Migne Reading Room

PG 21 · cols. 633–644 · Read from the page

Preparation for the Gospel, Book VIII

Preparation for the Gospel, Book VIII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:633Read from the page
ἀκούειν, μήτε τῇ τοῦ λόγου δυναστείᾳ συγχρωμένους ἐπὶ τὴν ἀδικίαν τρέπεσθαι. Καὶ ἐπὶ τῶν κνωδάλων δὲ ταὐτόν ἐστιν εὑρεῖν. Κακοποιητικὸς γὰρ ὁ τρόπος ἐστὶ καὶ γαλῆς, καὶ μυῶν, καὶ τῶν τούτοις ὁμοίων, ὅσα διηγόρευται. Πάντα γὰρ λυμαίνονται καὶ κακοποιοῦσι μύες, οὐ μόνον πρὸς τὴν ἑαυτῶν τροφὴν, ἀλλὰ καὶ εἰς τὸ παντελῶς ἄχρηστον γίνεσθαι ἀνθρώπῳ, ὅ τι ἂν δή ποτ' οὖν ἐπιβάλληται κακοποιεῖν. Τό τε τῆς γαλῆς γένος ἰδιάζον ἐστί· χωρὶς γὰρ τοῦ προειρημένου ἔχει λυμαντικὸν κατάστημα. Διὰ γὰρ τῶν ὤτων συλλαμβάνει· τεκνοποιεῖ δὲ τῷ στόματι. Καὶ διὰ τοῦτ' οὖν ὁ τοιοῦτος τρόπος τοῖς ἀνθρώποις ἀκάθαρτός ἐστιν. Ὅσα γὰρ δι' ἀκοῆς λαβόντες, ταῦτα τῷ λόγῳ σωματοποιήσαντες, κακοῖς ἑτέρους ἐνεκύλισαν, ἀκαθαρσίαν τε οὐ τὴν τυχοῦσαν, ἀπετέλεσαν, μιανθέντες αὐτοὶ παντάπασι τῷ τῆς ἀσεβείας μολυσμῷ. Καλῶς δὲ ποιῶν ὁ βασιλεὺς ὑμῶν, τοὺς τοιούτους ἀναιρεῖ, καθὼς μεταλαμβάνομεν. Ἐγὼ δὲ εἶπα· Τοὺς ἐμφανιστὰς οἴομαί σε λέγειν· καὶ γὰρ αἰκίαις καὶ θανάτοις ἐπ' ἄλγεσιν αὐτοὺς παραβάλλει συνεχῶς· τούτοις γὰρ ἐπαγρυπνοῦσιν εἰς ἀνθρώπων ἀπώλειαν, ἀνόσιον. Ὁ δὲ νόμος ἡμῶν κελεύει, μήτε λόγῳ μήτε ἔργῳ κακοποιεῖν μηδένα. Καὶ περὶ τούτων οὖν, ὅσον ἐπὶ βραχὺ διεξελθεῖν, προσυποδείξαντά σοι, διότι πάντα κεκανόνισται πρὸς δικαιοσύνην, καὶ οὐδὲν εἰκῆ κατατέτακται διὰ τῆς Γραφῆς οὐδὲ μυθωδῶς· ἀλλ' ἵνα δι' ὅλου τοῦ ζῇν, καὶ ἐν ταῖς πράξεσιν ἀσκῶμεν δικαιοσύνην πρὸς πάντας ἀνθρώπους, μεμνημένοι τοῦ δυναστεύοντος Θεοῦ. Περὶ βρωτῶν οὖν καὶ τῶν ἀκαθάρτων, ἑρπετῶν καὶ κνωδάλων, ὁ πᾶς λόγος ἀνατείνει πρὸς δικαιοσύνην, καὶ τὴν τῶν ἀνθρώπων συναναστροφὴν δικαίαν. Ἐμοὶ μὲν οὖν καλῶς ἐνόμιζε περὶ ἑκάστων ἀπολελογῆσθαι. Καὶ γὰρ περὶ τῶν προσφερομένων ἔλεγε μόσχων, καὶ κριῶν, καὶ χιμάρων· ὅτι δεῖ τοὺς ταῦτ' ἐκ βουκολίων καὶ ποιμνίων λαμβάνοντας ἥμερα κατασκευάζειν, καὶ μηθὲν ἄγριον, ὅπως οἱ προσφέροντες τὰς θυσίας μηθὲν ὑπερήφανον ἑαυτοῖς συνιστορῶσι, σημειώσει κεχρημένοι τοῦ διατάξαντος. Τῆς γὰρ ἑαυτοῦ ψυχῆς τοῦ παντὸς τρόπου τὴν προσφορὰν ποιεῖται ὁ τὴν θυσίαν προσάγων. Καὶ περὶ τούτων οὖν νομίζω κατὰ τῆς ὁμιλίας ἄξια λόγου καθεστάναι διὰ τὴν σεμνότητα
to hear anything at random, nor, availing themselves of the mastery of speech, to turn towards unrighteousness. And in the case of wild creatures also it is possible to find the same thing. For mischievous is the manner both of the weasel, and of mice, and of things like these, whatsoever have been expressly forbidden. For mice mar and harm all things, not only towards their own nourishment, but even to the point of becoming utterly useless to a man, whatsoever thing indeed it may set itself to harm. And the race of the weasel is peculiar; for apart from what was said before, it has a baneful constitution. For it conceives through the ears, and begets young by the mouth. And on this account, therefore, such a manner is unclean to men. For whatsoever things men have received through hearing, having embodied these in speech, they have entangled others in evils, and have wrought no ordinary uncleanness, being themselves