Migne Reading Room

PG 21 · cols. 765–776 · Read from the page

Preparation for the Gospel, Book X

Preparation for the Gospel, Book X

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:765Read from the page
ΤΑΔΕ ΠΕΡΙΕΧΕΙ ΤΟ ΔΕΚΑΤΟΝ ΒΙΒΛΙΟΝ.
The Tenth Book contains the following.
αʹ. Ὡς παρὰ βαρβάρων εἰς Ἕλληνας τὰ σεμνὰ τῶν μαθημάτων παρῆλθε, καὶ περὶ τῆς Ἑβραίων ἀρχαιότητος.
1. How the venerable branches of learning passed from barbarians to Greeks, and concerning the antiquity of the Hebrews.
βʹ. Κλήμεντος, Περὶ τῆς τῶν Ἑλληνικῶν συγγραφέων κλοπῆς.
2. Of Clement, Concerning the plagiarism of the Greek writers.
γ. Πορφυρίου, Περὶ τοῦ κλέπτας εἶναι τοὺς Ἕλληνας, ἀπὸ τοῦ αʹ τῆς Φιλολογίας ἀκροάσεως.
3. Of Porphyry, Concerning the Greeks being thieves, from the first [book] of his Philological Lecture.
δ. Ὅτι μὴ ἀλόγως τὴν παρ' Ἑβραίοις θεολογίαν τῆς Ἑλληνικῆς φιλοσοφίας προτετιμήκαμεν.
4. That not without reason have we preferred the theology among the Hebrews to Greek philosophy.
εʹ. Ὅτι τὰ πάντα παρὰ βαρβάρων οἱ Ἕλληνες ὠφέληνται.
5. That in all things the Greeks have derived benefit from barbarians.
ϛ Περὶ τοῦ αὺτοῦ, ἀπὸ τῶν Κλήμεντος.
6. Concerning the same, from the [works] of Clement.
ζʹ. Ἰωσήπου περὶ τοῦ αὐτοῦ.
7. Of Josephus concerning the same.
ηʹ. Διοδώρου τοῦ τὰς Βιβλιοθήκας συγγράψαντος, περὶ τοῦ αὐτοῦ.
8. Of Diodorus, who composed the Libraries, concerning the same.
θ. Περὶ τῆς ἀρχαιότητος Μωσέως, καὶ τῶν παρ' Ἑβραίοις προφητῶν.
9. Concerning the antiquity of Moses and of the prophets among the Hebrews.
ιʹ. Ἀφρικανοῦ, περὶ τοῦ αὐτοῦ.
10. Of Africanus, concerning the same.
ιαʹ. Τατιανοῦ, περὶ τοῦ αὐτοῦ.
11. Of Tatian, concerning the same.
ιβʹ. Κλήμεντος, περὶ τοῦ αὐτοῦ.
12. Of Clement, concerning the same.
ιγʹ. Ἰωσήπου, περὶ τοῦ αὐτοῦ.
13. Of Josephus, concerning the same.
ιδʹ. Ὡς ἁπάσης τῆς παρ' Ἑβραίοις ἱστορίας νεώτεροι τυγχάνουσι τῶν παρ' Ἕλλησι φιλοσόφων οἱ χρόνοι.
14. How the times of the philosophers among the Greeks happen to be more recent than the whole history among the Hebrews.
ΚΕΦΑΛΑΙΟΝ Αʹ.
Chapter I.
Ὡς παρὰ βαρβάρων εἰς Ἕλληνας τὰ σεμνὰ τῶν μαθημάτων παρῆλθε, καὶ περὶ τῆς Ἑβραίων ἀρχαιότητος.
How the venerable branches of learning passed from barbarians to Greeks, and concerning the antiquity of the Hebrews.
Τίσι ποτὲ λόγοις τὴν καθ' Ἑβραίους φιλοσοφίαν τῆς Ἑλληνικῆς προτετιμήκαμεν, ὁποίοις τε λογισμοῖς τὰς παρὰ τοῖς ἀνδράσιν ἱερὰς βίβλους ἀπεδεξάμεθα, προδιειληφότες· κἄπειτα καὶ αὐτοὺς τοὺς Ἕλληνας μὴ ἀγνοῆσαι τοὺς ἄνδρας, μνημονεῦσαι δὲ ὀνομαστὶ, καὶ τὸν βίον καταπλαγῆναι, τῆς τε βασιλικῆς μητροπόλεως καὶ τῆς λοιπῆς αὐτῶν ἱστορίας πολὺν πεποιῆσθαι λόγον παραστήσαντες· φέρε ἐπιθεωρήσωμεν, ὡς οὐ μόνον τῶνδε γραφῆς ἠξίωσαν τὴν μνήμην, ἀλλὰ καὶ τῆς ὁμοίας αὐτοῖς διδασκαλίας τε καὶ μαθήσεως, ἔν τισι τῶν εἰς βελτίωσιν ψυχῆς συντεινόντων δογμάτων, ζηλωταὶ κατέστησαν. Ὡς μὲν οὖν τὰ λοιπὰ τῶν μαθημάτων, ἄλλοθεν ἄλλος τῶν θαυμαστῶν Ἑλλήνων, τοὺς βαρβάρους ἐκπεριιὼν, συνελέξατο γεωμετρίαν, ἀριθμητικὴν, μουσικὴν, ἀστρονομίαν, ἰατρικὴν, αὐτά τε τὰ πρῶτα τῆς γραμματικῆς στοιχεῖα, μυρίας τε ἄλλας τεχνικὰς καὶ βιωφελεῖς ἐπιτηδεύσεις, αὐτίκα μάλα παρα-
Having previously discussed for what reasons we have preferred the philosophy of the Hebrews to the Greek, and by what considerations we accepted the sacred books among those men; and having next shown that even the Greeks themselves were not ignorant of those men, nay rather mentioned them by name, and marvelled at their way of life, and made much account both of their royal metropolis and of the rest of their history: come, let us survey how they not only deemed their memory worthy of record, but also became emulators of teaching and learning like theirs in certain of the doctrines conducive to the betterment of the soul. Now how, as to the other branches of learning, one from one quarter and another from another of the admirable Greeks, going round among the barbarians, collected geometry, arithmetic, music, astronomy, medicine, and the very first elements of grammar, and countless other technical and life-benefiting pursuits, I shall straightway set
Notes, col. 765

On the reading

Printed αὺτοῦ, for αὐτοῦ.

