίπτειν, καὶ σάρκα ἐνδυσάμενον, φαντάζεσθαι ἄνθρωπον, μετὰ καὶ τοῦ τηνικαῦτα δεικνύειν τῆς φύσεως τὸ μεγαλεῖον· ἀμέλει καὶ ἀναλυθέντα πάλιν ἀποθεοῦσθαι, καὶ Θεὸν εἶναι, οἷος ἦν πρὸ τοῦ εἰς τὸ σῶμα, καὶ τὴν σάρκα, καὶ τὸν ἄνθρωπον καταχθῆναι.» Ταῦτ' οὐκέτ' ἐπεσκιασμένως, ἀλλ' ἄντικρυς ἤδη γυμνῇ τῇ κεφαλῇ μεταπεφρασμένα ἐκ τῆς βαρβάρου θεολογίας δῆλα ἂν εἴη. Ὁ δέ γε βάρβαρος τίς ἦν αὐτῷ, εἰ μὴ τοῦ Σωτῆρος ἡμῶν εὐαγγελιστὴς Ἰωάννης, Ἑβραῖος ὢν ἐξ Ἑβραίων; ὅς που ἀρχόμενος τῆς οἰκείας γραφῆς, ὧδέ πη θεολογεῖ· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὃ γέγονεν· ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Καὶ ἐθεασά-
"And this, then, was the Word, according to Whom, ever existing, the things coming to be came to be, as Heraclitus also would maintain, and by Zeus Whom the barbarian maintains, established in the order and dignity of a principle, to be with God, and to be God; through Whom all things absolutely have come into being; in Whom that which came to be was by nature living, and life, and being; and that He falls into bodies, and having put on flesh, appears as a man, together with showing even then the majesty of His nature; indeed, even when dissolved, He is again deified, and is God, such as He was before He was brought down into the body, and the flesh, and the man." That these things have been paraphrased from the barbarian theology no longer covertly, but now outright with bare head, would be plain. And who was the barbarian to him, if not our Saviour's evangelist John, being a Hebrew of Hebrews? who somewhere, beginning his own writing, utters theology after this manner: "In the beginning was the Word, and the Word was with God, and the Word was God. This One was in the beginning with God. All things came to be through Him, and without Him came to be not even one thing that has come to be; in Him was life, and the life was the light of men. And the Word became flesh, and dwelt among us. And we
Notes, col. 900

On the reading

Printed πυρ', for παρ'.