altogether defiled with the pollution of ungodliness. And your king does well in putting such men to death, as we are informed. And I said: I suppose you mean the informers; for indeed he continually exposes them to tortures and deaths upon pains; for they keep watch over these things for an unholy destruction of men. But our law bids us harm no one either in word or in deed. Concerning these things also, therefore, so far as to go through them briefly, having further indicated to you that all things have been regulated towards righteousness, and nothing has been set down through the Scripture at random or fabulously; rather in order that throughout the whole of living, and in our actions, we may practise righteousness towards all men, being mindful of the sovereign God. Concerning meats, therefore, and unclean things, creeping things and wild creatures, the whole account reaches up towards righteousness, and righteous intercourse among men. To me, then, he seemed to have made a good defence concerning each particular. For indeed concerning the calves, and rams, and he-goats that are offered, he said that those who take these from herds and flocks must prepare tame animals, and nothing wild, in order that those who offer the sacrifices may be conscious of nothing arrogant in themselves, employing the token of him who appointed it. For he who brings near the sacrifice makes the offering of the whole disposition of his own soul. Concerning these things also, therefore, I think that in the course of the conversation things worthy of account have been set forth because of the majesty
PG 21:635Read from the page
τοῦ νόμου, ἣν προῆγμαι διασαφῆσαί σοι, Φιλόκρατες, δι' ἣν ἔχεις φιλομάθειαν. » Ταῦτα μὲν ὁ ἀρχιερεὺς τοῖς ἥκουσιν ὡς αὐτὸν Ἕλλησι περὶ τῆς ἀλληγορουμένης ἐν τοῖς ἱεροῖς νόμοις ἰδέας διεστείλατο, πῶς ἂν μέλλουσι ταῖς ἐκδοθησομέναις περιτεύξεσθαι τῶν Γραφῶν ἑρμηνείαις· ὁ δὲ Ἀριστόβουλος, καὶ τῆς κατ' Ἀριστοτέλην φιλοσοφίας πρὸς τῇ πατρίῳ μετειληχὼς, ὁποῖα περὶ τῶν ἐν ταῖς ἱεραῖς βίβλοις φερομένων, ὡς περὶ Θεοῦ μελῶν διῆλθεν, ἐπακοῦσαι καιρός. Οὗτος δ' αὐτὸς ἐκεῖνος, οὗ καὶ ἡ δευτέρα τῶν Μακκαβαίων ἐν ἀρχῇ τῆς βίβλου μνημονεύει, ἐν τῷ πρὸς Πτολεμαῖον τὸν βασιλέα συγγράμματι τοῦτον καὶ αὐτὸς διασαφεῖ τὸν τρόπον.
of the law, which I have been led on to make clear to you, Philocrates, because of the love of learning which you have." These things, then, the high priest set forth to the Greeks who had come to him concerning the form allegorized in the sacred laws, as to how they were going to meet with the interpretations of the Scriptures that were to be published; and it is time to hear what sort of things Aristobulus, who had also partaken of the philosophy according to Aristotle in addition to the ancestral one, went through concerning the things set down in the sacred books as concerning members of God. And this very man, of whom the second book of the Maccabees also makes mention at the beginning of the book, in his treatise to Ptolemy the king himself also makes clear after this manner.
ΚΕΦΑΛΑΙΟΝ Ιʹ.
Chapter X.
Ἀριστοβούλου περὶ τῶν ὀνομαζομένων ὡς Θεοῦ μελῶν.
Of Aristobulus concerning the things named as members of God.
