Migne Reading Room

PG 21 · cols. 868–877 · Read from the page

Preparation for the Gospel, Book XI

Preparation for the Gospel, Book XI

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:868Read from the page
νους, εἰς ἀνάληψιν εὐλαβοῦς καὶ σώφρονος βίου. Τὸν δὲ βαθὺν καὶ λεληθότα περὶ τούτων λόγον ἐν ἀποῤῥήτοις ζητεῖν τε καὶ διδάσκεσθαι κατελίμπανον τοῖς οἵοις τε τὰ τοιάδε μνῆσθαι. Βραχέα δὲ καὶ ὡς ἐν τύπῳ φάναι, εὖ ἂν ἔχοι καὶ τῆς τούτων διελθεῖν ἐποπτείας, τόν τε Πλάτωνα κἂν τούτῳ τὰ φίλα πεφρονηκότα τοῖς δηλουμένοις παραστῆσαι.
unto the taking up of a devout and temperate life. Yet the deep and hidden account concerning these things they left to be sought and taught in secret to those capable of calling such matters to mind. And briefly, to speak in outline, it would be well to go through the contemplation of these things as well, and to show that Plato in this too held views friendly to those indicated.
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
Περὶ τῆς τῶν νοητῶν φυσιολογίας.
On the natural philosophy of intelligible things.
Οὐ μὴν ἀλλὰ καὶ περὶ τῆς τῶν νοητῶν καὶ ἀσωμάτων παιδεύσεως καὶ θεωρίας τῷ πανσόφῳ Μωσεῖ καὶ τοῖς Ἑβραίων προφήταις Πλάτων ὁ θαυμάσιος ἐπηκολουθηκὼς διὰ τῶν οἰκείων φωνῶν ἐστι δῆλος· εἴτ' ἐξ ἀκοῆς εἰς αὐτὸν ἡκούσης μαθὼν, ἐπεὶ καὶ συνίσταται παρ' Αἰγυπτίοις τηνικάδε τὰς διατριβὰς πεποιημένος, καθ' ὃν Ἑβραῖοι, τῆς οἰκείας δεύτερον ἀποπεσόντες γῆς, Αἰγυπτίοις ἐπεχωρίαζον, Περσῶν ἐπικρατούντων· εἴτε καὶ παρ' ἑαυτοῦ τῇ τῶν πραγμάτων ἐπιβαλὼν φύσει· εἴτε ὁπωσοῦν ὑπὸ Θεοῦ καταξιωθεὶς τῆς γνώσεως. «Ὁ Θεὸς γὰρ,» φησὶν, «αὐτοῖς ἐφανέρωσε. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε αὐτοῦ ἀΐδιος δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους.» Μάθοις δ' ἂν τὸ εἰρημένον ὧδέ πη διασκοπούμενος.
Nay more, concerning the instruction and contemplation of intelligible and incorporeal things as well, marvellous Plato is clearly seen through his own utterances to have followed all-wise Moses and the prophets of the Hebrews: whether having learned from a report that reached him—since it is also established that he spent his time among the Egyptians at that period when the Hebrews, having fallen from their own land a second time, were sojourning among the Egyptians while the Persians held sway—or whether having hit upon the nature of things of himself, or whether in whatever way having been deemed worthy of the knowledge by God. "For God," he says, "manifested [it] to them. For the invisible things of Him from the creation of the world, being understood by the things that are made, are clearly seen, both His everlasting power and divinity, so that they are without excuse." And you may learn what has been said by examining it in some such way as this.
ΚΕΦΑΛΑΙΟΝ Θʹ.
Chapter IX.
Περὶ τοῦ ὄντος, Μωσέως καὶ Πλάτωνος.
On That Which Is, of Moses and Plato.