PG 21:901Read from the page
μεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός.» Τοῦ δ' αὐτοῦ πέρι καὶ ἄλλος Ἑβραῖος θεολόγος ἐπάκουσον οἷα διέξεισιν· «Ὅς ἐστι εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, Πρωτότοκος πάσης τῆς κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· καὶ πάντα δι' αὐτοῦ συνέστηκε, καὶ τὰ πάντα ἐν αὐτῷ ἐκτίσθη, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα.» Ἀλλὰ καὶ τὰ περὶ τῆς τοῦ δευτέρου αἰτίου συστάσεώς τε καὶ οὐσιώσεως ὧδε τοῖς Ελλήνων σοφοῖς πρὸς τὰ Ἑβραίων συμπεφώνηται· μετίωμεν δῆτα καὶ ἐφ' ἕτερον.
beheld His glory, glory as of an Only-begotten from the Father." And concerning the same One listen to what sort of things another Hebrew theologian sets forth: "Who is the image of the invisible God, Firstborn of all the creation, because in Him were created all things in the heavens and on the earth; and all things have held together through Him, and all things were created in Him, both the visible and the invisible." Thus also the doctrines concerning the constitution and substantiation of the second cause have been agreed upon by the wise men of the Greeks with those of the Hebrews; let us pass on indeed to another matter as well.
ΚΕΦΑΛΑΙΟΝ Κʹ.
Chapter XX.
Περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων.
Concerning the three primal hypostases.
Τῶν παρ' Ἑβραίοις λογίων μετὰ τὸν περὶ Πατρὸς καὶ Υἱοῦ λόγον ἐν τρίτῃ τάξει τὸ ἅγιον Πνεῦμα καταλεγόντων, καὶ τήν γε ἁγίαν καὶ μακαρίαν Τριάδα τοῦτον ὑποτιθεμένων τὸν τρόπον, ὡς ἂν τῆς τρίτης δυνάμεως πᾶσαν ὑπερβεβηκυίας γενητὴν φύσιν· οὐσάν τε πρώτην μὲν τῶν διὰ τοῦ Υἱοῦ συστασῶν νοερῶν οὐσιῶν, τρίτην δὲ ἀπὸ τοῦ πρώτου αἰτίου· θέα ὅπως καὶ ὁ Πλάτων τοιαῦτά τινα ᾐνίξατο διὰ τῆς πρὸς Διονύσιον ἐπιστολῆς, λέγων· «Φραστέον δή σοι δι' αἰνιγμάτων, ἵν' ἄν τι δέλτος, ἢ πόντου, ἢ γῆς, ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ. Ὧδε γὰρ ἔχει· Παρὰ τὸν πάντων βασιλέα πάντ' ἐστὶ, καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖνος αἴτιον ἁπάντων καλῶν· δεύτερον δὲ παρὰ τὰ δεύτερα, καὶ τρίτον παρὰ τὰ τρίτα. Ἡ οὖν ἀνθρωπίνη ψυχὴ περὶ αὐτὰ ὀρέγεται μαθεῖν ποῖα ἄττα ἐστὶ, βλέπουσα εἰς τὰ αὐτῆς συγγενῆ.» Ταῦτα οἱ τὸν Πλάτωνα διασαφεῖν πειρώμενοι ἐπὶ τὸν πρῶτον Θεὸν ἀνάγουσιν, ἐπί τε τὸ δεύτερον αἴτιον, καὶ τρίτον τὴν τοῦ κόσμου ψυχὴν, θεὸν τρίτον καὶ αὐτὴν ὁριζόμενοι εἶναι. Οἱ δέ γε θεῖοι λόγοι τὴν ἁγίαν καὶ μακαρίαν Τριάδα, Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἐν ἀρχῆς λόγῳ τάττουσι, κατὰ τὰ ἀποδεδομένα· ἕπεται τούτοις τὴν τοῦ ἀγαθοῦ ἐξετάσαι οὐσίαν.
Since the oracles among the Hebrews, after the discourse concerning Father and Son, reckon the Holy Spirit in the third rank, and lay down the holy and blessed Trinity in this way, inasmuch as the third power has transcended every created nature, and being first indeed of the intellectual essences constituted through the Son, and third from the first cause, behold how Plato also hinted darkly at some such things through his epistle to Dionysius, saying: "It must indeed be spoken to you through riddles, so that if the tablet should suffer anything in folds either of sea or of land, he who reads may not know. For thus it stands: Beside the king of all are all things, and for his sake are all things, and that one is cause of all things fair; and second beside the second things, and third beside the third things. The human soul, therefore, longs concerning them to learn of what sort they are, looking unto the things akin to itself." These things those who endeavour to explain Plato refer to the first God, and to the second cause, and third to the soul of the cosmos, defining it also to be a third god. The divine discourses, however, range the holy and blessed Trinity of Father, and Son, and Holy Spirit in the rank of principle, according to what has been set forth; it follows upon these things to examine the essence of the Good.
ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ.
Chapter XXI.
Περὶ τῆς τοῦ ἀγαθοῦ οὐσίας.
Concerning the essence of the Good.
Τῆς παρ' Ἑβραίοις θείας Γραφῆς διαφόρως τὴν τοῦ ἀγαθοῦ οὐσίαν, καὶ αὐτὸ τὸ ἀγαθὸν οὐδὲν ἄλλο εἶναι ἢ τοῦ Θεοῦ διδασκούσης, δι' ὧν τέ φησιν, «Ἀγαθὸς Κύριος πᾶσι τοῖς ὑπομένουσιν αὐτόν· ψυχῇ, ἣ ἐκζητήσει αὐτόν·» καὶ, «Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·» δι' ὧν τε ὁ Σωτήριος λόγος πρὸς τὸν περὶ τοῦδε ἐρόμενον ἀπεφήνατο εἰπὼν, «Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Ἐπάκουσον τοῦ Πλάτωνος, ἅ φησιν ἐν Τιμαίῳ· «Λέγωμεν δὴ δι' ἥντινα αἰτίαν γένεσιν, καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς ξυνέστησεν. Ἀγαθὸς ἦν· ἀγαθῷ δ' οὐδεὶς περὶ οὐδενὸς οὐδέποτ' ἐγγίγνοιτ'
Since the divine Scripture among the Hebrews in diverse ways teaches that the essence of the Good and the Good itself is nothing else than God's, both through the words wherein it says, "The Lord is good to all who wait for Him, to a soul that shall seek Him out," and, "Give thanks to the Lord, for He is good, for His mercy is forever," and through the words wherein the Saving Word declared to him who asked concerning this, saying, "Why do you ask Me concerning the good? None is good except One, God." Listen to Plato, what things he says in the Timaeus: "Let us state then on account of what cause he who framed becoming and this universe framed it. He was good; and in one who is good there never arises concerning anything any
Notes, col. 901

