Migne Reading Room

PG 21 · cols. 609–620 · Read from the page

Preparation for the Gospel, Book VIII

Preparation for the Gospel, Book VIII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:609Read from the page
τυχὼν, πάρεστιν ἐξ αὐτῶν κατανοεῖν τῶν νόμων ἀντιπαραβάλλοντας· ἤδη γὰρ περὶ τούτων λεκτέον. Οὐκοῦν ἄπειροι μὲν αἱ κατὰ μέρος τῶν ἐθῶν καὶ τῶν νόμων παρὰ τοῖς ἅπασιν ἀνθρώποις διαφοραὶ, κεφαλαιωδῶς ἂν ἐπίοι τις. Οἱ μὲν γὰρ μοναρχίαις, οἱ δὲ ταῖς ὀλίγων δυναστείαις, ἄλλοι δὲ τοῖς πλήθεσιν ἐπέτρεψαν τὴν ἐξουσίαν τῶν πολιτευμάτων. Ὁ δ' ἡμέτερος νομοθέτης εἰς μὲν τούτους οὐδ' ὁτιοῦν ἀπεῖδεν· ὡς δ' ἄν τις εἴποι βιασάμενος τὸν λόγον, θεοκρατίαν ἀπέδειξε τὸ πολίτευμα, Θεῷ τὴν ἀρχὴν καὶ τὸ κράτος ἀναθεὶς, καὶ πείσας εἰς ἐκεῖνον ἅπαντας ἀφορᾷν, ὡς αἴτιον μὲν ἁπάντων ὄντα τῶν ἀγαθῶν, ἃ κινεῖται, πᾶσιν ἀνθρώποις ὑπάρχει, καὶ ὅσων ἔτυχον αὐτοὶ δεηθέντες ἐν ἀμηχάνοις· λαθεῖν δὲ τὴν ἐκείνου γνώμην οὐκ ἐνὸν, οὔτε τι τῶν πραττομένων οὐδὲν, οὔθ' ὧν ἄν τις παρ' αὐτῷ διανοηθείη. Ἀλλ' αὐτὸν ἀπέφηνε καὶ ἀγέννητον, καὶ πρὸς τὸν ἀΐδιον χρόνον ἀναλλοίωτον, πάσης ἰδέας θνητῆς κάλλει διαφέροντα, καὶ δυνάμει μὲν ἡμῖν γνώριμον, ὁποῖος δὲ κατ' οὐσίαν ἐστὶν, ἄγνωστον. Ταῦτα περὶ Θεοῦ φρονεῖν οἱ σοφώτατοι παρ' Ἕλλησιν ὅτι μὲν ἐδιδάχθησαν, ἐκείνου τὰς ἀρχὰς παρασχόντος, ἐῶ νῦν λέγειν· ὅτι δέ ἐστι καλὰ καὶ πρέποντα τῇ τοῦ Θεοῦ φύσει καὶ μεγαλειότητι, σφόδρα μεμαρτυρήκασι. Καὶ γὰρ Πυθαγόρας, καὶ Ἀναξαγόρας, καὶ Πλάτων, οἵ τε μετ' ἐκεῖνον ἀπὸ τῆς Στοᾶς φιλόσοφοι, καὶ μικροῦ δεῖν ἅπαντες οὕτω φαίνονται περὶ τῆς τοῦ Θεοῦ φύσεως πεφρονηκότες. Ἀλλ' οἱ μὲν πρὸς ὀλίγους φιλοσοφοῦντες, εἰς πλήθη δόξαις κατειλημμένα τὴν ἀλήθειαν τοῦ δόγματος ἐξενεγκεῖν οὐκ ἐτόλμησαν· ὁ δ' ἡμέτερος νομοθέτης, ἅτε δὴ τὰ ἔργα παρέχων τοῖς νόμοις σύμφωνα, ⟨…⟩ὐ μόνον τοὺς καθ' ἑαυτὸν ἔπεισεν, ἀλλὰ καὶ τοῖς ἐξ ἐκείνων ἀεὶ γενησομένοις τὴν περὶ τοῦ Θεοῦ πίστιν ἐνέφυσεν ἀμετακίνητον. Αἴτιον δ', ὅτι καὶ τῷ τρόπῳ τῆς νομοθεσίας πρὸς τὸ χρήσιμον πάντων πολὺ διήνεγκεν. Οὐ γὰρ μέρος ἀρετῆς ἐποίησε τὴν εὐσέβειαν, ἀλλὰ ταύτης μέρη τε ἄλλα, καὶ συν-
tained, one may perceive from the laws themselves by comparing them; for now we must speak concerning these. Unlimited indeed in detail as are the differences of customs and of laws among all mankind, one might go over them summarily. For some have entrusted the authority of their polities to monarchies, others to the dominations of a few, and others to the multitudes. Our lawgiver, however, had no regard whatsoever to these; but, as one might say doing violence to the expression, he declared the polity a theocracy, assigning the sovereignty and the power to God, and persuading all to look towards Him, as being the cause of all the good things that are set in motion, belong to all mankind, and as many as they themselves obtained when they besought Him in straits; and that it is not possible to escape His counsel, either for any of the deeds that are done at all, or for any of the things that one might ponder within oneself. Nay, he declared Him both unbegotten, and unchangeable unto everlasting time, surpassing every mortal form in beauty, and known to us indeed in power, but as to what He is in essence, unknown. That the wisest among the Greeks were taught to think these things concerning God after that man had furnished the starting-points, I forbear now to say; but that they are noble and befitting the nature and majesty of God, they have borne strong witness. For indeed Pythagoras, and Anaxagoras, and Plato, and the philosophers of the Porch after him, and well-nigh all plainly thought thus concerning the nature of God. Yet those men, philosophizing before a few, did not venture to bring forth the truth of the doctrine to multitudes preoccupied with opinions; whereas our lawgiver, inasmuch as he exhibited deeds harmonious with the laws, persuaded not only those of his own time, but also implanted in those who should ever be born from them an immovable faith concerning God. And the cause is that by the very manner of his legislation also he far excelled all men in regard to usefulness. For he did not make piety a part of virtue, but other things parts of this, and both per-
PG 21:612Read from the page
εἶδεν αὐτὰ, καὶ κατέστησε· λέγω δὲ τὴν δικαιοσύνην, τὴν σωφροσύνην, τὴν καρτερίαν, τὴν τῶν πολιτῶν πρὸς ἀλλήλους ἐν ἅπασι συμφωνίαν. Ἅπασαι γὰρ αἱ πράξεις, καὶ διατριβαὶ, καὶ λόγοι πάντες ἐπὶ τὴν πρὸς Θεὸν ἡμῶν εὐσέβειαν ἀναφέρουσιν· οὐδὲν γὰρ τούτων ἀνεξέταστον οὐδ' ἀόριστον παρέλιπεν. Δύο μὲν γάρ εἰσιν ἁπάσης παιδείας τρόποι, καὶ τῆς περὶ τὰ ἤθη κατασκευῆς· ὧν ὁ μὲν λόγῳ διδασκαλικὸς, ὁ δὲ διὰ τῆς ἀσκήσεως τῶν ἠθῶν. Οἱ μὲν οὖν ἄλλοι νομοθέται ταῖς γνώμαις διέστησαν, καὶ τὸν ἕτερον αὐτῶν, ὃν ἔδοξεν ἑκάστοις ἑλόμενοι, τὸν ἕτερον παρέλιπον· οἷον Λακεδαιμόνιοι μὲν καὶ Κρῆτες ἔθεσιν ἐπαίδευον, οὐ λόγοις· Ἀθηναῖοι δὲ καὶ σχεδὸν οἱ πάντες Ἕλληνες, ἃ χρὴ πράττειν ἢ μὴ, προσέταττον διὰ τῶν νόμων, τοῦ δὲ πρὸς αὐτὰ διὰ τῶν ἔργων ἐθίζειν ὠλιγώρουν· ὁ δ' ἡμέτερος νομοθέτης ἄμφω ταῦτα συνήρμοσε κατὰ πολλὴν ἐπιμέλειαν· οὔτε γὰρ κωφὴν ἀπέλιπε τὴν τῶν ἠθῶν ἄσκησιν, οὔτε τὸν ἐκ τοῦ νόμου λόγον ἄπρακτον εἴασεν· ἀλλ' εὐθὺς ἀπὸ τῆς πρώτης ἀρξάμενος τροφῆς, καὶ τῆς κατὰ τῶν οἴκων ἑκάστων διαίτης, οὐδὲν οὐδὲ τῶν βραχυτάτων αὐτεξούσιον ἐπὶ ταῖς βουλήσεσι τῶν χρησομένων κατέλιπεν· ἀλλὰ καὶ περὶ σιτίων ὅσων ἀπέχεσθαι χρὴ, καὶ τίνα προσφέρεσθαι, καὶ περὶ τῶν κοινωνησάντων τῆς διαίτης, ἔργων τε συντονίας, καὶ τοὔμπαλιν ἀναπαύσεως ὅρον ἔθηκεν αὐτὸς καὶ κανόνα τὸν νόμον· ἵν' ὥσπερ ὑπὸ πατρὶ καὶ δεσπότῃ τούτῳ ζῶντες, μήτε βουλόμενοι μηθὲν, μήθ' ὑπ' ἀγνοίας ἁμαρτάνωμεν. Οὐδὲ γὰρ τὴν ὑπὸ γῆς ἀγνοίας ἐπιτίμησιν κατέλιπεν, ἀλλὰ καὶ κάλλιστον καὶ ἀναγκαιότατον ἀπέδειξε παίδευμα τὸν νόμον, οὐκ εἰσάπαξ ἀκροασαμένοις, οὐδὲ δὶς ἢ πολλάκις· ἀλλ' ἑκάστης ἑβδομάδος τῶν ἄλλων ἔργων ἀφεμένους, ἐπὶ τὴν ἀκρόασιν ἐκέλευσε τοῦ νόμου συλλέγεσθαι, καὶ τοῦτον ἀκριβῶς ἐκμανθάνειν· ὃ δὴ πάντες ἐοίκασιν οἱ νομοθέται παραλιπεῖν. Καὶ τοσοῦτον οἱ πλεῖστοι τῶν ἀνθρώπων ἀπέχουσι τοῦ κατὰ τοὺς οἰκείους νόμους ζῆν, ὥστε σχεδὸν αὐτοὺς οὐδ' ἴσασι· ἀλλ' ὅταν ἐξαμαρτάνωσι, τότε παρ' ἄλλων μανθάνουσιν, ὅτι τὸν νόμον παραβεβήκασιν. Οἵ τε τὰς μεγίστας καὶ κυριωτάτας παρ' αὐτοῖς ἀρχὰς διοικοῦντες ὁμολογοῦσι τὴν ἄγνοιαν· ἐπιστάτας γὰρ παρακαθίστανται τῆς τῶν πραγμάτων οἰκονομίας, τοὺς ἐμπειρίαν ἔχειν τῶν νόμων ὑπισχνουμένους. Ἡμῶν δ' ὁντινοῦν τις ἕλοιτο, τοὺς νόμους ῥᾷον ἄν τις εἴποι πάντας ἢ τοὔνομα τὸ ἑαυτοῦ. Τοιγαροῦν ἀπὸ τῆς πρώτης εὐθὺς αἰσθήσεως
ceived them together, and established them: I mean justice, temperance, endurance, the harmony of the citizens with one another in all things. For all our actions, and occupations, and discourses have reference unto our piety towards God; for none of these things did he leave unexamined or undefined. For there are two modes of all education and of moral training: of which the one instructs by word, and the other through the practice of habits. Now the other lawgivers differed in their judgements, and having chosen the one of these which seemed good to each, left the other aside: thus the Lacedaemonians and Cretans educated by habits, not by words; whereas the Athenians and well-nigh all the Greeks enjoined through their laws what ought to be done or not, yet neglected to accustom men thereto through deeds. Our lawgiver, however, fitted