PG 21:768Read from the page
στήσω. Ὥσπερ οὖν τὴν πλειόνων θεῶν δόξαν, τά τε μυστήρια καὶ τὰς τελετὰς, καὶ προσέτι τὰς ἱστορίας, καὶ τὰς μυθικὰς περὶ θεῶν διηγήσεις, τῶν τε μύθων τὰς ἀλληγορουμένας φυσιολογίας, καὶ τὴν λοιπὴν δεισιδαίμονα πλάνην, παρὰ βαρβάρων εἰλῆφθαι αὐτοῖς, φθάσας ὁ λόγος ἐδήλωσεν· ὁπηνίκα τοὺς παλαιτάτους Ἕλληνας, γῆν πολλὴν πλανηθέντας οὐκ ἀταλαιπώρως μὲν, ἐξ ἐράνου δὲ τῶν παρὰ βαρβάροις μαθημάτων, τὴν οἰκείαν ὑποστήσασθαι θεολογίαν ἐφωράσαμεν. Οὕτως ὅτι τὰ περὶ εὐσεβείας ἑνὸς τοῦ περὶ πάντων θεοῦ, τά τε περὶ τῶν μάλιστα ζητουμένων εἰς ψυχῆς ὠφέλειαν δογμάτων, ἃ δὴ καὶ συνεκτικώτατα γένοιτ' ἂν τῶν ἐν φιλοσοφίᾳ λόγων, οὐκ ἄλλοθεν εἶεν ἂν ἢ παρὰ μόνων Ἑβραίων πεπορισμένοι, οὐκ εἰς μακρὰν ἀποδειχθήσεται. Ἢ εἰ μὴ τοῦτο, συνενεχθῆναι δὲ φαίη τις αὐτοὺς, φυσικαῖς ὑποκινηθέντας ἐννοίαις· καὶ τοῦτο πρὸς ἡμῶν ἂν εἴη, εἰ τὰ μὴ μόνοις Ἑβραίοις ἄνωθεν ἐξ αἰῶνος ὑπὸ θεολόγων προφητῶν ἀνδρῶν παραδεδομένα, ἀλλὰ τὰ καί τισιν, εἰ καὶ μὴ πᾶσιν, αὐτοῖς δέ γε ὧν μέγα κλέος καθ' Ἑλλάδα, καὶ φιλοσόφων διατριβαῖς ἐξητασμένα, ζηλοῦν προειλόμεθα. Τούτους δ' ἂν εὕροις ἀριθμῷ μὲν ὄντας ληπτοὺς (ὅτι καὶ πάντα χαλεπά φασιν εἶναι τὰ καλά), οὐ μὴν ἀλλὰ πρωτείοις τῶν παρ' Ἕλλησι φιλοσόφων τετιμημένους, ὥς διὰ τὴν πολλὴν εὐδοκίμησιν τῇ δόξῃ τοὺς ὁμοίους καλύπτειν. Οὐ χρὴ δὲ θαυμάζειν, εἰ καὶ τὰ παρ' Ἑβραίοις δόγματα δυνατὸν εἶναί φαμεν ἐσκευωρῆσθαι αὐτοῖς, ὅτε μὴ μόνον τὰ λοιπὰ τῶν μαθημάτων, Αἰγυπτίους καὶ Χαλδαίους, τά τε ἄλλα τῶν βαρβάρων ἐθνῶν, συνίστανται ἀποσυλήσαντες, ἀλλ' εἰσέτι καὶ νῦν ἁλίσκονται τῆς σφῶν αὐτῶν ἐν συγγράμμασι φιλοτιμίας, ἀποστεροῦντες ἀλλήλους. Τὰς γοῦν τῶν πέλας ὁ καθεῖς αὐτῶν λέξεις ὁμοῦ καὶ διανοίας, καὶ ὅλας λόγων συντάξεις ὑποκλέψας, ὡς ἐπ' οἰκείοις πόνοις ἐσεμνύνατο. Μηδὲ τοῦτον δ' ὑπολάβῃς ἐμὸν εἶναι τὸν λόγον· αὐτῶν γὰρ τῶν πανσόφων ἀκούσῃ πάλιν, τῆς ἐν λόγοις κλοπῆς ἀλλήλους ἀπελεγχόντων. Τοῦτο δέ γε αὐτὸ, ἐπείπερ ἅπαξ ὡρμήθημεν, ἀναγκαῖον πρῶτον ἁπάντων συνιδεῖν, εἰς ἔλεγχον τοῦ τῶν δηλουμένων τρόπου. Ὁ μὲν οὖν ἡμέτερος Κλήμης ἐν ἕκτῳ Στρωματεῖ τὴν περὶ τούτου σύστασιν εἰς πλάτος ἀπηύθυνε· τούτου δέ μοι πρώτου λαβὼν ἀνάγνωθι τὰς τοιάσδε φωνάς.
forth. Just as, therefore, the preceding discourse showed that the opinion of many gods, and the mysteries and initiatory rites, and furthermore the histories and mythical narratives concerning the gods, and the allegorical physical interpretations of the myths, and the rest of superstitious error were taken by them from barbarians—when we detected the most ancient Greeks, having wandered over much land not without hardship, establishing their own theology out of a contribution gathered from the teachings among barbarians—so too it will before long be demonstrated that the matters concerning piety towards the one God over all, and those concerning the doctrines most sought after for the benefit of the soul, which indeed would prove most essential of philosophical discourses, they could have procured from nowhere else than from the Hebrews alone. Or if not this, and someone should say that they concurred through being stirred by natural conceptions, this too would tell in our favour, if we chose to emulate the things handed down not to the Hebrews alone from of old, from eternity, by men who were theologian-prophets, nay rather things also examined in the schools of philosophers by certain men—even if not by all, yet at least by those very ones whose renown is great throughout Greece. And these you would find to be countable in number (since they say that all noble things are difficult), yet honoured with the chief rank among the philosophers of the Greeks, so as through their great esteem to eclipse their peers by their glory. Nor ought one to wonder if we say that it was possible for the doctrines among the Hebrews also to have been rummaged out by them, seeing that they are proved not only to have despoiled the Egyptians and Chaldeans and the other barbarian nations of the remaining branches of learning, nay even down to the present they are caught robbing one another of their own ambition in writings. At any rate, each one of them, having filched his neighbours' expressions and thoughts alike, and whole compositions of discourses, plumed himself as upon his own labours. And do not suppose this statement to be mine; for you shall hear again those all-wise men themselves convicting one another of plagiarism in discourses. And now that we have once set out, it is necessary first of all to consider this very point, in proof of the character of the men indicated. Now our Clement in the sixth Stromateus directed the demonstration concerning this matter at length; take and read me first, then, such utterances of his as the following.
ΚΕΦΑΛΑΙΟΝ Βʹ.
Chapter II.
Κλήμεντος, περὶ τῆς τῶν Ἑλληνικῶν συγγραφέων κλοπῆς.
Of Clement, concerning the plagiarism of the Greek writers.
« Παραστήσαντες δὲ τὴν ἔμφασιν τῆς Ἑλληνικῆς ἐπινοίας, ἐκ τῆς διὰ τῶν Γραφῶν εἰς ἡμᾶς δεδομένης ἀληθείας περιαυγασθεῖσαν, καθ' ὃ
"Having set forth the reflection of Greek thought, illuminated out of the truth given unto us through the Scriptures, according to what
Notes, col. 768

