Migne Reading Room

PG 21 · cols. 777–788 · Read from the page

Preparation for the Gospel, Book X

Preparation for the Gospel, Book X

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:777Read from the page
ταύτην διάνοξαν Σιμωνίδης ἐν τῷ ἑνδεκάτῳ μετενήνεγκε λαβὼν οὕτως·
this thought Simonides took and transferred in his eleventh book thus:
Γυναικὸς οὐδὲν χρῆμ' ἀνὴρ ληΐζεται Ἄμεινον ἐσθλῆς, οὐδὲ ῥίγιον κακῆς.
A man wins no thing as spoil better than a noble wife, nor more chilling than a bad one.
Εὐριπίδης δὲ ἐν τῇ Μελανίππῃ δεσμώτιδι·
And Euripides in Melanippe Captive:
Τῆς μὲν κακῆς κάκιον οὐδὲν γίνεται Γυναικός· ἐσθλῆς δ' οὐδὲν εἰς ὑπερβολὴν Πέφυκ' ἄμεινον· διαφέρουσι δ' αἱ φύσεις.
Worse than a bad wife nothing comes to be, and than a noble one nothing grows to excess better; and their natures differ.
Τοῦ δὲ Εὐριπίδου εἰπόντος·
And when Euripides had said:
Γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν,
We women are a most wretched growth,
Θεοδέκτης ἐν Ἀλκμαίωνί φησι·
Theodectes in Alcmaeon says:
Σαφὴς μὲν ἐν βροτοῖσιν ὑμνεῖται λόγος, Ὡς οὐδέν ἐστιν ἀθλιώτερον φυτόν Γυναικός.
A clear saying is sung among mortals, that there is no growth more wretched than a woman.
Οὗτος οὐ μόνον τὴν ἐπιβολὴν ἐκεῖθεν εἴληφεν, ἀλλὰ καὶ ταῖς λέξεσιν αὐταῖς συγκέχρηται, καὶ ἠθέλησεν αὐτὸ πανούργως παροιμιακὸν μᾶλλον εἶναι, καὶ ὡς ὑπὸ πολλῶν λεγομένῳ συγκεχρῆσθαι, ἢ δοκεῖν εἰληφέναι παρὰ τοῦ γεγεννηκότος. Ὁ δ' Ἀντίμαχος, τὰ Ὁμήρου κλέπτων, παραδιορθοῖ. Ὁμήρου γὰρ εἰπόντος·
This man has not only taken the conception from there, but has also made use of the very words themselves, and craftily wished it rather to be proverbial, and to have used it as something spoken by many, than to seem to have taken it from him who begot it. And Antimachus, stealing the words of Homer, alters them by way of correction. For when Homer said:
Ἴδεώ θ' ὃς κάρτιστος ἐπιχθονίων γένετ' ἀνδρῶν·
And of Idas, who became the strongest of men upon the earth;
Ἀντίμαχος λέγει·
Antimachus says:
Ἴδεώ θ' ὃς κάρτιστος ἐπιχθονίων ἦν ἀνδρῶν.
And of Idas, who was the strongest of men upon the earth.
Καὶ Λυκόφρων ἐπαινεῖ τὴν μετάθεσιν, ὡς δι' αὐτῆς ἐστηριγμένου τοῦ στίχου. Τὸ γὰρ,
And Lycophron praises the transposition, on the ground that the verse is propped firm through it. For the line,
Τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Διομήδης,
And answering him spoke lord Diomedes,
σιγῶ, Ὁμήρου κωμῳδηθέντος ὑπὸ Κρατίνου διὰ τὸ πλεονάσαι ἐν τῷ, τὸν δ' ἀπαμειβόμενος· ὅπερ οὕτω πεπατημένον οὐκ ὤκνησεν Ἀντίμαχος μεταθεῖναι. Τοῦ δέ·
I pass over in silence, since Homer was ridiculed in comedy by Cratinus for being excessive in the phrase, and answering him; which, trite though it was to such a degree, Antimachus did not hesitate to transfer. And whereas the line:
Λαῶν οἷσιν ἄνασσε, πατὴρ δ' ὡς ἤπιος ἦεν,
Of the peoples over whom he ruled, and he was gentle as a father,
Ὁμηρικοῦ ὄντος· καὶ πάλιν ἀλλαχοῦ που λεγομένου·
is Homeric; and again somewhere else it is said:
Οἱ δ' ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας,
And when they on both sides had strengthened their phalanxes,
ὁ Ἀντίμαχος μεταθεὶς ἡμιστίχια, πεποίηκε·
Antimachus, transposing half-lines, has made:
Λαῶν οἷσιν ἄνασσον ἐκαρτύναντο φάλαγγας.
Of the peoples over whom they ruled they strengthened the phalanxes.
Ἀλλ' ἵνα μὴ καὶ αὐτὸς, κλοπῆς ἄλλους αἰτιώμενος, κλέπτης ἁλῶ, τοὺς πραγματευσαμένους τὰ περὶ τούτων μηνύσω. Λυσιμάχου μὲν ἔστι δύο, Περὶ τῆς Ἐφόρου κλοπῆς· Ἀλκαῖος δὲ ὁ τῶν λοιδόρων ἰάμβων καὶ ἐπιγραμμάτων ποιητὴς, παρῴδηκε τὰς Ἐφόρου κλοπὰς ἐξελέγχων. Πολίωνος δὲ Ἐπιστολὴ πρὸς Σωτηρίνδαν Περὶ τῆς Κτησίου κλοπῆς· τοῦ δ' αὐτοῦ καὶ Περὶ τῆς Ἡροδότου κλοπῆς ἐστι βιβλίον· καὶ ἐν ἐπιγραφομένῳ Ἰχνευταὶ πολλὰ περὶ Θεοπόμπου λέγεται. Ἀρητάδου τέ ἐστι Περὶ συνεμπτώσεως πραγματεία, ἐξ ἧς τοιαῦτα πολλὰ ἔστι γνῶναι. Καὶ μεθ'
But lest I myself also, while accusing others of theft, be caught a thief, I shall indicate those who have written treatises on these matters. Of Lysimachus there are two books, On the Theft of Ephorus; and Alcaeus, the poet of abusive iambics and epigrams, has parodied Ephorus's thefts in exposing them. And of Polion there is an Epistle to Soterindas On the Theft of Ctesias; and of the same author there is also a book On the Theft of Herodotus; and in the work entitled Trackers many things are said concerning Theopompus. And of Aretades there is a treatise On Coincidence, from which one may learn many such things. And after
Notes, col. 777

On the reading

Printed διάνοξαν, for διάνοιαν.