both of these together with great care; for he neither left the practice of habits mute, nor suffered the word from the law to remain unperformed; rather, beginning straightway from the very earliest nurture and the manner of life in each household, he left nothing, even of the smallest matters, at the arbitrary disposal of the wishes of those who would use them; nay, concerning meats also, both from how many one ought to abstain and what ones to partake of, and concerning those who share in one's manner of life, intensity of labours too, and conversely rest, he himself set the law as boundary and rule; in order that, living under this as under a father and master, we might commit no sin either wilfully or through ignorance. For neither did he leave the pretext from ignorance of the earth, nay, he also showed the law to be both the fairest and most necessary means of instruction, for men listening not once for all, nor twice or many times; rather he commanded them every week, leaving aside their other works, to assemble for the hearing of the law, and to learn it thoroughly with exactness—a thing which all lawgivers seem to have left aside. And so far are most of mankind from living according to their own laws that they scarcely even know them; rather, when they commit some offence, then they learn from others that they have transgressed the law. And those who administer the greatest and most sovereign offices among them confess their ignorance; for they set beside themselves as overseers of the administration of affairs men who profess to have experience of the laws. Whereas should anyone choose whomsoever he will of us, one would more easily recite all the laws than his own name. Wherefore straightway from our very first consciousness
PG 21:613Read from the page
αὐτοὺς ἐκμανθάνοντες, ἔχομεν ἐν ταῖς ψυχαῖς ὥσπερ ἐγκεχαραγμένους. Καὶ σπάνιος μὲν ὁ παραβαίνων, ἀδύνατος δ' ἡ τῆς κολάσεως παραίτησις. Τοῦτο πρῶτον ἁπάντων τὴν θαυμαστὴν ὁμόνοιαν ἡμῖν ἐμπεποίηκε. Τὸ γὰρ μίαν μὲν ἔχειν καὶ τὴν αὐτὴν δόξαν περὶ Θεοῦ, τῷ βίῳ δὲ καὶ τοῖς ἔθνεσι μηδὲν ἀλλήλων διαφέρειν, καλλίστην ἐν ἤθεσιν ἀνθρώπων συμφωνίαν ἀποτελεῖ. Παρ' ἡμῖν γὰρ μόνοις οὔτε περὶ Θεοῦ λόγους ἀκούσεται τοὺς ἀλλήλοις ὑπεναντίους, ὁποῖα πολλὰ παρ' ἑτέροις (οὐχ ὑπὸ τῶν τυχόντων γὰρ μόνον τὸ κατὰ τὸ προσπεσὸν ἑκάστῳ λέγεται πάθος, ἀλλὰ κἂν παρά τισι τῶν φιλοσόφων ἀποτετόλμηται, τῶν μὲν τὴν ὅλην τοῦ Θεοῦ φύσιν ἀναιρεῖν τοῖς λόγοις ἐπικεχειρηκότων, ἄλλων δὲ τὴν ὑπὲρ ἀνθρώπων αὐτὸν πρόνοιαν ἀφαιρουμένων)· οὐδ' ἐν τοῖς ἐπιτηδεύμασι τῶν βίων ὄψεται διαφορὰν, ἀλλὰ κοινὰ μὲν ἔργα πάντων παρ' ἡμῖν, εἷς δ' ὁ λόγος ὁ τῷ νόμῳ συμφωνῶν περὶ Θεοῦ, πάντα λέγων ἐκεῖνον ἐφορᾷν. Καὶ μὴν περὶ τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων, ὅτι δεῖ πάντα τὰ ἄλλα τέλος ἔχειν τὴν εὐσέβειαν, καὶ γυναικῶν ἀκούσειεν ἄν τις, καὶ τῶν οἰκετῶν. Ὅθεν δὴ καὶ τὸ προσφερόμενον ἡμῖν ὑπό τινων ἔγκλημα, τὸ δὴ μὴ καινῶν εὑρετὰς ἔργων ἢ λόγων ἄνδρας παρασχεῖν, ἐντεῦθεν συμβέβηκεν. Οἱ μὲν γὰρ ἄλλοι τὸ μηδενὶ τῶν πατρίων ἐμμένειν καλὸν εἶναι νομίζουσι, καὶ τοῖς μάλιστα τολμῶσι ταῦτα παραβαίνειν σοφίας δεινότητα μαρτυροῦσιν· ἡμεῖς δὲ τοὐναντίον μίαν εἶναι καὶ φρόνησιν, καὶ ἀρετὴν ὑπειλήφαμεν, τὸ μηδὲν ὅλως ὑπεναντίον μήτε πρᾶξαι, μήτε διανοηθῆναι τοῖς ἐξ ἀρχῆς νομοθετηθεῖσιν· ὅπερ εἰκότως ἂν εἴη τεκμήριον τοῦ κάλλιστα τὸν νόμον τεθῆναι. Τὰ γὰρ μὴ τοῦτον ἔχοντα τὸν τρόπον αἱ πεῖραι δεόμεναι διορθώσεως ἐλέγχουσιν· ἡμῖν δὲ τοῖς πεισθεῖσιν ἐξ ἀρχῆς τεθῆναι τὸν νόμον κατὰ Θεοῦ βούλησιν, οὐδ' εὐσεβὲς ἦν ἔτι τοῦτο μὴ φυλάττειν. Τί γὰρ αὐτοῦ τις ἂν μετακινήσειεν, ἢ τί κάλλιον ἐξεῦρεν, ἢ τί παρ' ἑτέρων ὡς ἄμεινον μετήνεγκεν; Ἆρά