On the reading

Printed Ελλήνων, for Ἑλλήνων.

Printed οὐσάν, for οὖσάν.

PG 21:904Read from the page
ἂν φθόνος. Τούτου δὲ ἐκτὸς ὢν, πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ.» Καὶ ἐν τῇ Πολιτείᾳ δὲ ταῦτά φησιν· «Ἆρ' οὖν οὐ καὶ ὁ ἥλιος ὄψις μὲν οὐκ ἔστιν, αἴτιος δ' ὢν αὐτῆς ὁρᾶται ὑπ' αὐτῆς ταύτης; Οὕτως, ἦ δ' ὅς. Τοῦτον τοίνυν, ἦν δ' ἐγὼ, φάναι μὲ λέγειν τὸν τοῦ Ἀγαθοῦ ἔκγονον, ὃν τὸ Ἀγαθὸν ἐγέννησεν ἀνάλογον ἑαυτῷ, ὅ τί περ αὐτὸ ἐν τῷ νοητῷ τόπῳ πρός τε νοῦν καὶ τὰ νοούμενα, τοῦτον ἐν τῷ ὁρατῷ πρός τε ὄψιν καὶ τὰ ὁρώμενα.» Καὶ ἑξῆς ἐπιλέγει· «Τοῦτο τοίνυν τὸ τὴν ἀλήθειαν παρέχον τοῖς γιγνωσκομένοις, καὶ τὸ γιγνώσκοντι τὴν δύναμιν ἀποδιδοῦν, τὴν τοῦ ἀγαθοῦ ἰδέαν φάθι εἶναι.» Καὶ πάλιν φησί· «Τὸν ἥλιον τοῖς ὁρωμένοις οὐ μόνον, οἶμαι, τὴν τοῦ ὁρᾶσθαι δύναμιν παρέχειν φήσεις, ἀλλὰ καὶ τὴν γένεσιν καὶ αὔξην καὶ τροφὴν, οὐ γένεσιν αὐτὸν ὄντα· πῶς γάρ; Καὶ τοῖς γινωσκομένοις τοίνυν, μὴ μόνον τὸ γινώσκεσθαι φάναι ὑπὸ τοῦ Ἀγαθοῦ παρεῖναι, ἀλλὰ καὶ τὸ εἶναί τε καὶ τὴν οὐσίαν, ὑπ' ἐκείνου αὐτοῖς προσεῖναι, οὐκ οὐσίας ὄντος τοῦ Ἀγαθοῦ, ἀλλ' ἐπέκεινα οὐσίας, πρεσβείᾳ καὶ δυνάμει ὑπερέχοντος.» Σαφέστατα διὰ τούτων οὐ μόνον τὸ γινώσκεσθαι ταῖς νοηταῖς οὐσίαις, ἀλλὰ καὶ τὸ εἶναί τε καὶ τὴν οὐσίαν ἔχειν παρὰ τοῦ Ἀγαθοῦ, δηλαδὴ τοῦ Θεοῦ, φησὶν ὁ Πλάτων· τό τε Ἀγαθὸν μὴ εἶναι οὐσίαν, ἀλλ' ἐπέκεινα τῆς οὐσίας, πρεσβείᾳ καὶ δυνάμει ὑπερέχον· ὥστε μὴ ὁμοούσια αὐτὰ τίθεσθαι, ἀλλὰ μηδὲ ἀγέννητα νομίζειν, ὅτι δὴ καὶ τὸ εἶναι καὶ τὴν οὐσίαν εἴληφε παρὰ τοῦ μὴ ὄντος οὐσίας, ἀλλ' ἐπέκεινα οὐσίας πρεσβείᾳ καὶ δυνάμει ὑπερέχοντος· ὃν δὴ καὶ μόνον εἰκότως Θεὸν τὰ Ἑβραίων ἀναγορεύει λόγια, ὡς ἂν τοῖς πᾶσιν αἴτιον ὄντα. Τὰ δὴ οὖν μήτε τὸ εἶναι, μήτε τὴν οὐσίαν παρ' ἑαυτῶν ἔχοντα, ἀλλὰ μηδὲ τῆς τἀγαθοῦ φύσεως ὄντα, οὐ δὴ εὔλογον θεοὺς εἶναι ἡγεῖσθαι, οἷς μὴ φύσει τὸ ἀγαθὸν πρόσεστιν. Ἑνὶ γὰρ τοῦτο μόνῳ, καὶ οὐδενὶ ἄλλῳ ἀναθετέον, τῷ μόνῳ Ἀγαθῷ, ὃ δὴ καὶ ἐπέκεινα πάσης οὐσίας, πρεσβείᾳ τε καὶ δυνάμει ὑπερέχον θαυμασίως ὁ Πλάτων ἀνεφώνησε. Πάλιν δὲ ὁ Νουμήνιος ἐν τοῖς Περὶ τοῦ ἀγαθοῦ, τὴν τοῦ Πλάτωνος διάνοιαν ἑρμηνεύων, τοῦτον διέξεισι τὸν τρόπον.
envy whatever. And being free from this, he willed that all things should become as far as possible like himself." And in the Republic too he says these things: "Is not the sun also not sight indeed, yet being the cause of it, seen by this very sight? Even so, said he. Say then, said I, that I call this one the offspring of the Good, whom the Good begot analogous to itself: whatsoever it itself is in the intelligible place in relation both to intellect and to the things thought, this one is in