On the reading

Printed ὥς, for ὡς.

PG 21:769Read from the page
σημαινόμενον διήκειν εἰς αὐτοὺς, τὴν κλοπὴν τῆς ἀληθείας ἐκδεχόμενοι, εἰ μὴ ἐπαχθὲς εἰπεῖν, ἀπεδείξαμεν· φέρε, μάρτυρας τῆς κλοπῆς αὐτοὺς καθ' αὑτῶν παραστήσωμεν τοὺς Ἕλληνας. Οἱ γὰρ τὰ οἰκεῖα οὕτως ἄντικρυς παρ' ἀλλήλων ὑφαιρούμενοι βεβαιοῦσι μὲν τὸ κλέπται εἶναι, σφετερίζεσθαι δὲ ὅμως καὶ ἄκοντες τὴν παρ' ἡμῶν ἀλήθειαν εἰς τοὺς ὁμοφύλους λάθρα διαδείκνυνται. Εἰ γὰρ μηδὲ ἑαυτῶν, σχολῇ γ' ἂν τῶν ἡμετέρων ἀφέξονται. Καὶ τὰ μὲν κατὰ φιλοσοφίαν σιωπήσομαι δόγματα, αὐτῶν ὁμολογούντων ἐγγράφως τῶν τὰς αἱρέσεις διανενεμημένων, ὡς μὴ ἀχάριστοι ἐλεγχθεῖεν, παρὰ Σωκράτους εἰληφέναι τὰ κυριώτατα τῶν δογμάτων. Ὀλίγοις δὲ τῶν καθωμιλημένων, καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκίμων ἀνδρῶν χρησάμενος μαρτυρίοις, τὸ κλεπτικὸν διελέγξας εἶδος αὐτῶν, ἀδιαφόροις τοῖς χρόνοις καταχρώμενος, ἐπὶ τὰ ἑξῆς τρέψομαι. » Ταῦθ' ὡς ἐν προοιμίοις φήσας, τοὺς ἐλέγχους ἑξῆς ἐπάγει, παντοίαις κεχρημένος ἀποδείξεσι, καὶ πρώτους γε τοὺς ποιητὰς τὰ παρὰ τῶν ὁμοίων κεκλοφέναι, διὰ παραθέσεως τῶν ἑκάστου φωνῶν εὐθύνει. Εἶθ' ἑξῆς ἐπιλέγει ταῦτα· « Ὡς μηδὲ ἄμοιρον τήν τε φιλοσοφίαν, τήν τε ἱστορίαν, ἀλλὰ μηδὲ τὴν ῥητορικὴν τοῦ ὁμοίου ἐλέγχου περιίδωμεν, καὶ τούτων ὀλίγα παραθέσθαι εὔλογον. » Εἶτ' ἀκολούθως Ὀρφέως, Ἡρακλείτου, Πλάτωνος, Πυθαγόρου, Ἡροδότου, Θεοπόμπου, Θουκυδίδου, Δημοσθένους, Αἰσχίνου, Λυσίου, Ἰσοκράτους, μυρίων ἄλλων παρατίθησιν, ὧν περιττὸν ἐμὲ καταλέγειν τὰς φωνὰς, προκειμένης τῆς τἀνδρὸς γραφῆς, ἐν ᾗ μετὰ τοὺς ἐλέγχους τῶν εἰρημένων ταῦτα πάλιν φησίν· « Αἱ μὲν οὖν ἰδέαι τῆς κατὰ διάνοιαν Ἑλληνικῆς κλοπῆς εἰς ὑπόδειγμα ἐναργὲς τῷ διορᾶν δυναμένῳ τοιαίδε οὖσαι, ἅλις ἔστωσαν. Ἤδη δὲ οὐ τὰς διανοίας μόνον καὶ τὰς λέξεις ὑφελόμενοι καὶ παραφράσαντες ἐφωράθησαν, ὡς δειχθήσονται, αὐτοτελῶς δὲ τὰ ἑτέρων ὑφελόμενοι, ὡς ἴδια ἐξήνεγκαν· καθάπερ Εὐγράμμων ὁ Κυρηναῖος ἐκ Μουσαίου το κερὶ Θεσπρωτῶν βιβλίον ὁλόκληρον. » Αὖθις δὲ τούτοις ἐπαγαγὼν πλείστας ἀποδείξεις τοῦ λόγου, πάλιν τελευτῶν προστίθησι τάδε· « Ἐπιλείψει με ὁ βίος, εἰ καθ' ἕκαστον ἐπεξιέναι πειρῴμην, τὴν Ἑλληνικὴν διελέγχων φίλαυτον κλοπὴν, καὶ ὡς σφετερίζονται τὴν εὕρεσιν τῶν παρ' αὐτοῖς καλλίστων δογμάτων, ἣν παρ' ἡμῶν εἰλήφασιν. Ἤδη δὲ οὐ μόνον ὑφαιρούμενοι τὰ δόγματα παρὰ τῶν βαρβάρων διελέγχονται, ἀλλὰ καὶ προσέτι ἀπομιμούμενοι τὰ παρ' ἡμῖν, ἄνωθεν ἐκ τῆς θείας δυνάμεως διὰ τῶν ἁγίως βεβιωκότων εἰς τὴν ἡμετέ-
sense we showed—if it be not invidious to say so, taking up the theft of the truth in turn—that it reached unto them; come, let us bring forward the Greeks themselves as witnesses against themselves of the theft. For those who thus openly filch from one another what belongs to their own people both confirm that they are thieves, and yet even unwillingly are secretly shown to appropriate the truth among us for their fellow-countrymen. For if they do not spare even their own people, scarcely indeed will they refrain from what is ours. And as to the doctrines in philosophy I shall keep silent, since the very men who have apportioned the sects among themselves confess in writing, lest they be convicted of ingratitude, that they have received the chief of their doctrines from Socrates. But having made use of a few testimonies of the commonly cited men of repute among the Greeks, and having exposed their thievish character, employing the periods without distinction, I shall turn to what follows." Having spoken thus by way of preface, he next adduces the proofs, using demonstrations of every kind, and first of all calls the poets to account for having stolen their materials from their fellows, by setting side by side the utterances of each. Then next he adds these words: "That we may not overlook philosophy and history, nor yet rhetoric either, leaving them without share in the like exposure, it is reasonable to set side by side a few instances from these also." Then accordingly he cites passages of Orpheus, Heraclitus, Plato, Pythagoras, Herodotus, Theopompus, Thucydides, Demosthenes, Aeschines, Lysias, Isocrates, and countless others, whose utterances it is superfluous for me to recount, since the man's treatise lies before us, in which, after the exposures of those mentioned, he again says these words: "Let the forms, then, of Greek plagiarism in thought, being such as to serve for a clear example to one able to discern, suffice. Nay, already they have been detected not only filching and paraphrasing thoughts and expressions, as they will be shown, rather they have filched the works of others outright and published them as their own; just as Eugrammon the Cyrenaean [took] from Musaeus the whole book Concerning the Thesprotians." And again, after bringing forward very many demonstrations of his argument in addition to these, in closing he once more adds the following: "Life will fail me, if I should try to go through each case in detail, exposing selfish Greek plagiarism, and how they appropriate to themselves the discovery of the finest doctrines among them, which they have taken from us. And already they are convicted not only of filching their doctrines from the barbarians, nay furthermore of imitating the things among us, from above out of the divine power through those who have lived holily unto our
Notes, col. 769

On the reading

Printed το, for τὸ.

Printed κερὶ, for περὶ.