Μωσέως ἐν ταῖς ἱεροφαντίαις χρησμὸν ἐκ προσώπου τοῦ Θεοῦ φήσαντος· «Ἐγώ εἰμι ὁ ὤν. Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· Ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς·» παραθεμένου δὲ καὶ τὸν Θεὸν μόνον ἄντικρυς ὄντα, καὶ τῆσδε κυρίως καὶ ἁρμοδίως ἠξιωμένον τῆς κλήσεως ἀποφηναμένου· πάλιν τε αὖ Σολομῶντος περὶ τῆς τῶν αἰσθητῶν καὶ σωματικῶν γενέσεώς τε καὶ φθορᾶς ἀνειπόντος· «Τί τὸ γεγονός; αὐτὸ τὸ γενησόμενον· καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον. Ὃς λαλήσει καὶ ἐρεῖ· Ἴδε, τοῦτο καινόν ἐστιν· ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν·» τούτων δὲ καὶ ἡμῖν ἀκολούθως εἰς δύο τὸ πᾶν διαιρούντων, εἴς τε νοητὸν καὶ αἰσθητόν· καὶ τὸ μὲν νοητὸν ἀσώματον καὶ λογικὸν τὴν φύσιν, ἄφθαρτόν τε καὶ ἀθάνατον εἶναι ὁριζομένων· τὸ δ' αἰσθητὸν ἐν ῥύσει καὶ φθορᾷ, μεταβολῇ τε καὶ τροπῇ τῆς οὐσίας ὑπάρχειν· πάντων δ' ἐπὶ μίαν ἀρχὴν ἀνακεφαλαιουμένων, ἕν τε εἶναι ἀγένητον, καὶ τὸ κυρίως καὶ ἀληθῶς ὂν δογματιζόντων, τὸ πάντων ἀσωμάτων
Whereas Moses in his sacred revelations spoke an oracle from the person of God: "I am He Who Is. Thus you shall say to the sons of Israel: He Who Is has sent me to you;" and set forth also that God alone outrightly is, and declared Him to be properly and fittingly deemed worthy of this calling; and whereas again in turn Solomon proclaimed aloud concerning the coming-to-be and passing-away of perceptible and bodily things: "What is that which has been? the very thing that shall be; and there is nothing at all fresh under the sun. Who shall speak and say: Behold, this is new? It has already been in the ages that have been before us;" and whereas these men, consistently with us also, divide the universe into two, into intelligible and perceptible, and define the intelligible as incorporeal and rational in nature, imperishable too and immortal, while the perceptible exists in flux and corruption, and in change and turning of substance; and whereas all of them sum up all things under one principle, and teach as dogma that there is one unbegotten, and that which properly and truly is, that of all incorporeal
PG 21:869Read from the page
τε καὶ σωμάτων αἴτιον· θέα τίνα τρόπον οὐ μόνον τὴν διάνοιαν, ἀλλὰ καὶ τὰς λέξεις αὐτὰς, καὶ τὰ ῥήματα τῆς Ἑβραίων γραφῆς παραξέσας ὁ Πλάτων, ἐξοικειοῦται τὸ δόγμα, πλατύτερον ὧδέ πη διασαφῶν· « Τί τὸ ὂν ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον; Καὶ τί τὸ γινόμενον μὲν ἀεὶ, ὂν δὲ οὐδέποτε; Τὸ μὲν δὴ, νοήσει μετὰ λόγου περιληπτὸν, ἀεὶ κατὰ τὰ αὐτὰ ὄν· τὸ δὲ, αἰσθήσει ἀλόγῳ δοξαστὸν, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν.» Ἆρ' οὐ σαφῶς πέφηνεν ὁ θαυμάσιος τὸ μὲν παρὰ Μωσεῖ φῆσαν λόγιον· « Ἐγώ εἰμι ὁ ὤν,» μεταποιήσας δι' αὐτοῦ· « Τί τὸ ὂν ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον; » Καὶ τοῦτό γε λευκότερον διασαφήσας ἐν τῷ φάναι, « μηδ' ἄλλο εἶναι τὸ ὂν ἢ τὸ οὐ σαρκὸς ὀφθαλμοῖς ὁρώμενον, νῷ δὲ καταλαμβανόμενον.» Ἐρωτήσας γοῦν, « Τί τὸ ὄν, » αὐτὸς ἑαυτῷ ἀποκρίνεται, λέγων· « Τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν ὄν. » Τὸ δὲ Σολομώντειον φῆσαν, « Τί τὸ γεγονός; Αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον; Αὐτὸ τὸ ποιηθησόμενον·» αὐτοῖς σχεδὸν ῥήμασι διερμηνεύσας δῆλος ἂν εἴη, λέγων· « Τὸ μὲν, αἰσθήσει ἀλόγῳ δοξαστὸν, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν.» Οἷς καὶ ἐπιφέρει· « Τὰ τοιαῦτα γὰρ πάντα μέρη χρόνου, τὸ ἦν, καὶ ἔσται· ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀΐδιον οὐσίαν, οὐκ ὀρθῶς. Λέγομεν γὰρ δὴ, ὡς ἦν, ἔστι τε καὶ ἔσται· τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει. Τὸ δὲ ἦν, καὶ τὸ ἔσται, περὶ τὴν ἐν χρόνῳ γένεσιν οὖσαν πρέπει λέγεσθαι· κινήσεις γάρ ἐστον. Τὸ δὲ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχον ἀκινήτως οὔτε πρεσβύτερον οὔτε νεώτερον προσήκει γίνεσθαι διὰ χρόνον· οὐδὲ γενέσθαι ποτὲ, οὐδὲ γεγονέναι νῦν, οὐδ' εἰσαῦθις ἔσεσθαι τὸ παράπαν, οὐδ' ὅσα γένεσις τοῖς ἐν αἰσθήσει φερομένοις προσῆψεν· ἀλλὰ χρόνου ταῦτα, αἰῶνα μιμουμένου καὶ κατ' ἀριθμὸν κυκλουμένου, γέγονεν εἴδη.» Καὶ πρὸς τούτοις ἔτι τὰ τοιάδε· « Τὸ δὲ γεγονὸς εἶναι γεγονὸς, καὶ τὸ γινόμενον εἶναι γινόμενον· ἔτι τε τὸ γενησόμενον εἶναι γενησόμενον. » Καὶ ἵνα γε μή τις ἡμᾶς παρερμηνεύειν ἡγήσηται τὰς τοῦ φιλοσόφου φωνὰς, ὑπομνήμασι χρήσομαι, τῶνδε τῶν
and cause of bodies; behold in what manner Plato, having grazed not only the thought, but also the very expressions and the words of the Scripture of the Hebrews, appropriates the doctrine as his own, expounding it more broadly somewhat as follows: "What is that which always is, and has no coming-to-be? And what is that which is always coming to be, and never is? The one, indeed, is comprehensible by intelligence with reason, being always in the same state; the other is an object of opinion by unreasoning sensation, coming to be and perishing, and never truly being." Has not this admirable man clearly been shown to have adapted the oracle uttered in Moses: "I am He Who is," through his own: "What is that which always is, and has no coming-to-be?" And to have made this yet clearer in saying that "that which is is nothing else than what is not seen by eyes of flesh, but is grasped by mind." Having asked, therefore, "What is that which is," he himself answers himself, saying: "That indeed which is comprehensible by intelligence with reason." And the saying of Solomon which states, "What is that which has come to be? The very thing that will come to be; and what is that which has been made? The very thing that will be made;" he would plainly be interpreting in almost the very words, when he says: "The one is an object of opinion by unreasoning sensation, coming to be and perishing, and never truly being." To which he also adds: "For all such things are parts of time, the 'was' and 'will be'; which indeed we unawares apply to the eternal essence, not rightly. For we say indeed that it was, and is, and will be; whereas to it 'is' alone belongs according to the true account. But 'was' and 'will be' are fittingly spoken concerning the coming-to-be that is in time; for these two are motions. That, however, which is always immovably in the same state neither ought to become older nor younger through time; nor ever to have come to be, nor to have come into being now, nor hereafter to be at all, nor anything that coming-to-be has attached to the things borne along in sensation; rather, these have come into being as forms of time, which imitates eternity and revolves according to number." And besides these, the following also: "And that what has come to be is what has come to be, and what is coming to be is what is coming to be; and further, that what will come to be is what will come to be." And lest anyone suppose that we are misinterpreting the utterances of the philosopher, I shall make use of commentaries, of these
PG 21:872Read from the page
λόγων τὴν διάνοιαν ἐκφαίνουσι. Πλείους μὲν οὖν εἰς τὴν τούτων ἐπιβεβλήκασι θεωρίαν· ἐμοὶ δ' ἐξαρκεῖ τανῦν ἀνδρὸς ἐπιφανοῦς Νουμηνίου τοῦ Πυθαγορείου παραθέσθαι λέξεις, ἃς ἐν τῷ Περὶ τἀγαθοῦ δευτέρῳ συγγράμματι ὧδέ πη διέξεισιν.