the visible place in relation both to sight and to the things seen." And next he subjoins: "This, then, which supplies truth to the things known and renders power to that which knows, say to be the idea of the good." And again he says: "You will say, I suppose, that the sun supplies to the things seen not only the power of being seen, but also generation and growth and nourishment, though not himself being generation—for how could he be? For the things known, then, say that not only being known is present from the Good, but also both being and essence belong to them from that one, the Good not being essence, but still beyond essence, surpassing in seniority and power." Most plainly through these words Plato says that intellectual essences have not only their being known, but also both being and essence from the Good, namely God; and that the Good is not essence, but beyond essence, surpassing in seniority and power; so that one neither posits them as consubstantial, nor yet supposes them unbegotten, seeing that they have received both being and essence from that which is not essence, but surpasses beyond essence in seniority and power; Whom indeed alone the oracles of the Hebrews reasonably proclaim as God, as being cause for all things. Those things, then, which have neither being nor essence from themselves, nor yet are of the nature of the Good, it is surely not reasonable to account gods, to whom the good does not belong by nature. For to One alone, and to none other, must this be ascribed, to the sole Good, which Plato also wondrously proclaimed to be even beyond all essence, surpassing in seniority and power. And again Numenius in his books On the Good, interpreting the thought of Plato, sets forth in this manner.
ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ.
Chapter XXII.
Νουμηνίου περὶ τἀγαθοῦ.
Of Numenius concerning the Good.
«Τὰ οὖν σώματα λαβεῖν ημῖν ἔξεστι, σημαινομένοις ἔκ τε ὁμοίων, ἀπό τε τῶν ἐν τοῖς παρακειμένοις γνωρισμάτων ἐνόντων· τἀγαθὸν δὲ, οὐδενὸς ἐκ παρακειμένου, οὐδ' οὖν ἀπὸ ὁμοίου αἰσθητοῦ ἐστι λαβεῖν μηχανή τις οὐδεμία. Ἀλλὰ δεήσει, οἷον εἴ τις ἐπὶ σκοπῇ
"Bodies, then, it is possible for us to grasp, receiving indications both from like things and from the tokens existing in things lying beside them; whereas the Good there is no means whatsoever to grasp from anything lying beside it, nor indeed from any sensible like thing. But there will be need, just as if someone upon a lookout
Notes, col. 904

On the reading

Printed τὸ γιγνώσκοντι, for τῷ γιγνώσκοντι.

Printed ημῖν, for ἡμῖν.

