« Ἐφιλοσόφησε δὲ Πλάτων, εἰ καί τις ἄλλος τῶν πώποτε, γνησίως καὶ τελείως. Οἱ μὲν γὰρ ἀπὸ Θαλοῦ φυσιολογοῦντες διετέλεσαν· οἱ δὲ περὶ Πυθαγόραν ἀπεκρύψαντο πάντα· Ξενοφάνης δὲ καὶ οἱ ἀπ' ἐκείνου, τοὺς ἐριστικοὺς κινήσαντες λόγους, πολὺν μὲν ἐνέβαλον ἴλιγγον τοῖς φιλοσόφοις, οὐ μὴν ἐπόρισάν γέ τινα βοήθειαν. Οὐχ ἥκιστα δὲ καὶ Σωκράτης, αὐτὸ δὴ τὸ λεγόμενον, ἐγένετο πῦρ ἐπὶ πυρὶ, καθάπερ αὐτὸς ἔφη Πλάτων. Εὐφυέστατος γὰρ ὢν, καὶ δεινὸς ἀπορῆσαι περὶ παντὸς ὁτουοῦν, ἐπεισήνεγκε τάς τε ἠθικὰς καὶ πολιτικὰς σκέψεις, ἔτι δὲ τὴν περὶ τῶν ἰδεῶν πρῶτος ἐπιχειρήσας ὁρίζεσθαι· πάντα δὲ ἐγείρων λόγον, καὶ περὶ πάντων ζητῶν, ἔφθη τελευτήσας. Ἄλλοι δ' ἀποτεμόμενοι μέρη τινὰ, περὶ ταῦτα διέτριψαν, οἱ μὲν ἰατρικὴν, οἱ δὲ τὰς μαθηματικὰς ἐπιστήμας· ἔνιοι δὲ περὶ τοὺς ποιητὰς καὶ τὴν μουσικήν. Οἱ μέντοι πολλοὶ τὰς τῶν λόγων δυνάμεις ἐθαύμασαν, ὧν οἱ μὲν ῥήτορας, οἱ δὲ διαλεκτικοὺς προσεῖπον ἑαυτούς. Οἱ μέντοι Σωκράτην διαδεξάμενοι καὶ πάνυ τινὲς ἐγένοντο παντοῖοι, καὶ ὑπεναντίοι τὰς γνώμας. Οἱ μὲν γὰρ κυνισμοὺς, καὶ ἀτυφίας, καὶ ἀπαθείας ὕμνουν· ἄλλοι δ' αὖ πάλιν ἡδονάς. Καὶ οἱ μὲν εἰδέναι πάντα ἐκόμπαζον, οἱ δὲ ἁπλῶς μηθέν. Ἔτι δ' οἱ μὲν ἐν μέσῳ καὶ ἐν ὄψει πάντων ἐκαλινδοῦντο, τοῖς πολλοῖς ἐξομιλοῦντες· ἄλλοι δ' αὖ τοὐναντίον ἀπρόσιτοι καὶ ἀπροσαύδητοι διετέλουν ὄντες. Πλάτων μέντοι, κατανοήσας, ὡς εἴη μία τις ἡ τῶν θείων καὶ ἀνθρωπίνων ἐπιστήμη, πρῶτος διεῖλε, καὶ ἔφη τὴν μέν τινα περὶ τῆς τοῦ παντὸς φύσεως εἶναι πραγματείαν, τὴν δὲ περὶ τῶν ἀνθρωπίνων, τρίτην δὲ τὴν περὶ τοὺς λόγους. Ἠξίου δὲ μὴ δύνασθαι τὰ ἀνθρώπινα κατιδεῖν ἡμᾶς, εἰ μὴ τὰ θεῖα πρότερον ὀφθείη. Καθάπερ γὰρ οἱ ἰατροὶ, μέρη τινὰ θεραπεύοντες, ἐπιμελοῦνται τῶν ὅλων σωμάτων πρῶτον, οὕτω χρῆναι καὶ τὸν μέλλοντα τἀνθάδε κατόψεσθαι, τὴν τῶν ὅλων φύσιν εἰδέναι πρότερον, μέρος τε τῶν ὄντων τὸν ἄνθρωπον· καὶ τἀγαθὸν διττὸν, τὸ μὲν ἡμέτερον, τὸ δὲ τοῦ παντὸς, κυριώτερον δὲ τὸ τοῦ παντός· διὰ γὰρ ἐκείνου καὶ τοῦτο γίνεσθαι. Φησὶ δ' Ἀριστόξενος ὁ μουσικὸς Ἰνδῶν εἶναι τὸν λόγον τοῦτον. Ἀθήνησι γὰρ ἐντυχεῖν Σωκράτει τῶν ἀνδρῶν ἐκείνων ἕνα τινὰ, κἄπειτα αὐτοῦ πυνθάνεσθαι, τί ποιῶν φιλοσοφοίη· τοῦ δὲ εἰπόντος, ὅτι ζητῶν περὶ τοῦ ἀνθρωπίνου βίου, καταγελάσαι τὸν Ἰνδὸν, λέγοντα μὴ δύνασθαί τινα τὰ ἀνθρώπινα κατιδεῖν, ἀγνοοῦντά γε τὰ θεῖα. Τοῦτο μὲν οὖν εἰ ἀληθές ἐστιν, οὐκ ἂν δύναιτό τις διατεινόμενος εἰπεῖν. Διεῖλε δ' οὖν Πλάτων τήν τε περὶ τῶν ὅλων φιλοσοφίαν, καὶ τὴν πολιτικὴν, ἔτι δὲ τὴν λογικήν. » Τοιαύτης οὔσης τῆς
