Migne Reading Room

PG 21 · cols. 856–865 · Read from the page

Preparation for the Gospel, Book XI

Preparation for the Gospel, Book XI

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:856Read from the page
στάτην ἔχοντος διαλεκτικὸν ἄνδρα, εἰ μέλλοι καλῶς ὄνομα τεθήσεσθαι. Ἔστι ταῦτα. Κινδυνεύει ἄρα, ὦ Ἑρμόγενες, εἶναι οὐ φαῦλον, ὡς σὺ οἴει, ἡ τοῦ ὀνόματος θέσις, οὐδὲ φαύλων ἀνδρῶν, οὐδὲ τῶν ἐπιτυχόντων. Καὶ Κράτυλος ἀληθῆ λέγει, λέγων φύσει τὸ ὀνόματα εἶναι τοῖς πράγμασι, καὶ οὐ πάντα δημιουργὸν ὀνομάτων εἶναι, ἀλλὰ μόνον ἐκεῖνον, τὸν ἀποβλέποντα εἰς τὸ τῇ φύσει ὄνομα ὂν ἑκάστῳ, καὶ δυνάμενον αὐτοῦ τὸ εἶδος τιθέναι εἴς τε τὰ γράμματα καὶ τὰς συλλαβάς.» Τοσαῦτα εἰπὼν, μετὰ πλεῖστα βαρβάρων αὖθις ἀναφέρει τὴν μνήμην, κἄπειτα εἰς Ἕλληνας παρὰ βαρβάρων ἥκειν τὰ πολλὰ τῶν ὀνομάτων διαῤῥήδην ὁμολογεῖ, φάσκων αὐτοῖς ῥήμασιν· «Ἐννοῶ, ὅτι πολλὰ οἱ Ἕλληνες ὀνόματα, ἄλλως τε καὶ οἱ ὑπὸ τοῖς βαρβάροις οἰκοῦντες, παρὰ τῶν βαρβάρων εἰλήφασι. Τί οὖν δή; Εἴ τις ζητοίη, ταῦτα κατὰ τὴν Ἑλληνικὴν φωνὴν ὡς ἐοικότως κεῖται, ἀλλὰ μὴ κατ' ἐκείνην, ἐξ ἧς τὸ ὄνομα τυγχάνει ὂν, οἶσθα, ὅτι ἀποροίη ἄν. Εἰκότως.» Ταῦτα ὁ Πλάτων. Φθάνει γε μὴν αὐτὸν Μωϋσῆς, ὃς, οἷα δὴ σοφὸς νομοθέτης ὢν ὁμοῦ καὶ διαλεκτικὸς, ἐπάκουσον τί φησι· «Καὶ ἔπλασεν ὁ Θεὸς ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ, ἰδεῖν, τί καλέσει αὐτά· καὶ πᾶν ὃ ἂν ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ἦν ὄνομα αὐτοῦ.» Διὰ γὰρ τοῦ φάναι, «τοῦτο ἦν ὄνομα αὐτοῦ,» τί ἄλλο ἢ κατὰ φύσιν τεθεῖσθαι τὰς προσηγορίας παρίστησι; τὸ γὰρ ἐπικληθὲν ἄρτι φησὶ τοῦτο καὶ πάλαι πρότερον ἐν τῇ φύσει περιέχεσθαι, εἶναί τε καὶ προϋπάρχειν ἑκάστῳ τῶν ἐπωνομασμένων τοῦτο ὄνομα, ὅπερ ὁ δηλούμενος ἄνθρωπος ἐπιθειάσας δυνάμει κρείττονι τέθειται. Καὶ αὐτὸ δὲ τὸ Ἀδὰμ, Ἑβραίων ὑπάρχον ὄνομα, παρὰ τῷ Μωσεῖ τοῦ γηγενοῦς ἀνθρώπου γένοιτ' ἂν ἐπώνυμον, ὅτι δὴ παρ' Ἑβραίοις Ἀδὰμ ἡ γῆ καλεῖται· παρ' ὃ καὶ ὁ πρῶτος γηγενὴς ἐτύμως Ἀδὰμ ὑπὸ Μωσέως ἀνείρηται. Ἔχοι δ' ἂν καὶ ἄλλην ἡ προσηγορία διάνοιαν, εἰς τὸ ἐρυθρὸν μεταλαμβανομένη, καὶ τὴν τοῦ σώματος παριστῶσα φύσιν. Ἀλλὰ τὸν μὲν γεώδη, καὶ γήϊνον, καὶ γηγενῆ, ἢ τὸν σωματικὸν καὶ σάρκινον ἄνθρωπον, τῷ τοῦ Ἀδὰμ ἐπεσημήνατο προσρήματι. Καλοῦσι δὲ καὶ ἄλλως παῖδες Ἑβραίων τὸν ἄνθρωπον, Ἐνὼς ἐπονομάζοντες, ὃν δή φασιν εἶναι τὸν ἐν ἡμῖν λογικὸν, ἕτερον ὄντα τὴν φύσιν τοῦ γεώδους Ἀδάμ. Διάνοιαν δὲ περιέχει καὶ ὁ Ἐνὼς οἰκείαν, ἐπιλήσμων τῇ Ἑλλήνων ἑρμηνευόμενος φωνῇ. Τοιοῦτον δὲ πέφυκεν ὑπάρχειν τὸ ἐν ἡμῖν
seer whom he has, a dialectical man, if a name is to be finely laid down. That is so. Likely then, O Hermogenes, the laying down of a name is no slight matter, as you think, nor the work of slight men or of chance persons. And Cratylus speaks the truth in saying that names belong to things by nature, and that not everyone is a craftsman of names, but only that man who looks towards the name belonging by nature to each thing, and is able to set its form into both letters and syllables." Having said thus much, after very many remarks he brings back again the mention of barbarians, and thereafter expressly confesses that most names have come to the Greeks from barbarians, saying in these very words: "I reflect that the Greeks, especially those living under the barbarians, have received many names from the barbarians. What then? If someone should inquire how these are fittingly laid down according to the Greek tongue, and not according to that out of which the name happens to be, you know that he would be at a loss. Naturally." Thus Plato. Yet Moses anticipates him, who—being indeed at once a wise lawgiver and a dialectician—hear what he says: "And God formed out of the earth all the wild beasts of the field, and all the birds of the sky, and brought them to Adam, to see what he would call them; and whatsoever Adam called it as a living soul, this was its name." For through saying, "this was its name," what else does he establish than that the appellations were laid down according to nature? For he says that what was just now called upon a thing was even long beforehand contained in nature, and that to each of the things named this name belonged and pre-existed, which the man indicated, inspired by a higher power, has laid down. And Adam itself too, being a name of the Hebrews, in Moses would be a surname of the earth-born man, because among the Hebrews the earth is called Adam; wherefore also the first earth-born man has been truly proclaimed Adam by Moses. Yet the appellation might also have another meaning, being rendered as the red, and presenting the nature of the body. However, the earthy, earthen, and earth-born, or the bodily and fleshly man, he marked by the designation of Adam. But the sons of the Hebrews also call man in another way, naming him Enos, whom indeed they say is the rational [man] within us, being other in nature than the earthy Adam. And Enos also contains a proper meaning, being interpreted as forgetful in the tongue of the Greeks. And of such a kind by nature is that within us
Notes, col. 856

On the reading

Printed τὸ ὀνόματα, for τὰ ὀνόματα.

PG 21:857Read from the page
λογικὸν τῆς πρὸς τὸ θνητὸν καὶ ἄλογον συμπλοκῆς ἕνεκα. Τὸ μὲν γὰρ πάντη καθαρὸν, καὶ ἀσώματον, καὶ θεῖον, καὶ λογικὸν, οὐ μόνον τῶν πρόσθεν γενομένων τὴν μνήμην, ἀλλὰ καὶ τῶν μελλόντων ἔσεσθαι τὴν γνῶσιν δι' ἄκραν ἀρετὴν θεωρίας περιείληφε· τὸ δ' ἐν σαρξὶ πεπιλημένον, ὀστέοις τε καὶ νεύροις καταπεπαραμένον, ὄγκον τε μέγαν καὶ βαρὺν ἐπηχθισμένον τὸ σῶμα, λήθης πολλῆς καὶ ἀμαθείας συνιδὼν ὁ παρ' Ἑβραίοις λόγος, εὐθυβόλῳ κέκληκε προσρήματι, Ἐνὼς ἐπονομάσας, ὅπερ δηλοῖ τὸν ἐπιλήσμονα. Κεῖται γοῦν παρά τινι προφήτῃ· «Τί ἐστι ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;» Ἀνθ' οὗ τὸ Ἑβραϊκὸν ἐπὶ μὲν τῆς πρώτης τοῦ ἀνθρώπου κλήσεως τὸ Ἐνὼς περιείληφεν· ὡσεὶ ἔλεγε σαφέστερον· Τί οὗτός ἐστιν ὁ ἐπιλήσμων, ὅτι σὺ, ὦ Θεὲ, μιμνήσκῃ αὐτοῦ, καίπερ ὄντος ἐπιλήσμονος; Τὸ δὲ, «Ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;» «Ἢ υἱὸς Ἀδὰμ» κεῖται παρὰ τοῖς δηλουμένοις· ὡς εἶναι τὸν αὐτὸν καὶ Ἀδὰμ καὶ Ἐνώς· τοῦ μὲν σαρκικοῦ διὰ τοῦ Ἀδὰμ, τοῦ δὲ λογικοῦ διὰ τοῦ Ἐνὼς παρισταμένου. Καὶ τὰ μὲν Ἑβραίων λόγια οὕτω πως διαιρεῖ τὴν ἐτυμολογίαν. Ὁ δὲ Πλάτων τὸν ἄνθρωπον τῇ Ἑλλήνων φωνῇ παρὰ τὸ ἀναθρεῖν φησι κεκλῆσθαι, λέγων· «Ὁ δὲ ἄνθρωπος ἅμα ἑώρακε, τοῦτο δέ ἐστι ὄπωπε, καὶ ἀναθρεῖ καὶ λογίζεται τοῦτο ὃ ὄπωπεν, ἵνα ᾖ ἀναθρῶν ἃ ὄπωπε.» Πάλιν Ἑβραῖοι τὸν ἄνδρα ἲς καλοῦσι. Παρῆκται δὲ αὐτοῖς τοὔνομα ἀπὸ τοῦ ἒς, δι' οὗ σημαίνουσι τὸ πῦρ, ἵνα ᾖ παρὰ τὸ θερμὸν καὶ διάπυρον τῆς τοῦ ἀνδρὸς φύσεως ὁ ἀνὴρ ὠνομασμένος. Ἡ δὲ γυνὴ, ἐπείπερ εἴρηται ἐκ τοῦ ἀνδρὸς εἰλῆφθαι, καὶ τὴν προσηγορίαν ἐπικοινωνεῖ τῷ ἀνδρί. Ἰσσὰ γὰρ ἡ γυνὴ λέγεται παρ' αὐτοῖς, ὥσπερ ἲς ὁ ἀνήρ. Ὁ δὲ Πλάτων τὸν ἄνδρα «παρὰ τὴν ἄνω ῥοὴν» ὀνομάζεσθαι λέγει. Καὶ ἐπιλέγει· «Ἡ δὲ γυνὴ γονή μοι φαίνεται βούλεσθαι εἶναι.» Πάλιν Μωσῆς τὸν οὐρανὸν ἐτύμως τῇ Ἑβραίων γλώσσῃ στερέωμα προσαγορεύει, παρὰ τὸ πρῶτον εἶναι, μετὰ τὴν ἀσώματον καὶ νοερὰν οὐσίαν, τοῦδε τοῦ κόσμου στερεὸν καὶ αἰσθητὸν σῶμα. Ὁ δὲ Πλάτων τῷ οὐρανῷ φησιν ὀρθῶς ὄνομα κεῖσθαι, διὰ τὸ ἄνω ὁρᾷν ποιεῖν. Πάλιν Ἑβραῖοι τῷ μὲν ἀνωτάτῳ τοῦ Θεοῦ κύριον ὄνομα ἄῤῥητον εἶναι καὶ ἄφθεγκτον, οὐδὲ φαντασίᾳ διανοίας ληπτόν· αὐτὸ δὲ τοῦτο καθ' ὃ Θεὸν ὀνομάζομεν, Ἐλωῒμ καλοῦσι, παρὰ τὸ ἢλ, ὡς ἔοικε· τοῦτο δὲ ἑρμηνεύουσι ἰσχὺν, καὶ δύναμιν· ὥστ' εἶναι τοῦ Θεοῦ τοὔνομα παρ' αὐτοῖς, ἀπὸ τῆς ἀμφὶ αὐτὸν δυνάμεώς τε καὶ ἰσχύος ἐπιλελογισμένον, δι' ἧς νοεῖται παντοδύναμος, καὶ πάντα ἰσχύων, ὡς ἂν τὰ πάντα συστησάμενος. Ὁ δὲ Πλάτων Θεὸν καὶ θεοὺς, παρὰ τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν, τοὺς ἐν οὐρανῷ φωστῆρας κεκλῆσθαί φησι. Τοιαῦτα δή τινα, ὡς ἐν τύπῳ φάναι, τὰ παρ' Ἑβραίοις καὶ παρὰ Πλάτωνι περὶ ὀρθώσεως ὀνομάτων διηκρίβωται. Καὶ τὰς ἐν ἀνθρώποις δὲ προσηγορίας μετά τινος διανοίας φησὶν ὁ Πλάτων τεθεῖσθαι· καὶ τόν γε λόγον ἀποδι-
