Migne Reading Room

PG 21 · cols. 789–800 · Read from the page

Preparation for the Gospel, Book X

Preparation for the Gospel, Book X

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:789Read from the page
ὅ ἐστιν ὅμως· ἔπειτα λὰβδ, ὅ ἐστι μάθε· τὸ ὅλον, Ὅμως μάθε. Μετὰ ταῦτα τρισκαιδέκατον στοιχεῖόν ἐστι τὸ μὴμ, ὅ ἐστιν ἐξ αὐτῶν· ἔπειτα νοῦν, ὅ ἐστιν αἰωνία· εἶτα σὰμχ, ὃ ἑρμηνεύεται βοήθεια· ἵν' ᾖ τὸ λεγόμενον· Ἐξ αὐτῶν αἰωνία βοήθεια. Ἐπὶ τούτοις τὸ ἄϊν, ὃ μεταληφθὲν σημαίνει πηγὴν, ἢ ὀφθαλμόν· ἔπειτα τὸ φῆ, στόμα· εἶθ' ἑξῆς, τὸ σάδη, ὃ δικαιοσύνην· ὧν ἡ διάνοιά ἐστι· Πηγὴ, ἢ καὶ ὀφθαλμὸς, καὶ στόμα δικαιοσύνης. Μετὰ ταῦτα στοιχεῖόν ἐστι κὼφ, ὃ ἑρμηνεύεται κλῆσις· ἔπειτα ῥὴς, ὅ ἐστι κεφαλή· καὶ μετὰ ταῦτα σὲν, ὅπερ ἐστὶν ὀδόντες· ἐπὶ πᾶσι τὸ κβʹ στοιχεῖον καλεῖται παρ' αὐτοῖς θαῦ, ὃ δηλοῖ σημεῖα· ἔχοι δ' ἂν ἡ διάνοια· Κλῆσις κεφαλῆς καὶ ὀδόντων σημεῖα. Καὶ παρὰ μὲν Ἑβραίοις τοιάδε τίς ἐστιν ἡ τῶν στοιχείων μετάφρασις καὶ ἑρμηνεία, λόγου διάνοιαν ἀπαρτίζουσα, τῇ τῶν στοιχείων μαθήσει τε καὶ ἐπαγγελίᾳ προσήκουσαν· τὸ ὅμοιον δ' οὐκ ἂν εὕροις παρ' Ἕλλησιν, ὅθεν, ὡς ἔφην, ὁμολογεῖν ἀνάγκη μὴ ὄντα οἰκεῖα Ἑλλήνων, παραπεποιημένα δὲ ἄντικρυς ἀπὸ τῆς βαρβάρου φωνῆς, καὶ ἐξ αὐτῆς δὲ ἐλέγχεται τῆς καθ' ἕκαστον στοιχεῖον ἐπωνυμίας. Τί γὰρ τοῦ ἄλφ τὸ ἄλφα διενήνοχεν; ἢ τοῦ βῂθ τὸ βῆτα, ἢ τοῦ γάμμα τὸ γίμελ, ἢ τοῦ δὲλθ τὸ δέλτα, ἢ τοῦ η τὸ ε, ἢ τοῦ ζαῖ τὸ ζῆτα, ἢ τοῦ τὴθ τὸ θῆτα, καὶ ὅσα τούτοις παραπλήσια; ὥστε ἀναμφίλεκτον εἶναι τὸ μὴ Ἑλλήνων οἰκείας εἶναι τὰς τοιαύτας φωνάς· Ἑβραίων ἄρα, παρ' οἷς καὶ σημαῖνόν τι ἕκαστον αὐτῶν ἀποδείκνυται. Παρὰ δὲ τούτοις πρώτοις ἀρξάμενα, προῆλθεν εἴς τε ἄλλους καὶ δὴ καὶ εἰς Ἕλληνας. Ταῦτα μὲν οὖν μοι περὶ τῶν πρώτων στοιχείων εἰρήσθω. Τῆς δ' αὐτῆς ἡμῖν ὑποθέσεως ἐφαψάμενος καὶ ὁ Κλήμης, ἐπάκουσον ἅ φησιν.
which is nevertheless; next labd, which is learn; the whole, Nevertheless learn. After these the thirteenth letter is mem, which is from them; next noun, which is eternal; then samch, which is interpreted help; so that what is said may be: From them eternal help. Upon these is ain, which when transferred signifies fountain, or eye; next phe, mouth; then next in order, sade, which [signifies] righteousness; of which the meaning is: Fountain, or else eye, and mouth of righteousness. After these is the letter koph, which is interpreted calling; next res, which is head; and after these sen, which is teeth; last of all the twenty-second letter is called among them thau, which denotes signs; and the meaning would run: Calling of the head and signs of the teeth. And among the Hebrews such is the translation and interpretation of the letters, making up a connected sense of speech befitting the learning and promise of the letters; whereas you could not find the like among the Greeks, whence, as I said, one must needs confess that they are not proper to the Greeks, but directly altered from the barbarian tongue, and this is proved from the very naming of each single letter. For how has alpha differed from alph? or beta from beth, or gimel from gamma, or delta from delth, or e from he, or zeta from zai, or theta from teth, and as many as are like these? so that it is beyond dispute that such vocal names are not proper to the Greeks; they belong to the Hebrews, therefore, among whom each of them is also shown to signify something. Having begun first among these, they passed on both to others and indeed to the Greeks as well. Let thus much, then, have been said by me concerning the first letters. And since Clement also has touched upon the same subject as we have, listen to what he says.
ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.
Chapter VI.
Περὶ τοῦ αὐτοῦ, ἀπὸ τῶν Κλήμεντος.
