Migne Reading Room

PG 21 · cols. 440–449 · Read from the page

Preparation for the Gospel, Book VI

Preparation for the Gospel, Book VI

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:440Read from the page
Ἐκεῖνο γὰρ δὴ τὸ καταγελαστότατον ἁπάντων, τὸ μίγμα, καὶ ἡ σύνοδος, τοῦ καὶ ἐπὶ τοῖς ἀνθρώποις τι εἶναι, καὶ εἱρμὸν οὐδὲν ἧττον εἶναι. Προσεοικέναι γὰρ αὐτὸν, ὡς λέγουσιν οἱ σοφώτεροι, τῷ Εὐριπιδείῳ λόγῳ. Τεκνῶσαι μὲν γὰρ ἐθελῆσαι τὸν Λάϊον, κύριον εἶναι τὸν Λάϊον, καὶ τούτῳ ἐκπεφευγέναι τὴν Ἀπολλωνίαν ὄψιν· τεκνώσαντι δ' αὐτῷ ἐπεῖναι ἀνάγκην ἄφυκτον ὑπὸ τοῦ φύντος αὐτὸν ἀποθανεῖν. Οὕτως οὖν τὴν ἐπὶ τῷ μέλλοντι ἀνάγκην παρέχειν τῷ μάντει τὴν τοῦ γενησομένου προαίσθησιν. Ἦν δέ που καὶ ὁ φὺς τῆς ἰδίας βουλήσεως κύριος, ὥσπερ ὁ φύσας· καὶ ὡς ἐκεῖνος τοῦ τεκνῶσαι καὶ μὴ, οὕτως οὗτος τοῦ ἀποκτεῖναι καὶ μή. Τοιαῦτα δὲ ὑμῶν τὰ μαντεύματα πάντα· καὶ ὁ Εὐριπίδειος Ἀπόλλων τοῦτ' ἐκεῖνο ἦν ὃ ἔλεγεν, τό·
For this indeed is the most ridiculous thing of all—the mixture and combination of holding both that there is something in men's power, and that none the less there is a chain of causes. For it resembles, as the wiser sort say, the story in Euripides: that for Laius to wish to beget a child, Laius was master, and in this respect had escaped the vision of Apollo; yet once he had begotten a child, there lay upon him an inescapable necessity that he should die at the hand of his begotten son; and thus necessity over the future furnished to the seer his foreknowledge of what would come to be. Yet surely the begotten son also was master of his own will, just like him who begot him; and just as the former was master of begetting and not begetting, so the latter was master of slaying and not slaying. Such are all your oracles; and the Apollo of Euripides was saying that very same thing, namely:
Καὶ πᾶς σὸς οἶκος βήσεται δι' αἵματος.
And all your house shall wade through blood.
Ὅτι πήρωσις μὲν ἔσται αὐτοχειρίᾳ τοῦ φύντος ἐπὶ γάμῳ μητρὸς, καὶ τυραννίδι ἣν παρέλαβεν ἐπ' αἰνίγματος λύσει· παίδων δὲ ἀλληλοκτόνοι σφαγαὶ ἐπὶ φυγῇ μὲν ἐκ τῆς ἀρχῆς τοῦ ἑτέρου, τοῦ δὲ ἑτέρου πλεονεξίᾳ καὶ γάμῳ τοῦ φυγάδος ἐν Ἄργει, καὶ στόλῳ στρατηγῶν ἑπτὰ καταγελάστων, καὶ συμβολῇ. Ὧν ἐπὶ πολλὰς ἀρχὰς καὶ ἐξουσίας διαιρουμένων, πῶς ἂν ᾖ σοι ἐξεπίστασθαι, ἢ ὁ εἱρμὸς συνδεῖν δύναιτο; Εἰ γὰρ αὖ κύριος ὢν μὴ ἐβουλήθη τυραννεῖν ὁ Οἰδίπους· ἢ τοῦτο βουληθεὶς καὶ πράξας, γαμεῖν τὴν Ἰοκάστην οὐ προείλετο· ἢ γήμας μὴ ἐτετύφωτο, μηδ' ἦν δύσθυμος καὶ δυσάρεστος, πῶς ἂν τὰ καθ' ἕκαστα ἐπράχθη; πῶς δ' ἂν τῶν ὀφθαλμῶν ἥψατο; πῶς δ' ἂν τοῖς παισὶν ἐπηράσατο τὴν Εὐριπίδου καὶ τὴν σὴν ἀράν; τά τε ἑξῆς τούτων τίνα ἂν τρόπον ἐγεγόνει, μὴ προτέρων αἰτιῶν γιγνομένων; ἢ σὺ τί περὶ τῶν μελλόντων λέγειν ἠδύνασο; Πάλιν δ' αὖ, εἰ συμβάντες οἱ παῖδες ἅμα ἐβασίλευον· ἢ εἰ συνθέμενοι παρὰ μέρος ἔμενον ἐπὶ τοῖς συγκειμένοις· ἢ εἰ ὁ ἀπελαθεὶς ἔγνω
