Migne Reading Room

PG 21 · cols. 621–632 · Read from the page

Preparation for the Gospel, Book VIII

Preparation for the Gospel, Book VIII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:621Read from the page
μὲν τοῖς προειρημένοις χρησάμενος νόμοις, τοὺς δ' αὖ κατὰ τῶν παραβαινόντων τιμωρητικοὺς τάξας, οὐκ ἄνευ προφάσεως. Ζημία γὰρ ἐπὶ τοῖς πλείστοις τῶν παραβαινόντων ὁ θάνατος· ἂν μοιχεύσῃ τις, ἂν βιάσηται κόρην, ἂν ἄῤῥενι τολμήσῃ πεῖραν προσφέρειν, ἂν ὑπομείνῃ παθεῖν ὁ πειρασθείς. Ἔστι δὲ καὶ ἐπὶ δούλοις ὁμοίως ὁ νόμος ἀπαραίτητος. Ἀλλὰ καὶ περὶ μέτρων, ἣν τις κακουργήσειεν, ἢ σταθμῶν, ἢ περὶ πράσεως ἀδίκου καὶ δόλῳ γενομένης· κἂν ὑφέληταί τις ἀλλότριον, κἂν ὃ μὴ κατέθηκεν ἀνέληται, πάντων εἰσὶ κολάσεις, οὐχ οἷαι παρ' ἑτέροις, ἀλλ' ἐπὶ τὸ μεῖζον. Περὶ μὲν γὰρ γονέων ἀδικίας, ἢ τῆς εἰς τὸν Θεὸν ἀσεβείας, κἂν μέλλῃ τις, εὐθὺς ἀπόλλυται. Τοῖς μέντοι γε κατὰ τοὺς νόμους πάντα πράττουσι γέρας ἐστὶν οὐκ ἀργύριον, οὐδὲ χρυσὸς, οὐ μὴν οὐδὲ κοτίνου στέφανος, ἢ σελίνου, καὶ τοιαύτη τις ἀνακήρυξις· ἀλλ' αὐτὸς ἕκαστος αὑτῷ τὸ συνειδὸς ἔχων μαρτυροῦν, πεπίστευκε (τοῦ μὲν νομοθέτου προφητεύσαντος, τοῦ δὲ Θεοῦ τὴν πίστιν ἰσχυρὰν παρεστηκότος), ὅτι τοῖς τοὺς νόμους διαφυλάξασιν, κἂν εἰ δέοι θνήσκειν ὑπὲρ αὐτῶν, προθύμως ἀποθανεῖν, ἔδωκεν ὁ Θεὸς γενέσθαι τε πάλιν, καὶ βίον ἀμείνω λαβεῖν ἐκ περιτροπῆς. Ὤκνουν δ' ἂν ἐγὼ νῦν ταῦτα γράφειν, εἰ μὴ διὰ τῶν ἔργων ἅπασιν ἦν φανερὸν, ὅτι πολλοὶ καὶ πολλάκις ἤδη τῶν ἡμετέρων περὶ τοῦ μηδὲ ῥῆμα φθέγξασθαι παρὰ τὸν νόμον, πάντα παθεῖν γενναίως προείλοντο. Καίτοι γε εἰ μὴ συμβεβήκει γνώριμον ἡμῶν τὸ ἔθνος ἅπασιν ἀνθρώποις ὑπάρχειν, κἀν φανερῷ κεῖσθαι τὴν ἐθελούσιον ἡμῶν τοῖς νόμοις ἀκολουθίαν· ἀλλά τις ἢ συγγράψαι λέγων αὐτὸς ἀνεγίνωσκε τοῖς Ἕλλησιν, ἤ που περιτυχεῖν ἔξω τῆς γινωσκομένης γῆς ἔφασκεν ἀνθρώποις, τοιαύτην μὲν ἔχουσι δόξαν οὕτω σεμνὴν περὶ τοῦ Θεοῦ, τοιούτοις δὲ νόμοις πολὺν αἰῶνα βεβαίως ἐμμεμενηκόσι· πάντας ἂν οἶμαι θαυμάσαι διὰ τὰς συνεχεῖς παρ' αὐτοῖς μεταβολάς· ἀμέλει τῶν γράψαι τι παραπλήσιον εἰς πολιτείαν καὶ νόμους ἐπιχειρησάντων, ὡς θαυμαστὰ συνθέντων κατηγοροῦσι, φάσκοντες αὐτοὺς λαβεῖν ἀθανάτους ὑποθέσεις. Καὶ τοὺς μὲν ἄλλους παραλείπω φιλοσόφους, ὅσοι τι τοιοῦ-
laws, those aforesaid, having made use on the one hand, while on the other hand having appointed punitive ones against transgressors, not without reason. For the penalty upon most transgressors is death: if anyone commits adultery, if he forces a maiden, if he dares to make an attempt upon a male, if he who is tempted submits to suffer it. And in the case of slaves likewise the law is inexorable. Moreover concerning measures also, if anyone should deal knavishly, or weights, or concerning an unjust sale brought about by guile; both if anyone filches what belongs to another, and if he takes up what he did not lay down, for all there are punishments, not such as among others, but on a greater scale. For as to wronging parents, or impiety against God, even if anyone intends it, he straightway perishes. Yet for those who do all things according to the laws the prize is not silver, nor gold, nay, nor a crown of wild olive, or of parsley, and some such proclamation; rather, each man himself, having his own conscience bearing witness to himself, has believed (the lawgiver having prophesied it, and God having furnished