PG 21:780Read from the page
ἕτερα, καὶ ὁ Προσήνης· Τοὺς μὲν ἄλλους, ἔφη, κλέπτας ἐφωράσατε· ὅτι δὲ καὶ αὐτὸς οὗτος ὁ ἱερὸς Πλάτων, οὗ τὴν ἐπώνυμον ἑορτὴν σήμερον πανηγυρίζομεν, πολλοῖς καταχρῆται τῶν πρὸ αὐτοῦ, (αἰδοῦμαι γὰρ τῷ τῆς κλοπῆς ὀνόματι ἐπὶ τούτου χρῆσθαι·) οὐκέτι κατειλήφατε. Τί λέγεις; ἔφη ὁ Καλλιέτης. Οὐ λέγω μόνον, φησὶν, ἀλλὰ καὶ τὴν πίστιν τῷ λόγῳ παρέχω. Σπάνια δὲ τὰ τῶν πρὸ τοῦ Πλάτωνος γεγονότων βιβλία· ἐπεὶ ἴσως πλείους ἄν τις ἐφώρασε τοῦ φιλοσόφου κλοπάς. Ἐγὼ δ' οὖν τισι κατὰ τύχην ἐμπέπτωκα. Πρωταγόρου γὰρ τὸν Περὶ τοῦ ὄντος ἀναγινώσκων λόγον, πρὸς τοὺς ἓν τὸ ὂν εἰσάγοντας τοιαύταις αὐτὸν εὑρίσκω χρώμενον ἀπαντήσεσιν· ἐσπούδασα γὰρ αὐταῖς λέξεσι τὰ ῥηθέντα μνημονεύειν. » Καὶ ταῦτ' εἰπὼν, διὰ πλειόνων τίθησι τὰς ἀποδείξεις. Ἀλλ' ὁποῖος μὲν τῶν Ἑλληνικῶν συγγραφέων ὁ τρόπος, ὅτι τε οὐδὲ τοῦ καθ' ἑαυτῶν ἐφείσαντο ἐλέγχου, ἀρκεῖν ἀπὸ μυρίων ἡγοῦμαι τὰ εἰρημένα. Ἔτι δὲ εἰς προπαρασκευὴν τῆς ἀπὸ τῶν Ἑβραϊκῶν λόγων ἐπιῤῥυείσης εἰς Ἕλληνας ὠφελείας εὖ μοι δοκεῖ καὶ ἀναγκαίως καθόλου πᾶσαν ἀποδεῖξαι τὴν βοωμένην Ἑλλήνων παιδείαν τε καὶ φιλοσοφίαν, τά τε πρῶτα αυτῶν μαθήματα, καὶ τὰ σεμνὰ τῆς λογικῆς ἐπιστήμης, ἀπὸ βαρβάρων αὐτοῖς συμπεφορημένα, ὡς ἂν μηκέθ' ἡμῖν ἐπιμέμφοιτό τις αὐτῶν, ὅτι δὴ τὴν παρὰ τοῖς βαρβάροις εὐσέβειάν τε καὶ φιλοσοφίαν τῶν παρ' αὐτοῖς σεμνῶν προτετιμήκαμεν.
other things, Prosenes too: You have detected the other thieves, he said; yet that even this sacred Plato himself, whose eponymous festival we are celebrating today, makes free use of many of those before him (for in his case I am ashamed to use the name of theft), you have not yet caught. What are you saying? said Callietes. I do not merely say it, says he, but I also furnish proof for my statement. Rare indeed are the books of those who lived before Plato; since otherwise one might perhaps have detected more thefts of the philosopher. At all events, I have lighted by chance upon certain ones. For in reading Protagoras's discourse On Being, I find him using just such replies against those who introduce Being as one; for I took pains to remember in the very words what was spoken." And having said these things, he sets forth the proofs at greater length. Now what sort of character the Greek writers had, and that they did not even spare refutation against themselves, I deem the things spoken out of ten thousand to suffice. Moreover, by way of preparation for the benefit that flowed from the Hebrew oracles to the Greeks, it seems good and needful to me to demonstrate universally that all the celebrated culture and philosophy of the Greeks, both their primary studies and the august branches of logical science, have been gathered together by them from barbarians, so that none of them may any longer find fault with us because we have preferred the piety and philosophy among the barbarians to the things held august among themselves.
ΚΕΦΑΛΑΙΟΝ Δʹ.
Chapter IV.
Ὅτι μὴ ἀλόγως τὴν παρ' Ἑβραίοις θεολογίαν τῆς Ἑλλήνων φιλοσοφίας προτετιμήκαμεν.
That not without reason we have preferred the theology among the Hebrews to the philosophy of the Greeks.
Ὅτι μὴ ἄνευ λόγου σώφρονος, δεύτερα θέμενοι τὰ τῆς Ἑλλήνων φιλοσοφίας, τὴν παρ' Ἑβραίοις θεολογίαν προτετιμήκαμεν, γνοίης ἂν, μαθὼν, ὡς καὶ αὐτῶν Ἑλλήνων οἱ δὴ μάλιστα ὀρθότερον φιλοσοφίας ἁψάμενοι, καί τι πλέον καὶ μεῖζον τῆς πανδήμου περὶ θεῶν ἀκοῆς διανοηθέντες, οὐδ' ἕτερα τῶν παρὰ τοῖς Ἑβραίοις προκεκυρωμένων ἐφεῦρον ἀληθῆ δόγματα. Οἱ μὲν γὰρ ἄλλην ἄλλως ποικίλαις ψευδοδοξίαις ἀπαχθέντες, εἰς βυθὸν ἀδολεσχίας περιετράπησαν· οἱ δέ γε ποσῶς ἀγνώμονι λογισμῷ κεχρημένοι, ἐν οἷς τῆς τἀληθοῦς ἐφήψαντο καταλήψεως, ἐν τούτοις τῆς Ἑβραίων κοινωνοὶ πεφήνασι διδασκαλίας. Εἰκὸς οὖν πολυμαθεῖς γεγονότας, τά τε τῶν ἐθνῶν νόμιμά τε καὶ μαθήματα περιεργότερον ἐξητακότας, καὶ τὴν τῶν δηλουμένων μὴ ἀγνοῆσαι φιλοσοφίαν, νεωτέρους μὲν τῷ χρόνῳ, ὡς ἔπος εἰπεῖν, ἁπάντων οὐχ Ἑβραίων μόνον, οὐδέ γε Φοινίκων καὶ Αἰγυπτίων, ἀλλὰ καὶ αὐτῶν τῶν παλαιῶν Ἑλλήνων φύντας. Οἷς τὰ μὲν ἐκ Φοινίκης Κάδμος ὁ Ἀγή-
That not without sober reason, setting in second place the matters of the philosophy of the Greeks, we have preferred the theology among the Hebrews, you may know on learning that even among the Greeks themselves those very men who laid hold of philosophy most rightly, and conceived something further and greater than the vulgar report concerning the gods, discovered no other true doctrines than those previously ratified among the Hebrews. For some, led away along one path or another by manifold false opinions, were turned round into an abyss of idle chatter; while those who used a somewhat unjudging reasoning, in the points wherein they touched upon the apprehension of the truth, have in these shown themselves partakers of the teaching of the Hebrews. It is likely, then, that having become men of much learning, and having examined with greater curiosity both the customs and the studies of the nations, they were not ignorant either of the philosophy of the people aforesaid, having been born later in time than, so to speak, all: not only Hebrews, nor yet Phoenicians and Egyptians, but even the ancient Greeks themselves. For whom the things from Phoenicia on the one hand Cadmus, Age-
Notes, col. 780