« Πλὴν ἱκανῶς εἰρημένων πρὸς τὰ προκείμενα ζητήματα, ἐπεφώνησας καὶ σὺ, βασιλεῦ, διότι σημαίνεται διὰ τοῦ νόμου τοῦ παρ' ἡμῖν, καὶ χεῖρες, καὶ βραχίων, καὶ πρόσωπον, καὶ πόδες, καὶ περίπατος ἐπὶ τῆς θείας δυνάμεως· ἃ τεύξεται λόγου καθήκοντος, καὶ οὐκ ἀντιδοξήσει τοῖς προειρημένοις ὑφ' ἡμῶν οὐδέν. Παρακαλέσαι δέ σε βούλομαι πρὸς τὸ φυσικῶς λαμβάνειν τὰς ἐκδοχὰς, καὶ τὴν ἁρμόζουσαν ἔννοιαν περὶ Θεοῦ κρατεῖν, καὶ μὴ ἐκπίπτειν εἰς τὸ μυθῶδες καὶ ἀνθρώπινον κατάστημα. Πολλαχῶς γὰρ
"However, after enough had been said in reply to the questions set forth, you also, O king, cried out in addition as to why by the law among us there are signified both hands, and arm, and face, and feet, and walking in respect of the divine power; which things shall receive a fitting account, and will in nothing contradict the things previously said by us. And I wish to exhort you towards taking the interpretations naturally, and holding fast the fitting conception concerning God, and not falling off into the mythical and human condition. For in many ways
PG 21:637Read from the page
ὃ βούλεται λέγειν ὁ νομοθέτης ἡμῶν Μωσῆς, ἐφ' ἑτέρων πραγμάτων λόγους ποιούμενος, λέγω δὲ τῶν κατὰ τὴν ἐπιφάνειαν, φυσικὰς διαθέσεις ἀπαγγέλλει, καὶ μεγάλων πραγμάτων κατασκευάς. Οἷς μὲν οὖν πάρεστι τὸ καλῶς νοεῖν, θαυμάζουσι τὴν περὶ αὐτὸν σοφίαν, καὶ τὸ θεῖον Πνεῦμα, καθ' ὃ καὶ προφήτης ἀνακεκήρυκται. Ὧν εἰσιν οἱ προειρημένοι φιλόσοφοι, καὶ πλείονες ἕτεροι καὶ ποιηταὶ παρ' αὐτοῦ μεγάλας ἀφορμὰς εἰληφότες, καθὸ καὶ θαυμάζονται. Τοῖς δὲ μὴ μετέχουσι δυνάμεως καὶ συνέσεως, ἀλλὰ τῷ γραπτῷ μόνον προσκειμένοις, οὐ φαίνεται μεγαλεῖόν τι διασαφῶν. Ἄρξομαι δὲ λαμβάνειν καθ' ἕκαστον σημαινόμενον, καθόσον ἂν ὦ δυνατός. Εἰ δὲ μὴ τεύξομαι τἀληθοῦς, μηδὲ πείσω, μὴ τῷ νομοθέτῃ προσάψῃς τὴν ἀλογίαν, ἀλλ' ἐμοὶ τῷ μὴ δυναμένῳ διαιρεῖσθαι τὰ ἐκείνων νενοημένα. Χεῖρες μὲν οὖν νοοῦνται προδήλως καὶ ἐφ' ἡμῶν κοινότερον. Ὅταν γὰρ δυνάμεις ἐξαποστέλλῃς σὺ, βασιλεὺς ὢν, βουλόμενός τι κατεργάσασθαι, λέγομεν, Μεγάλην χεῖρα ἔχει ὁ βασιλεὺς, φερομένων τῶν ἀκουόντων ἐπὶ τὴν δύναμιν ἣν ἔχεις. Ἐπισημαίνεται δὲ τοῦτο καὶ διὰ τῆς νομοθεσίας ἡμῶν λέγων ὁ Μωσῆς οὕτως· « Ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ὁ Θεός σε ἐξ Αἰγύπτου. » Καὶ πάλιν· « Ἀποστελῶ, φησὶν ὁ Θεὸς, τὴν χεῖρά μου, καὶ πατάξω τοὺς Αἰγυπτίους. » Καὶ ἐπὶ τοῦ τῶν κτηνῶν θανάτου φησὶ τῷ Φαραῷ ὁ Μωσῆς· « Ἰδοὺ χεὶρ Κυρίου ἔσται ἐν τοῖς κτήνεσί σου, καὶ ἐν πᾶσι τοῖς ἐν τοῖς πεδίοις θάνατος μέγας. » Ὥστε αἱ χεῖρες ἐπὶ δυνάμεως νοοῦνται Θεοῦ. Καὶ γὰρ ἔστι νοεῖσθαι τὴν πᾶσαν ἰσχὺν τῶν ἀνθρώπων καὶ τὰς ἐνεργείας ἐν ταῖς χερσὶν εἶναι. Διόπερ καλῶς ὁ νομοθέτης ἐπὶ τὸ μεγαλεῖον μετενήνοχε, λέγων τὰς συντελείας χεῖρας εἶναι Θεοῦ.
which our lawgiver Moses wishes to say, while framing discourses upon other matters—I mean those according to outward appearance—he declares natural dispositions and the framings of great matters. Those, therefore, who possess right understanding marvel at the wisdom concerning him, and the divine Spirit, according to which also he has been proclaimed a prophet. Among whom are the aforesaid philosophers, and many others, and poets who have taken great starting-points from him, in accordance with which also they are marvelled at. But to those who do not partake of power and understanding, but cleave only to the written letter, he does not appear to be making clear anything magnificent. And I shall begin to take up each particular signification, so far as I may be able. And if I fail to hit the truth, and do not persuade, do not attach the unreasonableness to the lawgiver, but to me who am unable to distinguish the things thought out among those matters. Hands, then, are manifestly understood even in our own case more generally. For whenever you, being a king, send forth forces, wishing to achieve something, we say, The king has a great hand, the hearers being carried to the power which you hold. And Moses indicates this also through our legislation, speaking thus: "With a mighty hand God brought you out of Egypt." And again: "I will send forth," says God, "My hand, and will smite the Egyptians." And concerning the death of the cattle Moses says to Pharaoh: "Behold, the hand of the Lord shall be upon your cattle, and among all those in the fields a great death." So that the hands are understood of the power of God. For indeed it is possible to understand the whole strength of men and their operations to be in their hands. Wherefore the lawgiver has rightly transferred it to majesty, calling the accomplishments hands of God.