Concerning the same, from the works of Clement.
« Ἰατρικὴν δὲ Ἄπιν Αἰγύπτιον, μετὰ δὲ ταῦτα Ἀσκληπιὸν αὐξῆσαι τὴν τέχνην ἱστοροῦσιν. Ἄτλας δὲ ὁ Λίβυς πρῶτος ναῦν ἐναυπηγήσατο, καὶ τὴν θάλασσαν ἔπλευσε. Καὶ ἀστρολογίαν δὲ πρῶτοι εἰς ἀνθρώπους ἐξήνεγκαν Αἰγύπτιοι, ὁμοίως δὲ καὶ Χαλδαῖοι. Εἰσὶ δὲ οἳ Κᾶρας τὴν δι' ἀστέρων πρόγνωσιν ἐπινενοηκέναι λέγουσι. Πτήσεις δὲ ὀρνίθων παρεφύλαξαν πρῶτοι Φρύγες. Καὶ θυτικὴν ἠκρίβωσαν Τοῦσκοι, Ἰταλίας γείτονες. Ἴσαυροι δὲ καὶ Ἄραβες ἐξεπόνησαν τὴν οἰωνιστικὴν, ὥσπερ ἀμέλει Τελμισσεῖς τὴν δι' ὀνείρων μαντικήν. Τυῤῥηναῖοι δὲ σάλπιγγα ἐπενόησαν, καὶ Φρύγες αὐλόν· Φρύγες γὰρ ἤστην Ὄλυμπός τε καὶ Μαρσύας. Λύχνους τε αὖ καίειν πρῶτοι κατέδειξαν Αἰγύπτιοι, καὶ τὸν
“Medicine Apis an Egyptian [devised], and after these things Asclepius enlarged the art, they record. And Atlas the Libyan first built a ship, and sailed the sea. And astrology too the Egyptians first brought forth unto men, and likewise the Chaldaeans also. And there are those who say that the Carians devised foreknowledge through the stars. And the flights of birds the Phrygians first observed closely. And the Tuscans, neighbours of Italy, perfected sacrificial divination. And the Isaurians and Arabs worked out augury, just as doubtless the Telmissians did divination through dreams. And the Tyrrhenians devised the trumpet, and the Phrygians the flute; for Olympus and Marsyas were both Phrygians. And the Egyptians again first taught how to burn lamps, and the
PG 21:792Read from the page
ἐνιαυτὸν εἰς ιβʹ μῆνας διεῖλον, καὶ ἐν ἱεροῖς γυναιξὶ μίγνυσθαι ἐκώλυσαν, μηδὲ εἰς ἱερὰ εἰσιέναι ἀπὸ γυναικῶν ἀλούτους ἐνομοθέτησαν. Γεωμετρίας τε αὖ εὑρεταὶ οἱ αὐτοὶ γεγόνασι. Τέλμις τε καὶ Δαμναμενεὺς οἱ τῶν Ἰουδαίων Δάκτυλοι πρῶτοι ἐν Κύπρῳ σίδηρον εὗρον. Δέλας δὲ ἄλλος Ἰουδαῖος εὗρε χαλκοῦ κρᾶσιν, ὡς δὲ Ἡσίοδος, Σκύθης. Ναὶ μὴν Θρᾷκες πρῶτοι τὴν καλουμένην ἅρπην εὗρον· ἔστι δὲ μάχαιρα καμπύλη· καὶ πρῶτοι πέλταις ἐπὶ τῶν ἵππων ἐχρήσαντο. Ὁμοίως δὲ καὶ Ἰλλυριοὶ τὴν καλουμένην πέλτην εὗρον. Ἔτι φασὶ, τοὺς καλοὺς τὴν πλαστικὴν ἐπινοῆσαι· Ἰτανόν τε, Σαυνίτης οὗτος ἦν, πρῶτον θυρεὸν κατασκευάσαι. Κάδμος γὰρ ὁ Φοίνιξ λιθοτομίαν ἐξεῦρε, καὶ μέταλλα χρυσοῦ τὰ περὶ τὸ Πάγγαιον ὄρος ἐπενόησεν. Ἤδη δὲ καὶ ἄλλο ἔθνος Καππαδόκαι πρῶτοι εὗρον τὴν νάβλαν καλουμένην, ὃν τρόπον καὶ τὸ δίχορδον Ἀσσύριοι. Καρχηδόνιοι γὰρ πρῶτοι τετρήρη κατεσκεύασαν· ἐναυπήγησε δ' αὐτὴν Βόσπορος αὐτόχθων. Μήδειά τε, ἡ Αἰήτου, ἡ Κολχὶς, πρώτη τριχῶν ἐπενόησε βαφήν. Ἀλλὰ καὶ Νώροπες (ἔθνος δ' ἐστὶ Παιονικὸν, νῦν δὲ Νωρικοὶ καλοῦνται,) κατειργάσαντο χαλκὸν, καὶ σίδηρον ἐκάθηραν πρῶτοι. Ἄμυκός τε ὁ Βεβρύκων βασιλεὺς ἱμάντας πυκτικοὺς εὗρε. Περί τε μουσικὴν Ὄλυμπος ὁ Μυσὸς τὴν Λύδιον ἁρμονίαν ἐφιλοτέχνησεν· οἵ τε Τρωγλοδύται καλούμενοι σαμβύκην εὗρον, ὄργανον μουσικόν. Φασὶ δὲ καὶ τὴν πλαγίαν σύριγγα Σάτυρον εὑρεῖν τὸν Φρύγα· τρίχορδον δὲ ὁμοίως, καὶ την διάτονον ἁρμονίαν Ἄγνην τὸν καὶ αὐτὸν Φρύγα· κρούματα δὲ Ὄλυμπον ὁμοίως τὸν Φρύγα· καὶ τὴν μιξοφρύγιον καὶ μιξολύδιον, Μαρσύαν, τῆς αὐτῆς ὄντα τοῖς προειρημένοις χώρας· καὶ τὴν Δώριον Θάμυριν ἐπινοῆσαι τὸν Θρᾷκα. Πέρσας τε πρώτους ἀκηκόαμεν ἀπήνην καὶ κλίνην, καὶ ὑποπόδιον ἐργάσασθαι, τούς τε Σιδωνίους τρίκωπον ναῦν κατασκευάσαι. Σικελοί τε οἱ πρὸς τῇ Ἰταλίᾳ πρῶτοι φόρμιγγα εὗρον, οὐ πολὺ τῆς κιθάρας λειπομένην, καὶ κρόταλα ἐπενόησαν. Ἐπί τε Σεμιράμεως βασιλίδος Ἀσσυρίων τὰ βύσσινα ἱμάτια