the assurance strong), that to those who have kept the laws thoroughly, even if it were needful to die on behalf of them, [so as] eagerly to die, God has granted both to come into being again, and to receive a better life in the turn [of ages]. And I should have hesitated now to write these things, were it not manifest to all through the deeds themselves that many of our people, and many times already, rather than utter even a word contrary to the law, have nobly chosen to suffer all things. And yet if it had not happened that our nation was well known to all men, and that our voluntary obedience to the laws lay in plain view, but someone either, saying that he had composed [the account] himself, were reading it aloud to the Greeks, or were declaring that somewhere outside the known earth he had fallen in with men holding such a belief, so reverend, concerning God, and having steadfastly abided for a long age by such laws, I think that all would have marvelled because of the continual changes among themselves; doubtless those who have attempted to write anything comparable towards a polity and laws they accuse of having put together marvellous fictions, alleging that they took up immortal themes. And I pass over the other philosophers, as many as any such
Notes, col. 621

On the reading

Printed ἣν, for ἤν.

PG 21:624Read from the page
τον ἐν τοῖς συγγράμμασιν ἐπραγματεύσαντο· Πλάτων δὲ θαυμαζόμενος παρὰ τοῖς Ἕλλησιν, ὡς καὶ σεμνότητι βίου διενεγκὼν, καὶ δυνάμει λόγων καὶ πειθοῖ πάντας ὑπεράρας τοὺς ἐν φιλοσοφίᾳ γεγονότας, ὑπὸ τῶν φασκόντων δεινῶν εἶναι τὰ πολιτικὰ, μικροῦ δεῖν χλευαζόμενος καὶ κωμῳδούμενος διατελεῖ. Καίτοι τἀκείνου σκώπτων συχνῶς τις ἂν εὕροι ῥᾷον καὶ τὰς τῶν πολλῶν ἔγγιον συνηθείας. Αὐτὸς δὲ Πλάτων ὡμολόγηκεν, ὅτι τὴν ἀληθῆ περὶ τοῦ Θεοῦ δόξαν εἰς τὴν τῶν ὄχλων ἄνοιαν οὐκ ἦν ἀσφαλὲς ἐξενεγκεῖν. Ἀλλὰ τὰ μὲν Πλάτωνος λόγους τινὲς εἶναι κενοὺς νομίζουσι, κατὰ πολλὴν ἐξουσίαν κεκαλλιγραφημένους. Μάλιστα δὲ τῶν νομοθετῶν Λυκοῦργον τεθαυμάκασι, καὶ τὴν Σπάρτην ἅπαντες ὑμνοῦσιν, ὅτι τοῖς ἐκείνου νόμοις ἐπὶ πλεῖστον ἐνεκαρτέρησαν. Οὐκοῦν τοῦτο μὲν ὁμολογείσθω τεκμήριον ἀρετῆς εἶναι, τὸ πείθεσθαι τοῖς νόμοις· οἱ δὲ Λακεδαιμονίους θαυμάζοντες, τὸν ἐκείνων χρόνον ἀντιπαραβαλλέτωσαν τοῖς πλείοσιν ἢ δισχιλίοις ἔτεσι τῆς ἡμετέρας πολιτείας· καὶ προσέτι λογιζέσθωσαν, ὅτι Λακεδαιμόνιοι μὲν, ὅσον ἐφ' ἑαυτῶν χρόνον εἶχον τὴν ἐλευθερίαν, ἀκριβῶς ἔδοξαν τοὺς νόμους διαφυλάττειν· ἐπεὶ μέντοι περὶ αὐτοὺς ἐγένοντο μεταβολαὶ τῆς τύχης, μικροῦ δεῖν ἁπάντων ἐξελάθοντο τῶν νόμων· ἡμεῖς δὲ ἐν τύχαις μυρίαις γεγονότες διὰ τὰς τῶν βασιλευσάντων τῆς Ἀσίας μεταβολὰς, οὐδὲν τοῖς ἐσχάτοις τῶν δεινῶν τοὺς νόμους προὔδομεν. Ταῦτα μὲν καὶ Ἰώσηπος περὶ τῆς κατὰ Μωσέα Ἰουδαίων πολιτείας. Περὶ δὲ τῆς ἐν τοῖς ὑπ' αὐτοῦ τεθεῖσι νόμοις ἐπεσκιασμένης καὶ ἀλληγορικῆς θεωρίας πολλὰ ἔχων εἰπεῖν, ἀπαρκεῖν ἡγοῦμαι τὰς Ἐλεαζάρου καὶ Ἀριστοβούλου διηγήσεις, ἀνδρῶν τὸ μὲν γένος Ἑβραίων ἀνέκαθεν, τὸν δὲ χρόνον κατὰ τοὺς Πτολεμαίου χρόνους διαπρεψάντων. Ὧν ὁ Ἐλεάζαρος, καὶ τῷ τῆς ἀρχιερωσύνης ἀξιώματι τετιμημένος, μικρῷ πρότερον ἡμῖν ἐδηλοῦτο· ὃς δὴ τοῖς παρὰ βασιλέως ὡς αὐτὸν ἥκουσι πρεσβείας ἕνεκα, τῆς τῶν Ἑβραϊκῶν λόγων ἐπὶ τὴν Ἑλλάδα μεταβολῆς τὸν τρόπον ὑποτυπούμενος, τῆς ἐν τοῖς ἱεροῖς νόμοις ἀλληγορουμένης ἰδέας τοιαύτην πεποίηται λόγου τὴν διδασκαλίαν.