words bringing to light the meaning. Many indeed have set themselves to the contemplation of these matters; for me, however, it suffices at present to set down the words of an illustrious man, Numenius the Pythagorean, which in the second treatise On the Good he sets forth somewhat as follows.
ΚΕΦΑΛΑΙΟΝ Ιʹ.
Chapter X.
Ἀπὸ τοῦ δευτέρου Περὶ τἀγαθοῦ, Νουμηνίου τοῦ Πυθαγορείου.
From the second book On the Good, of Numenius the Pythagorean.
« Φέρε οὖν, ὅση δύναμις, ἐγγύτατα πρὸς τὸ ὂν ἀναγώμεθα, καὶ λέγωμεν, Τὸ ὂν οὔτε ποτὲ ἦν, οὔτε ποτὲ μὴ γένηται· ἀλλ' ἔστιν ἀεὶ ἐν χρόνῳ ὡρισμένῳ, τῷ ἐνεστῶτι μόνῳ. Τοῦτον μὲν οὖν τὸν ἐνεστῶτα εἴ τις ἐθέλει καλεῖν αἰῶνα, κἀγὼ συμβουλεύω· τὸν δὲ παρελθόντα χρόνον οἴεσθαι χρὴ ἡμᾶς, διαπεφευγότα, ἤδη διαπεφευγέναι, ἀποδεδρακέναι τε εἰς τὸ εἶναι μηκέτι· ὅ τε αὖ μέλλων ἐστὶ μὲν οὐδέπω, ἐπαγγέλλεται δὲ οἷός τε ἔσεσθαι ἥξειν εἰς τὸ εἶναι. Οὐκοῦν εἰκός ἐστιν ἑνί γε τρόπῳ νομίζειν τὸ ὂν ἤτοι μὴ εἶναι, ἢ μηκέτι, ἢ μηδέπω. Ὥστε, τούτου γε οὕτως λεγομένου, ἓν γίνεταί τι ἐν τῷ λόγῳ μέγα ἀδύνατον, εἶναί τε ὁμοῦ ταυτὸν, καὶ μὴ εἶναι. Εἰ δὲ οὕτως ἔχει, σχολῇ γ' ἂν ἄλλο τι εἶναι δύναιτο, τοῦ ὄντος αὐτοῦ μὴ ὄντος κατὰ αὐτὸ τὸ ὄν. Τὸ γὰρ ὂν ἀΐδιόν τε, βέβαιόν τέ ἐστιν, ἀεὶ κατὰ ταυτὸν, καὶ ταυτόν· καὶ οὐδὲ γέγονε μὲν, ἐφθάρη δὲ, οὐδ' ἐμεγεθύνατο μὲν, ἐμειώθη δέ· οὐδὲ μὴ ἐγένετό πω πλεῖον ἢ ἔλασσον· καὶ μὲν δὴ τά τε ἄλλα, καὶ οὐδὲ τοπικῶς κινηθήσεται. Οὐδὲ γὰρ θέμις αὐτῷ κινηθῆναι, οὐδὲ μὲν ὀπίσω, οὐδὲ πρόσω· οὔτε ἄνω ποτὲ, οὔτε κάτω· οὐδ' εἰς δεξιὰ, οὐδ' εἰς ἀριστερὰ μετατεθήσεταί ποτε τὸ ὄν· οὔτε περὶ τὸ μέσον ποτὲ ἑαυτοῦ κινηθήσεται· ἀλλὰ μᾶλλον καὶ ἑστήξεται, καὶ ἀραρός τε καὶ ἑστηκὸς ἔσται κατὰ ταυτὰ ἔχον ἀεὶ, καὶ ὡσαύτως. » Καὶ ἑξῆς μεθ' ἕτερα ἐπιλέγει· « Τοσαῦτα μὲν οὖν μοι πρὸ ὁδοῦ. Αὐτὸς δ' οὐκέτι σχηματισθήσομαι, οὐδ' ἀγνοεῖν φήσω τὸ ὄνομα τοῦ ἀσωμάτου· καὶ γὰρ κινδυνεύει νῦν ἤδη ἴδιον εἶναι εἰπεῖν μᾶλλον, ἢ μὴ εἰπεῖν. Καὶ δῆτα λέγω τὸ ὄνομα αὐτῷ εἶναι τοῦτο τὸ πάλαι ζητούμενον. Ἀλλὰ μὴ γελασάτω τις, ἐὰν φῶ τοῦ ἀσωμάτου εἶναι ὄνομα οὐσίαν καὶ ὄν. Ἡ δὲ αἰτία τοῦ ὄντος ὀνόματός ἐστι τὸ μὴ γεγονέναι, μηδὲ φθαρήσεσθαι, μηδ' ἄλλην μήτε κίνησιν μηδεμίαν ἐνδέχεσθαι, μηδὲ μεταβολὴν κρείττω ἢ φαύλην· εἶναι δὲ ἁπλοῦν καὶ ἀναλλοίωτον, καὶ ἐν ἰδέᾳ τῇ αὐτῇ, καὶ μήτε ἐθελούσιον ἐξίστασθαι τῆς ταυτότητος, μήθ' ὑφ' ἑτέρου προσαναγκάζεσθαι. Ἔφη δὲ καὶ ὁ Πλάτων ἐν Κρατύλῳ τὰ ὀνόματα ὁμοιώσει τῶν πραγμάτων εἶναι αὐτὰ ἐπίθετα. Ἔστω οὖν καὶ δεδόσθω εἶναι τὸ ὂν τὸ ἀσώματον. » Εἶθ' ὑποκαταβὰς ἐπιλέγει· « Τὸ
"Come then, as far as lies in our power, let us mount as close as possible towards that which is, and let us say: That which is neither ever was, nor may it ever come to be; rather, it always is in a definite time, the present alone. If indeed anyone wishes to call this present 'eternity,' I too join in advising it; but time past we must consider, having fled away, already to have fled away and escaped into being no longer; while future time, on the other hand, is not yet, though it professes to be able to come into being. It is not reasonable, therefore, in any one way to suppose that which is either not to be, or to be no longer, or not yet. Consequently, when this is so stated, one great impossibility arises in the argument, that the same thing both is and is not at once. And if this is so, scarcely indeed could anything else be able to be, when that which is, itself, is not in respect of very being. For that which is is both eternal and steadfast, always in the same state and identical; and neither has it come into being on the one hand and perished on the other, nor was it increased on the one hand and diminished on the other; nor indeed did it ever yet become more or less; and indeed as to