which is rational, on account of its intertwining with the mortal and irrational. For that which is altogether pure, and incorporeal, and divine, and rational, has encompassed not only the memory of things that happened before, but also the knowledge of things that are going to be, through supreme excellence of contemplation; whereas that which is compressed in flesh, pierced through with bones and sinews, and weighed down with the body as a great and heavy bulk, the teaching among the Hebrews, perceiving it to partake of much forgetfulness and ignorance, has called by a well-aimed designation, naming it Enos, which signifies the forgetful one. At any rate, there stands in a certain prophet: "What is man, that Thou art mindful of him? or a son of man, that Thou visitest him?" Instead of which the Hebrew at the first calling of man has included Enos; as though he were saying more clearly: What is this forgetful one, that Thou, O God, art mindful of him, although he is forgetful? While as for "Or a son of man, that Thou visitest him?" among those indicated there stands "Or a son of Adam"; so that the same one is both Adam and Enos, the fleshly [part] being presented through Adam, and the rational through Enos. And the oracles of the Hebrews distinguish the etymology in some such way as this. Plato, however, says that in the tongue of the Greeks man has been called from looking closely, saying: "Now man, as soon as he has seen—that is, has beheld—also looks closely at and reckons upon that which he has beheld, so that he is one looking closely at what he has beheld." Again, the Hebrews call a man is; and the name has been derived by them from es, through which they signify fire, so that from the warm and fiery quality of a man's nature the man has been named. And the woman, inasmuch as she is said to have been taken out of the man, also shares the appellation in common with the man; for the woman is called issa among them, just as the man is is. Plato, however, says that a man is named "from the upward flow." And he adds: "And woman seems to me to mean birth." Again, Moses truly calls heaven in the tongue of the Hebrews firmament, from its being, after the incorporeal and intellectual substance, the first solid and perceptible body of this cosmos. Plato, however, says that the name is rightly given to heaven because it causes one to look upward. Again, the Hebrews [hold] that for the supreme [Being] of God there is a proper name unutterable and unspoken, nor graspable even by the imagination of thought; whereas this very [name] according to which we name God, they call Eloim, from el, as it seems; and this they interpret as strength and power; so that the name of God among them has been reasoned out from the power and strength around Him, through which He is conceived of as almighty and all-strong, inasmuch as He has framed all things. Plato, however, says that God and gods, from running, that is coursing, is what the luminaries in heaven have been called. Such things, then, to speak in outline, have been worked out with exactness among the Hebrews and in Plato concerning the correctness of names. And the appellations among human beings too Plato says have been laid down with a certain meaning; and the reason at least to ren-
Notes, col. 857

On the reading

Printed καταπεπαραμένον, for καταπεπαρμένον.

PG 21:860Read from the page
δόναι πειρᾶται· οὐκ οἶδ' ὅπως τὸν μὲν Ἕκτορα κεκλῆσθαι εἰπὼν ἀπὸ τοῦ ἔχειν καὶ κρατεῖν, διὰ τὸ βασιλέα εἶναι τῶν Τρώων· τὸν δὲ Ἀγαμέμνονα, διὰ τὸ ἄγαν μένειν, καὶ τοῖς δόξασι παρὰ τῶν Τρώων εὐτόνως καὶ καρτερῶς παραμένειν· τὸν δὲ Ὀρέστην, διὰ τὸ ὀρεινὸν, καὶ ἄγριον, καὶ θηριῶδες τοῦ τρόπου· καὶ τὸν μὲν Ἀτρέα, διὰ τὸ ἀτηρόν τινα γεγονέναι τὸ ἦθος· τὸν δὲ Πέλοπα, οἷόν τινα οὐ τὰ πόῤῥω, ἀλλὰ μόνα τὰ πέλας καὶ ἐγγὺς ὁρῶντα· τὸν δὲ Τάνταλον ταλάντατόν τινα φησι, διὰ τὰ περὶ αὐτὸν δυστυχήματα, σημαίνειν. Ταῦτα καὶ τὰ τοιαῦτα μυρία ἄλλα εὕροις ἂν εἰρημένα τῷ Πλάτωνι, φύσει τεθεῖσθαι, ἀλλ' οὐ θέσει τοῖς πρώτοις τὰ ὀνόματα διδάσκειν πειρωμένῳ. Ἀλλ' οὐ καὶ τὰ παρὰ Μωσεῖ βεβιασμένα ἂν εἴποις, οὐδέ γε κατά τινα σοφιστικὴν εὑρεσιλογίαν πεποιημένα· μαθὼν, ὡς ὁ μὲν παρ' Ἑβραίοις Κάϊν ζῆλος παρ' Ἕλλησι μεταλαμβάνεται· τούτου δ' ἠξιώθη τοῦ προσρήματος ὁ δηλούμενος, διὰ τὸ ζηλῶσαι τὸν ἀδελφὸν τὸν Ἄβελ. Καὶ ὁ Ἄβελ δὲ ἑρμηνεύεται πένθος, τοῦ τοιοῦδε πάθους γεγονὼς καὶ αὐτὸς τοῖς γονεῦσιν αἴτιος, οἳ κατά τινα θειοτέραν προμήθειαν γενομένοις τοῖς παισὶ ταύτας τέθεινται τὰς ἐπωνυμίας. Τί δ' εἴ σοι τὸν Ἀβραὰμ παραφέροιμι; Μετεωρολόγος τις οὗτος, καὶ τῆς τῶν ἄστρων θεωρίας, τῶν τε κατ' οὐρανὸν μαθημάτων εἰδήμων τὸ πρὶν, ὅτε τῆς Χαλδαϊκῆς μετεποιεῖτο σοφίας, γεγονὼς, Ἀβρὰμ ἐκαλεῖτο· τοῦτο δ' Ἑλλήνων φωνῇ πατέρα μετέωρον σημαίνει. Ἀλλ' ὁ θεός γε αὐτὸν, τῶν τῇδε ἐπὶ τὰ ἐπιφανῆ καὶ τῶν ὁρωμένων ἐπέκεινα προάγων, εὐθυβόλῳ κέχρηται μετωνυμίᾳ, «Οὐκέτι, φήσας, κληθήσεται τὸ ὄνομά σου Ἀβρὰμ, ἀλλὰ Ἀβραὰμ ἔσται τὸ ὄνομά σου, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.» Τοῦτο δ' ὁποίας ἔχεται διανοίας, μακρὸς ἂν εἴη λόγος. Ἀπαρκεῖ δὲ κἂν τούτῳ τὸν Πλάτωνα μάρτυρα τοῦ λόγου παραθέσθαι, ὑπὸ θειοτέρας δυνάμεως ἔνια τῶν ὀνομάτων τεθεῖσθαι φάμενον. Λέγει δ' οὖν αὐτοῖς ῥήμασιν· «Ἐσπουδάσθαι γὰρ ἐνταῦθα μάλιστα πρέπει τὴν θέσιν τῶν ὀνομάτων· ἴσως δὲ ἔνια αὐτῶν καὶ ὑπὸ θειοτέρας δυνάμεως ἢ τῆς τῶν ἀνθρώπων ἐγενήθη.» Τοῦτό γέ τοι αὐτὸ διὰ πλειόνων καὶ ἡ παρ' Ἑβραίοις ἱερὰ πιστοῦται Γραφή· πρῶτός τε Μωσῆς ἁπάντων, ὃς ἐκ θειοτέρας δυνάμεως τὸν Ἀβραὰμ, καὶ τὸν τούτου παῖδα τὸν Ἰσαὰκ, καὶ ἔτι τὸν Ἰσραὴλ ἐπωνομάσθαι ἐδίδαξε. Γέλως δὲ ὁ Ἰσαὰκ ἑρμηνεύεται, τὸ τῆς ἐναρέτου χαρᾶς ἐπαγόμενος σύμβολον, ἣν τοῖς θεοφιλέσι γέρας ἐξαίρετον δώσειν ὁ Θεὸς ἐπήγγελται. Ὁ δὲ τούτου παῖς Ἰσραὴλ, ἦν μὲν τὸ πρὶν τὸ τοῦ Ἰακὼβ ὄνομα ἐπενηνεγμένος, ἀντὶ δὲ τοῦ Ἰακὼβ ὁ Θεὸς αὐτῷ τὸ τοῦ Ἰσραὴλ ὄνομα δωρεῖται, τὸν ἀσκητὴν καὶ πρακτικὸν ἐπὶ τὸν θεωρητικὸν μεταστησάμενος. Πτερνιστὴς γὰρ ὁ Ἰακὼβ ἑρμηνεύεται, ὡς τὸν ἀρετῆς ἐναθλῶν ἀγῶνα· Ἰσραὴλ δὲ ὁρῶν Θεὸν, ὁποῖος ἂν εἴη ὁ γνωστικὸς καὶ θεωρητικὸς ἐν ἀνθρώπῳ νοῦς. Τί με δεῖ νῦν τοῦ πανσόφου Μωσέως, ἢ τῶν παρ' Ἑβραίοις ἱερῶν λόγων, διὰ μυρίων ἄλλων τὴν ὀρθό-
der he attempts: saying, I know not how, that Hector has been called from having and holding sway, because he was king of the Trojans; and Agamemnon, from remaining exceedingly, and vigorously and steadfastly abiding by what was resolved from the part of the Trojans; and Orestes, because of the mountainous, wild, and beast-like character of his way; and Atreus, because he had become someone ruinous in disposition; and Pelops, as being one seeing not things afar off, but only things near and close at hand; and Tantalus, he says, signifies someone most wretched, because of the misfortunes around him. These and ten thousand other such things you would find spoken by Plato, attempting to teach that names were laid down for the first men by nature and not by convention. Yet you would not say that the [derivations] in Moses too are forced, nor indeed fabricated according to some sophistic word-invention, when you have learned that Cain among the Hebrews is rendered jealousy among the Greeks; and the one indicated was deemed worthy of this designation because he was jealous of his brother Abel. And Abel too is interpreted mourning, having himself also become the cause of such suffering to his parents, who according to a more divine forethought gave these surnames to their children when they were born. And what if I should bring forward Abraham to you? Being formerly a student of things on high, and skilled in the contemplation of the stars and the sciences of heaven, when he laid claim to Chaldaean wisdom, he was called Abram; and this in the tongue of the Greeks signifies uplifted father. Yet God, leading him forward from the things here unto things manifest and beyond what is seen, has employed a well-aimed change of name, saying, "No longer shall your name be called