Migne Reading Room

PG 21 · cols. 428–437 · Read from the page

Preparation for the Gospel, Book VI

Preparation for the Gospel, Book VI

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:428Read from the page
τίς ἂν εἴη τούτου δυσσεβὴς ἄλλος, τὸν τῶν ὅλων Θεὸν, αὐτὸν δὴ τὸν ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εἰσάγων, ἐπάναγκες ἐκβιαζόμενον τόνδε μὲν, οὐκ ἐθέλοντα ἀσεβεῖν, τοῦτο πράττειν, καὶ ἄθεον εἶναι κατ' ἀνάγκην, καὶ εἰς ἑαυτὸν βλάσφημον· τόνδε δὲ, ὃν αὐτὸς τὴν φύσιν ἄῤῥενα συνεστήσατο, πάσχειν παρὰ φύσιν τὰ θηλειῶν, οὐ κατὰ προαίρεσιν, κατηναγκασμένον δὲ πρὸς αὐτοῦ· καὶ ἄλλον ἀνδροφόνον γίνεσθαι, μὴ παρὰ τὴν οἰκείαν γνώμην, ὑπ' ἀνάγκης δὲ ἐλαυνόμενον τοῦ Θεοῦ; ὡς μηδ' εὐλόγως ἐπιμέμφεσθαι τοῖς πλημμελοῦσιν· ἀλλ' ἤτοι μηδὲ ἁμαρτήματα ταῦτ' εἶναι ἡγεῖσθαι, ἢ τῶν κακῶν ἁπάντων ποιητὴν εἶναι τὸν Θεὸν ἀποφαίνεσθαι. Εἴτε γὰρ αὐτὸς τοῖς πᾶσιν ἐπιπαρὼν, καὶ τὰ πάντα ὁρῶν, καὶ πάντων ἀκούων, ταῦτα πράττειν ἀναγκάζοι, εἴτε τὴν τοῦ παντὸς φορὰν, καὶ τὴν τοιάνδε τῶν ἄστρων κίνησιν αὐτὸς τούτων ποιητικὴν καὶ ἀναγκαστικὴν ὑπεστήσατο· ὁ τὸ τοιόνδε συστήσας ὄργανον, καὶ τὴν τῶν θηρωμένων παγίδα μηχανησάμενος, εἴη ἂν αὐτὸς ὁ καὶ τῶν ἁλισκομένων αἴτιος. Εἴτ' οὖν αὐτὸς καθ' ἑαυτὸν, εἴτ' οὖν πάλιν αὐτὸς διά τινος ἄλλης πρὸς αὐτοῦ μεμηχανημένης ἀνάγκης, τοὺς οὐκ ἐθέλοντας τοῖσδε τοῖς κακοῖς περιβάλλοι, αὐτὸς ἂν εἴη, καὶ οὐκ ἄλλος, ὁ πάντων κακῶν ποιητικός· καὶ οὐκ ἔτ' ἂν ἐν δίκῃ ἡμαρτηκὼς λέγοιτ' ἂν ὁ ἄνθρωπος, ἀλλ' ὁ τούτου ποιητὴς Θεός. Καὶ τίς ἂν τούτου γένοιτ' ἂν ἕτερος λόγων ἀσεβέστατος;
who else would be more impious than this man, introducing the God of all things, Himself indeed the Maker and Artificer of this universe, as of necessity forcing this man on the one hand, though unwilling to act impiously, to do this, and to be godless by necessity, and blasphemous against Himself; and this man on the other hand, whom He Himself constituted male by nature, to suffer contrary to nature the things of women, not by deliberate choice, but compelled by Him; and another to become a manslayer, not from his own purpose, but driven by necessity from God? So that one could not even reasonably blame those who transgress; rather, one must either deem that these things are not sins at all, or declare that God is the Maker of all evils. For whether He Himself, being present to all things, and seeing all things, and hearing all things, should compel men to do these things, or whether He Himself established the motion of the universe, and such a movement of the stars, as productive and compulsory of these things, He Who framed such an instrument, and contrived the snare for those who are hunted, would Himself be the cause also of those who are caught. Whether therefore He Himself by Himself, or whether again He Himself through some other necessity contrived by Him, should encompass with these evils those who are unwilling, He Himself would be, and none other, the author of all evils; and no longer with justice would man be said to have sinned, but God his Maker. And what other argument than this could turn out most impious?
Ὁ δὴ οὖν εἱμαρμένην εἰσάγων ἄντικρυς Θεὸν καὶ Θεοῦ πρόνοιαν ἐξωθεῖ· ὥσπερ ὁ τὸν Θεὸν ἐφιστὰς τοῖς πᾶσιν ἀνέλοι ἂν τὸν περὶ εἱμαρμένης λόγον. Ἢ γὰρ ταὐτὸν ἂν εἴη ὁ Θεὸς καὶ εἱμαρμένη, ἢ θάτερον διεστὼς ἑτέρου Ταὐτὸν μὲν οὖν οὐκ ἂν γένοιτο. Εἰ γὰρ τὴν εἱμαρμένην εἱρμόν τινα αἰτιῶν
He, then, who introduces fate outright thrusts out God and the providence of God; just as he who sets God over all things would do away with the doctrine concerning fate. For either God and fate would be the same thing, or the one distinct from the other. Now the same thing it could not be. For if fate a certain chain of causes
Notes, col. 428

On the reading

Printed ἑτέρου Ταὐτὸν, for ἑτέρου. Ταὐτὸν.