thing have treated of in their writings; whereas Plato, though admired among the Greeks as having excelled in dignity of life and surpassed in power of discourse and persuasiveness all who have been engaged in philosophy, continues almost to be scoffed at and lampooned in comedy by those who claim to be clever in politics. And yet one scoffing frequently at his [doctrines] would more easily find even the habits of the multitude nearer [to practice]. And Plato himself has confessed that it was not safe to bring forth the true opinion concerning God into the folly of the crowds. Yet some think Plato's words to be empty discourses, finely written out with great licence. Most of all lawgivers men have admired Lycurgus, and all hymn Sparta, because for a very long time they persevered in his laws. Let this then be acknowledged to be a token of virtue, to obey the laws; but let those who admire the Lacedaemonians set their duration side by side against the more than two thousand years of our polity; and let them reckon besides that the Lacedaemonians, for so long a time as they held their freedom by themselves, seemed strictly to guard their laws, yet when reversals of fortune came about around them, they well-nigh forgot all their laws; whereas we, though having been in ten thousand fortunes through the changes of the kings who ruled Asia, in the utmost extremities of perils in no wise betrayed our laws. Thus far Josephus also concerning the polity of the Jews according to Moses. Now concerning the overshadowed and allegorical contemplation in the laws laid down by him, though having much to say, I deem the narratives of Eleazar and Aristobulus to suffice, men who were Hebrews by race from of old, and in date distinguished in the times of Ptolemy. Of whom Eleazar, honoured also with the dignity of the high-priesthood, was made known by us a little before; who indeed, to those who came from the king unto him on an embassy, sketching out the manner of the rendering of the Hebrew Scriptures into the Greek [tongue], framed his teaching of the account of the allegorized idea in the sacred laws in the following way.
PG 21:625Read from the page
ΚΕΦΑΛΑΙΟΝ Θʹ.
Chapter IX.
Ἐλεαζάρου ἀρχιερέως ὑποτύπωσις τῆς ἐν τοῖς ἱεροῖς νόμοις ἀλληγορουμένης διανοίας, ἀπὸ τῶν Ἀρισταίου.
Sketch by Eleazar the high priest of the meaning allegorized in the sacred laws, from the writings of Aristaeus.