Abram, but Abraham shall your name be, because I have made you a father of many nations." To what meaning this clings would be a long account. Yet in this too it suffices to adduce Plato as a witness to our argument, when he affirms that some names have been laid down by a more divine power. Accordingly, he says in these very words: "For here most of all it is fitting that earnest care should have been taken over the laying down of names; and perhaps some of them even came into being by a power more divine than that of men." Now this very thing the sacred Scripture among the Hebrews also confirms through many [instances], and Moses first of all, who taught that Abraham, and his child Isaac, and furthermore Israel were surnamed from a more divine power. Now Isaac is interpreted laughter, bringing with him the symbol of virtuous joy, which God has promised to give as a choice prize to those dear to God. And his child Israel formerly bore the name of Jacob, whereas instead of Jacob God bestows upon him the name of Israel, having transferred the ascetic and practical man unto the contemplative. For Jacob is interpreted supplanter by the heel, as contending in the contest of virtue; whereas Israel [is interpreted] seeing God, such as would be the gnostic and contemplative mind in man. What need is there for me now, from all-wise Moses or the sacred oracles among the Hebrews, through ten thousand other [instances], the correct-
PG 21:861Read from the page
τητα τῆς τῶν οἰκείων ὀνομάτων θέσεως ἐξαπλοῦν, μακροτέρας σχολῆς δεομένων τῶν κατὰ τὸν τόπον; Αὐτίκα δὴ καὶ τῶν πρώτων τῆς γραμματικῆς στοιχείων Ἕλληνες μὲν οὐκ ἂν ἔχοιεν τὰς ἐτυμολογίας εἰπεῖν, οὐδ' αὐτός γ' ἂν φαίη Πλάτων τὸν λόγον ἢ τὸν λογισμὸν τῶν φωνηέντων, ἢ τῶν συμφώνων· Ἑβραίων δ' ἂν εἴποιεν παῖδες τοῦ τε ἄλφα τὴν αἰτίαν, ὃ παρ' αὐτοῖς καλεῖται ἄλφ, τοῦτο δὲ σημαίνει μάθησιν· καὶ τοῦ βῆτα, ὅπερ βὴθ φίλον αὐτοῖς προσαγορεύειν, οὕτω δὲ τὸν οἶκον ὀνομάζουσιν· ὥστε δηλοῦν τὴν διάνοιαν· Μάθησις οἴκου· ὡσεὶ σαφέστερον ἐλέγετο· Διδαχή τις καὶ μάθησις οἰκονομίας. Καὶ τὸ γάμμα δὲ παρ' αὐτοῖς τρίτον κέκληται γῖμελ· οὕτω δὲ τὴν πλήρωσιν ὀνομάζουσιν. Εἶτ' ἐπειδὴ τὰς δέλτους δὲλθ καλοῦσι, τὸ τέταρτον στοιχεῖον οὕτω προσεῖπον, ὁμοῦ διὰ τῶν δύο στοιχείων σημαίνοντες, ὅτι ἡ ἔγγραφος μάθησις πλήρωσίς ἐστι δέλτων. Ἐπιὼν δέ τις καὶ τὰ λοιπὰ τῆς γραμματικῆς στοιχεῖα, μετά τινος αἰτίας καὶ λογισμοῦ εὕροι ἂν ἕκαστα παρ' αὐτοῖς ὠνομασμένα. Ἐπεὶ καὶ τῶν ἑπτὰ φωνηέντων τὴν ἐπὶ τὸ αὐτὸ σύνθεσιν μιᾶς τινος ἀποῤῥήτου προσηγορίας περιέχειν φασὶν ἐκφώνησιν, ἣν διὰ τεσσάρων στοιχείων παῖδες Ἑβραίων σημειούμενοι, ἐπὶ τῆς ἀνωτάτω τοῦ Θεοῦ δυνάμεως κατατάττουσιν, ἄλεκτόν τι τοῖς πολλοῖς καὶ ἀπόῤῥητον τοῦτ' εἶναι παῖς παρὰ πατρὸς εἰληφότες. Καὶ τῶν παρ' Ἕλλησι δὲ σοφῶν, οὐκ οἶδ' ὁπόθεν τις τοῦτο μαθὼν ᾐνίξατο, ὧδέ πη δι' ἐπῶν φήσας·
ness of the laying down of their proper names to unfold, since the matters at this place require longer leisure? Straightway indeed, of the first elements of grammar the Greeks could not state the etymologies, nor could Plato himself state the reason or reckoning of the vowels or of the consonants; whereas the sons of the Hebrews could state both the reason of alpha, which among them is called alph, and this signifies learning; and of beta, which it is their custom to call beth, and so they name a house; so as to manifest the meaning: Learning of a house—as though it were more clearly said: A certain teaching and learning of household management. And gamma too, third among them, has been called gimel; and so they name fullness. Then, since they call tablets delth, they addressed the fourth element thus, signifying together through the two elements that written learning is a fullness of tablets. And anyone going over the remaining elements of grammar as well would find each of them named among them with a certain cause and reckoning. For they say too that the combination together of the seven vowels contains the utterance of a single ineffable appellation, which the sons of the Hebrews, marking down through four letters, assign to the supreme power of God, having received from father to son that this is something unutterable and ineffable to the multitude. And one of the wise men among the Greeks too, having learned this I know not whence, hinted at it, speaking in some such way as this in verses:
Ἑπτά με φωνήεντα θεὸν μέγαν ἄφθιτον αἰνεῖ
Seven vowels praise me as a great, imperishable god,
Γράμματα, τὸν πάντων ἀκάματον πατέρα.
letters [praising] the untiring father of all.