other respects also, neither will it be moved locally. For it is not even lawful for it to be moved, neither backwards nor forwards; neither upwards ever, nor downwards; nor to the right, nor to the left will that which is ever be transposed; nor will it ever be moved around its own centre; rather, it will stand fast, and will be fixed and standing firm, being in the same state always and in like manner." And next, after other matters, he adds: "So much, then, by way of preface for me. As for myself, I shall no longer dissemble, nor say that I am ignorant of the name of the incorporeal; for indeed it now seems likely to be more fitting to speak than not to speak. And so I say that its name is this very thing long sought for. Yet let no one laugh, if I say that the name of the incorporeal is essence and that which is. And the reason for the name 'that which is' is that it has not come into being, and will not perish, and admits no other motion whatsoever, nor change for the better or the worse; but is simple and unalterable, and in the same form, and neither willingly departs from its sameness, nor is compelled by another. Plato also said in the Cratylus that names themselves are assigned by likeness of things. Let it be, then, and let it be granted, that the incorporeal is that which is." Then lower down he adds: "That which
PG 21:873Read from the page
ὂν εἶπον ἀσώματον, τοῦτο δὲ εἶναι τὸ νοητόν. Τὰ μὲν οὖν λεχθέντα, ὅσα μνημονεύειν ἔστι μοι, τοιαῦτα γοῦν ἦν· τὸν δ' ἐπιζητοῦντα λόγον ἐθέλω παραμυθήσασθαι, τοσόνδε ὑπειπὼν, ὅτι ταῦτα τοῖς δόγμασι τοῦ Πλάτωνος εἰ μὴ συμβαίνει, ἀλλ' ἑτέρου γ' ἐχρῆν οἴεσθαί τινος ἀνδρὸς μεγάλου, μέγα δυναμένου, οἵου Πυθαγόρου. Λέγει γοῦν Πλάτων· φέρ' ἀναμνησθῶ πῶς λέγει· Τί τὸ ὂν ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον; Καὶ τί τὸ γινόμενον μὲν, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν, τὸ δ' αὖ δόξῃ μετὰ αἰσθήσεως ἀλόγου δοξαστὸν, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. Ἤρετο γὰρ, τί ἐστι τὸ ὂν, φὰς αὐτὸ ἀγένητον ἀναμφιλέκτως. Γένεσιν γὰρ οὐκ ἔφη εἶναι τῷ ὄντι· ἐτρέπετο γὰρ ἄν· τρεπόμενον δὲ οὐκ ἦν ἀΐδιον. » Εἶτα ὑποβάς φησιν· « Εἰ μὲν δὴ τὸ ὂν πάντως πάντη ἀΐδιόν τέ ἐστι καὶ ἄτρεπτον, καὶ οὐδαμῶς οὐδαμῆ ἐξιστάμενον ἐξ ἑαυτοῦ, μένει δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἕστηκε, τοῦτο δήπου ἂν εἴη τὸ τῇ νοήσει μετὰ λόγου περιληπτόν. Εἰ δὲ τὸ σῶμα ῥεῖ καὶ φέρεται ὑπὸ τῆς εὐθὺς μεταβολῆς, ἀποδιδράσκει καὶ οὐκ ἔστιν. Ὅθεν οὐ πολλὴ μανία μὴ οὐ τοῦτο εἶναι ἀόριστον, δόξῃ δὲ μόνῃ δοξαστὸν, καὶ ὥς φησι Πλάτων, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. » Ταῦτα μὲν ὁ Νουμήνιος, ὁμοῦ τὰ Πλάτωνος, καὶ πολὺ πρότερον τὰ Μωσέως ἐπὶ τὸ σαφὲς διερμηνεύων. Εἰκότως δῆτα εἰς αὐτὸ ἐκεῖνο τὸ λόγιον περιφέρεται, δι' οὗ φάναι μνημονεύεται· « Τί γάρ ἐστι Πλάτων ἢ Μωσῆς Ἀττικίζων; » Θέα δὲ πρὸς τούτοις, εἰ μὴ τὸν παρόντα νοῦν ἐπὶ πλεῖον καὶ ὁ Πλούταρχος ἐξαπλῶν, συντρέχοι ἂν ταῖς τε προκειμέναις φωναῖς τῶν φιλοσόφων, καὶ ταῖς αὖθις Ἑβραίων κειμέναις ἐν ἑτέραις θεολογίαις, δι' ὧν τοτὲ μὲν εἰσάγεται λέγων ὁ χρηματίζων Θεός· « Διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι· » τοτὲ δ' εἰς αὐτὸν ἀφορῶν ὁ Προφήτης ἀποτείνεται· «Ὅτι δὴ τὰ μὲν ὁρατὰ πάντα τραπείη ἄν ποτε καὶ μεταβληθείη· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. » Σκόπει γοῦν, εἰ μὴ ὡς ἐν προτάσει τοῦ τε παρὰ Μωσεῖ φήσαντος, « Ἐγώ εἰμι ὁ ὤν· » καὶ τοῦ, « Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι· » καὶ τοῦ, « Σὺ δὲ ὁ αὐτὸς εἶ, » δόξαι ἂν ὁ Πλούταρχος ἐν τῷ Περὶ τοῦ Εἶ, τοῦ ἐν Δελφοῖς, τὴν διάνοιαν ὑφερμηνεύειν, τάδε λέγων πρὸς λέξιν.