PG 21:905Read from the page
καθήμενος, ναῦν ἁλιάδα βραχεῖάν τινα τούτων τῶν ἐπακτρίδων, τῶν μόνων, μίαν, μόνην, ἔρημον, μετακυμίοις ἐχομένην ὀξυδεδορκὼς, μιᾷ βολῇ κατεῖδε τὴν ναῦν· οὕτω δή τινα ἀπελθόντα πόῤῥω ἀπὸ τῶν αἰσθητῶν, ὁμιλῆσαι τῷ ἀγαθῷ μόνῳ μόνον, ἔνθα μήτε τις ἄνθρωπος, μήτε τι ζῶον ἕτερον, μηδὲ σῶμα μέγα, μηδὲ σμικρὸν, ἀλλά τις ἄφατος καὶ ἀδιήγητος ἀτεχνῶς ἐρημία θεσπέσιος, ἔνθα τοῦ ἀγαθοῦ ἤθη, διατριβαί τε καὶ ἀγλαΐαι, αὐτὸ δὲ ἐν εἰρήνῃ, ἐν εὐμενείᾳ, τὸ ἤρεμον, τὸ ἡγεμονικὸν, ἵλεων, ἐποχούμενον ἐπὶ τῇ οὐσίᾳ. Εἰ δέ τις πρὸς τοῖς αἰσθητοῖς λιπαρῶν, τὸ ἀγαθὸν ἐφιπτάμενον φαντάζεται, κἄπειτα τρυφῶν οἴοιτο τῷ ἀγαθῷ ἐντετυχηκέναι, τοῦ παντὸς ἁμαρτάνει. Τῷ γὰρ ὄντι οὐ ῥᾳδίας, θείας δὲ πρὸς αὐτὸ δεῖ μεθόδου· καὶ ἔστι κράτιστον, τῶν αἰσθητῶν ἀμελήσαντι, νεανιευσαμένῳ πρὸς τὰ μαθήματα, τοὺς ἀριθμοὺς θεασαμένῳ, οὕτως ἐκμελετῆσαι μάθημα· Τί ἐστι τὸ ἕν.» Ταῦτα μὲν ἐν τῷ πρώτῳ· ἐν δὲ τῷ πέμπτῳ ταῦτά φησιν· «Εἰ δ' ἐστὶ μὲν νοητὸν ἡ οὐσία καὶ ἡ ἰδέα, ταύτης δ' ὡμολογήθη πρεσβύτερον καὶ αἴτιον εἶναι ὁ νοῦς, αὐτὸς οὗτος μόνος εὕρηται ὢν τὸ ἀγαθόν. Καὶ γὰρ εἰ ὁ μὲν ὁ δημιουργὸς Θεός ἐστι γενέσεως ἀρχὴ, τὸ ἀγαθὸν οὐσίας ἐστὶν ἀρχή. Ἀνάλογον δὲ τούτῳ μὲν ὁ δημιουργὸς Θεὸς, ὢν αὐτοῦ μιμητὴς, τῇ δὲ οὐσίᾳ ἡ γένεσις, εἰκὼν αὐτῆς οὖσα καὶ μίμημα. Εἰ γὰρ ὁ δημιουργὸς ὁ τῆς γενέσεώς ἐστιν ἀγαθὸς, ἦπου ἔσται καὶ ὁ τῆς οὐσίας δημιουργὸς αὐτοαγαθὸν, σύμφυτον τῇ οὐσίᾳ. Ὁ γὰρ δεύτερος, διττὸς ὢν αὐτὸς, ποιεῖ τήν τε ἰδέαν ἑαυτοῦ καὶ τὸν κόσμον, δημιουργὸς ὤν· ἔπειτα θεωρητικὸς ὅλως. Συλλελογισμένων δ' ἡμῶν ὀνόματα τεττάρων πραγμάτων τέτταρα ἔστω ταῦτα· Ὁ μὲν πρῶτος Θεὸς, αὐτοάγαθον· ὁ δὲ τούτου μιμητὴς, δημιουργὸς ἀγαθός· ἡ δ' οὐσία μία μὲν ἡ τοῦ πρώτου, ἑτέρα δὲ ἡ τοῦ δευτέρου· ἧς μίμημα, ὁ καλὸς κόσμος, κεκαλλωπισμένος μετευσίᾳ τοῦ καλοῦ.» Καὶ ἐν τῷ ἕκτῳ δὲ ἐπιλέγει· «Μετέχει δὲ αὐτοῦ τὰ μετέχοντα, καὶ ἐν ἄλλῳ μὲν οὐδενὶ, ἐν δὲ μόνῳ τῷ φρονεῖν· ταύτῃ ἄρα καὶ τῆς ἀγαθοῦ συμβάσεως ὀνίναιτ' ἂν, ἄλλως δ' οὔ. Καὶ μὲν δὴ τὸ φρονεῖν τοῦτο δεῖν συντετύχηκε μόνῳ τῷ πρώτῳ. Ὑφ' οὗ οὖν τὰ ἄλλα ἀποχραίνεται καὶ ἀγαθοῦται, ἐὰν τοῦτο ἐκείνῳ μόνον μόνῳ προσῇ, ἀβελτέρας ἂν εἴη ψυχῆς ἔτι ἀμφιλογεῖν. Εἰ γὰρ ἀγαθός ἐστιν ὁ δεύτερος οὐ παρ' ἑαυτοῦ, παρὰ δὲ τοῦ πρώτου, πῶς οἷόν τε ὑφ' οὗ μετουσίας ἐστὶν οὗτος ἀναθὸς, μὴ ἀγαθὸν εἶναι, ἄλλως τε, κἂν τύχῃ αὐτοῦ ὡς ἀγαθοῦ μεταλαχὼν ὁ δεύτερος; οὕτω τοι ὁ Πλάτων ἐκ συλλογισμοῦ τῷ ὀξὺ βλέποντι ἀπέδωκε τὸ ἀγαθὸν, ὅτι ἐστὶν ἕν.» Καὶ πάλιν ἑξῆς φησι· «Ταῦτα δὲ οὕτως ἔχοντα, ἔθη μὲν ὁ Πλάτων, ἄλλῃ καὶ ἄλλῃ χωρίσας· ἰδίᾳ μὲν γὰρ τὸν κυκλικὸν ἐπὶ τοῦ Δη-