« Στάσις δὲ θεία καλῶς ἂν λέγοιτο, κατὰ τὸ μεγαλεῖον, ἡ τοῦ κόσμου κατασκευή. Καὶ γὰρ ἐπὶ πάντων ὁ Θεὸς, καὶ πάνθ' ὑποτέτακται, καὶ στάσιν εἴληφεν· ὥστε τοὺς ἀνθρώπους καταλαμβάνειν ἀκίνητα εἶναι ταῦτα. Λέγω δὲ τὸ τοιοῦτον, ὡς οὐδέποτε γέγονεν οὐρανὸς γῆ, γῆ δ' οὐρανὸς, οὐδ' ἥλιος σελήνη λάμπουσα, οὐδὲ σελήνη πάλιν ἥλιος, οὐδὲ ποταμοὶ θάλασσαι, οὐδὲ θάλασσα ποταμοί. Καὶ πάλιν ἐπὶ τῶν ζώων ὁ αὐτός ἐστι λόγος. Οὐ γὰρ ἄνθρωπος ἔσται θηρίον, οὐδὲ θηρίον ἄνθρωπος. Καὶ ἐπὶ λοιπῶν δὲ ταὐτὸν ὑπάρχει, φυτῶν τε καὶ ἐπὶ τῶν ἄλλων· ἀμετάβλητα μέν ἐστι, τὰς αὐτὰς δ' ἐν αὐτοῖς τροπὰς λαμβάνει καὶ φθοράς. Ἡ στάσις οὖν ἡ θεία κατὰ ταῦτα ἂν λέγοιτο, πάντων ὑποκειμένων τῷ Θεῷ. Λέγεται δὲ κατάβασις ἐπὶ τὸ ὄρος θεία γεγονέναι διὰ τῆς Γραφῆς τοῦ νόμου, καθ' ὃν ἐνομοθέτει καιρὸν, ἵνα πάντες θεωρήσωσι τὴν ἐνέργειαν τοῦ Θεοῦ· κατάβασις γὰρ αὕτη σαφής ἐστι. Καὶ περὶ τούτων οὖν οὕτως ἄν τις ἐξηγήσαιτο, βουλόμενος συντηρεῖν τὸν περὶ Θεοῦ λόγον. Δηλοῦται γὰρ, ὡς τὸ ὄρος ἐκαίετο πολὺ, καθὼς
"And divine standing might rightly be called, in accordance with majesty, the framing of the world. For indeed God is over all things, and all things have been subjected and have received their standing; so that men apprehend these things to be immovable. And I mean some such thing as this, that heaven has never become earth, nor earth heaven, nor the sun the shining moon, nor the moon again the sun, nor rivers seas, nor the sea rivers. And again in the case of living creatures the account is the same. For a man will not be a wild beast, nor a wild beast a man. And in the case of the rest also the same thing holds good, both of plants and in the case of other things: they are unchangeable indeed, yet receive within themselves the same turnings and corruptions. The divine standing, therefore, might be spoken of in accordance with these things, since all things are subject to God. And a divine descent upon the mountain is said to have taken place through the Scripture of the law, at the season when He was giving the law, in order that all might behold the operation of God; for this is a clear descent. And concerning these things, therefore, one might thus expound, wishing to preserve the account concerning God. For it is made plain how the mountain was burning greatly, just as
PG 21:640Read from the page
φησιν ὁ νομοθέτης, διὰ τὸ τὸν Θεὸν καταβεβηκέναι, σαλπίγγων τε φωνὰς, καὶ τὸ πῦρ φλεγόμενον ἀνυποστάτως εἶναι. Τοῦ γὰρ παντὸς πλήθους μυριάδων οὐκ ἔλαττον ἑκατὸν (χωρὶς τῶν ἀφηλίκων, ἐκκλησιαζομένων κυκλόθεν τοῦ ὄρους), οὐκ ἔλασσον ἡμερῶν πέντε οὔσης τῆς περιόδου περὶ αὐτὸ, κατὰ πάντα τόπον τῆς ὁράσεως πᾶσιν αὐτοῖς κυκλόθεν, ὡς ἦσαν παρεμβεβληκότες, τὸ πῦρ φλεγόμενον ἐθεωρεῖτο· ὥστε τὴν κατάβασιν μὴ τοπικὴν εἶναι· πανταχοῦ γὰρ ὁ Θεός ἐστιν. Ἀλλὰ τὴν τοῦ πυρὸς δύναμιν παρὰ πάντα θαυμάσιον ὑπάρχουσαν, διὰ τὸ πάντα ἀναλίσκειν, ἔδειξε φλεγομένην ἀνυποστάτως, μηδὲν δὲ ἐξαναλίσκουσαν, εἰ μὴ τὸ παρὰ τοῦ Θεοῦ δυναμικὸν αὐτῇ προσείη. Τῶν γὰρ φυομένων ἐν τῷ ὄρει ἐκείνῳ ἐξαναλισκομένων σφοδρῶς, οὐδὲν ἐξανάλωσεν· ἀλλ' ἔμεινεν τῶν ἁπάντων ἡ χλόη πυρὸς ἄθικτος, σαλπίγγων τε φωναὶ σφοδρότερον συνηκούοντο σὺν τῇ τοῦ πυρὸς ἀστραπηδὸν ἐκφάνσει, μὴ προκειμένων ὀργάνων τοιούτων, μηδὲ τοῦ φωνήσαντος, ἀλλὰ θείᾳ κατασκευῇ γινομένων πάντων· ὥστε σαφὲς εἶναι διὰ ταῦτα τὴν κατάβασιν τὴν θείαν γεγονέναι, διὰ τὸ τοὺς συνορῶντας ἐκφαντικῶς ἕκαστα καταλαμβάνειν, μήτε τὸ πῦρ κεκαυκὸς, ὡς προείρηται, μηδὲν, μήτε τὰς σαλπίγγων φωνὰς δι' ἀνθρωπίνης ἐνεργείας, ἢ κατασκευῆς ὀργάνων γίνεσθαι, τὸν δὲ Θεὸν ἄνευ τινὸς δεικνύναι τὴν ἑαυτοῦ διὰ παντὸς μεγαλειότητα. » Ταῦτα ὁ Ἀριστόβουλος. Ἐπεὶ δὲ διεληλύθαμεν τά τε τῶν ἱερῶν νόμων παραγγέλματα τόν τε τρόπον τῆς ἀλληγορουμένης παρ' αὐτοῖς ἰδέας, ἑξῆς ἂν εἴη καὶ τόδε ἐπισημήνασθαι, ὡς τὸ πᾶν Ἰουδαίων ἔθνος εἰς δύο τμήματα διῄρηται. Καὶ τὴν μὲν πληθὺν ταῖς τῶν νόμων κατὰ τὴν ῥητὴν διάνοιαν παρηγγελμέναις ὑποθήκαις ὑπῆγε· τὸ δ' ἕτερον τῶν ἐν ἕξει τάγμα, ταύτης μὲν ἠφίει, θειοτέρᾳ δέ τινι καὶ τοὺς πολλοὺς ἐπαναβεβηκυίᾳ φιλοσοφίᾳ προσέχειν ἠξίου, θεωρίᾳ τε τῶν ἐν τοῖς νόμοις κατὰ διάνοιαν σημαινομένων. Ἦν δὲ τοῦτο φιλοσόφων Ἰουδαίων γένος, ὧν τὴν τοῦ βίου ἄσκησιν καὶ τῶν ἔξωθεν κατεπλάγησαν μυρίοι. Τῶν δ' οἰκείων οἱ περιφανέστατοι, καὶ μνήμης ἀλήστου τούτους ἠξίωσαν Ἰώσηπός τε καὶ Φίλων, καὶ ἕτεροι πλείους· ὧν τὰ πολλὰ παρεὶς, δείγματος αὐτὸ μόνον ἕνεκα τῇ τοῦ Φίλωνος ἐπὶ τοῦ παρόντος ἀρκεσθήσομαι μαρτυρίᾳ, ἣν περὶ τῶν δηλουμένων κατὰ πολλὰ τῶν οἰκείων ὑπομνημάτων τέθειται. Τούτων δ' ἀπὸ τῆς ὑπὲρ Ἰουδαίων Ἀπολογίας λαβὼν σύ γε, ἀνάγνωθι ταῦτα.
the lawgiver says, because God had descended, and that there were voices of trumpets, and the fire blazing irresistibly. For while the whole multitude of not less than a hundred myriads (apart from those under age, assembled round about the mountain), the circuit around it being of not less than five days, in every place of vision for them all round about, as they had encamped, the fire was beheld blazing; so that the descent was not local; for God is everywhere. Rather He showed the power of fire, which is marvellous beyond all things because it consumes all things, blazing irresistibly, yet consuming nothing utterly unless the efficacy from God were present to it. For while the things growing on that mountain would have been fiercely consumed, it consumed nothing utterly; rather the verdure of them all remained untouched by fire, and voices of trumpets were heard together more fiercely along with the lightning-like shining forth of the fire, though no such instruments lay at hand, nor anyone sounding them, but all things came to pass by divine contrivance; so that it was clear on account of these things that the divine descent had taken place, because those beholding together apprehended each thing manifestly, neither that the fire had burnt anything, as has been said before, nor that the voices of trumpets came to pass through human operation or contrivance of instruments, but that God without anyone was displaying His own majesty throughout all." Thus Aristobulus. Now since we have gone through both the precepts of the sacred laws and the manner of the form allegorized among them, it would be next in order to point out this also, that the whole nation of the Jews has been divided into two sections. And the multitude indeed he brought under the counsels enjoined by the laws according to the literal meaning; whereas the other order, of those in a settled habit, he released from this, and deemed worthy to attend to a more divine philosophy transcending the many, and to contemplation of the things signified according to thought in the laws. And this was a race of Jewish philosophers, at whose discipline of life myriads even of outsiders were struck with amazement. And the most illustrious of their own countrymen—both Josephus and Philo, and many others—deemed these men worthy of unforgettable remembrance; passing over most of whom, merely for the sake of a specimen I shall for the present be content with the testimony of Philo, which concerning the men set forth he has placed in many of his own treatises. Taking, then, from his Apology on Behalf of the Jews, read these words for yourself.