I have called incorporeal, that this is the intelligible. What was said, therefore, so far as it is in my power to remember, was at any rate of such a kind; and him who seeks after the account I wish to reassure, saying thus much beforehand, that if these things do not agree with the doctrines of Plato, yet one ought at least to suppose them to belong to some other great man of great power, such as Pythagoras. Plato, at all events, speaks—come, let me recall how he speaks: What is that which always is, and has no coming-to-be? And what is that which is coming to be, indeed, and never is? The one, indeed, is comprehensible by intelligence with reason, while the other in turn is an object of opinion by opinion with unreasoning sensation, coming to be and perishing, and never truly being. For he asked what that which is is, declaring it indisputably unbegotten. For he said that coming-to-be does not belong to that which is; for otherwise it would undergo turning, and if turning it would not be eternal." Then lower down he says: "If indeed that which is is altogether and in every way eternal and unchangeable, and in no wise and nowhere departing out of itself, but abides in the same state and stands firm in like manner, this surely would be what is comprehensible by intelligence with reason. But if body flows and is borne along by immediate change, it flees away and is not. Whence is it not great madness not to hold that this is indefinite, an object of opinion by opinion alone, and, as Plato says, coming to be and perishing, and never truly being?" Thus far Numenius, clearly interpreting at once the teachings of Plato and, much earlier, those of Moses. Reasonably indeed is that saying referred to this very point, whereby he is recorded to have said: "For what is Plato, other than Moses speaking Attic?" And behold besides these things whether Plutarch also, unfolding the present sense more fully, would not concur both with the aforesaid utterances of the philosophers and again with those of the Hebrews set down in other theological passages, through which at one time God Who utters oracles is brought in saying: "For I am the Lord your God, and I have not changed;" and at another time the Prophet, looking towards Him, declares: "For indeed all visible things may at some time be turned and changed; but Thou art the same, and Thy years will not fail." Consider, therefore, whether, as though taking as his theme both Him Who in Moses said, "I am He Who is;" and the saying, "I am the Lord your God, and I have not changed;" and the saying, "But Thou art the same," Plutarch in his treatise On the 'EI' at Delphi might not seem to be quietly interpreting the thought, speaking word for word as follows.
PG 21:876Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ.
Chapter XI.
Πλουτάρχου ἀπὸ τοῦ ἐπιγεγραμμένου συγγράμματος, Περὶ τοῦ ἐν Δελφοῖς Εἶ.
Of Plutarch, from the treatise entitled, On the 'EI' at Delphi.
« Οὔτε οὖν ἀριθμὸν, οὔτε τάξιν, οὔτε σύνδεσμον, οὔτε ἄλλο τῶν ἐλλιπῶν μορίων οὐδὲν οἶμαι τὸ γράμμα σημαίνειν· ἀλλ' ἔστιν αὐτοτελὴς τοῦ Θεοῦ προσαγόρευσις καὶ προσφώνησις, ἅμα τῷ ῥήματι τὸν φθεγγόμενον εἰς ἔννοιαν καθιστᾶσα τῆς τοῦ Θεοὺ δυνάμεως. Ὁ γὰρ Θεὸς ἕκαστον ἡμῶν τῶν ἐνταῦθα προσιόντων οἷον ἀσπαζόμενος προσαγορεύει τὸ, Γνῶθι σαυτὸν, ὃ τοῦ Χαῖρε δὴ οὐδὲν μεῖόν ἐστιν. Ἡμεῖς δὲ πάλιν, ἀμειβόμενοι τὸν Θεὸν, Εἶ φαμεν, ὡς ἀληθῆ καὶ ἀψευδῆ, καὶ μόνην μόνῳ προσήκουσαν, τὴν τοῦ Εἶ προσαγόρευσιν ἀποδιδόντες. Ἡμῖν γὰρ ὄντως τοῦ εἶναι μέτεστιν οὐδέν· ἀλλὰ θνητὴ πᾶσα φύσις ἐν μέσῳ φθορᾶς καὶ γενέσεως γενομένη, φάσμα παρέχει καὶ δόκησιν ἀμυδρὰν καὶ ἀβέβαιον αὑτῆς. Ἂν δὲ τὴν διάνοιαν ἀπερείσῃ τις, λαβέσθαι βουλόμενος, ὥσπερ ἡ σφόδρα περίδραξις ὕδατος, τῷ πιέζειν καὶ εἰς ταυτὸ συνάγειν, διαρρέον ἀπόλλυσι τὸ περιλαμβανόμενον· οὕτω