On the reading

Printed αυτῶν, for αὐτῶν.

PG 21:781Read from the page
νορος, τὰ δ' ἐξ Αἰγύπτου περὶ θεῶν, ἢ καί ποθεν ἄλλοθεν, μυστήρια καὶ τελετὰς, ξοάνων τε ἱδρύσεις, καὶ ὕμνους, ᾠδάς τε καὶ ἐπῳδὰς, ἤτοι ὁ Θρᾴκιος Ὀρφεὺς, ἢ καί τις ἕτερος Ἕλλην, ἢ βάρβαρος, τῆς πλάνης ἀρχηγοὶ γενόμενοι, συνεστήσαντο· τούτων γὰρ οὐδένας καὶ αὐτοὶ ἂν ὁμολογήσαιεν Ἕλληνες παλαιοτέρους εἰδέναι. Πρῶτον γοῦν ἁπάντων Ὀρφέα, εἶτα δὲ Λῖνον, κἄπειτα Μουσαῖον, ἀμφὶ τὰ Τρωϊκὰ γενομένους, ἢ μικρῷ πρόσθεν ἠκμακέναι φασίν. Ἀλλὰ κατά γε τούτους πλέον οὐδὲν τῆς Φοινίκων καὶ Αἰγυπτίων πολυπλανοῦς θεολογίας παρὰ τοῖς Ἕλλησιν ἐπολιτεύετο. Καὶ δὴ καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι, κατὰ πάσας χώρας τε καὶ πόλεις, ἔν τε ἱεροῖς καὶ μυστηρίοις, αὐτὰ δὴ ταῦτα, καὶ ὅσα τούτοις ὅμοια, παρεφυλάττετο. Πολὺς γοῦν παρὰ τοῖς πᾶσιν ὁ περὶ θεῶν προδηλωθεὶς ἐκράτει λόγος· νεώς τε περικαλλεῖς, παντοίοις ἀγάλμασι καὶ ἀναθήμασι κεκοσμημένους παρὰ τοῖς πᾶσιν ἐξήσκηντο· ἀτὰρ δὴ καὶ ξόανα παντοίας ὕλης εἰς πᾶσαν θνητῶν ζώων ἰδέαν τετυπωμένα φιλοκάλως ἐξείργαστο. Καὶ μὴν καὶ μαντείων πλείστη τις ἦν καὶ ἄφθονος παρὰ πᾶσι περιουσία. Σεμνός γε μήν τις καὶ μέγας θεὸς παρὰ τοῖς Ἕλλησι διαφερόντως, τὸ τηνικάδε μάλιστα ἦν ἀκμάζων, ὁ Πύθιος, καὶ ὁ Κλάριος, καὶ ὁ Δωδωναῖος· εἶτα Ἀμφιάρεως καὶ Ἀμφίλοχος, καὶ ἐπὶ τούτοις μυρίος ἄλλος ἐπιῤῥέων χρησμῳδῶν μᾶλλον, ἢ ποιητῶν τε καὶ ῥαψῳδῶν ὄχλος. Ὧν μακροῖς ποθ' ὕστερον χρόνοις εἰς Ἕλληνας παρελθοῦσα φιλοσοφία, μηδὲν τῶν αὑτῇ προσηκόντων παρὰ τοῖς προπάτορσιν εὑροῦσα, τὰ μὲν σεμνὰ καὶ παλαιὰ τῆς πατρικῆς αὐτῶν θεολογίας, αὐτά τε τὰ θαυμαστὰ καὶ παρὰ πᾶσι βοώμενα, θεῖά τε καὶ χρηστήρια ἔργῳ περιττὰ καὶ ἀνωφελῆ κατελάβετο. Διὸ ταῦτα μὲν εἰς δεύτερον ἀνεβάλλετο, ὡς ἂν οὐδὲν αὐτῇ πρὸς τὴν τῶν ἀναγκαίων καὶ ἀληθῶν εὕρεσιν λυσιτελοῦντα· τὰ δὲ ὀθνεῖα λοιπὸν καὶ βάρβαρα, οἷά τις γυμνὴ, καὶ οἰκείων πτωχεύουσα λόγων τε καὶ μαθημάτων, περιῄει διερευνωμένη, τά τε χρήσιμα πανταχόθεν ἑαυτῇ πορίζουσα, συνάγουσά τε, καὶ ἐρανιζομένη, ὅ τί ποτε παρ' ἑκάστοις εὕροι τῶν ἐθνῶν. Οὐ γὰρ οὖν μόνα τὰ τῆς ἀληθοῦς θεολογίας λείποντα κατεμάνθανε τοῖς Ἕλλησιν, ἀλλὰ καὶ τῶν ἄλλων τεχνῶν τε καὶ ἐπιστημῶν τὰς βιωφελεστάτας. Συνομολογοῦσί γέ τοι Ἕλληνες αὐτοὶ, μετά γε Ὀρφέα, Λῖνόν τε καὶ Μουσαῖον, οἳ δὴ μάλιστα θεολόγων παλαιότατοί τε καὶ πρῶτοι κατῆρξαν αὐτοῖς τῆς πολυθέου πλάνης, τοὺς ἑπτὰ παρ' αὐτοῖς ἄνδρας ἐπὶ φιλοσοφίᾳ θαυμασθῆναι, οὓς δὴ καὶ ἐπονομάσαι Σοφούς. Ἀμφὶ Κῦρον δὲ οἵδε τὸν Περσῶν ἤκμασαν βασιλέα. Οὗτος δ' ἦν ὁ χρόνος ἐν ᾧ τῶν παρ' Ἑβραίοις προφητῶν οἱ πάντων ὕστατοι προεφήτευον, τῶν μὲν Τρωϊκῶν ὕστερον ἔτεσι πλέον ἢ ἑξακοσίοις, τῆς δὲ Μωϋσέως ἡλικίας, οὐκ ἔλαττον ἢ χιλίοις καὶ πεντακοσίοις γενόμενοι. Τοῦτο δέ σοι τὰς τῶν χρόνων ἀνα-
nor's son, and the things from Egypt on the other concerning the gods, or from somewhere else as well, mysteries and initiations, and settings up of carved images, and hymns, odes, and incantations, either the Thracian Orpheus or some other Greek or barbarian, having become ringleaders of the error, established; for even the Greeks themselves would confess that they know none more ancient than these. First of all, at any rate, they say that Orpheus, and next Linus, and thereafter Musaeus lived around the Trojan events, or flourished a little earlier. Yet in the time of these men nothing more than the manifoldly erring theology of the Phoenicians and Egyptians was current among the Greeks. And indeed among the rest of the nations as well, throughout all lands and cities, in sanctuaries and mysteries alike, these very things, and whatever was like them, were observed. Widely, at any rate, did the aforesaid account concerning the gods prevail among all; and among all they had fitted out very fair temples, adorned with statues and votive offerings of every sort; and moreover carved images of every sort of material, moulded into every form of mortal animals, had been wrought with love of beauty. And indeed there was also a very great and abundant store of oracles among all. And a certain august and great god pre-eminently among the