γε τὴν ὅλην κατάστασιν τοῦ πολιτεύματος; Καὶ τίς ἂν καλλίων ἢ δικαιοτέρα γένηται τῆς τὸν Θεὸν μὲν ἡγεμόνα τῶν ὅλων ἡγεῖσθαι πεποιημένης, τοῖς ἱερεῦσι δὲ κοινῇ μὲν τὰ μέγιστα διοικεῖν ἐπιτρεπούσης, τῷ δὲ πάντων ἀρχιερεῖ πάλιν πεπιστευκυίας τὴν τῶν ἄλλων ἱερέων ἡγεμονίαν; οἷς οὐ πλούτῳ, οὐδέ τισιν ἄλλαις προὔχουσι πλεονεξίαις, τὸ πρῶτον εὐθὺς νομοθετῆσαι ἐπὶ τὴν τιμὴν ἔταξεν· ἀλλ' ὅσοι τῶν μετ' αὐτοῦ πειθοῖ τε καὶ σωφροσύνῃ τῶν ἄλλων διέφερον, τούτοις τὴν περὶ τὸν Θεὸν θεραπείαν ἐνεχείρησε. Τοῦτο δ' ἦν καὶ τοῦ νόμου καὶ τῶν ἄλλων ἐπιτηδευμάτων ἀκριβὴς ἐπιμέλεια· καὶ
learning them thoroughly, we hold [them] in our souls as though engraved. And rare indeed is he who transgresses, while deprecation of punishment is impossible. This first of all has wrought in us our admirable concord. For to hold one and the same opinion concerning God, and in way of life and among the nations to differ in nothing from one another, brings about the fairest harmony in human manners. For among us alone neither will [one] hear discourses concerning God that are mutually contradictory, such as are frequent among others (for not only by ordinary men is that spoken which answers to the passion befalling each, but even among certain of the philosophers it has been rashly ventured, some having attempted by their arguments to do away with the whole nature of God, and others depriving Him of providence on behalf of men); nor in the pursuits of men's lives will [one] see divergence, but among us the works of all are common, and one is the teaching in harmony with the law concerning God, saying that He watches over all things. And indeed as to the pursuits of daily life, that all other things must have piety as their end, one might hear even from women and household servants. Whence indeed even the charge brought against us by some, namely that we have not produced men who were inventors of new deeds or discourses, has come to pass from this cause. For whereas others think it noble to abide by none of their ancestral customs, and bear witness to a cleverness of wisdom in those who are boldest to transgress them, we on the contrary have supposed that to be the sole prudence and virtue, neither to do nor to devise anything at all contrary to the laws originally enacted; which would reasonably be a token that the law was most excellently laid down. For things that are not constituted in this way, experiences, standing in need of amendment, convict; whereas for us who have been persuaded from the beginning that the law was laid down according to the counsel of God, it was not even pious any longer not to guard this. For what part of it could anyone alter, or what fairer thing did he find out, or what did he bring over from others as better? Could it be the whole frame of the polity? And what [polity] could prove fairer or more just than that which has made God to be accounted ruler of all things, and commits to the priests in common the administration of the weightiest matters, while again entrusting to the high priest of all the leadership over the other priests? Whom—excelling neither in wealth nor in any other advantages—at the very outset of framing the laws he appointed unto this honour; rather, to as many of those with him as surpassed the rest in persuasiveness and temperance, to these he entrusted the service concerning God. And this was an exact care both of the law and of the other pursuits; and
PG 21:616Read from the page