"And Plato philosophized, if ever anyone else did, genuinely and completely. For the followers of Thales continued investigating nature; while Pythagoras and his followers hid all things away; and Xenophanes and those after him, setting contentious arguments in motion, cast much dizziness upon the philosophers, yet provided no help at all. And Socrates not least, as the very saying goes, became fire upon fire, just as Plato himself said. For being most naturally gifted, and clever at raising difficulties concerning anything whatsoever, he brought in beside ethical and political inquiries, having moreover been the first to attempt to frame definitions concerning the ideas; yet while stirring up every argument, and inquiring concerning all things, he died beforehand. And others, cutting off certain parts for themselves, spent their time on these: some on medicine, others on the mathematical sciences; and some on the poets and music. Most, however, admired the powers of arguments, of whom some called themselves rhetoricians, and others dialecticians. Yet those who succeeded Socrates proved altogether of every sort, and mutually opposed in their opinions. For some sang the praises of cynic ways, and freedom from pride, and impassibility; while others once again praised pleasures. And some boasted of knowing all things, while others simply nothing. Furthermore, some rolled about in public and in the sight of all, associating freely with the multitude; while others, on the contrary, continued being unapproachable and unspoken to. Plato, however, having perceived that the science of divine and human things was a single one, first divided it, and said that one treatment was concerning the nature of the universe, another concerning human things, and the third that concerning arguments. And he held that we cannot discern human things unless divine things have first been seen. For just as physicians, when treating certain parts, care for the whole bodies first, so also he who is going to survey the things here must first know the nature of the whole universe, and that man is a part of existing things; and that the good is twofold, the one ours, and the other that of the universe, while that of the universe is more sovereign; for through that one this one also comes to be. And Aristoxenus the musician says that this saying belongs to the Indians. For at Athens a certain one of those men met Socrates, and thereafter inquired of him, doing what did he philosophize; and when he said, by inquiring concerning human life, the Indian laughed at him, saying that no one could discern human things when ignorant of divine things. Whether, then, this is true, no one could affirm positively. At all events, Plato divided the philosophy concerning the whole universe, and political philosophy, and furthermore logical philosophy." Such being the