« Ἄξιον δὲ ἐπιμνησθῆναι βραχέων τῶν ὑποδειχθέντων ὑπ' αὐτοῦ πρὸς τὰ δι' ἡμῶν ἐπιζητηθέντα. Νομίζειν γὰρ τοῖς πολλοῖς περιεργίαν ἔχειν τινὰ τῶν ἐν τῇ νομοθεσίᾳ· λέγω δὲ περί τε βρωτῶν καὶ ποτῶν, καὶ τῶν νομιζομένων ἀκαθάρτων εἶναι κνωδάλων. Πυνθανομένων γὰρ ἡμῶν διὰ τί, μιᾶς καταβολῆς οὔσης, τὰ μὲν ἀκάθαρτα νομίζεται πρὸς βρῶσιν, τὰ δὲ καὶ πρὸς τὴν ἁφήν· δεισιδαιμόνως γὰρ τὰ πλεῖστα τὴν νομοθεσίαν ἔχειν· ἐν δὲ τούτοις πάλιν δεισιδαιμόνως πρὸς ταῦτα οὕτως ἐνήρξατο· Θεωρεῖν ἔφη τὰς ἀναστροφὰς καὶ τὰς ὁμιλίας, οἷον ἐνεργάζονται πρᾶγμα· διότι, κακοῖς ὁμιλήσαντες, διαστροφὰς ἐπιλαμβάνουσιν ἄνθρωποι, καὶ ταλαίπωροι διὰ τοῦ ζῇν εἰσιν· ἐὰν δὲ σοφοῖς καὶ φρονίμοις συζῶσιν, ἐξ ἀγνοίας ἐπανορθώσεως εἰς τὸν βίον ἔτυχον. Διαστειλάμενος οὖν τὰ τῆς εὐσεβείας καὶ δι-
"And it is worth calling to mind a few of the things shown by him in reply to the questions inquired into by us. For to most people some of the things in the legislation seem to have over-curiousness, I mean concerning both meats and drinks, and the beasts accounted to be unclean. For when we inquired why, there being one creation, some things are accounted unclean for eating, and others even for touch—for the legislation holds most things superstitiously, and in these matters again superstitiously—to these things he began thus: He said to observe modes of life and associations, what sort of thing they work; because, having associated with evil men, men take on perversions, and are wretched throughout life; whereas if they live together with wise and prudent men, out of ignorance they obtain amendment for life. Having therefore distinguished the things of piety and ri-
PG 21:628Read from the page
καιοσύνης πρῶτον ὁ νομοθέτης ἡμῶν, καὶ διδάξας ἕκαστα περὶ τούτων οὐκ ἀπαγορευτικῶς μόνον, ἀλλ' ἐνδεικτικῶς, καὶ τὰς βλάβας προδήλους καὶ τὰς ὑπὸ Θεοῦ γενομένας ἐπιπομπὰς τοῖς αἰτίοις (προϋπέδειξε γὰρ πρῶτον πάντων, ὅτι μόνος ὁ Θεός ἐστι, καὶ διὰ πάντων ἡ δύναμις αὐτοῦ φανερὰ γίνεται, πεπληρωμένου παντὸς τόπου τῆς δυναστείας, καὶ οὐθὲν αὐτὸν λανθάνει τῶν ἐπὶ γῆς γινομένων ὑπ' ἀνθρώπων κρυφίως, ἀλλ' ὅσα ποιεῖ τις, αὐτῷ φανερὰ καθέστηκε, καὶ τὰ μέλλοντα γίνεσθαι· ταῦτ' οὖν ἐξεργαζόμενος ἀκριβῶς, καὶ πρόδηλα θεὶς, ἔδειξεν, ὅτι, καὶ ἐὰν ἐννοηθῇ τις κακίαν ἐπιτελεῖν, οὐκ ἂν λάθοι, μὴ ὅτι καὶ πράξας, δι' ὅλης τῆς νομοθεσίας τὸ τοῦ Θεοῦ δυνατὸν ἐνδεικνύμενος). Ποιησάμενος οὖν τὴν καταρχὴν ταύτην, καὶ δείξας, ὅτι πάντες οἱ λοιποὶ παρ' ἡμᾶς ἄνθρωποι πολλοὺς θεοὺς εἶναι νομίζουσιν, αὐτοὶ δυναμικώτεροι πολλῷ καθεστῶτες ὧν σέβονται ματαίως. Ἀγάλματα γὰρ ποιήσαντες ἐκ λίθων ἢ ξύλων, εἰκόνας φασὶν εἶναι τῶν ἐξευρόντων τι πρὸς τὸ ζῆν αὐτοῖς χρήσιμον, οἷς προσκυνοῦσι, παρὰ πόδας ἔχοντες τὴν ἀναισθησίαν. Εἴτε γὰρ κατ' ἐκεῖνό τις θείη, κατὰ τὴν ἐξεύρεσιν, παντελῶς ἀνόητον· τῶν γὰρ ἐν τῇ κτίσει λαβόντες τινὰ, συνέθηκαν, καὶ προσαπέδειξαν εὐχρηστοτάτην τὴν κατασκευὴν αὐτῶν, οὐ ποιήσαντες αὐτοί· διὸ κενὸν καὶ μάταιον τοὺς ὁμοίους ἀποθεοῦν. Καὶ γὰρ ἔτι καὶ νῦν εὑρετικώτεροι καὶ πολυμαθέστεροι τῶν ἀνθρώπων τῶν πρίν εἰσι πολλοὶ, καὶ οὐκ ἂν φθάνοιεν αὐτοὺς προσκυνοῦντες. Καὶ νομίζουσιν οἱ ταῦτα διαπλάσαντες καὶ μυθοποιήσαντες τῶν Ἑλλήνων οἱ σοφώτατοι καθεστάναι. Τῶν μὲν γὰρ ἄλλων πολυματαίων τί δεῖ λέγειν, Αἰγυπτίων τε καὶ τῶν παραπλησίων, οἵτινες ἐπὶ θηρία καὶ τῶν ἑρπετῶν τὰ πλεῖστα, καὶ ἐπὶ κνωδάλων τὴν ἀπέρεισὶν πεποίηνται, καὶ ταῦτα προσκυνοῦσι, καὶ θύουσι τούτοις καὶ ζῶσι καὶ τελευτήσασι; Συνθεωρήσας τοιγαροῦν ἕκαστα σοφὸς ὢν ὁ νομοθέτης, καὶ ὑπὸ Θεοῦ κατεσκευασμένος εἰς ἐπίγνωσιν τῶν ἁπάντων, περιέφραξεν ἡμᾶς ἀδιακόποις χάραξι καὶ σιδηροῖς τείχεσιν, ὅπως μηδενὶ τῶν ἄλλων ἐθνῶν ἐπιμισγώμεθα κατὰ μηδὲν, ἁγνοὶ καθεστῶτες κατὰ σῶμα καὶ κατὰ ψυχὴν, ἀπολελυμένοι ματαίων δοξῶν, τὸν μόνον Θεὸν καὶ δυνατὸν σεβόμενοι παρ' ὅλην τὴν πᾶσαν κτίσιν. Ὅθεν Αἰγυπτίων οἱ καθηγεμόνες ἱερεῖς ἐγκεκυφότες εἰς πολλὰ, καὶ μετεσχηκότες πραγμάτων, ἀνθρώπους Θεοῦ προσονομάζουσιν ἡμᾶς· ὃ τοῖς λοιποῖς οὐ πρόσεστιν, εἰ μή τις σέβεται τὸν κατ' ἀλήθειαν Θεόν. Ἀλλ' εἰσὶν ἄνθρωποι βρωτῶν, καὶ ποτῶν, καὶ σκέπης· ἡ γὰρ πᾶσα διάθεσις αὐτῶν ἐπὶ ταῦτα καταφεύγει. Τοῖς δὲ παρ' ἡμῖν ἐν οὐδενὶ ταῦτα λελόγισται, περὶ δὲ τῆς τοῦ Θεοῦ δυναστείας δι' ὅλου τοῦ ζῇν ἡ σκέψις αὐτοῖς ἐστιν. Ὅπως οὖν μηδενὶ συν-