τῶν παθητῶν καὶ μεταβλητῶν ἑκάστου τὴν ἄγαν ἐνέργειαν ὁ λόγος διώκων ἀποσφάλλεται, τῇ μὲν εἰς τὸ γινόμενον αὐτοῦ, τῇ δὲ εἰς τὸ φθειρόμενον, οὐδενὸς λαβέσθαι μένοντος, οὐδὲ ὄντος ὄντως, δυνάμενος. Ποταμῷ γὰρ οὐκ ἔστιν ἐμβῆναι δὶς τῷ αὐτῷ καθ' Ἡράκλειτον, οὐδὲ θνητῆς οὐσίας δὶς ἅψασθαι κατὰ ἕξιν, ἀλλ' ὀξύτητι καὶ τάχει μεταβολῆς σκίδνησι καὶ πάλιν συνάγει· μᾶλλον δὲ οὐδὲ πάλιν, οὐδὲ ὕστερον, ἀλλ' ἅμα συνίσταται καὶ ἀπολείπει, καὶ πρόσεισι καὶ ἄπεισιν. Ὅθεν οὐδὲ εἰς τὸ εἶναι περαίνει τὸ γινόμενον αὐτῆς, τῷ μηδέποτε λήγειν μηδ' ἵστασθαι τὴν γένεσιν· ἀλλ' ἀπὸ σπέρματος ἀεὶ μεταβάλλουσαν, ἔμβρυον ἐμποιεῖν εἶτα παῖδα, μειράκιον ἐφεξῆς, νεανίσκον, ἄνδρα, πρεσβύτην, γέροντα, τὰς πρώτας φθείρουσαν γενέσεις καὶ ἡλικίας ταῖς ἐπιγινομέναις. Ἀλλ' ἡμεῖς ἕνα φοβούμεθα γελοίως θάνατον, πολλοὺς ἀποτεθνηκότες ἤδη θνήσκοντες. Οὐ γὰρ μόνον, ὡς Ἡράκλειτος ἔλεγε, πυρὸς θάνατος, ἀέρι γένεσις, ἀλλ' ἔστι σαφέστερον ἐπ' αὐτῶν ἡμῶν. Φθείρεται μὲν ὁ ἀκμάζων γενομένου γέροντος, ἐφθάρη δὲ ὁ νέος εἰς τὸν ἀκμάζοντα, καὶ ὁ παῖς εἰς τὸν νέον, εἰς δὲ τὸν παῖδα τὸ νήπιον, ὁ δὲ χθὲς εἰς τὸν σήμερον τέθνηκεν, ὁ δὲ σήμερον, εἰς τὸν αὔριον. Μένει δὲ οὐδὲ εἷς, οὐδέ ἐστιν εἷς, ἀλλὰ γινόμεθα πολλοὶ, περὶ ἕν τι φάντασμα καὶ κοινὸν ἐκμαγεῖον ὕλης περιελαυνομένης, καὶ ὀλι-
"Neither number, then, nor order, nor conjunction, nor any other of the defective particles do I think the inscription signifies; rather, it is a self-complete address and salutation of God, which along with the utterance brings the speaker into a conception of the power of God. For God, greeting as it were each one of us who approach here, addresses to us the 'Know yourself,' which is surely nothing less than 'Hail.' And we in turn, answering God, say 'Thou art,' rendering to Him the address 'Thou art' as true and unerring, and belonging alone to Him alone. For we truly have no share at all in being; rather, every mortal nature, coming to be in the midst between corruption and coming-to-be, presents a phantom and a dim and uncertain semblance of itself. And if anyone presses his thought upon it, wishing to grasp it, just as a tight clutching of water, by squeezing and gathering it into the same place, loses what is grasped as it flows through, so reason, pursuing the overly vivid actuality of each of the passible and changeable things, goes astray, on the one side towards its coming-to-be and on the other towards its perishing, able to grasp nothing abiding nor truly being. For it is not possible to step twice into the same river, according to Heraclitus, nor to touch mortal substance twice in a fixed state; rather, by sharpness and swiftness of change it scatters and again gathers together—or rather, not even again, nor afterwards, but at the same moment it comes together and leaves off, and approaches and departs. Whence what comes to be of it does not even attain unto being, because its coming-to-be never ceases nor halts, but from seed, ever changing, forms an embryo, then a child, next a stripling, a youth, a man, an elderly man, an old man, destroying the former comings-to-be and ages by those that supervene. Yet we absurdly fear one death, though having already died so many and still dying. For not only, as Heraclitus used to say, is the death of fire a coming-to-be for air, but it is clearer in the case of ourselves. The man in his prime perishes when an old man comes to be, and the youth perished into the man in his prime, and the child into the youth, and the infant into the child; and yesterday's man has died into today's, and today's into tomorrow's. Not a single one abides, nor is one, but we come to be many, around some one phantom and common mould as matter is driven round and slips
Notes, col. 876

On the reading

Printed Θεοὺ, for Θεοῦ.

Printed Ἂν, for Ἄν.