PG 21:641Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ.
Chapter XI.
Περὶ τῆς κατὰ τὸν βίον ἀρετῆς τῶν παρὰ Ἰουδαίοις τὸ παλαιὸν φιλοσοφούντων.
Concerning the virtue in life of those among the Jews who practised philosophy of old.
« Μυρίους δὲ τῶν γνωρίμων ὁ ἡμέτερος νομοθέτης ἤλειψεν ἐπὶ κοινωνίαν, οἳ καλοῦνται μὲν Ἐσσαῖοι, παρὰ τὴν ὁσιότητα, μοὶ δοκῶ, τῆς προσηγορίας ἀξιωθέντες, οἰκοῦσι δὲ πολλὰς μὲν πόλεις τῆς Ἰουδαίας, πολλὰς δὲ κώμας, καὶ μεγάλους καὶ πολυανθρώπους ὁμίλους. Ἔστι δ' αὐτοῖς ἡ προαίρεσις οὐ γένει (γένος γὰρ ἐφ' ἑκουσίοις οὐ γράφεται), διὰ δὲ ζῆλον ἀρετῆς καὶ φιλανθρωπίας ἵμερον. Ἐσσαίων γοῦν κομιδῆ νήπιος οὐδεὶς, ἀλλ' οὐδὲ πρωτογένειος ἢ μειράκιον· ἐπεὶ τά γε τούτων ἀβέβαια ἤθη τῷ τῆς ἡλικίας ἀτελεῖ συννεωτερίζονται· τέλειοι δ' ἄνδρες, καὶ πρὸς γῆρας ἀποκλίναντες ἤδη, μηκέθ' ὑπὸ τῆς τοῦ σώματος ἐπιῤῥοῆς ἐπικλυζόμενοι, μήθ' ὑπὸ τῶν παθῶν ἀγόμενοι, τὴν ἀψευδῆ δὲ καὶ μόνην ὄντως ἐλευθερίαν καρπούμενοι. Μάρτυς δὲ τῆς ἐλευθερίας αὐτῶν ὁ βίος. Ἴδιον οὐδεὶς οὐδὲ ὑπομένει κτήσασθαι τὸ παράπαν οὐδὲν, οὐκ οἰκίαν, οὐκ ἀνδράποδον, οὐ χωρίον, οὐ βοσκήματα, οὐχ ὅσα ἄλλα παρασκευαὶ καὶ χορηγίαι πλούτου. Πάντα δ' εἰς μέσον ἀθρόα κατατιθέντες, κοινὴν καρποῦνται τὴν ἁπάντων ὠφέλειαν. Οἰκοῦσι δ' ἐν ταὐτῷ, κατὰ θιάσους ἑταιρίας καὶ συσσίτια ποιούμενοι, καὶ πάνθ' ὑπὲρ τοῦ κοινωφελοῦς πραγματευόμενοι διατελοῦσιν. Ἀλλ' ἑτέρων ἕτεραι πραγματεῖαι, αἷς ἐπαποδύντες ἀόκνως διαθλοῦσιν, οὐ κρυμὸν, οὐ θάλπος, οὐχ ὅσα ἀέρος νεωτερίσματα προφασιζόμενοι· πρὶν δ' ἥλιον ἀνασχεῖν, ἐπὶ τὰ συνήθη τρεπόμενοι, δυομένου μόλις ἐπανίασι χαίροντες, οὐχ ἧττον τῶν ἐν τοῖς γυμνικοῖς ἐξεταζομένων ἀγῶσιν. Ὑπολαμβάνουσι γὰρ ἅττ' ἂν ἐπιτηδεύσωσιν, εἶναι βιωφελέστερα καὶ ἡδίω ψυχῇ καὶ σώματι τὰ γυμνάσματα, καὶ πολυχρονιώτερα τῶν ἐν ἀθλήσεσι, μὴ συνεφηβῶντα τῇ τοῦ σώματος ἀκμῇ. Εἰσὶ γὰρ αὐτῶν οἱ μὲν γεηπόνοι, τῶν περὶ σπορὰν καὶ γεωργίαν ἐπιστήμονες, οἱ δ' ἀγελάρχαι, παντοδαπῶν θρεμμάτων ἡγεμόνες· ἔνιοι δὲ σμήνη μελιττῶν ἐπιτροπεύουσιν· ἄλλοι δὲ δημιουργοὶ τῶν κατὰ τέχνας εἰσὶν, ὑπὲρ τοῦ μηδὲν, ὧν αἱ ἀναγκαῖαι χρεῖαι βιάζονται, παθεῖν· οὐδὲν ἀναβαλλόμενοι τῶν εἰς πορισμὸν ἀνυπαίτιον. Ἐκ δὴ τῶν οὕτως διαφερόντων ἕκαστοι τὸν μισθὸν λαβόντες, ἑνὶ διδόασι τῷ χειροτονηθέντι ταμίᾳ· λαβὼν δ' ἐκεῖνος, αὐτίκα τἀπιτήδεια ὠνεῖται, καὶ παρέχει τροφὰς ἀφθόνους, καὶ τἄλλα ὧν ὁ ἀνθρώπινος βίος χρειώδης. Οἱ δ' ὁμοδίαιτοι καὶ ὁμοτράπεζοι καθ' ἑκάστην ἡμέραν εἰσὶ, τοῖς αὐτοῖς ἀσμενίζοντες, ὀλιγοδείας ἐρασταὶ, πολυτέλειαν, ὡς ψυχῆς καὶ σώματος νόσον, ἐκτρεπόμενοι. Κοινὴ δ' οὐ τράπεζα μόνον, ἀλλὰ καὶ ἐσθὴς αὐτοῖς ἐστι. Πρόκεινται γὰρ χειμῶνι μὲν στρυφναὶ χλαῖναι,
"Now myriads of his disciples our lawgiver trained for fellowship, who are called Essenes—having been deemed worthy of the appellation, I think, by derivation from holiness—and they inhabit many cities of Judaea, and many villages, and great and populous throngs. And their chosen course of life is not by birth (for birth is not registered over voluntary matters), but because of zeal for virtue and yearning for love of mankind. Among the Essenes, at all events, there is no mere infant at all, nor yet a youth with his first beard or a stripling; since the unstable characters of such persons change along with the immaturity of their age; but full-grown men, and those already declining towards old age, no longer flooded