sitting, sharply sighting some small fishing boat of these skiffs that go alone—one, solitary, deserted, held fast amid the spaces between the waves—at a single glance catches sight of the vessel; even so must someone, having gone far away from sensible things, converse alone with the Good alone, where there is neither any man, nor any other living creature, nor body great nor small, but a certain ineffable and truly indescribable, wondrous solitude, where are the haunts, the pastimes, and the splendours of the Good, while it itself is in peace, in benignity—the tranquil, the sovereign—graciously riding upon essence. But if anyone, lingering beside sensible things, imagines the Good flying towards him, and then, revelling in luxury, should suppose that he has fallen in with the Good, he misses all utterly. For in reality there is need of no easy, but of a divine method towards it; and it is best for one who has neglected sensible things, having applied himself vigorously with youthful spirit to mathematical studies and beheld numbers, thus to practise thoroughly a lesson: What is the One." These things in the first book; and in the fifth he says these things: "And if essence and the idea is something intelligible, and intellect was agreed to be older than this and its cause, this very one alone has been found to be the Good. For indeed if the craftsman God is principle of generation, the Good is principle of essence. And analogous to this one is the craftsman God, being his imitator, and to essence is generation, being its image and copy. For if the craftsman of generation is good, surely also the craftsman of essence will be Essential-Good, innate to essence. For the second, being himself twofold, makes both the idea of himself and the cosmos, being craftsman; thereafter he is wholly contemplative. Now that we have reasoned out four names of four realities, let them be these four: the first God, Essential-Good; his imitator, good craftsman; and essence, one indeed that of the first, and another that of the second; whose copy is the fair cosmos, beautified by participation in the fair." And in the sixth book too he subjoins: "And the things that partake of him partake in nothing else at all, save in thinking alone; in this way, then, would they derive benefit from communion with the Good, and otherwise not. And indeed this thinking has happened to be needful for the first alone. As for him, therefore, by whom the other things are tinged and made good, if this belongs solely to that one alone, it would mark a foolish soul still to doubt. For if the second is good not from himself, but from the first, how is it possible that he by participation in whom this one is good should not be good, especially even if the second happens to have partaken of him as good? Thus indeed Plato from syllogism rendered the Good to him who sees sharply, that it is one." And again next he says: "And these things being so, Plato set down, having separated them in one place and another; for privately indeed the cyclical one in the case of the
Notes, col. 905

On the reading

Printed μετευσίᾳ, for μετουσίᾳ.

Printed ἀναθὸς, for ἀγαθὸς.