Greeks was thriving above all at that time: the Pythian, and the Clarian, and the Dodonaean; next Amphiaraus and Amphilochus, and besides these a countless other crowd streaming in of oracle-chanters rather than of poets and rhapsodes. Long ages after whom, philosophy at length arriving among the Greeks, and finding among their forefathers nothing belonging to herself, apprehended that the august and ancient matters of their ancestral theology, and those very marvellous things celebrated among all, both divine rites and seats of oracle, were in fact superfluous and unprofitable. Wherefore she put these off into second place, as availing her nothing towards the discovery of things needful and true; and for the rest, like one naked and beggared of native discourses and studies, she went about searching out foreign and barbarian things, providing for herself useful matters from every quarter, gathering them together and collecting as contributions whatever she might find among each of the nations. For indeed she perceived that not only the matters of true theology were lacking to the Greeks, but also the most useful for life of the other arts and sciences. At any rate, the Greeks themselves agree that after Orpheus, Linus, and Musaeus, who above all, as the most ancient and first of theologians, began for them the polytheistic error, the seven men among them were admired for philosophy, whom indeed they surnamed Sages. And these flourished around Cyrus king of the Persians. Now this was the time in which the very last of all the prophets among the Hebrews were prophesying, having lived more than six hundred years later than the Trojan events, and not less than fifteen hundred later than the age of Moses. And this, to you, the times' re-
PG 21:784Read from the page
γραφὰς μικρὸν ὕστερον διιόντι καταφανὲς ἔσται.
cords, when going through them a little later, will be manifest.
Ἐνταῦθά που νέοι τῷ χρόνῳ ἑπτὰ γενόμενοι Σοφοὶ, ἐπὶ κατορθώσει μνημονεύονται ἀγωγῆς τῆς ἠθικωτέρας, ὧν πλέον οὐδὲν τῶν βοωμένων ἀποφθεγμάτων μνημονεύεται. Ὀψὲ δέ τι, καὶ μᾶλλον τοῖς χρόνοις ὑποβεβηκότες, οἱ παρ' Ἕλλησι φιλόσοφοι διαπρέξαι μνημονεύονται. Ὧν Πυθαγόρας πρῶτος Φερεκύδου γνώριμος, τὸ φιλοσοφίαν ἀνευρὼν ὄνομα, ὡς μέν τινες, Σάμιος, ὡς δ' ἕτεροί φασι, Τυῤῥηνὸς ἦν. Τινὲς δ' αὐτὸν Σύριον ἢ Τύριον εἶναι λέγουσιν· ὥστε σε βάρβαρον, ἀλλ' οὐχ Ἕλληνα γεγονέναι ὁμολογεῖν τὸν πρῶτον τῶν φιλοσόφων, ἀνὰ στόμα πάντων Ἑλλήνων ᾀδόμενον. Καὶ τὸν Φερεκύδην δὲ Σύριον ἀναγράφουσιν, ᾧ μαθητεῦσαι τὸν Πυθαγόραν φασίν. Οὐ μόνον δὲ τούτῳ συγγενέσθαι ὁ Πυθαγόρας λέγεται, διατρίψαι δὲ καὶ παρὰ τοῖς Περσῶν μάγοις, καὶ τοῖς Αἰγυπτίων δὲ προφήταις μαθητεῦσαι, καθ' ὃν χρόνον Ἑβραίων οἱ μὲν ἐπ' Αἰγύπτου, οἱ δ' ἐπὶ Βαβυλῶνος φαίνονται τὴν μετοικίαν πεποιημένοι. Ἀλλὰ γὰρ ὁ δηλούμενος, τὰ παρ' ἑκάστοις σοφὰ πολυπραγμονῶν, ἐπῆλθε Βαβυλῶνα καὶ Αἴγυπτον, καὶ Περσίδα, τοῖς τε μάγοις καὶ τοῖς ἱερεῦσι μαθητευόμενος. Ἀκηκοέναι τε πρὸς τούτοις Βραχμάνων ἱστόρηται· (Ἰνδῶν δέ εἰσιν οὗτοι φιλόσοφοι·) καὶ παρ' ὧν μὲν ἀστρολογίαν, παρ' ὧν δὲ γεωμετρίαν, ἀριθμητικήν τε παρ' ἄλλων καὶ μουσικὴν, καὶ ἄλλα παρ' ἄλλων συλλεξάμενος, μόνον παρὰ τῶν σοφῶν Ἑλλήνων ἔσχεν οὐδὲν πενίᾳ σοφίας καὶ ἀπορίᾳ συνοικούντων. Ἔμπαλιν δ' οὖν τῶν ἔξωθεν αὐτῷ πεπορισμένων, αἴτιος αὐτὸς τῆς μαθήσεως κατέστη τοῖς Ἕλλησιν. Ὁ μὲν οὖν Πυθαγόρας, τοιοῦτος. Πρώτη δ' ἐκ τῆς τούτου διαδοχῆς ἡ κληθεῖσα Ἰταλικὴ συνέστη φιλοσοφία, τῆς ἐπωνυμίας ἐκ τῆς κατὰ τὴν Ἰταλίαν διατριβῆς ἀξιωθεῖσα· μεθ' ἣν ἡ ἀπὸ Θαλοῦ τοῦ τῶν ἑπτὰ Σοφῶν ἑνὸς, Ἰωνικὴ προσαγορευθεῖσα· κἄπειτα ἡ Ἐλεατικὴ, Ξενοφάνην τὸν Κολοφώνιον πατέρα ἐπιγραφομένη. Ἀλλὰ καὶ ὁ Θαλῆς, ὥς τινες ἱστοροῦσι, Φοίνιξ ἦν· ὡς δέ τινες ὑπειλήφασι, Μιλήσιος. Αἰγυπτίων δὲ καὶ οὗτος λέγεται τοῖς προφήταις συμβεβληκέναι. Σόλωνα δὲ καὶ αὐτὸν τῶν ἑπτὰ Σοφῶν, ὃν δὴ καὶ λόγος Ἀθηναίοις νομοθετῆσαι, Αἰγυπτίοις ὁμοίως φησὶν ὁ Πλάτων προσεσχηκέναι, ὁπηνίκα πάλιν ᾤκουν Ἑβραῖοι τὴν Αἴγυπτον. Εἰσάγει δ' οὖν αὐτὸν ἐν Τιμαίῳ πρὸς τοῦ βαρβάρου παιδευόμενον, ἐν οἷς φησιν ὁ Αἰγύπτιος πρὸς αὐτόν· « Ὦ Σόλων, Σόλων, Ἕλληνες