year they divided into twelve months, and forbade intercourse with women in temples, and enacted that none should enter temples from women unwashed. Of geometry too, again, the same men became the discoverers. And Telmis and Damnameneus, the Dactyls of the Jews, first discovered iron in Cyprus. And Delas, another Jew, discovered the tempering of bronze, or as Hesiod says, a Scythian. Yea, moreover, the Thracians first invented what is called the harpe—it is a curved sword—and first used light shields on horseback. And likewise the Illyrians also invented what is called the pelte. Furthermore they say that the noble ones devised the art of modelling; and that Itanus—he was a Samnite—first fashioned an oblong shield. For Cadmus the Phoenician found out stone-quarrying, and discovered the gold mines around Mount Pangaeum. And already another nation also, the Cappadocians, first invented the instrument called the nabla, in the same way as the Assyrians too the two-stringed instrument. For the Carthaginians first fitted out a quadrireme; and Bosporus, a native, built it. And Medea, daughter of Aeetes, the Colchian woman, first devised the dyeing of hair. Moreover the Noropes (this is a Paeonian nation, and now they are called Norici) first worked bronze and refined iron. And Amycus king of the Bebryces invented boxing-thongs. And in music Olympus the Mysian skilfully wrought out the Lydian harmony; and those called Troglodytes invented the sambuca, a musical instrument. And they say that Satyrus the Phrygian also invented the transverse pipe; and likewise the three-stringed instrument and the diatonic harmony, Agnes, himself also a Phrygian; and instrumental melodies, Olympus the Phrygian likewise; and the Mixophrygian and Mixolydian, Marsyas, being of the same country as those aforementioned; and that Thamyris the Thracian devised the Dorian. And we have heard that the Persians first made the four-wheeled carriage, and the couch, and the footstool, and that the Sidonians constructed a three-oared ship. And the Sicels near Italy first invented the phorminx, not falling far short of the cithara, and devised castanets. And in the time of Semiramis queen of the Assyrians fine linen garments
Notes, col. 792

On the reading

Printed την, for τὴν.

PG 21:793Read from the page
εὑρῆσθαι ἱστοροῦσι. Καὶ πρώτην ἐπιστολὰς συντάξαι Ἄτοσσαν, τὴν Περσῶν βασιλεύσασαν, φησὶν Ἑλλάνικος. Σκάμμων μὲν οὖν ὁ Μιτυληναῖος, καὶ Θεόφραστος ὁ Ἐφέσιος, Κύδιππός τε ὁ Μαντινεὺς, ἔτι τε Ἀντιφάνης καὶ Ἀριστόδημος, καὶ Ἀριστοτέλης, πρὸς τούτοις δὲ Φιλοστέφανος, ἀλλὰ καὶ Στράτων ὁ Περιπατητικὸς, ἐν τοῖς Περὶ εὑρημάτων ταῦτα ἱστόρησαν. Παρεθέμην δὲ αὐτῶν ὀλίγα εἰς σύστασιν τῆς παρὰ βαρβάροις εὑρετικῆς καὶ βιωφελοῦς φύσεως, παρ' ὧν Ἕλληνες τὰ ἐπιτηδεύματα ὠφέληνται.» Ταῦτα ῥήμασι αὐτοῖς ὁ Κλήμης ἐν Στρωματεῦσι. Τοῖς δ' εἰρημένοις δοκῶ μοι εὖ ἔχειν ἐπισυνάψαι καὶ τὰ ἀπὸ τῆς Ἰωσήπου τοῦ Ἑβραίου γραφῆς, ἣν Περὶ τῆς Ἰουδαίων ἀρχαιότητος ἐν δυσὶν ἐπραγματεύσατο βιβλίοις, περὶ τοῦ νέους γεγονέναι τοὺς Ἕλληνας, καὶ παρὰ βαρβάρων ὠφελῆσθαι, διάφωνά τε ἑαυτοῖς γεγραφέναι· συμβαλεῖται γοῦν καὶ ταῦτα εἰς τὴν τῶν εἰρημένων ἀκριβῆ καὶ βεβαίαν πίστωσιν. Ἄκουε τοίνυν οἷα καὶ οὗτος γράφει πρὸς λέξιν.
are recorded to have been invented. And Hellanicus says that Atossa, who reigned over the Persians, was the first to compose letters. Scammon of Mitylene, then, and Theophrastus of Ephesus, and Cydippus of Mantinea, and besides them Antiphanes and Aristodemus, and Aristotle, and in addition to these Philostephanus, and also Strato the Peripatetic, recorded these things in their books On Inventions. And I have cited a few things from them in proof of the inventive and life-benefiting nature found among barbarians, from whom the Greeks have profited in their pursuits.” Thus far Clement in these very words in the Stromateis. And to what has been said it seems good to me to subjoin also the passages from the writing of Josephus the Hebrew, which he composed in two books On the Antiquity of the Jews, concerning the Greeks having come into being recently, and having been profited by barbarians, and having written things discordant with one another; at any rate, these passages too will contribute to the exact and firm assurance of what has been said. Hear therefore what sort of things he also writes word for word.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Ἰωσήπου, περὶ τοῦ αὐτοῦ.