PG 21:772Read from the page
ραν ἐπιστροφὴν παραδόξως ἐνεργούμενα, Ἑλληνικῇ μυθολογίᾳ τερατευόμενοι. Καὶ δὴ, πευσόμεθα γὰρ αὐτῶν, ἤτοι ἀληθῆ ταῦτά ἐστιν, ἃ ἱστοροῦσιν, ἢ ψευδῆ. Ψευδῆ μὲν οὐκ ἂν φήσαιεν· οὐ γὰρ ἂν καταψηφίσαιντο ἑαυτῶν ἑκόντες τὴν μεγίστην εὐήθειαν, τὸ ψευδῆ συγγράφειν· ἀληθῆ δ' εἶναι ἐξ ἀνάγκης ὁμολογήσαιεν. Καὶ πῶς ἔτι ἄπιστα αὐτοῖς καταφαίνεται τὰ διὰ Μωσέως, καὶ τῶν ἄλλων προφητῶν τεραστίως ἐπιδεδειγμένα; Πάντων γὰρ ἀνθρώπων ὁ παντοκράτωρ κηδόμενος Θεὸς, τοὺς μὲν ἐντολαῖς, τοὺς δ' ἀπειλαῖς, ἔστι δ' οὓς σημείοις τεραστίοις, ἐνίους δὲ ἠπίοις ἐπαγγελίαις ἐπιστρέφει πρὸς σωτηρίαν. Πλὴν ἀλλ' οἱ Ἕλληνες, αὐχμοῦ ποτε τὴν Ἑλλάδα πολυχρονίως φθείροντος, καὶ ἐπεχούσης ἀγονίας καρπῶν, οἱ κάταλειφθέντες, φασὶ, διὰ λιμὸν ἱκέται παραγενόμενοι εἰς Δελφοὺς, ἤροντο τὴν Πυθίαν, πῶς ἂν ἀπαλλαγεῖεν τοῦ δεινοῦ. Μίαν δ' αὐτοῖς ἔχρησεν ἀπαλλαγὴν τῆς συμφορᾶς, ει χρήσαιντο τῇ Αἰακοῦ εὐχῇ. Πεισθεὶς οὖν αὐτοῖς Αἰακὸς, ἀνελθὼν ἐπὶ τὸ ὄρος τὸ Ἑλληνικὸν, τὰς καθαρὰς χεῖρας ἐκτείνας εἰς οὐρανὸν, κοινὸν ἐπικαλέσας πατέρα τὸν Θεὸν, ηὔξατο οἰκτεῖραι αὐτὸν τετρυχωμένην τὴν Ἑλλάδα. Ἅμα δὲ εὐχομένου, βροντὴ ἐξαίσιος ὑπεκτύπει, καὶ πᾶς ὁ πέριξ ἀὴρ ἐνεφοῦτο· λάβροι δὲ καὶ συνεχεῖς ὄμβροι, καταρῥαγέντες, ὅλην ἐπλήρωσαν τὴν χώραν. Ἐντεῦθεν ἄφθονος καὶ πλουσία τελεσφορεῖται εὐκαρπία ταῖς Αἰακοῦ γεωργηθεῖσα εὐχαῖς. « Καὶ ἐπεκαλέσατο, » φησὶ, « Σαμουὴλ τὸν Κύριον, καὶ ἔδωκε Κύριος φωνὰς, καὶ ὑετὸν ἐν ἡμέρᾳ θερισμοῦ. » Ὁρᾷς, ὅτι ὁ « βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους διὰ τῶν ὑποτεταγμένων δυνάμεων; » Καὶ τὰ ἑξῆς. Τούτοις μυρία συνάψας ὁ Κλήμης, κλέπτας γεγονέναι τοὺς Ἕλληνας ἀναμφιλέκτοις ἐλέγχοις κατεφώρασεν. Εἰ δέ σοι μὴ πιστὸς οὗτος, ἅτε τῆς Ἑλληνικῆς καὶ αὐτὸς τὴν βάρβαρον ὁμοίως ἡμῖν προτετιμηκὼς φιλοσοφίαν· καὶ δὴ ἐάσθω, καίπερ οὐκ οἰκείαις φωναῖς, ταῖς δ' αὐτῶν Ἑλλήνων ἀπευθύνας τὸν λόγον. Τί δ' ἂν εἴποις, ει τὰ ὅμοια καὶ παρ' αὐτῶν μάθοις τῶν γενναίων σου φιλοσόφων; Δέχου δῆτα καὶ τούτων τὰς μαρτυρίας.
conversion worked paradoxically, turning them into marvels by Greek mythology. And indeed, we shall inquire of them whether these things which they relate are true or false. False they would not say; for they would not willingly pass sentence of the greatest folly against themselves, namely that of writing falsehoods; rather, they would of necessity confess that they are true. And how then do the things wondrously displayed through Moses and the other prophets still appear incredible to them? For almighty God, caring for all men, turns some towards salvation by commandments, others by threats, some again by wondrous signs, and certain ones by gentle promises. Yet the Greeks, when a drought was once destroying Greece for