Εἰμὶ δ' ἐγὼ πάντων χέλυς ἄφθιτος, ἣ τὰ λυρώδη
And I am the imperishable lyre of all things, that the lyre-sung
Ἡρμοσάμην δίνης οὐρανίοιο μέλη.
strains of the heavenly whirl tuned.
Εὕροις δ' ἂν καὶ τῶν λοιπῶν παρ' Ἑβραίοις στοιχείων, ἐπιστήσας ἑκάστῳ, τὰ σημαινόμενα. Τοῦτο δὲ ἤδη καὶ διὰ τῶν πρόσθεν ἡμῖν συνέστη, ὁπηνίκα παρὰ βαρβάρων τὰ πάντα ὠφελῆσθαι τοὺς Ἕλληνας ἀπεδεικνύομεν. Πολλὴν δ' ἄν τις καταμάθοι, τὴν Εβραίων γλῶτταν πολυπραγμονῶν, ὀνομάτων ὀρθότητα παρὰ τοῖς ἀνδράσι φερομένην· ἐπεὶ καὶ αὐτὸ τοῦ παντὸς ἔθνους τὸ προσηγορικὸν ὄνομα ἀπὸ τοῦ
And you would find the meanings of the remaining elements among the Hebrews as well, if you paid attention to each. Indeed, this was already established by us through what went before also, when we demonstrated that the Greeks derived benefit in all things from barbarians. And anyone busying himself with the tongue of the Hebrews would learn thoroughly that a great correctness of names is current among these men; since even the appellative name itself of the whole nation, from
Notes, col. 861

On the reading

Printed Εβραίων, for Ἑβραίων.

PG 21:864Read from the page
Ἕβερ τὸ παρώνυμον εἴληφε. Σημαίνει δὲ τοῦτο τὸν διαπερῶντα· ἐπεὶ καὶ διάβασις καὶ διαπερῶν τῇ Ἑβραίων φωνῇ Ἕβερ ὀνομάζεται. Διδάσκει δὲ ὁ λόγος περᾷν καὶ διαβαίνειν ἀπὸ τῶν τῇδε ἐπὶ τὰ θεῖα, μηδαμῶς τε ἐναπομένειν καὶ ἵστασθαι ἐπὶ τῇ θέᾳ τῶν ὁρωμένων· ἀπὸ δὲ τούτων ἐπὶ τὰ ἀφανῆ καὶ ἀόρατα τῆς περὶ τοῦ τῶν ὅλων ποιητοῦ τε καὶ δημιουργοῦ θεολογίας διαβαίνειν. Ταύτῃ τοι τοὺς πρώτους μόνῳ τῷ πανηγεμόνι καὶ αἰτίῳ τῶν ὅλων ἀνακειμένους, εὐσεβείᾳ τε καθαρᾷ καὶ ἀληθεῖ προσανέχοντας, Ἑβραίους ἐφώνουν, περατικούς τινας καὶ διαβεβηκότας τῇ διανοίᾳ τοὺς τοιούτους ἀποκαλοῦντες. Καὶ τί με δεῖ ἐπὶ πλεῖον μηκύνειν, τὰ πάντα συνάγοντα τῆς τῶν Ἑβραίων ὀνομάτων ὀρθότητός τε καὶ ἀκριβείας, τοῦ προβλήματος οἰκείας δεομένου πραγματείας; Πλὴν, ὡς ἐν τύπῳ φάναι, ἡγοῦμαι καὶ διὰ τῶν λεχθέντων τῆς παρ' Ἑβραίοις λογικῆς διδασκαλίας τὴν ἀπόδειξιν παρεσχηκέναι· εἰ δὴ, κατὰ τὸν Πλάτωνα, οὐ φαύλων ἦν ἀνδρῶν οὐδὲ τῶν τυχόντων, ἀλλὰ σοφοῦ καὶ διαλεκτικοῦ τινος νομοθέτου, φύσιν ὀνομάτων οἰκείαν τοῖς πράγμασιν εὑρέσθαι, οἷος ἡμῖν ὁ Μωσῆς καὶ τὰ Ἑβραίων ἀποδέδεικται λόγια. Τί δὴ οὖν μετὰ τὰ λογικὰ ἕπεται, ἢ τὰ φυσικὰ ἐπισκέψασθαι, ὅπως ποτὲ καὶ περὶ ταῦτα εἶχον Ἑβραίων παῖδες;
Heber has taken its surname. Now this signifies the one crossing over; since both a crossing and one crossing over are named Heber in the tongue of the Hebrews. And the word teaches [one] to pass across and cross over from the things here unto things divine, and in no wise to remain behind and halt at the sight of things seen, but from these to cross over unto the unseen and invisible matters of theology concerning the Maker and Framer of all things. In this way, then, the first men who were dedicated solely to the All-Ruler and Cause of all things, and who clung to pure and true piety, they called Hebrews, styling such men crossers-over, as it were, and men who had passed across in thought. And what need is there for me to prolong [the account] further, gathering together all the points of the correctness and exactness of the names of the Hebrews, when the subject requires a treatise of its own? Nevertheless, to speak in outline, I think that even through what has been said I have furnished proof of the logical teaching among the Hebrews; if indeed, according to Plato, it belonged not to slight men nor to chance persons, but to some wise and dialectical lawgiver, to discover a nature of names proper to things—such as Moses and the oracles of the Hebrews have been demonstrated by us to be. What then follows next after logical matters, other than to examine natural matters, how indeed the sons of the Hebrews stood in regard to these also?