of righteousness first our lawgiver, and having taught each point concerning these things not merely by way of prohibition, but by way of demonstration, making manifest also the harms and the visitations sent by God upon the guilty (for he showed beforehand first of all that God is one alone, and that through all things His power becomes manifest, every place being filled with His sovereignty, and nothing escapes Him of the things done secretly on earth by men, but whatsoever anyone does stands manifest before Him, as well as the things that are to come to pass; working out these truths therefore with exactness, and setting them openly in view, he showed that even if anyone should conceive in mind to perpetrate wickedness, he could not escape notice, much less having actually done it, displaying throughout the whole legislation the might of God). Having therefore made this beginning, and having shown that all the rest of mankind besides us suppose that there are many gods, though they themselves are far more powerful than those whom they vainly worship. For having made statues out of stones or wood, they say that they are images of those who invented something useful to them for living, before which they bow down, having their insensibility before their very feet. For whether anyone should rest it on that ground, according to the invention, it is altogether senseless; for having taken certain of the things in creation, they put them together, and showed besides that their contrivance was most serviceable, without having made [the materials] themselves; wherefore it is empty and vain to deify men like themselves. For indeed even now there are many more inventive and more learned than the men of former times, and they could lose no time in bowing down to them. And those who fashioned these things and wove myths think themselves to be the wisest of the Greeks. For of the other utterly vain peoples what need is there to speak—Egyptians and those like them—who have placed their reliance upon wild beasts and most of the creeping things and brutes, and bow down to these, and sacrifice to them both while living and when dead? Having therefore surveyed each of these things, our lawgiver, being wise and equipped by God unto the full knowledge of all things, fenced us round with unbroken palisades and walls of iron, that we should mingle with none of the other nations in any respect, remaining pure in body and in soul, freed from vain opinions, worshipping the only and mighty God beyond the whole entire creation. Whence the leading priests of the Egyptians, having peered closely into many matters and been conversant with affairs, style us men of God—a title which does not belong to the rest, unless someone worships Him Who is truly God. Rather, they are men of meats, and drinks, and raiment; for their whole disposition betakes itself to these things. Among those with us, however, these things are reckoned of no account, whereas throughout their whole life their contemplation is concerning the sovereignty of God. In order, therefore, that with nothing together
Notes, col. 628

On the reading

Printed ἀπέρεισὶν, for ἀπέρεισιν.