by the influx of the body, nor led by the passions, but reaping the unfeigned and sole genuine freedom. And their life is a witness to their freedom. No one endures to acquire anything whatsoever at all as his own private property, no house, no slave, no estate, no flocks and herds, nor whatsoever other things are provisions and supplies of wealth. But laying down all things together into the midst, they reap in common the benefit of them all. And they dwell in the same place, forming fellowships and common messes by companies, and continually busy themselves with all things on behalf of the common good. Yet different men have different occupations, stripping for which they toil untiringly, putting forward as an excuse neither frost, nor heat, nor whatsoever changes belong to the air; and turning to their customary tasks before the sun rises, when it sets they barely return rejoicing, no less than those tested in gymnastic contests. For they suppose that whatsoever exercises they practise are more serviceable to life, and pleasanter to soul and body, and longer-lasting than those in athletic contests, since they do not pass their youth together with the prime of the body. For some of them are tillers of the soil, skilled in the matters of sowing and husbandry, and others herdsmen, leaders of all manner of cattle; and some have charge of swarms of bees; and others are craftsmen in the several arts, to avoid suffering anything that necessary wants force upon men, putting off nothing of what makes for blameless livelihood. Having received their wages, then, from occupations differing thus, each gives them to one elected steward; and he, having received them, straightway buys the provisions, and furnishes abundant nourishment, and the other things of which human life stands in need. And living together and sharing the same table every day, they are content with the same things, lovers of frugality, shunning luxury as a disease of soul and body. And not only the table, but clothing also is common to them. For in winter thick cloaks are laid out in readiness,
PG 21:644Read from the page
θέρει δ' ἐξωμίδες εὐτελεῖς, ὡς εὐμαρῶς ἐξεῖναι τῷ βουλομένῳ, ἣν ἂν ἐθελήσοι, λαβεῖν, ἐπειδὴ καὶ τὰ ἑνὸς ἁπάντων, καὶ τὰ πάντων, ἔμπαλιν ἑνὸς ὑπείληπται. Καὶ μὴν εἴ τις αὐτῶν ἀσθενήσειεν, ἐκ τῶν κοινῶν νοσηλεύεται, θεραπευόμενος ταῖς ἁπάντων ἐπιμελείαις καὶ φροντίσιν. Οἱ δὲ δὴ πρεσβύται, κἂν εἰ τύχοιεν ἄτεκνοι, καθάπερ οὐ πολύπαιδες μόνον, ἀλλὰ καὶ σφόδρα εὔπαιδες, ἐν εὐτυχεστάτῳ καὶ λιπαρωτάτῳ γήρᾳ τὸν βίον εἰώθασι καταλύειν, ὑπὸ τοσούτων προνυμίας ἀξιούμενοι καὶ τιμῆς, ἑκουσίῳ γνώμῃ μᾶλλον ἢ φύσεως ἀνάγκῃ θεραπεύειν ἀξιούντων. Ἔτι τοίνυν, ὅπερ ἢ μόνον ἢ μάλιστα τὴν κοινωνίαν ἔμελλε διαλύειν, ὀξυδερκέστερον ἰδόντες, γάμον παρῃτήσαντο μετὰ τοῦ διαφερόντως ἀσκειν ἐγκράτειαν. Ἐσσαίων γὰρ οὐδεὶς ἄγεται γυναῖκα, διότι φίλαυτον ἡ γυνὴ, καὶ ζηλότυπον οὐ μετρίως, καὶ δεινὸν ἀνδρὸς ἤθη παρασαλεῦσαι, καὶ συνεχέσι γοητείαις ὑπάγεσθαι. Μελετήσασα γὰρ θῶπας λόγους, καὶ τὴν ἄλλην ὑπόκρισιν, ὥσπερ ἐπὶ σκηνῆς, ὄψεις καὶ ἀκοὰς ὅταν δελεάσῃ, διηπατημένων οἷα ὑπηκόων, τὸν ἡγεμόνα νοῦν φενακίζει. Παῖδες δ' εἰ γένοιντο, φρονήματος ὑποπλησθεῖσα καὶ παῤῥησίας, ὅσα κατ' εἰρωνείαν πρότερον ὑπούλως ὑπηνίττετο, ταῦτα ἀπ' εὐτολμοτέρου θράσους ἐκκαλεῖ, καὶ ἀναισχυντοῦσα, βιάζεται