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Περὶ τῆς καθ' Ἑβραίους φυσιολογίας.
On natural philosophy according to the Hebrews.
Καὶ τὸ τρίτον δὲ μέρος τῆς καθ' Ἑβραίους φιλοσοφίας (τοῦτο δ' ἦν τὸ φυσικὸν, διαιρούμενον καὶ παρ' αὐτοῖς εἴς τε τὴν τῶν νοητῶν καὶ ἀσωμάτων ἐποπτείαν, καὶ εἰς τὴν τῶν αἰσθητῶν φυσιολογίαν) οἱ κατὰ πάντα τέλειοι προφῆται ᾔδεσάν τε, καὶ τοῖς οἰκείοις, ὅτε δὴ καιρὸς ἐκάλει, κατεμίγνυον λόγοις· οὐ στοχασμοῖς καὶ θνητῆς διανοίας ἐπιτηδεύσει μαθόντες, οὐδ' ἐπὶ διδασκάλοις ἀνδράσι σεμνυνόμενοι, θεοφορήσει δὲ κρείττονος δυνάμεως, καὶ θείου Πνεύματος ἐπινοίᾳ τὴν γνῶσιν ἀνατιθέντες. Ἔνθεν μυρία μὲν αὐτοῖς περὶ τῶν μελλόντων τεθέσπιστο, μυρία δὲ περὶ τῆς τοῦ παντὸς συστάσεως πεφυσιολόγητο· καὶ αὖ πάλιν μυρία περὶ ζώων φύσεως διείληπτο· πλεῖστα δὲ ὅσα καὶ περὶ φυτῶν ταῖς οἰκείαις ἕκαστος προφητείαις κατεβέβλητο. Μωσῆς δὲ, καὶ λίθων δυνάμεις εὖ μάλα ἐξεπιστάμενος, οὐ παρέργως ἐπὶ τῆς τοῦ ἀρχιερέως στολῆς τῇ τούτων κέχρητο θεωρίᾳ· καὶ αὖ πάλιν Σολομὼν, εἰ καί τις ἄλλος, ἐν τῇ τούτων διαπρέψαι φυσιολογίᾳ πρὸς τῆς θείας μαρτυρεῖται Γραφῆς, ὧδε περιεχούσης· «Καὶ ἐλάλησε Σολομὼν τρισχιλίας παραβολὰς, καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι. Καὶ ἐλάλησε περὶ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου. Καὶ ἐλάλησε περὶ τῶν κτηνῶν, καὶ περὶ τῶν πετεινῶν, καὶ περὶ τῶν ἑρπετῶν, καὶ περὶ τῶν ἰχθύων. Καὶ παρεγένοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σολομῶντος, καὶ
And the third part also of philosophy according to the Hebrews (and this was the natural part, divided among them too both into the contemplation of intelligible and incorporeal things and into the natural study of perceptible things) the prophets, perfect in all respects, both knew and mingled into their own discourses whenever the occasion called for it; not having learned by conjectures and the pursuit of mortal thought, nor priding themselves upon human teachers, but attributing their knowledge to inspiration from a higher power and to the illumination of the divine Spirit. Hence countless things concerning the future had been prophesied by them, and countless things concerning the framing of the universe had been treated in natural philosophy; and again countless things concerning the nature of animals had been distinguished; and very many things indeed concerning plants too each had set down in his own prophecies. And Moses, knowing full well the powers of stones also, not casually employed the theory of these upon the robe of the high priest; and again Solomon, if anyone else, is attested by the divine Scripture to have excelled in the natural philosophy of these things, where it runs thus: "And Solomon spoke three thousand parables, and his odes were five thousand. And he spoke concerning trees, from the cedar that is in Lebanon even unto the hyssop that comes forth through the wall. And he spoke concerning cattle, and concerning birds, and concerning creeping things, and concerning fishes. And all the peoples came to hear the wisdom of Solomon, and
PG 21:865Read from the page
ἐλάμβανε δῶρα παρὰ πάντων τῶν βασιλέων τῆς γῆς, ὅσοι ἤκουσαν τῆς σοφίας αὐτοῦ.» Ἐντεῦθεν ὁρμώμενος καὶ ὁ τὴν πανάρετον σοφίαν εἰς αὑτοῦ πρόσωπον ἀναθεὶς, ἔφη· «Αὐτὸς γάρ μοι ἔδωκε τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου, καὶ ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος, καὶ μεσότητα χρόνων, τροπῶν ἀλλαγὰς, καὶ μεταβολὰς καιρῶν, ἐνιαυτοῦ κύκλους, καὶ ἀστέρων θέσεις, φύσεις ζώων, καὶ θυμοὺς θηρίων, πνευμάτων βίας, καὶ διαλογισμοὺς ἀνθρώπων, καὶ διαφορὰς φυτῶν, καὶ δυνάμεις ῥιζῶν, ὅσα τέ ἐστι κρυπτὰ καὶ ἀφανῆ, ἔγνων. Ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με Σοφία.» Πάλιν τε ὁ αὐτὸς Σολομὼν τὴν ῥευστὴν τῶν σωμάτων οὐσίαν φυσιολογῶν, ἐν Ἐκκλησιαστῇ φησι· «Ματαιότης ματαιοτήτων, καὶ πάντα ματαιότης. Τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον;» Καὶ ἐπιλέγει· «Τί τὸ γεγονός; Αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον; Αὐτὸ τὸ ποιηθησόμενον· καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον.» Ταῦτα γὰρ αὐτῷ καὶ τὰ τοιαῦτα πεφυσιολόγηται περὶ τῆς σωματικῆς οὐσίας. Εὕροις δ' ἂν καὶ τοὺς ἄλλους Ἑβραίους ἐπιὼν σοφοὺς τῆς ὁμοίας οὐκ ἀμοίρους ἐπιστήμης· φυτῶν γοῦν, ὡς ἔφην ἤδη πρότερον, μυρία καὶ ζώων πέρι, χερσαίων τε καὶ ἐνύδρων, καὶ προσέτι πτηνῶν φύσεως εἴρηται αὐτοῖς. Ναὶ μὴν καὶ περὶ τῶν ἐν οὐρανῷ ἀστέρων· ἐπεὶ καὶ Ἄρκτου, καὶ Πλειάδος, Ὠρίωνός τε καὶ Ἀρκτούρου, ὃν Ἀρκτοφύλακα καὶ Βοώτην Ἕλλησι φίλον ὀνομάζειν, μνήμη τις οὐχ ἡ τυχοῦσα τοῖς τῶν