PG 21:429Read from the page
εἶναί φασιν, ἀπ' αἰῶνος ἀπαραβάτως καὶ ἀμετακινήτως ἐκ τῆς τῶν οὐρανίων ἄστρων φορᾶς καθήκοντα, πῶς οὐ πρότερα ἂν εἴη τῆς εἱμαρμένης τὰ σωματικὰ στοιχεῖα, ἐξ ὧν καὶ τὰ οὐράνια συνέστηκεν, ὧν τὴν εἱμαρμένην συμβεβηκός τι σύμπτωμα λέγοι ἄν τις εἰκότως; Καὶ πῶς ἂν ταὐτὸν εἴη τὸ συμβεβηκὸς τοῖς στοιχείοις τῷ ἐπὶ πάντων Θεῷ; εἰ δὴ τὰ στοιχεῖα ἄψυχα καὶ ἄλογα κατὰ τὴν οἰκείαν ἐπιθεωρεῖται φύσιν, ὁ δὲ Θεὸς ἔξω σωμάτων αὐτοζωὴ καὶ σοφία τυγχάνει ὢν, τῆς ἐξ αὐτοῦ δημιουργίας τοῖς τε κατὰ μέρος στοιχείοις καὶ τῇ τῶν ὅλων διακοσμήσει τὴν ἀπόλαυσιν δωρούμενος. Οὐ ταὐτὸν ἄρα Θεὸς καὶ εἱμαρμένη. Εἰ δὲ δὴ ἕτερον, πότερον κρεῖττον; Ἀλλ' οὐδὲν τοῦ Θεοῦ κάλλιον, οὐδέ τι δυναμικώτερον. Οὐκοῦν κρατήσει καὶ περιέσται τοῦ χείρονος, ἢ συγχωρῶν κακοποιῷ τυγχανούσῃ τῇ εἱμαρμένῃ, αὐτὸς ἂν ἐφέλκοιτο τὴν αἰτίαν, ὃς, δυνατὸς ὢν ἐπισχεῖν τὴν κακοποιὸν ἀνάγκην, οὐκ ἐποίησε τοῦτο, ἀνῆκε δὲ ἄφετον ἐπὶ λύμῃ καὶ διαφθορᾷ τῶν ἁπάντων, μᾶλλον δὲ αὐτὸς τοῦτο εἰργάσατο, εἰ δὴ πάντων καὶ αὐτῆς εἱμαρμένης ποιητὴς καὶ δημιουργὸς εἰσάγοιτο. Εἰ δ' οὐδεὶς αὐτῷ λόγος τῆς τοῦ παντὸς διατάξεως, ἀθέων αὖθις ἀνακύψειε φωνὴ, πρὸς ἣν τὰς ἀκοὰς ἀποκλειστέον, τῆς ἐνθέου προνοίας καὶ δυνάμεως ἐναργῶς ἀποφαινούσης ἑαυτὴν ἔκ τε τῶν καθόλου πανσόφων καὶ τεχνικῶν ἀποτελεσμάτων, ἔκ τε τῶν καθ' ἡμᾶς ἀναμφιλόγως τὴν ἐλευθέραν καὶ αὐτεξούσιον τῆς λογικῆς ψυχῆς δύναμιν παραδεικνυμένων· καθ' ἣν, καίτοι μυρίων ἔξωθεν ἐμποδὼν τῇ τε τοῦ σώματος φύσει ταῖς τε κατὰ προαίρεσιν ἐφ' ἡμῖν ὁρμαῖς, κατά τι συμβεβηκὸς προσπιπτόντων, ὅμως πρὸς ἅπαντα τῆς κατὰ ψυχὴν ἀρετῆς τὸ ἐλεύθερον ἀντέχει, ἄμαχον καὶ ἀήττητον τὸ ἐφ' ἡμῖν τῶν καλῶν τὴν αἵρεσιν ἐπιδεικνύμενον. Τοῦτο δὲ μάλιστα καὶ ὁ παρὼν καιρὸς τῆς τοῦ Σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας ἔργοις αὐτοῖς παρεστήσατο. Ὅτι γὰρ ταῦτα μὴ ψόφοι καὶ κενὰ ῥήματα, πάρεστί σοι τὸν τῶν θεοσεβῶν ἀγῶνα ἐπιβλέψαι, καὶ συνιδεῖν τοὺς προαιρέσει αὐθεκουσίῳ τοὺς πόνους τῶν ὑπὲρ εὐσεβείας ἄθλων ἀναδεδεγμένους· οὓς καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης μυρία πλήθη Ἑλλήνων τε καὶ βαρβάρων ἐνεδέξατο, πάσας μὲν προθύμως τὰς κατὰ τοῦ σώματος ὑπομείναντα αἰκίας, πᾶν δὲ βασάνων εἶδος φαιδρῷ τῷ προσώπῳ διελθόντα, καὶ τέλος πολυτρόποις σχήμασι τὴν ἀπὸ τοῦ σώματος λύσιν τῆς ψυχῆς ἀσπαστῶς καταδεξάμενα. Καὶ μὴν οὐδεὶς ἐνταῦθα λόγος ἐπιτρέψειε τὴν εἱμαρμένην αἰτιᾶσθαι. Ποῦ γάρ σοι ἐκ μακροῦ αἰῶνος τοιούσδε ἀθλητὰς εὐσεβείας ἤνεγκεν ἡ τῶν ἄστρων φορά; Ἢ πότε ὁ τῶν ἀνθρώπων βίος, πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν εἰς πάντας ἀνθρώπους καταβληθείσης διδασκαλίας, τοιόνδε προβέβληται καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀγῶνα; Ποῦ δὲ τοιωνδὶ λόγων διδασκάλιον, δεισιδαίμονος μὲν πλάνης ἀναιρετικὸν, ἑνὸς δὲ τοῦ ἐπὶ πάντων Θεοῦ γνώσεως διδακτικὸν, ἅπασιν ἀνθρώποις, Ἕλλησί τε καὶ βαρβάροις, ὁ πᾶς αἰὼν ἤνεγκε; Τίς δὲ ἐξ αἰῶνος τῶν πάλαι ἀοιδίμων σοφῶν, βάρβαρος ἢ Ἕλλην, τοιᾶσδέ ποτε ἠξιώθη εἱμαρμένης, ὡς εἰς τὸν σύμπαντα κόσμον διαφανῆ καταστῆσαι τὸν ὑπ' αὐτοῦ προβληθέντα λόγον, γνω-
they say to be, coming down inviolably and immovably from eternity out of the motion of the heavenly stars, how would not the corporeal elements, out of which the heavenly bodies also have been compounded, be prior to fate, of which elements one might reasonably say that fate is a certain incidental concurrence? And how could that which is incidental to the elements be the same as the God over all? seeing indeed that the elements are observed to be inanimate and irrational according to their own nature, whereas God exists apart from bodies as very life and wisdom, bestowing the enjoyment of the creation that proceeds from Him both upon the particular elements and upon the ordering of the universe. God and fate, therefore, are not the same thing. And if indeed they are distinct, which of the two is superior? Yet nothing is fairer than God, nor anything more powerful. Therefore He will prevail over and overcome the inferior, or else, giving way to fate when it happens to be maleficent, He would Himself draw upon Himself the blame, Who, though