ἀεὶ παῖδές ἐστε, γέρων δὲ Ἑλλήνων οὐδεὶς, οὐδὲ ἔστι παρ' ὑμῖν χρόνῳ πολιὸν μάθημα. » Καὶ οὗτος δὲ ὁ Πλάτων, τοῖς ἐν Ἰταλίᾳ Πυθαγορείοις σχολάσας, οὐ μόνῃ τῇ παρὰ τούτοις ἠρκέσθη διατριβῇ. Λέγεται δὲ ἀπᾶραι εἰς Αἴγυπτον, καὶ τῇ τούτων φιλοσοφίᾳ πλεῖστον ἀναθεῖναι χρόνον. Τοῦτό τοι καὶ αὐτὸς τοῖς βαρβάροις πολλαχοῦ τῶν ἰδίων λόγων μαρτυρεῖ, εὖ μοι δοκεῖ ποιῶν, καὶ τὰ κάλλιστα ἐμπορευθῆναι εἰς φιλοσοφίαν παρὰ τῶν βαρβάρων εὐγνωμόνως οὐκ ἀπαρνούμενος. Ἀκοῦσαι δ' οὖν αὐτοῦ πολλαχοῦ μὲν πάρεστιν, οὐ μὴν ἀλλὰ καὶ ἐν Ἐπιμενίδῃ, Σύρων ὁμοῦ καὶ Αἰγυπτίων ὧδέ πη μνημονεύοντος· « Τούτου δὲ αἴτιος ὁ πρῶτος ταῦτα κατιδὼν, βάρβαρος ὤν. Παλαιὸς γὰρ δὴ τόπος ἔτρεψε τοὺς πρώτους ταῦτα ἐν-
About this point, seven men, late in time, who became Sages, are remembered for the amendment of a more ethical way of life, of whom nothing more than their celebrated maxims is remembered. And rather late, and descending still further in times, the philosophers among the Greeks are remembered to have shone forth. First among whom Pythagoras, a pupil of Pherecydes, who invented the name philosophy, was, as some say, a Samian, and as others say, a Tyrrhenian. And some say that he was a Syrian or a Tyrian; so that you must confess that the first of the philosophers, sung on the lips of all Greeks, was a barbarian and not a Greek. And Pherecydes too they record as a Syrian, whose disciple they say Pythagoras became. And Pythagoras is said not only to have consorted with this man, but also to have spent time among the Magi of the Persians, and to have become a disciple of the prophets of the Egyptians as well, at the time when some of the Hebrews appear to have made their migration to Egypt, and others to Babylon. Indeed the man aforesaid, busily inquiring into the wise things among each people, visited Babylon and Egypt and Persia, becoming a disciple of both the Magi and the priests. And in addition to these he is recorded to have heard the Brahmans (and these are philosophers of the Indians); and having collected astrology from some, geometry from others, arithmetic and music from others, and other things from others, from the wise Greeks alone he got nothing, since they lived in poverty and want of wisdom. On the contrary, then, out of the things procured by him from abroad, he himself became the author of instruction for the Greeks. Such, then, was Pythagoras. And first from his succession arose the philosophy called Italian, deemed worthy of that surname from its school in Italy; after which came that from Thales, one of the seven Sages, called Ionian; and thereafter the Eleatic, inscribing Xenophanes of Colophon as its father. Yet Thales too, as some relate, was a Phoenician; and as some have supposed, a Milesian. And he too is said to have conversed with the prophets of the Egyptians. And Solon, himself also one of the seven Sages, who indeed report says gave laws to the Athenians, Plato says likewise attached himself to the Egyptians, at the time when Hebrews were again inhabiting Egypt. At all events, he introduces him in the Timaeus as being educated by the barbarian, where the Egyptian says to him: "O Solon, Solon, you Greeks are always children, and an old man among Greeks there is none, nor is there among you any study hoary with time." And this Plato himself too, after studying with the Pythagoreans in Italy, was not content solely with his stay among them; rather, he is said to have sailed off to Egypt and devoted very great time to their philosophy. This indeed he himself bears witness to the barbarians in many places of his own discourses, doing well, it seems to me, and ingenuously not denying that he imported for philosophy the noblest things from the barbarians. At all events, one may hear him in many places, and not least in the Epimenides, making mention of Syrians together with Egyptians somewhat thus: "And the author of this was he who first perceived these things, being a barbarian. For an ancient place bred the first men who con-
Notes, col. 784