PG 21:629Read from the page
αλισγόμενοι, μηδὲ ὁμιλοῦντες φαύλῳ, διαστροφὰς λαμβάνοιμεν, πάντοθεν ἡμᾶς περιέφραξεν ἁγνείαις, καὶ διὰ βρωτῶν, καὶ ποτῶν, καὶ ἁφῆς, καὶ ἀκοῆς, καὶ ὁράσεως νομικῆς. Τὸ γὰρ καθόλου, πάντα πρὸς τὸν φυσικὸν λόγον ὅμοια καθέστηκεν, ὑπὸ μιᾶς δυνάμεως οἰκονομούμενα, καὶ καθ' ὃν ἕκαστα ἔχει λόγον βαθὺν, ἀφ' ὧν ἀπεχόμεθα κατὰ τὴν χρῆσιν, καὶ οἷς συγχρώμεθα. Χάριν δὲ ὑποδείγματος, ἓν ἢ δεύτερον ἐπιδραμών σοι σημανῶ. Μὴ γὰρ εἰς τὸν καταπεπτωκότα λόγον εἰσέλθῃς, ὅτι μυῶν καὶ γαλῆς, ἢ τῶν τοιούτων χάριν περιεργίας ποιούμενος ἐνομοθέτει ταῦτα Μωσῆς, ἀλλὰ πρὸς ἁγνὴν ἐπίσκεψιν, καὶ τρόπων ἐξαρτισμὸν, δικαιοσύνης ἕνεκα σεμνῶς πάντα ἀνατέτακται. Τῶν γὰρ πετεινῶν, οἷς χρώμεθα, πάντα ἥμερα καθέστηκε, καὶ διαφέρει καθαριότητι, πυροῖς καὶ ὀσπρίοις χρώμενα πρὸς τροφὴν, οἷον περιστεραὶ, τρυγόνες, ἀτταγαὶ, πέρδικες, ἔτι δὲ χῆνες, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα. Περὶ ὧν δὲ ἀπηγόρευται πετεινῶν, εὑρήσεις ἄγριά τε καὶ σαρκοφάγα, καὶ καταδυναστεύοντα τῇ περὶ αὐτὰ δυνάμει τὰ λοιπὰ, καὶ τὴν τροφὴν ἔχοντα τὴν δαπάνησιν τῶν προειρημένων ἡμέρων μετὰ ἀδικίας. Οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ τοὺς ἄρνας καὶ ἐρίφους ἁρπάζουσι, καὶ τοὺς ἀνθρώπους δὲ ἀδικοῦσι, νεκρούς τε καὶ ζῶντας. Παράσημον οὖν ἔθετο διὰ τούτων, ἀκάθαρτα προονομάσας, ὅτι δέ ἐστι κατὰ ψυχὴν, οἷς ἡ νομοθεσία διατέτακται, δικαιοσύνῃ συγχρῆσθαι, καὶ μηδένα καταδυναστεύειν πεποιθότας ἰσχύϊ τῇ ἑαυτῶν, μηδ' ἀφαιρεῖσθαι μήθ' ἓν, ἀλλ' ἐκ δικαιοτάτου βίου διακυβερνᾷν· ὡς τὰ τῶν προειρημένων πετεινῶν ἥμερα ζῶα, τὰ φυόμενα τῶν ὀσπρίων ἐπὶ γῆς δαπανᾷ, καὶ οὐ καταδυναστεύει πρὸς τὴν ἐπαναίρεσιν οὔτε τῶν ὑποβεβηκότων οὔτε τῶν συγγενικῶν. Διὰ τούτων οὖν παρέδωκεν ὁ νομοθέτης σημειοῦσθαι τοῖς συνετοῖς, εἶναι δικαίους τε, καὶ μηδὲν ἐπιτελεῖν βίᾳ, μηδὲ, τῇ περὶ αὐτοὺς ἰσχύϊ πεποιθότας, ἑτέρους καταδυναστεύειν. Ὅπου γὰρ οὐδ' ἅψασθαι καθῆκε τῶν προειρημένων διὰ τὴν περὶ ἕκαστα διάθεσιν, πῶς οὐ φυλακτέον παντάπασι τοὺς τρόπους εἰς τοῦτο κατακλεισθῆναι; Πάντα οὖν τὰ συγχωρηθέντα ἐπὶ τούτων καὶ τῶν κτηνῶν τροπολογῶν ἐκτέθεικε. Τὸ γὰρ διχηλεύειν καὶ διαστέλλειν ὁπλῆς ὄνυχας σημεῖόν ἐστι τοῦ διαστέλλειν ἕκαστα τῶν πράξεων ἐπὶ τὸ καλῶς ἔχον. Ἡ γὰρ ἰσχὺς τῶν ὅλων σωμάτων μετὰ ἐνεργείας ἀπέρεισιν ἐπὶ τοὺς ὤμους ἔχει καὶ τὰ σκέλη. Μετὰ διαστολῆς οὖν ἅπαντα ἐπιτελεῖν πρὸς δικαιοσύνην ἀναγκάζει, τῷ σημειοῦσθαι διὰ τούτων. Ἔτι δὲ καὶ διότι παρὰ πάντας ἀνθρώπους διεστάλμεθα. Οἱ γὰρ πλείονες τῶν λοιπῶν ἑαυτοὺς μολύνουσιν ἐπιμισγόμενοι, συντελοῦντες μεγάλην ἀδικίαν· καὶ χῶραι, καὶ πόλεις ὅλαι ἐπὶ τούτοις σεμνύνονται· οὐ μόνον γὰρ πρὸς ἄῤῥενας
being polluted, nor consorting with what is base, we might contract perversions, he fenced us round on every side with purifications, through meats, and drinks, and touch, and hearing, and sight regulated by law. For in general all things are alike with respect to their natural principle, being governed by one power, and yet each class holds a deep reason, both those from which we abstain in use and those of which we partake. By way of example, running lightly over one or two points I will indicate [this] to you. For do not enter into the degraded notion that Moses enacted these things making much ado on account of mice and the weasel or such creatures; rather, all things have been solemnly ordained with a view to pure reflection and the equipment of manners, for the sake of righteousness. For of the birds which we use, all are tame and excel in cleanliness, using wheat and pulse for food, such as pigeons, turtle-doves, francolins, partridges, and moreover