able to restrain the maleficent necessity, did not do this, but left it loose for the ruin and corruption of all things, or rather Himself wrought this, if indeed He should be introduced as Maker and Artificer of all things and of fate itself. But if He has no regard for the ordering of the universe, the voice of the godless would crop up again, against which we must shut our ears, since divine providence and power clearly manifests itself both from its universally all-wise and skilful works, and from the things among us that indisputably demonstrate the free and self-determining power of the rational soul; according to which, although countless external hindrances fall by some chance across both the nature of the body and the impulses that are in our power by deliberate choice, nevertheless against all of them the freedom of virtue in the soul holds out, displaying our power of choosing what is noble as unconquerable and invincible. And this above all the present season also of the evangelical teaching of our Saviour has established by very deeds. For that these things are not mere noises and empty words, it is open to you to look upon the contest of the godly, and to perceive those who by free-willed deliberate choice have taken upon themselves the toils of the struggles on behalf of godliness; which across the whole inhabited world of men countless multitudes both of Greeks and of barbarians took upon themselves, eagerly enduring on the one hand all the outrages against the body, passing with cheerful countenance through every kind of tortures on the other, and finally in manifold forms gladly welcoming the release of the soul from the body. And surely no reason here could allow one to blame fate. For where over a long age did the motion of the stars bring forth for you such athletes of godliness? Or when has the life of men, before the teaching of our Saviour was sown unto all men, set forth such a contest across the whole inhabited world of men? And where did all time bring forth a school of such doctrines, destructive on the one hand of superstitious error, and instructive on the other of the knowledge of the one God over all, for all men, both Greeks and barbarians? And who since the world began among the renowned sages of old, barbarian or Greek, was ever deemed worthy of such a fate as to render manifest unto the whole world the doctrine put forth by him, made
PG 21:432Read from the page
σθέντα τε μέχρι καὶ τῶν ἐσχατιῶν, καὶ Θεοῦ δόξαν παρὰ τοῖς αὐτῷ καθωσιωμένοις κτήσασθαι; Εἰ δὲ ταῦτα ἐξ αἰῶνος οὔτ' ἦν, οὔτε γέγονεν, οὔτε ἀκοαῖς ἤκουσται· οὐκ ἦν ἄρα εἱρμὸς αἰτιῶν καὶ ἀνάγκη τὸ τούτων αἴτιον. Πάλαι γὰρ ἂν διὰ τῆς αὐτῆς ἀνακυκλήσεως καὶ περιφορᾶς τῶν ἄστρων οὐδεὶς ἦν φθόνος καὶ ἄλλους τῆς αὐτῆς τυχεῖν γενέσεώς τε καὶ εἱμαρμένης. Ἐκ ποίας δὲ ἄρα εἱμαρμένης ὁ μὲν ἡμέτερος Σωτὴρ Θεὸς ἐπιφανεὶς καθ' ὅλης τῆς οἰκουμένης ἀνηγόρευται· οἱ δὲ πάλαι νενομισμένοι παρά τε Ἕλλησι καὶ βαρβάροις θεοὶ καθῄρηνται; καὶ οὐκ ἄλλως καθῄρηνται ἢ διὰ τῆς τοῦ νέου Θεοῦ διδασκαλίας; Ποία δ' αὐτῶν εἱμαρμένη Θεὸν δημιουργὸν ἁπάντων πᾶσιν ἀνθρώποις κατήγγειλεν, εἱμαρμένην δὲ μὴ εἶναι φάναι ἐξηνάγκασε; Καὶ πῶς ἡ εἱμαρμένη μὴ εἶναι ἑαυτὴν λέγειν τε καὶ φρονεῖν ἐβιάσατο; Τί δὲ οἱ τῆς τοῦ Σωτῆρος ἡμῶν εὐσεβοῦς ἕνεκα διδασκαλίας παντοίους ἄθλους ἔκπαλαι ἠγωνισμένοι, καὶ εἰσέτι δεῦρο διαθλοῦντες; μιᾶς ἄρα καὶ τῆς αὐτῆς ἔτυχον μοίρας, ὡς ὑφ' ἑνὶ λόγῳ καὶ διδασκαλίᾳ δουλωθῆναι, μίαν τε γνώμην καὶ προαίρεσιν ἐνδείξασθαι, καὶ ψυχῆς ἀρετὴν μίαν, ἕνα τε καὶ τὸν αὐτὸν ἀναδέξασθαι βίον, καὶ λόγον ἀγαπῆσαι τὸν αὐτὸν, τάς τε αὐτὰς ἀγαπητικῶς ὑπομεῖναι πάσας δι' ἔνστασιν εὐσεβείας; Καὶ τίς ἂν ὀρθὸς τοῦτο συγχωρήσειε λόγος, νέους κατὰ ταὐτὸ, καὶ πρεσβύτας, καὶ πᾶν μέτρον ἡλικίας, ἀῤῥένων τε καὶ θηλειῶν γένη, φύσεις τε βαρβάρων ἀνδρῶν, οἰκετῶν ὁμοῦ καὶ ἐλευθερίων, λογίων τε καὶ παιδείας ἀμετόχων, οὐκ ἐν γωνίᾳ γῆς, οὐδ' ὑπὸ τοῖσδε γενομένων τοῖς ἄστροις, καθ' ὅλης δὲ τῆς ἀνθρώπων οἰκουμένης, εἱμαρμένης ἀνάγκῃ φάναι βεβιασμένους, τόνδε τινὰ τῶν πατρῴων ἁπάντων προτιμῆσαι λόγον, καὶ τὸν ὑπὲρ εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων Θεοῦ θάνατον ἀγαπητικῶς ἑλέσθαι, τά τε περὶ ψυχῆς ἀθανασίας εὖ μάλα δόγματα παιδεύεσθαι, καὶ φιλοσοφίαν οὐ τὴν ἐν λόγοις, τὴν δὲ δι' ἔργων προτιμῆσαι; Ταῦτα γὰρ ἂν εἴη τὰ καὶ τυφλῷ δῆλα, ὡς οὐδεμιᾶς ἀνάγκης, μαθήσεώς τε καὶ διδασκαλίας οἰκεῖα τυγχάνει, αὐθεκουσίου γνώμης καὶ προαιρέσεως ἐλευθέρας ἐναργῆ τυγχάνοντα παραδείγματα. Γένοιτο δ' ἂν καὶ ἄλλα τοῦ προβλήματος παραστατικὰ μυρία· ὧν τὰ πολλὰ παρεὶς, αὐτὸς μὲν τοῖς εἰρημένοις ἀρκεσθήσομαι· σοὶ δὲ τὸ σὸν ἀνάγνωσμα τῶν σοφῶν σου φιλοσόφων καταλείψω σκοπεῖν, ὡς ἂν μάθοις ὅσον ἄρα τῶν χρησμῳδῶν σου θεῶν σοφώτερος ἦν καὶ βελτίων ἄνθρωπος ὁ τοὺς θαυμασίους χρησμοὺς ψευδεῖς ἀπελέγχων, καὶ τὸν Πύθιον αὐτὸν, ἐφ' οἷς ἔχρησε περὶ εἱμαρμένης, ἐπιῤῥαπίζων. Ἄκουε δ' οὖν αὖθις τοῦ τὴν τῶν Γοήτων φορὰν τὸ οἰκεῖον ἐπονομάσαντος σύγγραμμα, ὡς εὖ μάλα νεανικῷ φρονήματι τὸν πλάνον τῶν πολλῶν, καὶ αὐτοῦ γε τοῦ Ἀπόλλωνος ἐπανορθοῦται, δι' ὧν γράφει τάδε κατὰ λέξιν.
known even unto the uttermost parts, and to win the glory of a god among those consecrated to him? But if since the world began these things neither were, nor have come to pass, nor have been heard by ears, then a chain of causes and necessity was not the cause of these things. For long ago, through the same cycle and revolution of the stars, nothing would have begrudged others also obtaining the same nativity and fate. And from what sort of fate, then, has our Saviour God on the one hand appeared and been proclaimed throughout the whole inhabited world, while the gods esteemed of old among both Greeks and barbarians on the other have been overthrown; and overthrown in no other way than through the teaching of the new God? And what sort of fate of theirs proclaimed to all men God the Artificer of all things, and compelled men to affirm that fate does not exist? And how did fate force men both to say and to think that it itself does not exist? And what of those who for the sake of the godly teaching of our Saviour have from of old contended through manifold struggles, and even until now continue to contend? Did they then obtain one and the same lot, so as to be enslaved under one word and teaching, and to display one judgement and deliberate choice, and one virtue of soul, and to take upon themselves one and the same way of life, and to love the same word, and gladly to endure all the same things out of steadfastness in godliness? And what right reason would grant this—to affirm that youths together with old men, and every measure of age, classes both of males and of females, and natures of barbarian men, household slaves alike and freeborn, learned men and those without share in education, born not in a corner of the earth, nor under these particular stars, but throughout the whole inhabited world of men, have been forced by necessity of fate to prefer this certain doctrine above all ancestral customs, and gladly to choose death on behalf of godliness towards the one God over all, and to be thoroughly instructed in the doctrines concerning the immortality of the soul, and to prefer philosophy not in words, but through deeds? For these would be things plain even to a blind man, that they belong to no necessity, [but] to learning and teaching, being clear examples of self-determined judgement and free deliberate choice. Countless other proofs illustrative of the question might also be adduced; passing over the greater part of which, I myself shall be content with what has been said; while to you I shall leave your own reading of your wise philosophers to consider, so that you may learn how much wiser indeed and better than your oracle-chanting gods was a man who convicted the marvellous oracles of falsehood, and slapped the Pythian himself for the oracles he uttered concerning fate. Hear, then, once again him who entitled his own treatise Detection of Impostors, how with right spirited vigour he corrects the error of the multitude, and indeed of Apollo himself, through what he writes word for word as follows.