Of Josephus, concerning the same.
« Πρῶτον οὖν ἐπέρχεταί μοι πάνυ θαυμάζειν τοὺς οἰομένους δεῖν περὶ τῶν παλαιοτάτων ἔργων μόνοις προσέχειν τοῖς Ἕλλησι, καὶ παρὰ τούτων πυνθάνεσθαι τὴν ἀλήθειαν, ἡμῖν δὲ καὶ τοῖς ἄλλοις ἀνθρώποις ἀπιστεῖν. Πᾶν γὰρ ἐγὼ τοὐναντίον ὁρῶ συμβεβηκὸς, εἴ γε δεῖ μὴ ταῖς ματαίαις δόξαις ἐπακολουθεῖν, ἀλλὰ ἐξ αὐτῶν τὸ δίκαιον τῶν πραγμάτων λαμβάνειν. Τὰ μὲν γὰρ παρὰ τοῖς Ἕλλησιν ἅπαντα νέα, καὶ χθὲς καὶ πρώην, ὡς ἂν εἴποι τις, εὑρήσεις γεγονότα· λέγω δὲ τὰς κτίσεις τῶν πόλεων, καὶ τὰς ἐπινοίας τῶν τεχνῶν καὶ τὰς τῶν νόμων ἀναγραφάς· πάντων δὲ νεωτάτη σχεδόν ἐστι παρ' αὐτοῖς ἡ περὶ τοῦ συγγράφειν τὰς ἱστορίας ἐπιμέλεια. Τὰ μέντοι παρ' Αἰγυπτίοις τε καὶ Χαλδαίοις, καὶ Φοίνιξιν, (ἐῶ γὰρ νῦν ἡμᾶς ἐκείνοις συγκαταλέγειν·) αὐτοὶ δήπουθεν ὁμολογοῦσιν ἀρχαιοτάτην καὶ μονιμωτάτην ἔχειν τῆς μνήμης τὴν παράδοσιν. Καὶ γὰρ τόπους ἅπαντες οἰκοῦσιν ἥκιστα ταῖς ἐκ τοῦ περιέχοντος φθοραῖς ὑποκειμένους, καὶ πολλὴν ἐποιήσαντο πρόνοιαν τοῦ μηδὲν ἄμνηστον τῶν παρ' αὐτοῖς πραττομένων παραλιπεῖν, ἀλλ' ἐν δημοσίαις ἀναγραφαῖς ὑπὸ τῶν σοφωτάτων ἀεὶ καθιεροῦσθαι. Τὸν δὲ περὶ τὴν Ἑλλάδα τόπον μυρίαι μὲν κατέσχον φθοραὶ, ἐξαλείφουσαι τὴν μνήμην τῶν γεγονότων· ἀεὶ δὲ καινοὺς καθιστάμενοι βίους, τοῦ παντὸς ἐνόμιζον ἄρχειν ἕκαστος τὸν ὑφ' ἑαυτοῦ. Ὀψὲ δέ που καὶ μόλις ἔγνωσαν φύσιν γραμμάτων. Οἱ γὰρ ἀρχαιοτάτην αὐτῶν τὴν χρῆσιν εἶναι θέλοντες παρὰ Φοινίκων καὶ Κάδμου σεμνύνονται μαθεῖν.
“First, then, it comes over me to wonder exceedingly at those who think that concerning the most ancient deeds one ought to attend to the Greeks alone, and inquire the truth from them, while distrusting us and the rest of mankind. For I see the very opposite in every way to have happened, if indeed one ought not to follow vain opinions, but extract the right judgement from the facts themselves. For all things among the Greeks you will find to be recent, and to have come to pass yesterday and the day before, as one might say: I mean the founding of cities, and the devising of arts, and the recording of laws; and almost newest of all among them is the care for writing histories. On the other hand, as to the affairs among the Egyptians and Chaldaeans and Phoenicians (for at present I forbear to reckon ourselves along with them), they themselves doubtless confess that these possess the most ancient and most enduring tradition of memory. For they all inhabit regions least subject to destructions arising from the surrounding atmosphere, and they took great forethought to leave nothing unremembered of the things done among them, but that all should ever be consecrated in public records by the wisest men. Whereas myriad destructions overtook the region around Greece, wiping out the memory of past events; and ever establishing new modes of life, they each supposed the one begun by themselves to be the beginning of the whole. And late at length and scarcely did they learn the nature of letters. For those who wish their use of them to be most ancient pride themselves on having learned them from the Phoenicians and Cadmus.