geese, and as many others as are of the like sort. Whereas regarding the birds that are forbidden, you will find them wild and carnivorous, tyrannizing over the rest by the strength they possess, and getting their food by preying with injustice upon the aforesaid tame birds. And not only these, but they also seize lambs and kids, and wrong human beings too, both dead and living. Through these, therefore, by naming them beforehand unclean, he set an emblem that in soul those for whom the legislation has been ordained are bound to practise righteousness, and to tyrannize over no one through trusting in their own strength, nor to take away anything at all, but to steer their course by a most righteous life; even as the tame creatures among the aforesaid birds consume the pulse growing upon the earth, and do not tyrannize unto the destruction either of inferior creatures or of those akin to them. By these means, therefore, the lawgiver handed down as a sign to men of understanding that they be just, and accomplish nothing by force, nor, trusting in the strength they possess, tyrannize over others. For where it was not fitting even to touch the aforesaid creatures on account of the disposition belonging to each, how must we not guard by all means lest our manners be shut up into that state? All things, therefore, that are permitted in the case of these and of cattle he has set forth by way of trope. For to part the hoof and divide the claws of the hoof is a sign of distinguishing each of our actions towards what is honourable. For the strength of whole bodies together with their active working has its support upon the shoulders and the legs. With distinction, therefore, he constrains us to perform all things towards righteousness, by giving a sign through these things; and furthermore because we have been separated from all men. For most of the rest defile themselves by promiscuous intercourse, perpetrating great iniquity; and whole countries and cities pride themselves upon these things; for not only towards males
PG 21:632Read from the page
προσάγουσιν, ἀλλὰ καὶ τεκούσας, ἔτι δὲ καὶ θυγατέρας μολύνουσιν. Ἡμεῖς δὲ ἀπὸ τούτων διεστάλμεθα. Ηερὶ ὃν δέ ἐστιν ὁ προειρημένος τῆς διαστολῆς τρόπος, περὶ τοῦτον καὶ τὸν τῆς μνήμης εἶναι κεχαρακτήρικε. Πάντα γὰρ ὅσα διχηλεῖ, καὶ μηρυκισμὸν ἀνάγει, σαφῶς τοῖς νοοῦσιν ἐκτίθεται τὸ τῆς μνήμης· ἡ γὰρ ἀναμηρύκισις οὐδὲν ἕτερον ἀλλ' ἢ τῆς ζωῆς καὶ συστάσεως ὑπόμνησίς ἐστι· τὸ γὰρ ζῇν διὰ τῆς τροφῆς συνεστάναι νομίζει. Διὸ παρακελεύεται διὰ τῆς Γραφῆς, λέγων οὕτως· « Μνείᾳ μνησθήσῃ Κυρίου τοῦ Θεοῦ, τοῦ ποιήσαντος ἐν σοὶ τὰ μεγάλα καὶ θαυμαστά. » Κατανοούμενα γὰρ, ἔνδοξα φαίνεται· πρῶτα μὲν ἡ τοῦ σώματος σύμπηξις, καὶ ἡ τῆς τροφῆς διοίκησις, καὶ ἡ περὶ ἕκαστον μέρος διαστολὴ, πολλῷ δὲ μᾶλλον ἡ τῆς αἰσθήσεως διακόσμησις, διανοίας ἐνέργημα, καὶ κίνησις ἀόρατος ἥ τε ὀξύτης τοῦ πρὸς ἕκαστόν τι πράσσειν, καὶ τεχνῶν εὕρεσις, ἐπέραστον περιέχει τρόπον. Διὸ παρακελεύεται μνείαν ἔχειν, ὡς συντηρεῖται τὰ προειρημένα συνεχόμενα θείᾳ δυνάμει. Πάντα γὰρ τόπον καὶ χρόνον ὥρικε, πρὸς τὸ διὰ παντὸς μνημονεύειν τοῦ κρατοῦντος Θεοῦ, συντηροῦντας καὶ τὰς ἀρχὰς, καὶ μεσότητας, καὶ τελευτάς. Καὶ γὰρ ἐπὶ τῶν βρωτῶν καὶ ποτῶν ἀπαρξαμένους, εὐθέως τότε συγχρῆσθαι κελεύει. Καὶ μὴν καὶ ἐκ τῶν περιβολαίων παράσημον ἡμῖν μνείας δέδωκεν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν πόλεων καὶ οἰκήσεων διὰ τὸ σκεπάζεσθαι, καὶ ἐπὶ τῶν πυλῶν καὶ θυρῶν προστέταχεν ἡμῖν τιθέναι τὰ λόγια, πρὸς τὸ μνείαν εἶναι Θεοῦ· καὶ ἐπὶ τῶν χειρῶν δὲ διαῤῥήδην τὸ σημεῖον