γὰρ ἐπόπται πάντων καὶ δικασταὶ τῶν ἀμφισβητουμένων, καὶ κολασταὶ τῶν κατεγνωσμένων οἱ ἱερεῖς ἐτάχθησαν. Τίς ἂν οὖν ἀρχὴ γένοιτο ταύτης ὁσιωτέρα; Τίς δὲ τιμὴ Θεῷ μᾶλλον ἁρμόζουσα; παντὸς μὲν τοῦ πλήθους κατεσκευασμένου πρὸς τὴν εὐσέβειαν, ἐξαίρετον δὲ τὴν ἐπιμέλειαν τῶν ἱερέων πεπιστευμένων, ὥσπερ δὲ τελετή ἐστι τῆς ὅλης πολιτείας οἰκονομουμένης. Ἃ γὰρ ὀλίγων ἡμερῶν ἀριθμὸν ἐπιτηδεύοντες ἄλλο φυλάττειν οὐ δύνανται, μυστήρια καὶ τελετὰς ἐπονομάζοντες, ταῦτα μετὰ πολλῆς ἡδονῆς καὶ γνώμης ἀμεταθέτου φυλάττομεν ἡμεῖς διὰ τοῦ παντὸς αἰῶνος. Τίνες οὖν εἰσιν αἱ προῤῥήσεις καὶ προαγορεύσεις; Ἁπλαῖ τε καὶ γνώριμοι. Πρώτη δ' ἡγεῖται ἡ περὶ Θεοῦ λέγουσα· Θεὸς ἔχει τὰ σύμπαντα, παντελὴς καὶ μακάριος, αὐτὸς ἑαυτῷ καὶ πᾶσιν αὐτάρκης, ἀρχὴ, καὶ μέση, καὶ τέλος πάντων οὗτος· ἔργοις μὲν καὶ χάρισιν ἐναργὴς, καὶ παντὸς οὑτινοσοῦν φανερώτερος, μορφὴν δὲ καὶ μέγεθος ἡμῖν ἀφανέστατος. Πᾶσα μὲν ὕλη πρὸς εἰκόνα τὴν τούτου, κἂν ᾖ πολυτελὴς, ἄτιμος· πᾶσα δὲ τέχνη πρὸς μιμήσεως ἐπίνοιαν ἄτεχνος· οὐδε͂ν ὅμοιον οὔτ' ἐπινοοῦμεν, οὔτ' εἰκάζειν ἐστὶν ὅσιον. Ἔργα βλέπομεν αὐτοῦ, φῶς, οὐρανὸν, γῆν, ἥλιον καὶ σελήνην, ὕδατα, ζώων γενέσεις, καρπῶν ἀναδόσεις. Ταῦτα ὁ Θεὸς ἐποίησεν οὐ χερσὶν, οὐ πόνοις, οὔ τινων ἐργασαμένων ἐπιδεηθεὶς, ἀλλ' αὐτοῦ καλὰ θελήσαντος, καλῶς ἦν εὐθὺς γεγονότα. Τούτῳ δεῖ πάντας ἀκολουθεῖν, καὶ θεραπεύειν αὐτὸν ἀσκοῦντας ἀρετήν· τρόπος γὰρ Θεοῦ θεραπείας οὗτος ὁσιώτατος. Εἷς ναὸς ἑνὸς Θεοῦ, φίλον γὰρ ἀεὶ παντὶ τὸ ὅμοιον· κοινὸς ἁπάντων, κοινοῦ Θεοῦ ἁπάντων. Τοῦτον θεραπεύουσι μὲν διὰ παντὸς οἱ ἱερεῖς· ἡγεῖται δὲ τούτων ὁ πρῶτος ἀεὶ κατὰ γένος. Οὗτος μετὰ τῶν συνιερέων θύσει τῷ Θεῷ, φυλάξει τοὺς νόμους, δικάσει περὶ τῶν ἀμφισβητουμένων, κολάσει τοὺς ἐλεγχθέντας. Ὁ τούτῳ μὴ πειθόμενος ὑφέξει δίκην, ὡς εἰς τὸν Θεὸν αὐτὸν ἀσεβῶν. Θύσομεν τὰς θυσίας οὐκ εἰς μέθην ἑαυτοῖς· ἀβούλητον γὰρ τῷ Θεῷ τόδε, καὶ πρόφασις ἂν ὕβρεως γένοιτο καὶ πολυτελείας· ἀλλὰ σώφρονας, εὐτάκτους, εὐσταλεῖς, ὅπως μάλιστα θύοντες σωφρονῶσι. Καὶ ἐπὶ ταῖς θυσίαις χρὴ πρῶτον ὑπὲρ τῆς κοινῆς εὔχεσθαι σωτηρίας, εἶθ' ὑπὲρ ἑαυτῶν. Ἐπὶ γὰρ κοινωνίᾳ γεγόναμεν, καὶ ταύτην ὁ προτιμῶν τοῦ καθ' ἑαυτὸν ἰδίου, μάλιστα εἴη Θεῷ κεχαρισμένος. Παράκλησις δὲ πρὸς τὸν Θεὸν ἔστω διὰ τῆς εὐχῆς καὶ
for the priests were appointed overseers of all things and judges of matters in dispute, and punishers of those condemned. What rule, then, could become holier than this? And what honour more fitting towards God, where the whole multitude is equipped for piety, and the priests are entrusted with extraordinary care, and the whole polity is administered just as a sacred rite is? For the things which others, practising for the number of a few days, cannot guard, naming them mysteries and initiations, these with great gladness and unalterable purpose we guard throughout all time. What, then, are the proclamations and forewarnings? Simple and well known. And first leads the way that concerning God, which says: God holds the universe, wholly perfect and blessed, Himself sufficient unto Himself and for all, He [being] beginning, and middle, and end of all things; manifest in works and graces, and clearer than anything whatsoever, yet in form and magnitude most unmanifest to us. Every material, even though it be costly, is without worth for an image of Him; and every art is artless for the contriving of an imitation; nothing like [Him] do we either conceive, nor is it holy to liken [aught to Him]. Works of His we behold: light, heaven, earth, sun and moon, waters, generations of living creatures, yields of fruits. These God made not with hands, not with labours, nor standing in need of any to work [with Him], but when He willed fair things, straightway they had come fairly into being. Him must all follow, and serve Him by practising virtue; for this mode of God's service is