PG 21:796Read from the page
Οὐ μὴν οὐδ' ἀπ' ἐκείνου τοῦ χρόνου δύναιτό τις ἂν δεῖξαι τὴν σωζομένην ἀναγραφὴν οὔτ' ἐν ἱεροῖς οὔτ' ἐν δημοσίοις ἀναθήμασιν· ὅπου γε καὶ περὶ τῶν ἐπὶ Τροίας τοσούτοις ὕστερον ἔτεσι στρατευσάντων πολλὴ γέγονεν ἀπορία καὶ ζήτησις, εἰ γράμμασιν ἐχρῶντο· καὶ τἀληθὲς ἐπικρατεῖ μᾶλλον, περὶ τοῦ τὴν νῦν οὖσαν τῶν γραμμάτων χρῆσιν ἐκείνους ἀγνοεῖν. Ὅλως δὲ παρὰ τοῖς Ἕλλησιν οὐδὲν ὁμολογούμενον εὑρίσκεται γράμμα τῆς Ὁμήρου ποιήσεως πρεσβύτερον· οὗτος δὲ καὶ τῶν Τρωϊκῶν ὕστερος φαίνεται γενόμενος. Καί φασιν οὐδὲ τοῦτον ἐν γράμμασι τὴν αὑτοῦ ποίησιν καταλιπεῖν, ἀλλὰ διαμνημονευομένην, διὰ γραμμάτων ὕστερον συντεθῆναι· καὶ διὰ τοῦτο πολλὰς ἐν αὐτῇ σχεῖν τὰς διαφωνίας. Οἱ μέντοι τὰς ἱστορίας ἐπιχειρήσαντες συγγράφειν παρ' αὐτοῖς, λέγω δὲ τοὺς περὶ Κάδμον τε τὸν Μιλήσιον, καὶ τὸν Ἀργεῖον Ἀκουσίλαον, καὶ μετὰ τούτων εἴ τινες ἄλλοι λέγονται γενέσθαι, βραχὺ τῆς τῶν Περσῶν ἐπὶ τὴν Ἑλλάδα διαστρατείας τῷ χρόνῳ προὔλαβον. Ἀλλὰ μὴν καὶ τοὺς περὶ τῶν οὐρανίων τε παρ' Ἕλλησι καὶ θείων πρώτους φιλοσοφήσαντας, οἷον Φερεκύδην τὸν Σύριον, καὶ Πυθαγόραν, καὶ Θάλητα, πάντες συμφώνως ὁμολογοῦσιν, Αἰγυπτίων καὶ Χαλδαίων γενομένους μαθητὰς, ὀλίγα συγγράψαι· καὶ ταῦτα τοῖς Ἕλλησιν εἶναι δοκεῖ πάντων ἀρχαιότατα, καὶ μόλις αὐτὰ πιστεύουσιν ὑπ' ἐκείνων γεγράφθαι. Πῶς οὖν οὐκ ἔστιν ἄλογον τετυφῶσθαι τοὺς Ἕλληνας, ὡς μόνους ἐπισταμένους τἀρχαῖα, καὶ τὴν ἀλήθειαν περὶ αὐτῶν ἀκριβῶς παραδιδόντας; Ἢ τίς οὐ παρὰ τῶν αὐτῶν συγγραφέων μάθοι ῥᾳδίως, ὅτι μηδὲν εἰδότες βεβαίως συνέγραφον, ἀλλ' ὡς ἕκαστοι περὶ τῶν πραγμάτων εἴκαζον; Πλέον γοῦν διὰ τῶν βιβλίων ἀλλήλους ἐλέγχουσιν καὶ τἀναντιώτατα περὶ τῶν αὐτῶν λέγειν οὐκ ὀκνοῦσι. Περίεργος δ' ἂν εἴην ἐγὼ, τοὺς ἐμοῦ μᾶλλον ἐπισταμένους διδάσκων, ὅσα μὲν Ἑλλάνικος Ἀκουσιλάῳ περὶ τῶν γενεαλογιῶν διαπεφώνηκεν· ὅσα δὲ διορθοῦται τὸν Ἡσίοδον Ἀκουσίλαος· ἢ τίνα τρόπον Ἔφορος Ἑλλάνικον ἐν τοῖς πλείστοις ψευδόμενον ἐπιδείκνυσιν, Ἔφορον δὲ Τίμαιος, καὶ Τίμαιον οἱ μετ' ἐκεῖνον γεγονότες, Ἡρόδοτον δὲ πάντες. Ἀλλ' οὐδὲ περὶ τῶν Σικελικῶν τοῖς περὶ Ἀντίοχον καὶ Φίλιστον, ἢ Καλλίαν Τίμαιος συμφωνεῖν ἠξίωσεν· οὐδ' αὖ περὶ τῶν Ἀττικῶν οἱ τὰς Ἀτθίδας συγγεγραφότες, ἢ τὰς περὶ τῶν Ἀργολικῶν οἱ τὰ περὶ Ἄργος ἱστοροῦντες ἀλλήλοις ἠκολουθήκασι. Καὶ τί δεῖ λέγειν περὶ τῶν κατὰ πόλεις, καὶ βραχυτέρων, ὅπου γε περὶ τῆς Περσικῆς στρατείας καὶ τῶν ἐν αὐτῇ πραχθέντων οἱ δοκιμώτατοι διαπεφωνήκασι; Πολλὰ δὲ καὶ Θουκυδίδης ὡς ψευδόμενος ὑπό τινων κατηγορεῖται, καίτοι δοκῶν ἀκριβεστάτην καθ' ἑαυτὸν ἱστορίαν συγγράφειν. Αἰτίαι δὲ τῆς τοιαύτης διαφωνίας πολλαὶ μὲν ἴσως ἂν καὶ ἕτεραι τοῖς βουλομένοις ζητεῖν
Yet not even from that time could anyone show a preserved record either in temples or on public votive monuments; seeing that even concerning those who marched against Troy so many years later great perplexity and inquiry have arisen as to whether they used letters; and the truth rather prevails that they were ignorant of the present use of letters. And in general among the Greeks no acknowledged writing is found older than the poetry of Homer; and he manifestly lived even later than the Trojan affairs. And they say that not even he left his own poetry in writing, but that, preserved by memory, it was afterwards put together by means of letters, and on this account had many discrepancies in it. Moreover, those among them who attempted to write histories—I mean Cadmus of Miletus, and the Argive Acusilaus, and after these whatever others are said to have lived—preceded by a short time the expedition of the Persians against Greece. Furthermore, those also who first philosophized among the Greeks concerning celestial and divine things, such as Pherecydes of Syros, and Pythagoras, and Thales, all with one voice confess to have been disciples of the Egyptians and Chaldaeans and to have written few things; and these seem to the Greeks to be the most ancient of all, and they scarcely believe them to have been written by those men. How then is it not unreasonable that the Greeks should be puffed up, as though they alone knew ancient things and handed down the truth about them accurately? Or who might not easily learn from those very historians themselves that they wrote knowing nothing with certainty, but according as each conjectured about the facts? For the most part, at any rate, they refute one another through their books and do not hesitate to say the most contrary things about the same matters. And I should be superfluous were I to instruct those who know better than I in how many points Hellanicus has disagreed with Acusilaus concerning genealogies; or in how many points Acusilaus corrects Hesiod; or in what manner Ephorus shows Hellanicus to be lying in most things, and Timaeus shows Ephorus, and those who came after him show Timaeus, and all show Herodotus. Nay, not even concerning Sicilian affairs did Timaeus deign to agree with Antiochus and Philistus, or Callias; nor again concerning Attic affairs have those who composed the Atthides, or the accounts concerning Argolic matters—those narrating the affairs of Argos—followed one another. And what need is there to speak concerning local city affairs and lesser matters, seeing that concerning the Persian expedition and the things done in it the most approved authors have disagreed? And in many points even Thucydides is accused by some of lying, although seeming to write the most accurate history of his own time. Now as causes of such disagreement, many others also might perhaps to those wishing to inquire
PG 21:797Read from the page
ἀναφανεῖεν· ἐγὼ δὲ δυσὶ ταῖς ἐκτεθησομέναις αἰτίαις τὴν μεγίστην ἰσχὺν ἀναθήσομαι. Καὶ προτέραν γε ἐρῶ τὴν κυριωτέραν εἶναί μοι δοκοῦσαν. Τὸ γὰρ ἐξετασθῆναι μὴ σπουδασθῆναι παρὰ τοῖς Ἕλλησι δημοσίᾳ γίνεσθαι τὰς περὶ τῶν ἑκάστοτε πραττομένων ἀναγραφὰς, τοῦτο μάλιστα δὴ καὶ τὴν πλάνην, καὶ τὴν ἐξουσίαν τοῦ σπεύδεσθαι τοῖς μετὰ ταῦτα βουληθεῖσι περὶ τῶν παλαιῶν τι γράφειν παρέσχεν. Οὐ γὰρ μόνον παρὰ τοῖς ἄλλοις Ἕλλησιν ἠμελήθη τὰ περὶ τὰς ἀναγραφὰς, ἀλλ' οὐδὲ παρ' αὐτοῖς Ἀθηναίοις, οὓς αὐτόχθονας εἶναι λέγουσι, καὶ παιδείας ἐπιμελεῖς, οὐδὲν τοιοῦτον εὑρίσκεται γενόμενον· ἀλλὰ τῶν δημοσίων γραμμάτων ἀρχαιοτάτους εἶναί φασι τοὺς ὑπὸ Δράκοντος αὐτοῖς περὶ τῶν φονικῶν γραφέντας νόμους, ὀλίγῳ πρότερον τῆς Πεισιστράτου τυραννίδος ἀνθρώπου γεγονότος. Περὶ μὲν γὰρ Ἀρκάδων τί χρὴ λέγειν, αὐχούντων ἀρχαιότητα; μόλις γὰρ οὗτοι καὶ μετὰ ταῦτα γράμμασιν ἐπαιδεύθησαν. Ἅτε δὴ τοίνυν οὐδεμιᾶς προβεβλημένης ἀναγραφῆς, ἣ καὶ τοὺς μαθεῖν βουλομένους διδάξειν ἔμελλε, καὶ τοὺς ψευδομένους ἐλέγξειν, ἡ πολλὴ πρὸς ἀλλήλους ἐγένετο διαφωνία τοῖς συγγραφεῦσι. Δευτέραν δὲ πρὸς ταύτην θετέον ἐκείνην τὴν αἰτίαν. Οἱ γὰρ ἐπὶ τὸ γράφειν ὁρμήσαντες οὐ περὶ τὴν ἀλήθειαν ἐσπούδασαν, καίτοι τοῦτο πρόχειρον αὐτοῖς ἐστιν ἀεὶ τὸ ἐπάγγελμα· λόγων δὲ δύναμιν ἐπεδείκνυντο· καὶ καθ' ὅντινα τρόπον ἐν τούτῳ παρευδοκιμῆσαι τοὺς ἄλλους ὑπελάμβανον, κατὰ τοῦτον ἡρμόζοντο· τινὲς μὲν ἐπὶ τὸ μυθολογεῖν τραπόμενοι, τινὲς δὲ πρὸς χάριν, ἢ τὰς πόλεις, ἢ τοὺς βασιλέας ἐπαινοῦντες· ἄλλοι δὲ ἐπὶ τὸ κατηγορεῖν τῶν πράξεων, ἢ τῶν γεγραφότων ἐχώρησαν, εὐδοκιμήσειν ἐν τούτῳ νομίζοντες. Ὅλως δὲ τὸ πάντων ἐναντιώτατον ἱστορίᾳ πράττοντες διατελοῦσι· τῆς μὲν γὰρ ἀληθοῦς ἐστι τεκμήριον ἱστορίας, εἰ περὶ τῶν αὐτῶν ἅπαντες τὰ αὐτὰ καὶ λέγοιεν καὶ γράφοιεν· οἱ δὲ, εἰ μὴ τὰ αὐτὰ γράψειαν ἑτέροις, οὕτως ἐνομίζοντο αὐτοὶ φαίνεσθαι πάντων ἀληθέστατοι. » Τοσαῦτα καὶ ὁ Ἰώσηπος. Εἴη δ' ἂν τῶν εἰρημένων ἐπισφράγισμα καὶ ἡ Διοδώρου μαρτυρία, ἣν ἀπὸ τοῦ πρώτου τῆς συναχθείσης αὐτῷ Βιβλιοθήκης παραθήσομαι, οὕτως ἔχουσαν πρὸς λέξιν.