PG 21:433Read from the page
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Ὅπως καὶ αὐτῶν Ἑλλήνων οἱ φιλόσοφοι τὰς τῶν θεῶν αὐτῶν περὶ εἱμαρμένης δόξας ὀρθοτέροις ἀπήλεγξαν λογισμοῖς, ἀπὸ τῶν Οἰνομάου.
How even the philosophers of the Greeks themselves refuted the opinions of their gods concerning fate by sounder arguments, from the writings of Oenomaus.
« Σὲ οὖν ἐν Δελφοῖς καθῆσθαι μὴ δυνάμενον, μηδ' εἰ βούλοιο σιωπᾷν. Ὁ δ' Ἀπόλλων ἄρα ὁ τοῦ Διὸς υἱὸς νυνὶ βούλεται, οὐκ ὅτι βούλεται, ἀλλ' ὅτι ὑπ' ἀνάγκης εἰς τὸ βουληθῆναι τέτακται. Δοκῶ δέ μοι τὰ λοιπὰ πάντα παρεὶς, ἐπειδὴ εἰς τοῦτον τὸν λόγον, οὐκ οἶδ' ὅπως, ὑπήχθην, οἰκεῖόν τι καὶ ἀξιοζήτητον ζητήσειν πρᾶγμα. Ἀπόλωλε γὰρ, τό γ' ἐπὶ τοῖς σοφοῖς, ἐκ τοῦ ἀνθρώπινου βίου, ἀπόλωλεν, εἴτε οἴακά τις αὐτὸ, εἴτε ἕρμα, εἴτε κρηπῖδα ὀνομάζει, τῆς ἡμετέρας ζωῆς ἡ ἐξουσία· ἣν ἡμεῖς μὲν αὐτοκράτορα τῶν ἀναγκαιοτάτων τιθέμεθα· Δημόκριτος δέ γε, εἰ μή τι ἠπάτημαι, καὶ Χρύσιππος, ὁ μὲν δοῦλον, ὁ δὲ ἡμίδουλον ἐπινοεῖ τὸ κάλλιστον τῶν ἀνθρωπίνων ἐπιδεῖξαι. Ἀλλὰ τούτων μεν λόγος τοσοῦτον, ὅσον ἄν τις ἀξιώσειεν ἄνθρωπος ὢν ἀνθρωπίνοις. Εἰ δ' ἤδη καὶ τὸ θεῖον ἡμῶν καταστρατεύεται, παπαί! οἷα πεισόμεθα. Ἀλλ' οὐκ εἰκὸς, οὐδὲ δίκαιον, ἀπὸ γοῦν τούτων τεκμαιρομένοις ἡμῖν.
For you, then, to sit at Delphi unable even if you wished to keep silent! So Apollo, the son of Zeus, now wills, not because he wills, but because by necessity he has been appointed to will. It seems to me that, passing over all the rest, since I know not how I have been led into this argument, I shall investigate a matter pertinent and worthy of investigation. For there has perished—so far at least as rests with the wise—out of human life, there has perished, whether one calls it rudder, or ballast, or foundation, the mastery over our life; which we on our part lay down as sovereign over the most necessary things; whereas Democritus indeed, unless I am somehow mistaken, and Chrysippus contrive to show the fairest of human things to be, the one a slave, the other a half-slave. Yet of these men let there be account only so far as one being a man might deem fit for human things. But if now the deity also campaigns against us, alas! what things shall we suffer! Yet it is neither likely nor just, at least for us judging from these things.
Ἐχθρὲ περικτιόνεσσι, φίλ' ἀθανάτοισι θεοῖσιν, Εἴσω τὸν προβόλαιον ἔχων πεφυλαγμένος ἧσο.
Hated by your neighbours, dear to the immortal gods, holding your spear within, sit on your guard.
Τί γὰρ, φησὶν ὁ Ἀργεῖος, εἰ βουλοίμην ἔξεστί μοι, καὶ δύναμαι, εἴ μοι δόξαι, ἧσθαι καὶ πεφυλάχθαι; Ἔξεστιν, εἴποις ἂν, καὶ δύνασαι· ἢ πῶς ἄν σοι τοῦτ' ἐγὼ προσέταττον;
Why then, says the Argive, if I should wish, is it permitted to me, and am I able, if it should seem good to me, to sit and keep on my guard? It is permitted, you would say, and you are able; or how else could I have commanded this to you?