most holy. One temple of one God—for like is ever dear to every like—common to all, of the God common to all. This [temple] the priests continually serve; and he who is ever first by descent leads them. He together with his fellow priests shall sacrifice to God, shall guard the laws, shall give judgement concerning matters in dispute, shall punish those convicted. He who does not obey him shall undergo penalty, as committing impiety against God Himself. We shall offer our sacrifices not unto drunkenness for ourselves—for this is unwelcome to God, and would become an occasion of insolence and extravagance—but temperate, orderly, frugal, so that above all when sacrificing men may be sober-minded. And at the sacrifices we must pray first for the common welfare, and then for ourselves. For we have been born for fellowship, and he who honours this above his own private interest would be especially pleasing to God. And let entreaty towards God be made through prayer and
Notes, col. 616

On the reading

Printed ἄλλο, for ἄλλοι.

Printed οὐδε͂ν, for οὐδὲν.

PG 21:617Read from the page
δέησις, οὐχ ὅπως διδῷ τὰ ἀγαθά· δέδωκε γὰρ αὐτὸς ἑκὼν, καὶ πᾶσιν εἰς μέσον κατατέθεικεν· ἀλλ' ὅπως δέχεσθαι δυνώμεθα, καὶ λαβόντες φυλάττωμεν. Ἁγνείας ἐπὶ ταῖς θυσίαις διήρηκεν ὁ νόμος ἀπὸ κήδους, ἀπὸ λέχους, ἀπὸ κοινωνίας τῆς πρὸς γυναῖκα, καὶ πολλῶν ἄλλων, ἃ μακρὸν ἂν εἴη νῦν γράφειν. Τοιοῦτος μὲν ὁ περὶ Θεοῦ, καὶ τῆς ἐκείνου θεραπείας, λόγος ἡμῖν ἐστιν· ὁ δ' αὐτὸς ἅμα καὶ νόμος. Τίνες δὲ οἱ περὶ γάμον νόμοι; Μίξιν μόνην οἶδεν ὁ νόμος τὴν κατὰ φύσιν τὴν πρὸς γυναῖκα, καὶ ταύτην, εἰ μέλλοι τέκνων ἕνεκα γενήσεσθαι. Τὴν δὲ πρὸς ἄῤῥενα ἀῤῥένων ἐστύγηκε, καὶ θάνατος τὸ ἐπιτίμιον, εἴ τις ἐπιχειρήσειε. Γαμεῖν δὲ κελεύει, μὴ προικὶ προσέχοντας, μηδὲ βιαίοις ἁρπαγαῖς, μηδ' αὖ δόλῳ καὶ δι' ἀπάτης πείσαντας· ἀλλὰ μνηστεύειν παρὰ τοῦ δοῦναι κυρίου, καὶ κατὰ συγγένειαν ἐπιτήδειον. « Γυνὴ χείρων, φησὶν, ἀνδρὸς εἰς ἅπαντα, » τοιγαροῦν ὑπακουέτω, μὴ πρὸς ὕβριν, ἀλλ' ἵνα ἄρχηται· Θεὸς γὰρ ἀνδρὶ κράτος ἔδωκε. Ταύτῃ συνεῖναι δεῖ τὸν γήμαντα μόνῃ· τὸ δὲ τὴν ἄλλου πειρᾷν ἀνόσιον. Εἰ δέ τις τοῦτο πράξειεν, οὐδεμία θανάτου παραίτησις· οὔτε εἰ βιάσαιτο παρθένον ἑτέρῳ συνωμολογημένην, οὔτ' εἰ πείσαι γεγαμημένην. Τέκνα τρέφειν ἅπαντα προσέταξε. Καὶ γυναιξὶν ἀπεῖπε μήτ' ἀμβλοῦν τὸ σπαρὲν, μήτε διαφθείρειν. Ἀλλὰ ἣν φανείη, τεκνοκτόνος ἂν εἴη, ψυχὴν ἀφανίζουσα, καὶ τὸ γένος ἐλαττοῦσα. Τοιγαροῦν οὐδ' εἴ τις ἐπὶ λέχους φθορὰν παρέλθοι, καθαρὸς εἶναι τότε προσήκει. Καὶ μετὰ τὴν νόμιμον συνουσίαν ἀνδρὸς καὶ γυναικὸς ἀπολούεσθαι· ψυχῆς ἔχειν τοῦτο μερισμὸν πρὸς ἄλλην χώραν ὑπέλαβε. Καὶ γὰρ ἐμφυομένη σώμασι κακοπαθεῖ, καὶ τούτων αὖ πάλιν θανάτῳ διακριθεῖσα. Διόπερ ἁγνείας ἐπὶ πᾶσι τοῖς τοιούτοις ἔταξεν. Οὐ μὴν οὐδ' ἐπὶ ταῖς τῶν παίδων γενέσεσιν ἐπέτρεψεν εὐωχίαν συντελεῖν, καὶ προφάσεις ποιεῖσθαι μέθης· ἀλλὰ σώφρονα τὴν ἀρχὴν εὐθὺς τῆς τροφῆς ἔταξε, καὶ γράμματα παιδεύειν ἐκέλευσε τὰ περὶ τοὺς νόμους, καὶ τῶν προγόνων τὰς πράξεις ἐπίστασθαι· τὰς μὲν ἵνα μιμῶνται, τοῖς δ', ἵνα συντρεφόμενοι μήτε παραβαίνωσι, μήτε σκῆψιν ἀγνοίας ἔχωσι. Τῆς εἰς τοὺς τετελευτηκότας προενόησεν ὁσίας, οὐ πολυτελείαις ἐνταφίων, οὐδὲ κατασκευαῖς μνημείων ἐπιφανῶν· ἀλλὰ τὰ μὲν περὶ τὴν κηδείαν ἔταξε τοῖς οἰκειοτάτοις ἐπιτελεῖν, κἀπὶ δὲ τοῖς παριοῦσι, θαπτομένου τινὸς, καὶ