κελεύει περιῆφθαι, σαφῶς ἀποδεικνὺς, ὅτι πᾶσαν ἐνέργειαν μετὰ δικαιοσύνης ἐπιτελεῖν δεῖ, μνήμην ἔχοντας τῆς ἑαυτῶν κατασκευῆς, ἐπὶ πᾶσι δὲ τὸν περὶ Θεοῦ φόβον. Κελεύει δὲ καὶ κοιταζομένους, καὶ διανισταμένους, καὶ πορευομένους μελετᾷν τὰς τοῦ Θεοῦ κατασκευὰς, οὐ λόγῳ μόνον, ἀλλὰ καὶ διαλήψει θεωροῦντας τὴν κίνησιν καὶ τὴν ὑπόληψιν ἑαυτῶν, ὅταν εἰς ὕπνον ἔρχωνται, καὶ τὴν ἔγερσιν, ὡς θεία τίς ἐστι καὶ ἀκατάληπτος ἡ τούτων μετάθεσις. Δέδεικται δέ σοι καὶ τὸ περισσὸν τῆς λογίας τῆς κατὰ τὴν διαστολὴν καὶ μνείαν, ὡς ἐξεθέμεθα τὴν διχηλίαν καὶ τὸν μηρυκισμόν. Οὐ γὰρ εἰκῆ, καὶ κατὰ τὸ ἐμπεσὸν εἰς ψυχὴν νενομοθέτηται, πρὸς δ' ἀλήθειαν καὶ σημείωσιν ὀρθοῦ λόγου. Διατάξας γὰρ ἐπὶ βρωτῶν, καὶ ποτῶν, καὶ τῶν κατὰ τὰς ἁφὰς, ἕκαστα, κελεύει μηθὲν εἰκῆ, μήτε πράσσειν, μήτε
bring near, rather they defile even mothers, and moreover daughters also. But we have been set apart from these things. And he around whom is the aforesaid manner of distinction, around him also he has stamped that of remembrance to be. For all things whatsoever that part the hoof and bring up the cud set forth clearly to those who understand the matter of remembrance; for chewing the cud again is nothing else than a reminding of life and subsistence; for he reckons living to subsist through nourishment. Wherefore he exhorts through the Scripture, speaking thus: "With remembrance you shall remember the Lord God, Who wrought in you the great and wonderful things." For when attentively considered, they appear glorious: first indeed the framing together of the body, and the distribution of nourishment, and the distinction concerning each part, and much more the ordering of sense-perception, the working of thought, and the invisible movement, and the keenness towards doing each particular thing, and the discovery of arts, contain a lovely manner. Wherefore he exhorts us to hold remembrance of how the aforesaid things are preserved, being held together by divine power. For he has appointed every place and time towards continually calling to mind the sovereign God, preserving both the beginnings, and middles, and ends. For indeed over meats and drinks he bids us, having offered first-fruits, straightway then to partake of them. Moreover, from our garments also he has given us a token of remembrance; and likewise also upon the cities and dwellings because of our being sheltered, and upon the gates and doors he has commanded us to place the oracles, towards there being a remembrance of God; and upon our hands also he expressly bids the sign to be bound round, clearly showing that one must accomplish every action with righteousness, holding remembrance of their own framing, and above all things fear concerning God. And he bids men also when lying down, and rising up, and walking, to meditate upon the framings of God, contemplating not in word only, but also in comprehension, their own movement and impression when they come to sleep, and their waking, how divine and incomprehensible is the transition of these things. And there has been shown to you also the excellence of the teaching according to distinction and remembrance, as we expounded the parting of the hoof and the chewing of the cud. For not at random, and according to whatever befell the soul, has the law been ordained, but towards truth and the signifying of right reason. For having appointed each particular over meats, and drinks, and the things pertaining to touchings, he bids them neither to do, nor
Notes, col. 632

On the reading

Printed Ηερὶ, for Περὶ.