a long time and a barrenness of crops prevailed, say that those who were left behind came because of famine as suppliants to Delphi, and asked the Pythia how they might be delivered from the calamity. And she gave them an oracle of one deliverance from the misfortune, if they should make use of the prayer of Aeacus. Aeacus therefore, persuaded by them, went up onto the Hellenic mountain, stretched out his pure hands to heaven, called upon God the common Father, and prayed that He would take pity on exhausted Greece. And even as he was praying, extraordinary thunder rumbled beneath, and all the surrounding air grew clouded; and violent and continuous rains, bursting forth, filled the whole land. Thence an abundant and rich fruitfulness is brought to perfection, cultivated by the prayers of Aeacus. "And Samuel called upon the Lord," it says, "and the Lord gave voices and rain in the day of harvest." Do you see that He is the One "raining upon just and unjust through the subordinate powers?" And what follows. Joining countless things to these, Clement detected by indisputable proofs that the Greeks were thieves. But if this man is not trustworthy to you, inasmuch as he too, like us, preferred the barbarian philosophy to the Greek, let him indeed be set aside, even though he directed his argument not by his own utterances, but by those of the Greeks themselves. Yet what would you say, if you should learn the like things also from your own noble philosophers themselves? Receive then their testimonies as well.
ΚΕΦΑΛΑΙΟΝ Γʹ.
Chapter III.
Πορφυρίου, περὶ τοῦ κλέπτας εἶναι τοὺς Ἕλληνας, ἀπὸ τοῦ αʹ τῆς Φιλολογίας ἀκροάσεως.
Of Porphyry, on the Greeks being thieves, from the first book of the Lecture of Philology.
« Τὰ Πλατώνεια ἑστιῶν ἡμᾶς Λογγῖνος Ἀθήνῃσι, κέκληκεν ἄλλους τε πολλοὺς, καὶ Νικαγόραν τὸν σοφιστὴν, καὶ Μαιόραν, Ἀπολλώνιόν τε τὸν γραμματικὸν, καὶ Δημήτριον τὸν γεωμέτρην, Προσήνην τε τὸν Περιπατητικὸν, καὶ τὸν Στωϊκὸν Καλιέτην. Μεθ' ὧν ἕβδομος αὐτὸς κατακλιθεὶς, τοῦ δείπνου προκόπτοντος, καί τινος ζητήσεως περὶ Ἐφόρου ἐν τοῖς ἄλλοις γενομένης, Ἀκούσωμεν, ἔφη, τίς ὁ περὶ Ἐφέρου θόρυβος. Ἦσαν δ' οἱ ζητοῦντες Καΰστριός τε καὶ
"When Longinus was entertaining us at the Platoneia at Athens, he invited both many others and Nicagoras the sophist, and Maeoras, and Apollonius the grammarian, and Demetrius the geometer, and Prosenes the Peripatetic, and the Stoic Calietes. Reclining himself as seventh with these, as the dinner progressed, and a certain inquiry concerning Ephorus arose among the others, Let us hear, he said, what the uproar concerning Ephorus is. And those conducting the inquiry were Caystrius and
Notes, col. 772