supplication, not that He may give good things—for He Himself has given [them] willingly, and has set [them] in the midst for all—but that we may be able to receive [them], and having received [them] may keep [them]. Purifications at sacrifices the law has distinguished from a funeral, from childbed, from intercourse with a woman, and from many other things which it would now be long to write. Such is our account concerning God and the service of Him, and the same is at once also law. And what are the laws concerning marriage? The law recognizes only the union according to nature, that with a woman, and this if it is to take place for the sake of children. That of males with a male it has abhorred, and death is the penalty if anyone should attempt it. And it commands men to marry, not paying heed to dowry, nor by violent seizures, nor again having persuaded by guile and deceit, but to sue from him who has authority to give, and one suitable by kinship. "A woman is inferior," it says, "to a man in all things"; wherefore let her obey, not for insolent treatment, but that she may be ruled; for God gave authority to the man. With her alone must he who has married consort, while to make trial of another's wife is unholy. And if anyone should do this, there is no deprecation of death, neither if he should force a virgin betrothed to another, nor if he should seduce a married woman. It commanded to rear all children. And it forbade women either to abort what is sown or to destroy it. But if she should come to light [doing so], she would be a child-slayer, blotting out a soul and diminishing the race. Wherefore neither if anyone should advance to the defilement of a bed does it beseem [him] then to be pure. Even after the lawful intercourse of husband and wife [it ordained] to wash thoroughly; for it supposed this to involve a parting of soul towards another place; for indeed both when implanted in bodies it suffers ill, and again in turn when separated from them by death. Wherefore it enjoined purifications upon all such cases. Nay more, not even at the births of children did it permit celebrating a banquet and making pretexts for drunkenness, but enjoined that the very beginning of their nurture from the outset be temperate, and commanded to teach [them] letters, those concerning the laws, and to know the deeds of their forefathers: the latter that they might imitate, and with the former that, being reared up with them, they might neither transgress nor have an excuse of ignorance. It took forethought for the pious rite towards the dead, not with lavishness of burial-offerings, nor with erections of conspicuous monuments; rather, it appointed the nearest kinsfolk to perform the funeral duties, and upon those passing by when someone is being buried, also
Notes, col. 617

On the reading

Printed ἣν, for ἢν.

PG 21:620Read from the page
προσελθεῖν καὶ συναποδύρεσθαι. Καθαίρειν δὲ καὶ τὸν οἶκον καὶ τοὺς ἐνοικοῦντας ἀπὸ κήδους, ἵνα πλεῖστον ἀπέχῃ τοῦ δοκεῖν καθαρὸς εἶναί τις φόνον ἐργασάμενος. Γονέων τιμὴν μετὰ τὴν πρὸς Θεὸν δευτέραν ἔταξε· καὶ τὸν οὐκ ἀμειβόμενον τὰς παρ' αὐτῶν χάριτας, ἀλλ' εἰς ὁτιοῦν ἐλλείποντα, λευσθησόμενον παραδίδωσι. Καὶ παντὸς τοῦ πρεσβυτέρου τιμὴν ἔχειν τοὺς νέους φησὶν, ἐπεὶ πρεσβύτατον ὁ Θεός. Κρύπτειν οὐδὲν ἐᾷ πρὸς φίλους· οὐ γὰρ εἶναι φιλίαν, τὴν μὴ πάντα πιστεύουσαν. Κᾶν συμβῇ τις ἔχθρα, τούτων ἀπόῤῥητα λέγειν κεκώλυκε. Δικάζων εἰ δῶρά τις λάβοι, θάνατος ἡ ζημία. Περιορῶν ἱκέτην, βοηθεῖν ἐνὸν, ὑπεύθυνος. Ὃ μὴ κατέθηκέ τις, οὐκ ἀναιρήσεται· τῶν ἀλλοτρίων οὐδενὸς ἅψεται· δανείσας, τόκον οὐ λήψεται. Ταῦτα καὶ πολλὰ τούτοις ὅμοια τὴν πρὸς ἀλλήλους ἡμῶν συνέχει κοινωνίαν. Πῶς δὲ καὶ περὶ τῆς πρὸς ἀλλοφύλους ἐπιεικείας ἐφρόνησεν ὁ νομοθέτης, ἄξιον ἰδεῖν. Φανεῖται γὰρ ἄριστα πάντων προνοησάμενος, ὅπως μήτε τὰ οἰκεῖα διαφθείρωμεν, μήτε φθονήσωμεν τοῖς μετέχειν τῶν ἡμετέρων προαιρουμένοις. Ὅσοι μὲν γὰρ ἐὰν θέλωσιν ὑπὸ τοὺς αὐτοὺς ἡμῖν νόμους ζῇν ὑπελθόντες, δέχεται φιλοφρόνως, οὐ τῷ γένει μόνον, ἀλλὰ καὶ τῇ προαιρέσει τοῦ βίου νομίζων ειναι τὴν οἰκειότητα· τοὺς δὲ ἐκ παρέργου προσιόντας ἀναμίγνυσθαι τῇ συνηθείᾳ οὐκ ἠθέλησε. Τἄλλα δὲ προείρηκεν, ὧν ἡ μετάδοσίς ἐστιν ἀναγκαία· πᾶσι παρέχειν τοῖς δεομένοις πῦρ, ὕδωρ, τροφὴν, ὁδοὺς φράζειν, ἄταφον μὴ περιορᾷν. Ἐπιεικεῖς δὲ καὶ τὰ πρὸς τοὺς πολεμίους κριθέντας εἶναι· οὐ γὰρ ἐᾷ τὴν γῆν αὐτῶν πυρπολεῖν, οὐδὲ τέμνειν ἥμερα δένδρα συγκεχώρηκεν· ἀλλὰ καὶ σκυλεύειν ἀπείρηκε τοὺς ἐν τῇ μάχῃ πεσόντας, καὶ τῶν αἰχμαλώτων προὐνόησεν, ὅπως αὐτῶν ὕβρις ἀπῇ, μάλιστα δὲ γυναικῶν. Οὕτως δ' ἡμερότητα καὶ φιλανθρωπίαν ἡμᾶς ἐπαίδευσεν, ὡς μηδὲ τῶν ἀλόγων ζώων ὀλιγωρεῖν· ἀλλὰ μόνην μὲν ἀφῆκε τούτων χρῆσιν τὴν νόμιμον, πᾶσαν δ' ἑτέραν ἐκώλυσεν. Ἃ δ' ὥσπερ ἱκετεύοντα προσφεύγει ταῖς οἰκίαις, ἀπεῖπεν ἀνελεῖν· οὐδὲ νεοττοῖς τοὺς γονέας αὐτῶν ἐπέτρεψε συνεξαίρειν· φείδεσθαι δὲ κἂν τῇ πολεμίᾳ τῶν ἐργαζομένων ζώων, καὶ μὴ φονεύειν. Οὕτω πανταχόθεν τὰ πρὸς ἐπιείκειαν περιεσκέψατο, διδασκαλικοῖς
to come up and lament together. And [he ordained] to purify both the house and its inmates after a funeral, that anyone who has wrought bloodshed may be farthest removed from seeming to be pure. Honour of parents he ranked second after that towards God; and him who does not requite the favours received from them, but falls short in anything whatsoever, he delivers up to be stoned. And he says that the young are to hold every elder in honour, since God is eldest of all. He suffers nothing to be concealed towards friends; for that is no friendship which does not entrust all things. And even if some enmity befall, he has forbidden speaking their secrets. If anyone in giving judgement take bribes, death is the penalty. He who overlooks a suppliant, when it lies in his power to aid, is accountable. What one did not lay down, he shall not take up; nothing belonging to others shall he touch; having lent, he shall not take interest. These rules and many like them hold together our fellowship towards one another. And how our lawgiver was minded concerning clemency towards foreigners also is worthy to see. For he will appear to have taken forethought best of all, that we should neither corrupt what is our own, nor begrudge those who choose to share in our ways. For as many as are willing, having come under [them], to live under the same laws with us, he receives kindly, deeming affinity to consist not in race alone, but also in the deliberate choice of a way of life; whereas those who approach casually by the way he did not wish to be mingled with our intimacy. Yet the other things whereof the imparting is needful he has prescribed beforehand: to furnish to all who are in need fire, water, food, to point out roads, not to overlook [anyone] unburied. And [he bade us] be gentle also in things relating to those adjudged enemies; for he does not suffer burning their land with fire, nor has he permitted cutting down cultivated trees; nay, he has even forbidden stripping those fallen in battle, and took forethought for captives, that outrage may be absent from them, and above all from women. And he so trained us in mildness and humanity as not to slight even irrational creatures; rather, he left open only the lawful use of them, and forbade every other. Such as flee for refuge to houses as though supplicating, he forbade killing; nor did he permit taking away together with nestlings their parents; and [he bade] to spare even in an enemy's land the labouring animals, and not to slay [them]. Thus from every side he surveyed what tends towards clemency, with instructive
Notes, col. 620

On the reading

Printed Κᾶν, for Κἂν.

Printed ειναι, for εἶναι.