Namely, that there will be blinding by the self-inflicted hand of the begotten son over his marriage with his mother, and over the sovereignty which he received upon solving the riddle; and mutual slaughters of his sons over the banishment of the one from the rule, and the greed of the other, and the exile's marriage in Argos, and the expedition of seven ridiculous generals, and their clash in battle. When these events are divided among many beginnings and independent powers, how could it be possible for you to know them beforehand thoroughly, or how could the chain of causes bind them together? For if, again, Oedipus, being his own master, had not wished to be sovereign; or having wished and done this, had not chosen to marry Jocasta; or having married her, had not been blinded with conceit, nor been despondent and morose, how would the particulars have been done? How would he have laid hands upon his eyes? How would he have called down upon his sons the curse of Euripides and your curse? And in what manner would the sequels to these things have happened, had the prior causes not occurred? Or what could you have said concerning the future? And yet again, if the sons had come to terms and reigned together; or if, having agreed to rule in turn, they had abided by their agreements; or if he who was driven out had resolved
PG 21:441Read from the page
μὴ εἰς Ἄργος, ἀλλ' εἰς Λιβύην, ἢ Πεῤῥαιβαίους ἀπελθεῖν· ἢ εἰσελθὼν ἐπὶ τὸ Ἄργος, ἔγνω ταριχοπωλεῖν, καὶ μὴ πλουσίαν λαβεῖν γυναῖκα, ἀλλὰ χερνῆτίν τινα, ἢ κάπηλιν· ἢ εἰ ὁ Ἄδραστος μὴ ἔδωκε τὴν θυγατέρα αὐτῷ· ἢ εἰ ὁ μὲν ἔδωκεν, ὁ δ' οὐκ ἐπεθύμησε τῆς οἴκαδε ὁδοῦ· ἢ εἰ ἐπιθυμήσας ἐκράτησεν ἑαυτοῦ· ἢ εἰ μὴ προσέσχεν αὐτῷ δεομένῳ συμμαχίας ὁ Ἄδραστος· ἢ εἰ τῷ Ἀδράστῳ μήτε ὁ Ἀμφιάραος, μήτε ὁ Τυδεὺς, μηδὲ τῶν ἄλλων ταξιάρχων ἕκαστος ἠκολούθουν· ἢ εἰ οἱ μὲν συνηκολούθουν, ὁ δὲ ἐλθὼν οὐκ ἐμάχετο τῷ ἀδελφῷ, ἀλλ' ἢ συμβὰς ἐβασίλευσεν ἅμα αὐτῷ, ἢ μὴ βουλομένῳ ἀνεχώρησε, πεισθεὶς Εὐριπίδῃ λέγοντι·
not to go away to Argos, but to Libya, or the Perrhaebians; or having entered Argos, had resolved to sell salt fish, and not to take a wealthy wife, but some spinning-woman or tavern-keeper; or if Adrastus had not given him his daughter; or if he indeed gave her, while the other had not longed for the road home; or if, having longed for it, he had mastered himself; or if Adrastus had paid no heed to him when he begged for an alliance; or if neither Amphiaraus, nor Tydeus, nor each of the other commanders had followed Adrastus; or if they indeed had followed together, while he on coming had not fought with his brother, but either came to terms and reigned together with him, or withdrew when he was unwilling, persuaded by Euripides saying:
Ἀσύνετος δ' ἦλθες καὶ σὺ, περθήσων πάτραν·
Senseless have you also come, about to sack your fatherland;
ἢ εἰ οὗτος μὲν μὴ, ὁ δ' ἕτερος, τῶν Εὐριπιδείων ἀκούσας σοφιστευμάτων ἐκείνων τῶν ἄλλων·
or if not this one, then the other, having heard those other Euripidean subtleties:
Εἴθ' ἥλιος μὲν νύξ τε δουλεύειν βροτοῖς, Σὺ δ' οὐκ ἀνέξῃ δωμάτων ἔχειν ἴσον;
Shall then both sun and night serve mortals, while you will not endure to hold an equal share of the house?