On the reading

Printed κάταλειφθέντες, for καταλειφθέντες.

Printed ει, for εἰ.

Printed ει, for εἰ.

Printed Ἐφέρου, for Ἐφόρου.

PG 21:773Read from the page
Μάξιμος· ὁ μὲν γὰρ αὐτὸν καὶ Θεοπόμπου προὐτίθει· ὁ δὲ Καΰστριος κλέπτην ἀπεκάλει. Καὶ τί γὰρ Ἐφόρου ἴδιον, ἔφη, ἐκ τῶν Δαϊμάχου, καὶ Καλλισθένους, καὶ Ἀναξιμένους αὐταῖς λέξεσιν, ἔστιν ὅτε, τρισχιλίους ὅλους μετατιθέντος στίχους; Πρὸς ὃν ὁ γραμματικὸς Ἀπολλώνιος ἔφη· Οὐ γὰρ ἔγνως, ὅτι καὶ τὸν Θεόπομπον, ὃν σὺ προτιμᾷς, κατείληφε τουτὶ τὸ πάθος, ἐν μὲν τῇ ἑνδεκάτῃ τῶν περὶ Φιλίππου, ἐκ τοῦ Ἰσοκράτους Ἀρεοπαγητικοῦ μεταγράψαντα αὐτοῖς ὀνόμασιν ἐκεῖνα, ὅτι τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν αὐτὸ καθ' αὑτὸ παραγίνεται τοῖς ἀνθρώποις, καὶ τὰ ἑξῆς. Καίτοι ὑπερφρονεῖ τὸν Ἰσοκράτην, καὶ νενικῆσθαι ὑφ' ἑαυτοῦ λέγει, κατὰ τὸν ἐπὶ Μαυσωλῷ ἀγῶνα, τὸν διδάσκαλον. Πραγμάτων δ' ὑφαίρεσιν πεποίηται, μεταθεὶς τὰ ἐπ' ἄλλων ἄλλοις, ἵνα καὶ ψεύστης ἁλῷ τοῦτον τὸν τρόπον. Ἄνδρωνος γὰρ ἐν τῷ Τρίποδι περὶ Πυθαγόρου τοῦ φιλοσόφου τὰ περὶ τὰς προῤῥήσεις ἱστορηκότος, εἰπόντος τε, ὡς διψήσας ποτὲ ἐν Μεταποντίῳ, καὶ ἔκ τινος φρέατος ἀνιμήσας, καὶ πιὼν, προεῖπεν, ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμός. Καὶ ἕτερά τινα τούτοις ἐπαγαγὼν, ἐπιλέγει· Ταῦτ' οὖν τοῦ Ἄνδρωνος περὶ Πυθαγόρου ἱστορηκότος, πάντα ὑφείλετο Θεόπομπος· εἰ μὲν περὶ Πυθαγόρου λέγων, τάχα ἂν καὶ ἕτεροι ἠπίσταντο περὶ αὐτοῦ, καὶ ἔλεγον· Ταῦτα καὶ αὐτὸς ἂν εἶπον· νῦν δὲ τὴν κλοπὴν δήλην πεποίηκεν ἡ τοῦ ὀνόματος μετάθεσις. Τοῖς μὲν γὰρ πράγμασι κέχρηται τοῖς αὐτοῖς, ἕτερον δ' ὄνομα μετενήνοχε. Φερεκύδην γὰρ τὸν Σύριον πεποίηκε ταῦτα προλέγοντα. Οὐ μόνον δὲ τούτῳ τῷ ὀνόματι ἀποκρύπτει τὴν κλοπὴν, ἀλλὰ καὶ τόπων μεταθέσει· τό τε γὰρ περὶ τῆς προῤῥήσεως τοῦ σεισμοῦ ἐν Μεταποντίῳ ὑπ' Ἄνδρωνος ῥηθὲν, ἐν Συρίᾳ εἰρῆσθαί φησιν ὁ Θεόπομπος· τό τε περὶ τὸ πλοῖον οὐκ ἀπὸ Μεγάρων τῆς Σικελίας, ἀπὸ δὲ Σάμου φησὶ θεωρηθῆναι· καὶ τὴν Συβάρεως ἅπλωσιν ἐπὶ τὴν Μεσσήνης μετέθεικεν. Ἵνα δέ τι δοκῇ λέγειν περιττὸν, καὶ τοῦ ξένου προτέθεικε τοὔνομα, Περίλαον αὐτὸν καλεῖσθαι λέγων. Κἀγὼ, φησὶν ὁ Νικαγόρας, τοῖς Ἑλληνικοῖς ἐντυγχάνων αὐτοῦ τε καὶ τοῦ Ξενοφῶντος, πολλὰ τοῦ Ξενοφῶντος αὐτὸν μετατιθέντα κατείληφα, καὶ τὸ δεινὸν, ὅτι ἐπὶ τὸ χεῖρον. Τὰ γοῦν περὶ τῆς Φαρναβάζου πρὸς Ἀγησίλαον συνόδου, δι' Ἀπολλοφάνους τοῦ Κυζικηνοῦ, καὶ τὰς ἀμφοῖν πρὸς ἀλλήλους ἐνσπόνδους διαλέξεις, ἃς ἐν τῇ τετάρτῃ Ξενοφῶν ἀνέγραψε πάνυ χαριέντως καὶ πρεπόντως ἀμφοῖν, εἰς τὴν ἑνδεκάτην τῶν Ἑλληνικῶν μεταθεὶς ὁ Θεόπομπος, ἀργά τε καὶ ἀκίνητα πεποίηκε καὶ ἄπρακτα. Λόγου γὰρ δύναμιν, καὶ διὰ τὴν κλοπὴν ἐξεργασίαν ἐμβάλλειν, καὶ ἐπιδείκνυσθαι σπουδάζων βραδὺς καὶ μέλλων, καὶ ἀναβαλλομένῳ ἐοικὼς φαίνεται, καὶ τὸ ἔμψυχον καὶ ἐνεργὸν τὸ Ξενοφῶντος διαφθείρων.
Maximus; for the one set him even before Theopompus, while Caystrius called him a thief. For what, he said, belongs properly to Ephorus, who transfers from the works of Daimachus, and Callisthenes, and Anaximenes in the very same words, at times, three thousand whole lines? To whom the grammarian Apollonius said: Did you not know, then, that this very malady has overtaken Theopompus too, whom you prefer, since in the eleventh book of his On Philip he transcribed word for word from the Areopagiticus of Isocrates those sayings, that nothing of good things and of bad comes to men of itself by itself, and what follows? And yet he looks down upon Isocrates, and says that his teacher was defeated by himself at the contest held in honour of