πράττειν· ὧν ἕκαστον κοινωνίας ἐχθρόν. Ὁ γὰρ ἢ γυναικὸς φίλτροις ἐνδεθεὶς, ἢ τέκνων, ἀνάγκῃ φύσεως, προκηδόμενος, οὐκέτι πρὸς ἄλλους ὁ αὐτός ἐστιν, ἀλλ' ἕτερος γέγονε λεληθὼς ἀντ' ἐλευθέρου δοῦλος. Οὗτος γοῦν ὁ βίος ἐστὶν αὐτῶν περιμάχητος. Ὥστ' οὐκ ἰδιῶται μόνον, ἀλλὰ καὶ μεγάλοι βασιλεῖς, ἀγάμενοι τοὺς ἄνδρας, τεθήπασι, καὶ τὸ σεμνὸν αὐτῶν ἀποδοχαῖς καὶ τιμαῖς ἔτι μᾶλλον σεμνοποιοῦσι » Ταῦτα μὲν ἀπὸ τοῦ εἰρημένου κείσθω συγγράμματος· ἀπὸ δὲ τοῦ, Περὶ τοῦ πάντα σπουδαῖον ἐλεύθερον εἶναι, τὰ οὕτως ἔχοντα παραθήσομαι.
and in summer cheap sleeveless tunics, so that it is easily permitted to anyone who wishes to take whichever one he may desire, since both the things of one are considered to belong to all, and conversely the things of all to belong to one. Moreover, if anyone among them falls sick, he is tended in illness from the common funds, being cared for by the attentions and solicitudes of all. And the aged men indeed, even if they happen to be childless, just as if they not only had many children, but even exceedingly good children, are accustomed to end their life in a most fortunate and sleek old age, being deemed worthy of privilege and honour by so many, who deem it right to tend them by voluntary resolve rather than by necessity of nature. Furthermore, having perceived more keenly that which either alone or above all was bound to dissolve their fellowship, they declined marriage, along with extraordinarily practising continence. For no one of the Essenes marries a wife, because a woman is a selfish creature, and immoderately jealous, and clever at shaking a man's morals and bringing him under by continual blandishments. For having practised flattering words and the rest of play-acting, as though upon a stage, whenever she has baited his eyes and ears, these being thoroughly deceived like subjects, she cheats the ruling mind. And if children come to be born, filled with pride and boldness of speech, whatsoever things she previously hinted at craftily under a guise of dissimulation, these out of more daring audacity she calls forth, and shamelessly forces him to do; every one of which things is hostile to fellowship. For he who is either bound fast by the love-charms of a wife, or cares first for children by necessity of nature, is no longer the same towards others, but has unawares become a different man, a slave instead of a free man. Thus enviable, at all events, is their manner of life. So that not only private persons, but great kings also, admiring the men, stand in awe of them, and by approbations and honours render their venerable character yet more venerable." Let these things stand from the aforesaid treatise; and from the work Every Good Man is Free I shall set beside them the words running thus.
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ.
Chapter XII.
Ἔτι περὶ αὐτῶν.
Further concerning them.
« Ἔστι δὲ καὶ ἡ ἐν Παλαιστίνῃ Συρία καλοκἀγαθίας οὐκ ἄγονος, ἣν πολυανθρωποτάτου ἔθνους τῶν Ἰουδαίων οὐκ ὀλίγη μοίρα νέμεται. Λέ-
"Moreover Palestinian Syria also is not barren of nobility and goodness, which no small portion of the most populous nation of the Jews inhabits. Certain
Notes, col. 644

On the reading

Printed προνυμίας, for προνομίας.

Printed ἀσκειν, for ἀσκεῖν.

Printed μοίρα, for μοῖρα.