On the reading

Printed διαπρέξαι, for διαπρέψαι.

Printed διατρίψαι, for διατρῖψαι.

PG 21:785Read from the page
νοήσαντας διὰ τὸ κάλλος τῆς θερινῆς ὥρας, ἣν Αἴγυπτός τε Συρία θ' ἱκανῶς κέκτηται. Ὅθεν καὶ πανταχόσε, καὶ δεῦρο, ἐξηκριβασμένα χρόνῳ μυριετεῖ τε καὶ ἀπείρῳ. » Καὶ ὑποβὰς ἑξῆς ἐπιλέγει· « Λάβωμεν δὴ ὡς ὅ τί περ ἂν Ἕλληνες βαρβάρων πάρα λάβωσι, κάλλιον τοῦτο εἰς τέλος ἀπεργάζονται. » Ταῦτα ὁ Πλάτων. Καὶ Δημόκριτος δὲ ἔτι πρότερον, τοὺς Βαβυλωνίων λόγους ἠθικοὺς πεποιῆσθαι λέγεται. Καί που σεμνυνόμενος περὶ ἑαυτοῦ φησιν· « Ἐγὼ δὲ τῶν κατ' ἐμαυτὸν ἀνθρώπων πλείστην γῆν ἐπλανησάμην, ἱστορέων τὰ μήκιστα, καὶ ἀέρας τε καὶ γαίας πλείστας εἶδον, καὶ λογίων ἀνδρῶν πλείστων ἐπήκουσα, καὶ γραμμέων συνθέσεως μετ' ἀποδείξεως, οὐδεὶς κἀμὲ παρήλλαξεν, οὔτε Αἰγυπτίων οἱ καλούμενοι Ἀρσεπεδονάπται, οἷς ἐπὶ πᾶσιν ἐπ' ἔτεα ὀγδοήκοντα ἐπὶ ξένης ἐγενήθην. » Ἐπῆλθε γὰρ καὶ οὗτος Βαβυλῶνά τε καὶ τὴν Περσίδα, καὶ Αἴγυπτον, τοῖς τε Αἰγυπτίοις καὶ τοῖς ἱερεῦσι μαθητεύων. Τί δὲ εἴ σοι καταλέγοιμι Ἡράκλειτον καὶ τοὺς ἄλλους Ἑλλήνων, δι' ὧν ἀπελέγχεται ἡ παρ' Ἕλλησι πολιτεία τὸν μακρὸν αἰῶνα πτωχεύουσα, καὶ γυμνὴ παντὸς μαθήματος ἀπολειφθεῖσα; Ἱεροῖς μὲν οὖν θεῶν, ἀγάλμασί τε καὶ ἀφιδρύσεσι, μαντείαις τε καὶ χρησμοῖς, καὶ τῷ πολλῷ τύφῳ τῶν λαοπλάνων δαιμόνων ἐκαλλωπίζετο, σοφίας δὲ ἀληθοῦς καὶ μαθήματος βιωφελοῦς εἰς τὸ παντελὲς ἐχήρευεν. Οὐδέ τι πρὸς ἀγαθῶν λόγων εὕρεσιν αὐτοῖς τὰ ἄχρηστα χρηστήρια συνεβάλλετο· ἀλλ' οὐδ' αὐτὸς ὁ θαυμαστὸς Πύθιος εἰς φιλοσοφίαν αὐτοὺς τὸ παράπαν ὠφέλει, οὐδέ τις ἄλλος θεῶν αὐτοῖς εἰς ἀναγκαίου τινὸς ἐπιτήδευσιν συνήργει· ἀλώμενοι δὲ ὧδε κἀκεῖσε, καὶ τὸν βίον ἅπαντα περιτρέχοντες, ἀλλοτρίοις πτίλοις σφᾶς αὐτοὺς ἐφαίδρυνον, κατὰ τὸν μῦθον· ὥστε αὐτοῖς ἤδη τὴν πᾶσαν φιλοσοφίαν ἐξ ἐράνου συστῆναι. Ἄλλα γὰρ παρ' ἄλλων ἀποματτόμενοι μαθήματα, γεωμετρίαν μὲν παρ' Αἰγυπτίων ἔσχον, ἀστρολογίαν δὲ παρὰ Χαλδαίων, καὶ αὖ πάλιν ἕτερα παρ' ἑτέρων· οὐδὲν δὲ παρά τισιν ἄλλοις, οἷόν τινες αὐτῶν τὸ παρ' Ἑβραίων ἀγαθὸν εὕροντο. Τοῦτο δὲ ἦν ἡ τοῦ τῶν ὅλων Θεοῦ γνῶσις, καὶ ἡ τῶν οἰκείων θεῶν κατάγνωσις, ἣν μικρὸν μὲν ὅσον ὁ λόγος προϊὼν ἐπιδείξει. Τοσοῦτον δὲ ἐπὶ τοῦ παρόντος τοὺς ἐντυγχάνοντας ἐπισημαίνεται, ὡς οὐ μόνης ἐστέρηντο τῆς ἀληθοῦς θεολογίας οἱ παλαιοὶ τῶν Ἑλλήνων, ἀλλὰ καὶ τῶν φιλοσοφίᾳ λυσιτελούντων μαθημάτων, καὶ οὐδὲ τούτων μόνον, ἀλλὰ καὶ τῶν κοινῶν καὶ πολιτικῶν ἐπιτηδευμάτων. Ἡγοῦμαι δέ μοι τήνδε συμβαλεῖσθαι τὴν σημείωσιν εἰς ἀπόδειξιν τοῦ προκειμένου σκοποῦ· εἰ δὴ πρόκειται τὸν ἀπολογισμὸν ὑποσχεῖν, τοῦ μὴ ἀλόγως ἡμᾶς τὴν παρ' Ἑβραίοις θεολογίαν, καὶ τὴν, ὡς ἂν αὐτοὶ φαῖεν, βάρβαρον τῆς Ἑλληνικῆς προτετιμηκέναι φιλοσοφίας. Εἰ γοῦν ὀφθεῖεν αὐτοὶ πολὺ πρότερον τὰ πάντα παρὰ βαρβάρων ἐσκευωρημένοι, μηδὲν δὲ μηδ' ὅλως παρὰ τῶν οἰκείων θεῶν εἰς φιλο-
ceived these things because of the beauty of the summer season, which both Egypt and Syria possess sufficiently. Whence also everywhere, and hither too, they have been tested accurately by time of ten thousand years and infinite." And going on a little lower next he adds: "Let us take it, then, that whatever Greeks receive from barbarians, they work this out more finely in the end." Thus Plato. And Democritus too, even earlier, is said to have made the ethical discourses of the Babylonians his own. And somewhere priding himself concerning himself he says: "And I of the men of my time wandered over the most earth, investigating the farthest things, and I saw the most skies and lands, and I heard the most learned men, and in the composition of lines with demonstration no one surpassed me