Mausolus. And he has committed a filching of facts, transferring the things said of some men to others, so that in this way he may also be caught as a liar. For when Andron in the Tripod had related concerning Pythagoras the philosopher the matters concerning his predictions, and had said that once having grown thirsty at Metapontium, and having drawn up water from a certain well and drunk it, he foretold that on the third day there would be an earthquake. And after adducing certain other things besides these, he adds: Now when Andron had related these things concerning Pythagoras, Theopompus filched them all; if he had spoken of Pythagoras, perhaps others too would have known about him and would have said: These things I myself too would have said; as it is, the transposition of the name has made the theft manifest. For he has used the very same facts, but has transferred a different name: for he has made Pherecydes the Syrian foretell these things. And not only by this name does he conceal the theft, but also by a transposition of places; for what was spoken by Andron concerning the prediction of the earthquake at Metapontium, Theopompus says was spoken in Syria; and the matter concerning the ship he says was observed not from Megara in Sicily, but from Samos; and the spreading out of Sybaris he has transferred to that of Messene. And so that he may seem to say something extra, he has also prefixed the name of the host, saying that he was called Perilaus. And I too, says Nicagoras, in lighting upon both his Hellenica and that of Xenophon, have caught him transferring many things of Xenophon's, and the terrible thing is that he did so for the worse. At any rate, the matters concerning the meeting of Pharnabazus with Agesilaus through Apollophanes of Cyzicus, and the colloquies of both with one another under truce, which Xenophon in his fourth book recorded very gracefully and fittingly for both, Theopompus transferred into the eleventh book of his Hellenica, and has made them idle and motionless and ineffective. For in his eagerness to cast in force of speech, and elaboration on account of the theft, and to make a display, he appears slow and hesitant and like one procrastinating, and spoiling what is animate and vigorous in Xenophon.
PG 21:776Read from the page
Ταῦτ' εἰπόντος τοῦ Νικαγόρου, ὁ Ἀπολλώνιος, Καὶ τί θαυμάζομεν, ἔφη, εἰ Θεοπόμπου καὶ Ἐφόρου τὸ τῆς κλοπῆς πάθος ἥψατο, ἀργοτέρων ὄντως ἀνδρῶν; Ὅπου γε καὶ Μένανδρος τὸ τῆς ἀῤῥωστίας ταύτης ἐπλήσθη, ὃν ἠρέμα μὲν ἤλεγξε, διὰ τὸ ἄγαν αὐτὸν φιλεῖν, Ἀριστοφάνης ὁ γραμματικὸς, ἐν ταῖς παραλλήλοις αὐτοῦ τε καὶ ἀφ' ὧν ἔκλεψεν ἐκλογαῖς· Λατῖνος δὲ ἓξ βιβλίοις, ἃ ἐπέγραψε Περὶ τῶν οὐκ ἰδίων Μενάνδρου, τὸ πλῆθος αὐτοῦ τῶν κλοπῶν ἐξέφηνε· καθάπερ ὁ Ἀλεξανδρεὺς Φιλόστρατος Περὶ τῆς τοῦ Σοφοκλέους κλοπῆς πραγματείαν κατεβάλετο. Κηκίλιος δὲ, ὥς τι μέγα πεφωρακὼς, ὅλον δρᾶμα ἐξ ἀρχῆς εἰς τέλος Ἀντιφάνους, τὸν Οἰωνιστὴν, μεταγράψαι φησὶ τὸν Μένανδρον εἰς τὸν Δεισιδαίμονα. Ἐπεὶ δὲ τοὺς κλέπτας ἔδοξεν, οὐκ οἶδ' ὅπως ὑμῖν, φησὶν, εἰς τὸ μέσον ἀγαγεῖν, μηνύω καὐτὸς Ὑπερίδην τὸν καλὸν, πολλὰ παρὰ Δημοσθένους κεκλοφότα, ἔν τε τῷ πρὸς Διώνδαν λόγῳ, κἀν τῷ περὶ τῶν Εὐβούλου δωρεῶν. Καὶ ὅτι μὲν ὁ ἕτερος παρὰ τοῦ ἑτέρου μετέθηκε, πρόδηλον· συγχρονούντων δ' αὐτῶν, ἡμῶν μὲν ἂν εἴη ἔργον, φησὶν, ὦ Ἀπολλώνιε, ἐκ τῶν χρόνων ἀνιχνεῦσαι τὸν κλέπτην. Ἐγὼ δὲ ὑποπτεύω μὲν τὸν ὑφηρημένον εἶναι τὸν Ὑπερίδην· ἀδήλου δὲ ὄντος ὁπότερος, ἄγαμαι μὲν