Πῶς ἂν συστάντες ἐμάχοντο, καὶ Λαΐου πᾶν δῶμα ἔβη δι' αἵματος; Ἀλλὰ μὴν, φήσεις, γέγονε ταῦτα. Γέγονεν. Ἀλλὰ σὺ ποίᾳ ὁδῷ εἰσῆλθες εἰς τὴν τούτων εἴδησιν; Ἢ οὐχ ὁρᾷς, ὡς πυκνὰ διακέκοφε τὸ ὅλων δρᾶμα ἡ ἐν ἡμῖν τοῖς τὸ δρᾶμα συμπληροῦσα δύναμις; Οὕτω δὴ καὶ ἣν βούλει ὑπόθεσιν λαβὼν, διατεμῶ τὸν εἱρμὸν ὑμῶν, ἀποφανῶ τε ἀδύνατον ὄντα. Ἀλλὰ σὺ τὰ τῆς ὑποθέσεως ἔσχατα εἰδέναι λέγεις· ἡ δὲ ὑπόθεσις ἐκ διακοπῆς εἱρμοῦ δυνάμεως ὅλη συντέτακται. Ἢ ὃ λέγω οὐ συνιεῖς; Ἀλλὰ καθ' ἑκάστην ὑπόθεσιν, ὦ μάντι, τὰ ζῶα, ἢ ὀλίγας πολλάκις ἀρχὰς ποιούμενα, ἢ πολλὰς ἐν αὐτῇ. Αἱ δὲ ἀρχαὶ ἀεὶ, τὰ μέχρις αὐτῶν διακόψασαι, αὐτὰ ἄλλα προάγουσι πράγματα· τὰ δ' ἐπὶ τοσοῦτον προχωρεῖν δύναται, ἐφ' ὅσον ἐὰν μὴ ἄλλη ποθὲν ἐπιστᾶσα ἀρχὴ, τὰ μετ' αὐτὴν μὴ τοῖς ἔμπροσθεν ἀκολουθεῖν, ἀλλ' ἑαυτῇ κελεύσῃ. Εἴη δ' ἂν ἀρχὴ, καὶ ὄνος, καὶ κύων, καὶ ψύλλα· οὐ γὰρ παραιρήσει οὐδὲ τῆς ψύλλης, μὰ τὸν Ἀπόλλω, τὴν ἐξουσίαν· ἀλλ' ὁρμήσει τινὰ ἰδίαν ὁρμὴν ἡ ψύλλα, ἣ, καὶ τοῖς ἀνθρωπίνοις πράγμασιν ἐνίοτε συμπλακεῖσα, ἀρχὴν ἑαυτὴν παρέξεταί τινος ὁδοῦ. Σὺ δὲ χρώμενος οὐκ αἴσθῃ τῷ γένει τούτῳ.
How would they have met in conflict and fought, and all the house of Laius have waded through blood? Yet surely, you will say, these things have happened. They have happened. But by what road did you enter into the knowledge of them? Or do you not see how thick and fast the power in us—these very ones—that fulfils the drama has cut across the drama of the whole? Just so, taking whatever plot you wish, I shall cut through your chain of causes, and show that it is impossible. Yet you claim to know the last issues of the plot; whereas the whole plot is put together out of a power that interrupts the chain. Or do you not understand what I mean? Why, in each plot, O seer, living beings [are] often making either a few beginnings or many within it. And those beginnings continually, cutting off the events up to themselves, bring forward other actions of their own; and those are able to advance only so far, until some other beginning stepping in from somewhere bids the events after it follow not what went before, but itself. And a beginning might be even an ass, and a dog, and a flea; for you will not strip even the flea, by Apollo, of its power; rather, the flea will make a certain impulse of its own, which, becoming at times intertwined with human affairs also, will furnish itself as the beginning of a certain course. Yet you, though dealing with it, do not perceive this class of things.