either, not even those of the Egyptians called Arsepedonaptae, with whom in all I was eighty years in a foreign land." For this man too visited both Babylon and Persia, and Egypt, studying as a disciple with both the Egyptians and the priests. And what if I should recount to you Heraclitus and the others of the Greeks, through whom the commonwealth among the Greeks is convicted of having been beggared for the long age, and left naked of all learning? With sanctuaries of gods, indeed, and statues and consecrated images, and divinations and oracles, and the great pomp of people-deceiving demons she decked herself out, yet of true wisdom and learning useful for life she was utterly bereft. Nor did the useless seats of oracle contribute aught to them towards the discovery of good discourses; nay, not even the marvellous Pythian himself profited them at all towards philosophy, nor did any other of the gods co-operate with them towards the pursuit of anything needful; rather, wandering hither and thither and running round their whole life long, they brightened themselves up with others' feathers, according to the fable, so that their whole philosophy was now put together out of a subscription-feast. For taking the impress of different studies from different peoples, they got geometry from the Egyptians, astrology from the Chaldaeans, and yet again other things from others; yet among no others did they find such a good as certain of them found that from the Hebrews. And this was the knowledge of the God of the universe, and the condemnation of their own gods, which our discourse as it advances a little will demonstrate. So much for the present it points out to readers, that the ancients of the Greeks had been deprived not only of true theology, but also of the studies profitable for philosophy, and not of these only, but also of common and civic pursuits. And I deem that this observation will contribute for me towards the proof of the proposed aim, seeing that it is proposed to render our defence for our having not without reason preferred the theology among the Hebrews, and what they themselves would call the barbarian philosophy, to the Greek. If, at any rate, they themselves should be seen long before to have contrived all things from barbarians, and nothing, nothing at all from their own gods towards philo-
PG 21:788Read from the page
σοφίαν ὠφελημένοι, ἀλλὰ καὶ τοῖς θεοῖς αὐτῶν ἐνδίκως ἐπιμεμψάμενοι, καί τινες διὰ ταῦτα ἀθεότητα μᾶλλον τῆς τῶν θεῶν θεραπείας προτετιμηκότες· τί χρὴ λοιπὸν ἡμᾶς ἐπιμέμφεσθαι, οὐχί δὲ ἀποδέχεσθαι καὶ ἐπαινεῖν, ὅτι, τὸ κρεῖττον ἀγαπήσαντες, μᾶλλον δὲ τὸ μόνον ἀληθὲς εὑρόντες καὶ ἀπειληφότες, τοῦ ψεύδους ἀνεχωρήσαμεν, οὔτε εἰς ἄθεον λογισμὸν τοῖς σοφοῖς Ἑλλήνων ὁμοίως περιτραπέντες, οὔτε πάλιν τοῖς θαυμαστοῖς παραπλησίως φιλοσόφοις ἀναμὶξ τὴν πλάνην τὴν πολύθεον τῇ γνώσει τοῦ ἐπὶ πάντων θεοῦ φύραντες, οὐδέ γε τὸ ψεῦδος ἅμα τῷ ἀληθεῖ συγχέαντες; Ἀλλὰ μήπω ταῦτα, ἐκεῖνα δέ μοι πρῶτα δίελθε, δι' ὧν Ἕλληνες τὰ πάντα σεσυληκέναι βαρβάρους, οὐ μόνα τὰ φιλόσοφα μαθήματα, ἀλλὰ καὶ τὰς κοινὰς καὶ βιωφελεῖς εὑρέσεις, ἀπελέγχονται.
profited towards wisdom, and moreover having justly blamed their own gods, and some on this account having preferred atheism rather than the service of the gods—why then ought anyone to blame us, and not rather welcome and praise us, because, having loved the better part, or rather having found and received that which alone is true, we withdrew from falsehood, neither having been turned round like the wise men of the Greeks into godless reasoning, nor again like their admirable philosophers having kneaded polytheistic error pell-mell together with the knowledge of the God over all, nor indeed having confounded falsehood together with truth? Yet leave these matters for now, and go through those points first for me, whereby the Greeks are convicted of having plundered the barbarians of all things, not only philosophical teachings, but also the common inventions useful for life.
ΚΕΦΑΛΑΙΟΝ Εʹ.
Chapter V.
Ὡς τὰ πάντα παρὰ βαρβάρων Ἕλληνες ὠφέληνται.
How in all things the Greeks have been profited by barbarians.
Πρῶτος τοιγαροῦν ὁ τὰ κοινὰ γράμματα, αὐτὰ δὴ τὰ πρῶτα τῆς γραμματικῆς στοιχεῖα, Ἕλλησι εἰσηγησάμενος Κάδμος, τὸ γένος Φοίνιξ ἦν, ὅθεν καὶ Φοινικήϊα τὰ γράμματά τινες τῶν παλαιῶν ἐπικεκλήκασιν. Εἰσὶ δὲ οἳ Σύρους γράμματα ἐπινοῆσαι λέγουσι πρώτους. Σύροι δ' ἂν εἶεν καὶ Ἑβραῖοι, τὴν γείτονα Φοινίκης, καὶ αὐτὴν τὸ μὲν παλαιὸν Φοινίκην, μετέπειτα δὲ Ἰουδαίαν, καθ' ἡμᾶς δὲ Παλαιστίνην ὀνομαζομένην, οἰκοῦντες· ὧν καὶ μάλιστα οὐκ ἀλλοτρίως φαίνεται ἡ τῶν Ἑλληνικῶν γραμμάτων φωνή. Ἕκαστον γοῦν τῶν στοιχείων παρ' αὐτοῖς κατά τινος σημαντικῆς διανοίας τὴν προσηγορίαν φέρει, ὅπερ οὐκ ἔστιν εὑρεῖν παρὰ τοῖς Ἕλλησι· διὸ καὶ μάλιστα μὴ ὄντα ἴδια Ἑλλήνων ὡμολόγηται. Ἔστι δὲ τὰ πάντα παρ' Ἑβραίοις στοιχεῖα δύο καὶ εἴκοσιν· ὧν τὸ μὲν πρῶτόν ἐστιν ἄλφ, ὃ μεταληφθὲν εἰς τὴν Ἑλλάδα φωνὴν λέγοιτ' ἂν μάθησις· τὸ δὲ δεύτερον βῂθ, ὃ μεθερμηνεύεται οἴκου· τὸ τρίτον γίμελ, ὅ ἐστι πλήρωσις· τὸ τέταρτον δὲλθ, ὃ σημαίνει δέλτων· τὸ πέμπτον ἣ, ὅ ἐστιν αὕτη. Ὁμοῦ δὲ τὰ πάντα ἀπαρτίζει τοιαύτην τινὰ διάνοιαν· Μάθησις οἴκου, πλήρωσις δέλτων αὕτη. Εἶτα μετὰ ταῦτά ἐστι στοιχεῖον ἕκτον, λεγόμενον παρ' αὐτοῖς οὐαῦ, ὅ ἐστιν ἐν αὐτῇ· ἔπειτα ζαῖ, ὅ ἐστι ζῇ· μεθ' ὃ ἣθ, ὅ ἐστιν ὁ ζῶν· ἵν' ᾖ τὸ ὅλον· Ἐν αὐτῇ ζῇ ὁ ζῶν. Μετὰ ταῦτα στοιχεῖον ἔννατον, τὸ τὴθ, ὅ ἐστι καλή· ἔπειτα ἰὼθ, ὃ ἑρμηνεύεται ἀρχή· ὁμοῦ τὰ δύο· Καλὴ ἀρχή. Ἐπὶ τούτοις κὰφ,
First, therefore, Cadmus, who introduced the common letters, the very first elements of grammar, to the Greeks, was a Phoenician by race, whence also some of the ancients have called the letters Phoenician. And there are those who say that Syrians devised letters first. Now Hebrews too would be Syrians, inhabiting the land neighbouring Phoenicia, which itself of old was called Phoenicia, and afterwards Judaea, and in our own time Palestine; and to theirs most especially the sound of the Greek letters appears not foreign. At any rate, each of the letters among them bears its name according to some significant meaning, which cannot be found among the Greeks; wherefore most especially they have been acknowledged not to be native to the Greeks. Now all the letters among the Hebrews are twenty-two; of which the first is alph, which when transferred into the Greek tongue would be called learning; the second beth, which is translated of a house; the third gimel, which is fullness; the fourth delth, which signifies of tablets; the fifth he, which is this. And all of them together make up some such meaning as this: Learning of a house, fullness of tablets is this. Then after these is the sixth letter, called among them ouau, which is in it; next zai, which is lives; after which heth, which is the living one; so that the whole may be: In it lives the living one. After these is the ninth letter, teth, which is good; next ioth, which is interpreted beginning; the two together: Good beginning. Upon these, kaph,
Notes, col. 788

On the reading

Printed οὐχί, for οὐχὶ.