Δημοσθένην, εἰ λαβὼν παρὰ Ὑπερίδου, πρὸς δέον διώρθωσε· μέμφομαι δὲ τὸν Ὑπερίδην, εἰ, λαβὼν παρὰ Δημοσθένους, πρὸς τὸ χεῖρον διέστρεψε. Καὶ μετὰ βραχέα φησί· Καὶ τί ὑμῖν λέγω, ὡς τὰ Βαρβαρικὰ νόμιμα Ἑλλανίκου ἐκ τῶν Ἡροδότου καὶ Δαμάσου συνῆκται; ἢ ὡς Ἡρόδοτος ἐν τῇ δευτέρᾳ πολλὰ Ἑκαταίου τοῦ Μιλησίου κατὰ λέξιν μετήνεγκεν ἐκ τῆς Περιηγήσεως, βραχέα παραποιήσας, τὰ τοῦ φοίνικος ὀρνέου, καὶ περὶ τοῦ ποταμίου ἵππου, καὶ τῆς θήρας τῶν κροκοδείλων; ἢ ὡς τὰ περὶ βασάνων εἰρημένα παρ' Ἰσαίῳ ἐν τῷ Περὶ του Κύλωνος κλήρου, καὶ παρὰ Ἰσοκράτει ἐν τῷ Τραπεζιτικῷ κεῖται, καὶ παρὰ Δημοσθένει ἐν τῷ Κατὰ Ὀνήτορος ἐξούλης, σχεδὸν διὰ τῶν αὐτῶν εἴρηται; ἢ ὡς Δείναρχος ἐν τῷ πρώτῳ Κατὰ Κλεομέδοντος αἰκίας πολλὰ μετενήνοχεν αὐτοῖς ὀνόμασιν, ἐκ τοῦ Δημοσθένους Μετὰ Κόνωνος αἰκίας; ἢ ὡς Ἡσιόδου·
When Nicagoras had said these things, Apollonius said: And why do we wonder if the malady of theft touched Theopompus and Ephorus, who were truly rather sluggish men? Seeing that even Menander was filled with the matter of this infirmity, whom Aristophanes the grammarian gently reproved, because he loved him exceedingly, in his parallel selections of him and of those from whom he stole; while Latinus in six books, which he entitled On the Things Not Menander's Own, brought to light the multitude of his thefts; just as Philostratus of Alexandria composed a treatise On the Theft of Sophocles. And Caecilius, as though having detected something great, says that Menander transcribed an entire play of Antiphanes from beginning to end, the Augur, into his Superstitious Man. And since it has seemed good to you, I know not how, says he, to bring the thieves into the open, I myself also denounce the fine Hyperides as having stolen many things from Demosthenes, both in the speech Against Diondas and in that On the Gifts of Eubulus. Now that the one transferred from the other is evident; and since they were contemporaries, it would be our task, says he, O Apollonius, to track down the thief from the chronology. For my part, I suspect that the one who filched is Hyperides; yet while it is uncertain which of the two it was, I admire Demosthenes if, having taken from Hyperides, he corrected it as was fitting; whereas I blame Hyperides if, having taken from Demosthenes, he perverted it for the worse. And after a little he says: And why do I tell you how the Barbarian Customs of Hellanicus has been compiled out of the works of Herodotus and Damasus? Or how Herodotus in his second book transferred word for word many things of Hecataeus of Miletus out of the Circuit of the Earth, slightly altering them: the matters of the phoenix bird, and concerning the river-horse, and the hunting of crocodiles? Or how the things spoken concerning examinations under torture in Isaeus in his On the Estate of Cylon both stand in Isocrates in the Trapeziticus and are spoken in almost the same words in Demosthenes in the speech Against Onetor for Ejectment? Or how Dinarchus in the first speech Against Cleomedon for Battery has transferred many things in the very same words from Demosthenes' With Conon for Battery? Or how Hesiod's:
Οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληΐζετ' ἄμεινον Τῆς ἀγαθῆς· τῆς δ' αὖτε κακῆς οὐ ῥίγιον ἄλλο·
For a man wins nothing as spoil better than a wife who is good; and again, than a bad one nothing else is more chilling;
Notes, col. 776

On the reading

Printed του, for τοῦ.

Printed Μετὰ, for Κατὰ.