come to light; but I shall assign the greatest force to the two causes that will be set forth. And first I shall state the one that seems to me more decisive. For the fact that upon examination no care was taken among the Greeks for public records to be made of the things done on each occasion—this above all afforded both error and licence for hastening to those who afterwards wished to write something about ancient matters. For not only among the rest of the Greeks were matters relating to public records neglected, but not even among the Athenians themselves, whom they say to be autochthonous and studious of culture, is any such thing found to have taken place; rather, of their public writings they say the most ancient are the laws concerning homicide written for them by Draco, a man who lived a little before the tyranny of Pisistratus. For concerning the Arcadians what need is there to speak, though they boast of antiquity? For scarcely even after these things were these men instructed in letters. Inasmuch, therefore, as no record had been put forward beforehand which would both instruct those wishing to learn and convict those who lied, great disagreement with one another arose among the historians. And as a second cause beside this, that other one must be set down. For those who set out to write were not earnest about the truth, although this profession is ever ready on their lips, but made a display of power of speech; and after whatever manner they supposed they could surpass the rest in repute herein, to that manner they adapted themselves: some turning to myth-making, and some praising either cities or kings to win favour; while others betook themselves to accusing the deeds or those who had written of them, supposing they would win repute therein. And in general they continually do what is most contrary of all things to history: for it is the token of true history if concerning the same things all should both speak and write the same things; whereas these men supposed that if they wrote things not the same as others, thus they themselves would appear most truthful of all.” Thus much Josephus also. And a seal upon what has been said would be the testimony of Diodorus as well, which I shall set down from the first book of the Library compiled by him, running word for word thus.
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
Ἔτι περὶ τοῦ αὐτοῦ, ἀπὸ τῶν Διοδώρου.
Further concerning the same, from the works of Diodorus.
« Τούτων δ' ἡμῖν διευκρινημένων, ῥητέον ὅσοι τῶν παρ' Ἕλλησι δεδοξασμένων ἐπὶ συνέσει καὶ παιδείᾳ παρέβαλον εἰς Αἴγυπτον ἐν τοῖς ἀρχαίοις χρόνοις, ἵνα τῶν ἐνταῦθα νομίμων καὶ παιδείας μετάσχωσιν. Οἱ γὰρ ἱερεῖς τῶν Αἰγυπτίων ἱστοροῦσιν ἐκ τῶν ἀναγραφῶν τῶν ἐν ταῖς ἱεραῖς βίβλοις παραβαλεῖν πρὸς ἑαυτοὺς Ὀρφέα τε καὶ Μουσαῖον, καὶ
“Now that these matters have been clearly distinguished by us, we must tell how many of those famed among the Greeks for intelligence and culture visited Egypt in ancient times, in order that they might partake of the customs and culture there. For the priests of the Egyptians record from the registers in their sacred books that there visited them both Orpheus and Musaeus, and
Notes, col. 797

On the reading

Printed σπεύδεσθαι, for ψεύδεσθαι.

PG 21:800Read from the page
Μελάμποδα, καὶ Δαίδαλον, πρὸς δὲ τούτοις Ὅμηρόν τε τὸν ποιητὴν, καὶ Λυκοῦργον τὸν Σπαρτιάτην· ἔτι δὲ Σόλωνα τὸν Ἀθηναῖον, καὶ Πλάτωνα τὸν φιλόσοφον. Ἐλθεῖν δὲ καὶ Πυθαγόραν τὸν Σάμιον, καὶ τὸν μαθηματικὸν Εὔδοξον, ἔτι δὲ καὶ Δημόκριτον τὸν Ἀβδηρίτην, καὶ Οἰνοπίδην τὸν Χῖον. Πάντων δὲ τούτων σημεῖα δεικνύουσι, τῶν μὲν, εἰκόνας, τῶν δὲ τόπων ἢ κατασκευασμάτων ὁμωνύμους προσηγορίας. Ἔκ τε τῆς ἑκάστῳ ζηλωθείσης παιδείας ἀποδείξεις φέρουσι, συνιστάντες ἐξ Αἰγύπτου μετενηνοχέναι πάντα, δι' ὧν παρὰ τοῖς Ἕλλησιν ἐθαυμάσθησαν. Ὀρφέα μὲν γὰρ τῶν μυστικῶν τελετῶν τὰ πλεῖστα, καὶ τὰ περὶ τὴν ἑαυτοῦ πλάνην ὀργιαζόμενα, καὶ τὴν τῶν ἐν ᾅδου μυθοποιίαν, παρ' Αἰγυπτίων ἀπενέγκασθαι. Τὴν μὲν γὰρ Ὀσίριδος τελετὴν τῇ Διονύσου τὴν αὐτὴν εἶναι· τὴν δὲ τῆς Ἴσιδος τῇ τῆς Δήμητρος ὁμοιωτάτην ὑπάρχειν, τῶν ὀνομάτων μόνων ἐνηλλαγμένων· τὰς δὲ ἀσεβῶν ἐν ᾅδου τιμωρίας, καὶ τοὺς τῶν εὐσεβῶν λειμῶνας, καὶ τὰς παρὰ τοῖς πολλοῖς εἰδωλοποιίας ἀναπεπλασμένας παρεισαγαγεῖν, μιμησάμενον τὰ περὶ τὰς ταφὰς τὰς κατ' Αἴγυπτον. Τὸν μὲν γὰρ ψυχοπομπὸν Ἑρμῆν, κατὰ τὸ παλαιὸν νόμιμον παρ' Αἰγυπτίοις, ἀναγαγόντα τοῦ Ἄπιδος τὸ σῶμα μέχρι τινὸς, παραδιδόναι τῷ περικειμένῳ τὴν τοῦ Κερβέρου περιτομήν. Τοῦ δὲ Ὀρφέως τοῦτο καταδείξαντος παρὰ τοῖς Ἕλλησι, τὸν Ὅμηρον ἀκολούθως τούτῳ θεῖναι κατὰ τὴν ποίησιν·