PG 21:877Read from the page
σθαινούσης. Ἐπεὶ πῶς, οἱ αὐτοὶ μένοντες, ἑτέροις χαίρομεν νῦν, ἑτέροις πρότερον, τἀναντία φιλοῦμεν, καὶ μισοῦμεν, καὶ θαυμάζομεν, καὶ ψέγομεν, ἄλλοις χρώμεθα λόγοις, ἄλλοις πάθεσιν, οὐκ εἶδος, οὐ μορφὴν, οὐ διάνοιαν ἔτι τὴν αὐτὴν ἔχοντες; Οὔτε γὰρ ἄνευ μεταβολῆς ἕτερα πάσχειν εἰκὸς, οὔτε μεταβάλλων ὁ αὐτὸς ἂν εἴη. Εἰ δὲ ὁ αὐτὸς οὐκ ἔστιν, οὐδ' ἔστιν, ἀλλ' ἐκ τοῦ αὐτὸν μεταβάλλειν, γινόμενος ἕτερος ἐξ ἑτέρου· ψεύδεται δὲ ἡ αἴσθησις ἀγνοίᾳ τοῦ ὄντος, εἶναι τὸ φαινόμενον. Τί οὖν ὄντως ὄν ἐστι; Τὸ ἀΐδιον, καὶ ἀγένητον, καὶ ἄφθαρτον, ᾧ χρόνος οὐδεὶς μεταβολὴν ἐπάγει· κινητὸν γάρ τι, καὶ κινουμένῃ συμφανταζόμενον ὕλῃ, καὶ ῥέον ἀεὶ, καὶ μὴ στέγον, ὥσπερ ἀγγεῖον φθορᾶς καὶ γενέσεως, ὁ χρόνος. Ἐξ οὗ δὴ τὸ μὲν ἔπειτα, καὶ τὸ πρότερον, καὶ τὸ ἔσται λεγόμενον, καὶ τὸ γέγονεν, αὐτόθεν ἐξομολόγησίς ἐστι τοῦ μὴ ὄντος. Τὸ γὰρ ἐν τῷ εἶναι μηδέπω γεγονὸς, ἢ πεπαυμένον ἤδη τοῦ εἶναι, λέγειν, ὡς ἔστιν, εὔηθες καὶ ἄτοπον. Ἐν ᾧ δὲ μάλιστα τὴν νόησιν ἐπερείδοντες τοῦ χρόνου, τὸ ἐνέστηκε, καὶ τὸ πάρεστι, καὶ τὸ νῦν φθεγγόμεθα, τοῦτ' αὖ πάλιν ἐκλυόμενος ὁ λόγος ἀπόλλυσιν· ἐκθλίβεται γὰρ εἰς τὸ μέλλον καὶ τὸ παρῳχημένον, ὥσπερ αὐγὴ βουλομένοις ἰδεῖν, ἐξ ἀνάγκης διιστάμενον. Εἰ δὲ ταυτὰ τῷ μετροῦντι πέπονθεν ἡ μετρουμένη φύσις, οὐδὲ αὐτὴ μόνον, οὐδὲ ὄν ἐστι, ἀλλὰ γινομένη καὶ φθειρομένη κατὰ τὴν πρὸς τὸν χρόνον συννέμησιν. Ὅθεν οὐδὲν τοιοῦτον ἔστιν ἐπὶ τοῦ ὄντος λέγειν, ὡς ἦν, ἢ ἔσται· ταῦτα γὰρ ἐγκλίσεις τινὲς, καὶ μεταβάσεις, καὶ παραλλάξεις τοῦ μένειν ἐν τῷ εἶναι μὴ πεφυκότος. Ἀλλ' ἔστιν ὁ Θεὸς, εἰ χρὴ φάναι, καὶ ἔστι κατ' οὐδένα χρόνον, ἀλλὰ κατὰ τὸν αἰῶνα τὸν ἀκίνητον καὶ ἄχρονον, καὶ ἀνέγκλητον, καὶ οὗ πρότερον οὐδέν ἐστιν, οὐδὲ ὕστερον, οὐδὲ μέλλον, οὐδὲ
away. Else how is it that, if we abide the same, we rejoice in some things now and in others formerly, love and hate opposite things, and admire and blame them, use other words, experience other passions, no longer having the same appearance, nor form, nor thought? For neither is it likely that without change one suffers different things, nor could one who changes be the same. And if he is not the same, neither is he at all, but from his changing comes to be one person out of another; while sensation, through ignorance of that which is, falsely supposes that what appears is. What, then, is that which truly is? That which is eternal, and unbegotten, and incorruptible, upon which no time brings change; for time is something movable, and appearing together with moving matter, and ever flowing, and not retaining, like a vessel of corruption and coming-to-be. Whereof indeed the expressions 'afterwards' and 'formerly,' and 'will be' and 'has come to be,' are of themselves an acknowledgement of not-being. For to say of what has not yet come to be in being, or has already ceased from being, that it is, is foolish and absurd. And that upon which above all we rest our conception of time, uttering 'it is at hand,' and 'it is present,' and 'now,' this again reason, growing faint, loses; for it is squeezed out into the future and the past, necessarily parted asunder for those who wish to see it, like a ray of light. And if the nature that is measured has suffered the same things as that which measures it, neither is it itself alone, nor is it that which is, but coming to be and perishing according to its distribution alongside time. Whence it is not possible to say any such thing of that which is, as that it was, or will be; for these are certain inclinations, and transitions, and alterations of that which is not by nature fitted to abide in being. But God is, if one must say so, and He is according to no time, but according to eternity that is motionless and timeless, and unimpeachable, before which nothing is, nor after, nor future, nor