Notes, col. 433

On the reading

Printed ἀνθρώπινου, for ἀνθρωπίνου.

Printed μεν, for μὲν.

PG 21:436Read from the page
Χείρωνος φίλε τέκνον ἀγακλυτοῖο, Κάριστε, Πήλιον ἐκπρολιπὼν, Εὐβοίας ἄκρον ἱκέσθαι, Ἔνθ' ἱερὰν χώραν κτίζειν σοι θέσφατόν ἐστιν. Ἀλλ' ἴθι, μηκέτι μέλλε.
Dear child of far-famed Chiron, Caristus, leaving Pelion behind, come to the headland of Euboea, where it is divinely decreed for you to found a sacred land. Come then, delay no longer.
Ἦ γὰρ ὡς ἀληθῶς ἐπ' ἀνθρώπῳ τί ἐστιν, ὦ Ἄπολλον; καὶ βουληθῆναι Πήλιον ἐκπρολιπεῖν κύριός εἰμι ἐγώ; Καὶ μὴν ἤκουον παρὰ πολλῶν σοφῶν, ὅτι, εἴ μοι πέπρωται Εὐβοίας ἄκρον ἱκέσθαι, καὶ ἱερὰν χώραν κτίζειν, καὶ ἵξομαι καὶ κτιῶ, εἴτε λέγοις, εἴτε μὴ, καὶ εἴτε βουλοίμην, εἴτε μή. Εἰ δέ με δεῖ καὶ βουληθῆναι, ὅ τι μοι ἀνάγκη ἐστὶ, καὶ εἰ μὴ βουλοίμην, βουληθῆναι· ἀλλὰ σὺ, ὦ Ἄπολλον, πιστεύεσθαι δικαιότερος. Ἔοικα δή σοι μᾶλλον προσέξειν.
Is there then truly something in man's power, O Apollo? And am I myself master of willing to leave Pelion behind? Yet surely I used to hear from many wise men that, if it is fated for me to come to the headland of Euboea and to found a sacred land, I both shall come and shall found it, whether you say so or not, and whether I wish it or not. Or if I must also will that which is necessary for me, even if I should not wish, to will—still you, O Apollo, have a more rightful claim to be believed. It seems then that I shall rather give heed to you.
Ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω, Νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ.
Announce to the Parians, Telesicles, as I command you, to found in the island of Eeria a conspicuous city.
Ἀγγελῶ νὴ Δία, (φήσει τάχα που τὶς τετυφωμένος, ἤ σε ἐλέγχων,) κἂν μὴ κελεύσῃς· πέπρωται γάρ. Καὶ ἔστι Θάσος μὲν ἡ Ἠερία νῆσος· ἥξουσι δ' ἐπ' αὐτὴν Πάριοι, Ἀρχιλόχου τοῦ ἐμοῦ υἱοῦ φράσαντος, ὅτι ἡ νῆσος αὕτη πρὶν Ἠερία ἐκαλεῖτο. Σὺ οὖν, δεινὸς γὰρ ἐπεξελθεῖν, οὐκ ἀνέξῃ, οἶμαι, αὐτοῦ, οὕτως ὄντος ἀχαρίστου καὶ θρασέος, ὃς, εἰ μὴ σὺ μηνῦσαι αὐτῷ ἐβουλήθης, οὐκ ἄν ποτε ἤγγειλεν, οὐδ' ἂν Ἀρχίλοχος ὁ υἱὸς αὐτοῦ Παρίους ἐξενάγησεν, οὐδ' ἂν οἱ Πάριοι Θάσον ᾤκησαν. Οὐκ οἶδ' οὖν εἰ σὺ λέγεις μὲν ταῦτα, οὐκ οἶσθα δὲ, ἃ λέγεις. Ἀλλ' ἐπεὶ σχολὴν ἄγειν ἐοίκαμεν, καὶ μακρὰν διαλέγεσθαι, ὁ δὲ λόγος οὐ πάρεργος, ἐκεῖνό μοι λέγε (ἴσως καὶ ὀλίγα ἐκ πολλῶν ἀρκεῖ)· Ἆρά γέ τί ἐσμεν ἐγώ τε καὶ σύ; φαίης ἄν. Τοῦτο δὲ ὁπόθεν ἴσμεν; τὸ πότ' ἄρα τοῦτο εἰδέναι ἐκρίναμεν; ἢ οὐκ ἄλλο ἱκανὸν οὕτως, ὡς ἡ συναίσθησίς τε καὶ ἀντίληψις ἡμῶν αὐτῶν; Τί δ' ὅτι ζῶά ἐσμεν, πῶς ποτ' ἄρα ἐξεύρομεν; πῶς δ' ὅτι καὶ ζώων, ὡς μὲν ἂν ἐγὼ εἴποιμι, ἄνθρωποι· καὶ ἀνθρώπων ὁ μὲν γόης, ὁ δὲ γόητος ἀπελεγκτής· ὡς δ' ἄν σοι, ὁ μὲν ἄνθρωπος, ὁ δὲ θεὸς, καὶ ὁ μὲν μάντις, ὁ δὲ συκοφάντης; Καὶ ἔστω γε σοὶ οὕτως ἔχων, ἐάνπερ ἔγωγε ἁλῶ. Πῶς δ' ὅτι διαλεγόμεθα ἐν τῷ παρόντι ἐγνώκαμεν; Τί φής; Ἆρ' οὐκ ὀρθῶς ἐκρίναμεν τὴν ἡμῶν αὐτῶν ἀντίληψιν, τῷ πάντων ἐγγυτάτῳ πράγματι αὐτῷ; Δηλονότι. Οὐ γὰρ ἦν ἄλλο αὐτοῦ οὔτε ἀνώτερον, οὔτε πρεσβύτερον, οὔτε πιστότερον. Ἐπεὶ εἰ μὴ οὕτως ἕξει, μήτε ἄρα ὣς σέ τις εἰς Δελφοὺς παραγενέσθω λοιπὸν, ὄνομα Ἀλκμαίων, ἀπεκτονὼς τὴν μητέρα, καὶ οἴκοθεν ἐλαυνόμενος, καὶ οἴκαδε ἐπιθυμῶν· οὐ