Melampus, and Daedalus, and in addition to these Homer the poet, and Lycurgus the Spartan; and further Solon the Athenian, and Plato the philosopher. And that there came also Pythagoras the Samian, and the mathematician Eudoxus, and further Democritus of Abdera as well, and Oenopides of Chios. And of all these men they point out tokens: of some, statues, and of others, namesakes of places or buildings. And from the branch of learning pursued by each they bring forward proofs, establishing that they brought over from Egypt all the things whereby they were admired among the Greeks. For [they say] that Orpheus carried off from the Egyptians most of the mystic rites, and the orgiastic ceremonies connected with his own wandering, and the myth-making concerning the things in Hades. For the rite of Osiris is the same as that of Dionysus; and that of Isis is most similar to that of Demeter, the names alone having been interchanged; and that he introduced the punishments of the impious in Hades, and the meadows of the pious, and the moulded phantom-images current among the multitude, in imitation of the funeral customs in Egypt. For Hermes the conductor of souls, according to the ancient custom among the Egyptians, having brought up the body of Apis to a certain point, delivers it over to him who wears the cut-off part of Cerberus. And since Orpheus made this known among the Greeks, Homer in accordance with this set down in his poetry:
Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
And Cyllenian Hermes called forth the souls
Ἀνδρῶν ἡρώων· ἔχε δὲ ῥάβδον μετὰ χερσίν.»
Of heroic men; and he held a wand in his hands.”
Εἶτα πάλιν προβὰς ἐπιλέγει· « Μελάμποδα δέ φασι μετενεγκεῖν ἐξ Αἰγύπτου τὰ Διονύσῳ νομιζόμενα τελεῖσθαι παρὰ τοῖς Ἕλλησι, καὶ τὰ περὶ Κρόνου μυθολογούμενα, καὶ τὰ περὶ τῆς Τιτανομαχίας, καὶ τὸ σύνολον τὴν περὶ τὰ πάθη τῶν θεῶν ἱστορίαν. Τὸν δὲ Δαίδαλον λέγουσιν ἀπομιμήσασθαι τὴν τοῦ λαβυρίνθου πλοκὴν, τοῦ διαμένοντος μὲν μέχρι τοῦ νῦν καιροῦ, οἰκοδομηθέντος δὲ, ὡς μέν τινές φασιν, ὑπὸ Μένδητος· ὡς δ' ἔνιοι λέγουσιν, ὑπὸ Μάρου τοῦ βασιλέως, πολλοῖς ἔτεσι πρότερον τῆς Μίνω βασιλείας· τόν τε ῥυθμὸν τῶν ἀρχαίων κατ' Αἴγυπτον ἀνδριάντων τὸν αὐτὸν εἶναι τοῖς ὑπὸ Δαιδάλου κατασκευασθεῖσι παρὰ τοῖς Ἕλλησι. Τὸ δὲ κάλλιστον πρόπυλον ἐν Μέμφιδι τοῦ Ἡφαίστου Δαίδαλον ἀρχιτεκτονῆσαι, καὶ θαυμασθέντα, τυχεῖν εἰκόνος ξυλίνης κατὰ τὸ προειρημένον ἱερὸν, ταῖς ἰδίαις χερσὶ δεδημιουργημένης· πέρας δὲ διὰ τὴν εὐφυΐαν ἀξιωθέντα μεγάλης δόξης, καὶ πολλὰ προσεξευρόντα, τυχεῖν ἰσοθέων τιμῶν. Κατὰ γὰρ μίαν τῶν πρὸς τῇ Μέμ-
Then advancing again, he adds: “And Melampus, they say, brought over from Egypt the rites customary in honour of Dionysus among the Greeks, and the myths told concerning Cronus, and those concerning the War of the Titans, and in general the story concerning the sufferings of the gods. And Daedalus, they say, imitated the intricacy of the labyrinth, which remains to the present time, and was built, as some say, by Mendes, or as certain others say, by King Marus, many years before the reign of Minos; and that the style of the ancient statues in Egypt is the same as those fashioned by Daedalus among the Greeks. And that Daedalus was the architect of the most beautiful gateway of Hephaestus in Memphis, and being admired, obtained a wooden statue in the aforesaid temple, wrought by his own hands; and finally, having been deemed worthy of great glory on account of his genius, and having invented many additional things, he obtained godlike honours. For on one of those near Mem-