δηλουμένων ἐμφέρεται γράμμασιν. Ἀλλὰ καὶ περὶ συστάσεως κόσμου, τά τε περὶ τῆς τοῦ παντὸς τροπῆς τε καὶ ἀλλοιώσεως, ψυχῆς τε περιουσίας, καὶ λογικῶν ἁπάντων φύσεως ὁρωμένης τε, καὶ ἀφανοῦς δημιουργίας, τῆς τε καθόλου προνοίας, καὶ τούτων ἔτι πρότερον τὰ περὶ τοῦ πρώτου τῶν ὅλων αἰτίου, τῆς τε τοῦ δευτέρου θεολογίας, καὶ τῶν ἄλλων τῶν διανοίᾳ μόνῃ ληπτῶν, τοὺς λόγους καὶ τὰς θεωρίας εὖ καὶ ἀκριβῶς περιειλήφασιν· ὡς μὴ ἂν ἁμαρτάνειν τοὺς μετὰ ταῦτα παρ' Ἕλλησι τὴν τούτων φύσιν ἀνηρευνηκότας πρεσβύτας οἷα νεωτέρους κατηκολουθηκέναι φάναι. Ταῦτα μὲν δὴ καὶ περὶ τῆς τοῦ παντὸς φυσιολογίας. Διχῆ δὲ καὶ περὶ τούτων διαστειλάμενοι λόγον, τὸν μὲν περὶ τῶν αἰσθητῶν, οὐκ εἰς ἄκρον ᾤοντο δεῖν εἰς πολλοὺς ἐκφέρειν, οὐδέ γε τὰς αἰτίας τῆς δημῶδες πλῆθος ἐκδιδάσκειν, πλὴν ὅσον εἰδέναι, ὅτι τε μὴ ἀπηυτομάτισται τὸ πᾶν, μηδ' εἰκῆ καὶ ὡς ἔτυχεν ἐξ ἀλόγου φορᾶς ὑφέστηκεν· ἄγεται δ' ὑφ' ἡνιόχῳ Θεοῦ λόγῳ, καὶ δυνάμει σοφίας ἀῤῥήτου διακυβερνᾶται. Περὶ δὲ τῶν νοητῶν, ὅτι μὲν ἔστι, καὶ τίνα, ὅπῃ τε διατάξεως ἔχει, δυνάμεώς τε καὶ διαφορᾶς, εἴρηται μὲν, καὶ ταῖς ἱεραῖς βίβλοις ἐγκαταβέβληται, εἰς ἐξάκουστόν τε τοῖς πᾶσι παραδέδοται, καθ' ὅσον εἰδέναι χρῆν τοὺς εὐσεβείας μεταποιουμέ-
he received gifts from all the kings of the earth, as many as heard his wisdom." Setting out from this, he also who attributed all-virtuous wisdom to his own person said: "For He Himself gave me unerring knowledge of the things that are, to know the framing of the cosmos and the working of the elements, the beginning and end and middle of times, the alternations of turnings and the changes of seasons, the cycles of the year and the positions of stars, the natures of animals and the tempers of wild beasts, the forces of winds and the reasonings of men, the varieties of plants and the powers of roots; and whatsoever things are hidden and unseen, I came to know. For Wisdom, the artificer of all things, taught me." And again the same Solomon, treating in natural philosophy the flowing substance of bodies, says in Ecclesiastes: "Vanity of vanities, and all is vanity. What advantage has a man in all his toil, wherewith he toils under the sun?" And he adds: "What is that which has been? The very thing that shall be; and what is that which has been done? The very thing that shall be done; and there is nothing at all fresh under the sun." For these and such things have been treated by him in natural philosophy concerning bodily substance. And going over the other wise Hebrews also, you would find them not without a share in the like science; concerning plants, at any rate, as I said already before, and concerning animals—both terrestrial and aquatic—and moreover the nature of winged creatures, countless things have been spoken by them. Yea indeed, concerning the stars in heaven also; since of the Bear, and the Pleiad, of Orion too and Arcturus, whom it is dear to the Greeks to name Arctophylax and Bootes, no ordinary mention is contained in the writings of those indicated. Moreover, concerning the framing of the cosmos also, and the matters concerning the turning and alteration of the universe, and the abundance of the soul, and the visible nature of all rational beings and the unseen creation, and universal providence, and even prior to these the matters concerning the first Cause of all things, and the theology of the Second, and the other things graspable by thought alone, they have well and accurately encompassed the accounts and contemplations; so that one would not err in saying that those among the Greeks afterwards who investigated the nature of these things followed the elders as younger men. So much, then, concerning the natural philosophy of the universe also. And having distinguished their account concerning these things in two ways, that concerning perceptible things they did not think they ought to publish to the utmost unto the many, nor indeed to teach thoroughly the causes of [their nature] to the common multitude, save so far as to know both that the universe has not arisen of itself, and that it has not subsisted at random and by chance out of an irrational motion, but is led under the Word of God as charioteer, and is governed thoroughly by the power of ineffable wisdom. Whereas concerning intelligible things—that they exist, and what they are, and how they stand in order, power, and difference—it has both been spoken and set down in the sacred books, and handed down within the hearing of all, insofar as it behoved those laying claim to piety