I shall announce it, by Zeus (some conceited fellow, perhaps, or one refuting you, will say), even if you do not command it; for it is fated. And Thasos is the island of Eeria; and the Parians will come to it, my son Archilochus having declared that this island was formerly called Eeria. You therefore, since you are terrible in exacting vengeance, will not, I suppose, put up with him, seeing that he is so ungrateful and insolent—a man who, had you not willed to disclose it to him, would never have announced it, nor would his son Archilochus have guided the Parians, nor would the Parians have settled Thasos. I do not know, therefore, whether you say these things indeed, yet do not know what you are saying. But since we seem to be at leisure and conversing at length, and the argument is no side-issue, tell me this (perhaps even a few points out of many suffice): Are you and I something? You would say so. And whence do we know this? As to this, when then did we judge that we know this? Or is nothing else so sufficient as our consciousness and apprehension of ourselves? And what of the fact that we are living beings—how ever did we discover it? And how that among living beings also, as I for my part would say, we are men; and among men, the one an impostor, and the other a refuter of an impostor; or as it would seem to you, the one a man, and the other a god, and the one a seer, and the other a sycophant? And let it indeed stand so for you, if in fact I for my part am convicted. And how have we come to know that we are conversing at the present moment? What do you say? Did we not rightly judge our apprehension of ourselves by the very thing closest of all? Plainly so. For there was nothing else either higher than it, or older, or more trustworthy. Since if it shall not be so, let no one hereafter come to you at Delphi either, Alcmaeon by name, having slain his mother, both driven from home, and longing for home; not
PG 21:437Read from the page
γὰρ οἶδεν, οὔτ' εἰ ἔστι τι αὐτὸς τοπαράπαν, οὔτε εἰ οἴκοθεν ἐλαύνεται, οὔτ' εἰ οἴκαδε ἐπιθυμεῖ. Ἀλλ' εἰ καὶ μαίνεται ὁ Ἀλκμαίων, καὶ ὑπονοεῖ τὰ μὴ ὄντα, ὅ γε Πύθιος οὐ μαίνεται· μηδὲ λέγε οὕτως·
indeed does he know, either whether he himself exists as anything at all, or whether he is driven from home, or whether he longs for home. Yet even if Alcmaeon is mad, and imagines things that are not, the Pythian at least is not mad; so do not speak thus:
Νόστον δίζηαι πατρίην ἐς γαῖαν ἱκέσθαι Ἀμφὶ Ἀρκαδίῃ.
You seek a return to come to your native land concerning Arcadia.
Οὐδὲ γὰρ οἶσθά πως εἴ σέ τις ἐρωτᾷ ἀμφὶ Ἀρκαδίης, οὐδ' εἰ σὺ εἶ ὁ ἐρωτώμενος, καὶ λέγειν ἔχων περὶ ὧν τις ἐρωτᾷ. Μηδὲ Χρύσιππος ἄρα ὁ τὴν ἡμιδουλείαν εἰσάγων, ὅ τι ποτέ ἐστιν αὐτὸ τοῦτο, ἀπαντάτω εἰς τὴν στοὰν, μηδ' οἰέσθω ἀπαντήσεσθαι τοὺς βλεννοὺς ἐκείνους, ὡς αὐτὸν ἀκουσομένους τὸν Οὖτιν· μηδὲ διατεινέσθω περὶ μηδενὸς καταστὰς, πρὸς μὲν Ἀρκεσίλαον παρόντα, πρὸς δὲ Ἐπίκουρον οὐ παρόντα· τί γάρ ἐστιν ὁ Ἀρκεσίλαος, τί δὲ ὁ Ἐπίκουρος, ἢ τί ἡ στοὰ, ἢ τί οἱ νέοι, ἢ τίς ὁ Οὖτις, οὔτ' οἶδεν, οὔτε οἷος εἰδέναι· πολὺ γὰρ πρότερον οὐδ' εἰ αὐτός τί ἐστιν οἶδεν. Ἀλλ' οὐκ ἀνέξεσθε οὔτε ὑμεῖς, οὔτε ὁ Δημόκριτος, εἰ λέγοι τις ταῦτα· οὐ γὰρ εἶναι πιστότερον μέτρον οὗ λέγω· οὐδ' εἰ δοκεῖ καὶ ἄλλα τινὰ εἶναι, τούτῳ γοῦν παρισωθείη· ἢ παρισωθείη μὲν ἂν, ὑπερβάλλοι δὲ οὐκ ἄν. Οὐκοῦν φήσειεν ἄν τις, ὦ Δημόκριτε, καὶ σὺ, ὦ Χρύσιππε, καὶ σὺ, ὦ μάντι, ἐπειδὴ ἀγανακτεῖτε εἴ τις ἐθελήσαι παρελέσθαι τὴν ὑμῶν αὐτῶν ἀντίληψιν· οὐ γὰρ ἔτι τὰς πολλὰς ἐκείνας βίβλους εἶναι· φέρε καὶ ἡμεῖς ἀνταγανακτήσωμεν. Τί δή ποτε; ἔνθα μὲν ἂν ὑμῖν δοκῇ, ἔσται τοῦτο καὶ πιστότατον καὶ πρεσβύτατον· ἔνθα δ' ἂν μὴ δοκῇ, καταδυναστεῦσαί τι λεληθὸς αὐτοῦ εἱμαρμένη πεπρωμένη, διαφορὰν ἑκάστῳ ὑμῶν ἔχουσα, τῷ μὲν ἐκ Θεοῦ, τῷ δὲ ἐκ τῆς τῶν μικρῶν ἐκείνων σωμάτων τῶν φερομένων κάτω, καὶ ἀναπαλλομένων ἄνω, καὶ περιπλεκομένων, καὶ διαλυομένων, καὶ διισταμένων, καὶ παρατιθεμένων ἐξ ἀνάγκης; Ἰδοὺ γὰρ ᾧ τρόπῳ ἡμῶν αὐτῶν ἀντειλήμμεθα, τούτῳ καὶ τῶν ἐν ἡμῖν αὐθαιρέτων καὶ βιαίων. Οὐ λέληθε δὲ ἡμᾶς ὅσον τὸ μεταξὺ τοῦ βαδίζειν καὶ τοῦ ἄγεσθαι, οὐδὲ ὅσον τοῦ αἱρεῖσθαι καὶ τοῦ ἀναγκάζεσθαι. Ὧν δὲ ἕνεκα ταῦτα προσήνεγκα τῷ λόγῳ; ὅτι σε ἐκπέφευγεν, ὦ μάντι, ὧν κύριοί ἐσμεν ἡμεῖς, καὶ ὁ τὰ πάντα εἰδὼς, ταῦτά γε οὐκ ἂν εἰδείης, ὧν τὰ πείσματα ἀνῆπται ἐκ τῆς ἡμετέρας βουλήσεως. Αὕτη δέ γε ἐφαίνετο οὐκ ὀλίγων οὖσα πραγμάτων ἀρχή· ὃν δὲ ἡ ἀρχὴ, ἥτις ἦν τῶν μετὰ ταῦτα αἰτία, ἐκπέφευγεν, ἦπού γε τὰ μετὰ τὴν ἀρχὴν εἰδείη ἂν οὗτος. Ἀναίσχυντος δηλαδὴ ὁ Λαΐῳ προμαντευόμενος, ὅτι αὐτὸν ἀποκτενεῖ ὁ φύς. Ἤμελλε γάρ που ὁ φὺς κύριος ἔσεσθαι τῆς ἑαυτοῦ βουλήσεως· καὶ οὔτε τις Ἀπόλλων, οὔτε τις αὐτοῦ ὑπέρτερος ἐξικνεῖσθαι ἱκανὸς, οὐδὲ μιᾷ δυνάμει, ὧν οὐκ ἔστιν οὔτε ὕπαρξις, οὔτε γενέσεως ἀνάγκη.
For neither do you somehow know whether anyone asks you concerning Arcadia, nor whether you are the one being asked and able to speak about what someone asks. Nor then let Chrysippus, who introduces half-slavery, whatever in the world that very thing is, repair to the Stoa, nor suppose that those drivellers will repair thither as men about to hear Nobody himself; nor let him take his stand and contend earnestly about anything, either against Arcesilaus present or against Epicurus absent; for what Arcesilaus is, and what Epicurus is, or what the Stoa is, or what the young men are, or who Nobody is, he neither knows nor is capable of knowing; for much prior to that, he does not even know whether he himself is anything. Yet neither you nor Democritus will put up with it, if anyone should say these things: for [you will say] there is no more trustworthy criterion than that of which I speak; nor, even if certain other criteria seem to exist, could they at any rate be put on a par with this one; or they might perhaps be put on a par with it, yet surpass it they could not. Well then, someone might say, O Democritus, and you, O Chrysippus, and you, O seer, since you are indignant should anyone wish to take away your apprehension of yourselves—for then all those many books would no longer exist—come, let us also be indignant in turn. Why ever is it that, wherever it seems good to you, this shall be both most trustworthy and oldest; whereas wherever it does not seem good to you, something unseen has overpowered it—ordained fate, having a different character for each of you, for the one proceeding from God, for the other from those tiny bodies that are borne downwards, and rebound upwards, and are entangled round one another, and are dissolved, and are parted asunder, and are ranged side by side by necessity? For behold, in the very way in which we have apprehended ourselves, in that way we have also apprehended the things within us that are self-chosen and those that are forced. Nor has it escaped us how great is the difference between walking and being led, nor how great between choosing and being compelled. And for the sake of what did I bring these things into the argument? Because there have escaped you, O seer, the things of which we are masters, and you who know all things could not know these things at least, whose mooring-cables are fastened from our own will. Yet this will was shown to be the beginning of no few actions; and he whom the beginning, which was the cause of the things after it, has escaped—much indeed would such a one know the things after the beginning! Shameless, plainly, was he who foretold to Laius that his begotten son would slay him. For surely the begotten son was going to be master of his own will; and neither any Apollo nor anyone higher than he is capable, by even a single power, of reaching things that have neither existence nor necessity of coming to be.