PG 21:444Read from the page
Τριχῖν' ἐξεῖλες πόλιν Ἡρακλῆος θείου, Ὦ Λοκρέ· σοὶ δὲ Ζεὺς ἄλλας δῶκ' ἠδ' ἔτι δώσει.
Trichis you took, the city of divine Heracles, O Locrian; and to you Zeus gave others and will yet give more.
Τί φής; οὐ γὰρ ἐπέπρωτο ὑφ' ὑμῶν ἐξαιρεθῆναι αὐτήν; καὶ τί αἴτιοι ἡμεῖς, ἀλλ' οὐχ ἡ ὑμετέρα ἀνάγκη; Οὐ δίκαια ποιεῖς, ὦ Ἄπολλον, οὐδ' ὀρθῶς ἐπιτιμᾷς τοῖς οὐδὲν ἀδικοῦσιν ἡμῖν. Ὁ δὲ Ζεὺς οὗτος, ἡ τῆς ὑμετέρας ἀνάγκης ἀνάγκη, τί ἡμᾶς τίννυται, ἀλλ' οὐχ (εἴπερ ἄρα) ἑαυτὸν, ὅτι τοιαύτην κατέδειξεν εἶναι τὴν ἀνάγκην; Τί δὲ καὶ ἀπειλεῖ ἡμῖν; ἢ τί ἡμεῖς, ὡς ὄντες τούτου κύριοι, λιμώττομεν; Ἀλλὰ καὶ εἴ τι ἀνοικισθήσεται πρὸς ἡμῶν, ἢ οὔ· ὁπότερον δ' ἂν ᾖ, τοῦτο πέπρωται. Λῆξον δὴ, ὦ Ζεῦ λιμοποιὲ, τοῦ θυμοῦ· ἔστι γὰρ ὃ πέπρωται, καὶ τοῦτο προστέτακται ποιεῖν ὁ σὸς εἱρμός· ἡμεῖς δὲ πρὸς τοῦτον οὐδέν ἐσμεν. Παῦσαι δὲ καὶ σὺ, ὦ Ἄπολλον, μάταια χρησμῳδῶν· ἔσται γὰρ, ὃ δὴ ἔσται, κἂν σὺ σιωπᾷς. Ἡμεῖς δὲ, ὦ Ζεῦ καὶ Ἄπολλον, τί πάθωμεν, οὐδὲν ὄντες αἴτιοι τῆς ὑμετέρας νομοθετήσεως, τουτέστιν ἀναγκαθετήσεως; Τί δ' ἡμῖν καὶ ταῖς ὑμετέραις ἄταις, ἃς αὐτοὶ ἔχειν δίκαιοί ἐστε, ὑπὲρ ὧν ἡμεῖς ἠναγκάσθημεν;
What do you say? For was it not fated by you that it should be taken? And how are we responsible, rather than your necessity? You do not act justly, O Apollo, nor do you rightly rebuke us who do no wrong. And this Zeus, the necessity of your necessity, why does he punish us, and not rather (if anyone at all) himself, because he appointed necessity to be of such a kind? And why too does he threaten us? Or why do we starve, as though we were masters of this? Yet whether anything shall be rebuilt by us, or not: whichever of the two it may be, this has been fated. Cease then, O famine-making Zeus, from your wrath; for what has been fated exists, and your chain [of causes] has been ordained to do this; whereas towards it we are nothing. And cease you too, O Apollo, from chanting vain oracles; for what indeed will be, will be, even if you keep silent. But we, O Zeus and Apollo, what are we to suffer, being in no way responsible for your legislation, that is to say, necessity-imposition? And what have we to do with your calamities, which you yourselves deserve to bear, on account of the things to which we were compelled?
Οἰταῖοι, μὴ σπεύδετ' ἀτασθαλίῃσι νόοιο.
Oetaeans, do not hasten in the recklessnesses of your mind.
Ἀλλ' οὐ σπεύδομεν, ὦ Ἄπολλον, ἀλλ' ἐλαυνόμεθα, οὐδὲ ἀτασθαλίαις, ἀλλὰ τῇ ὑμετέρᾳ ἀνάγκῃ. Τὸν δὲ Λυκοῦργον ἐκεῖνον πῶς, ὦ Ἄπολλον, ἐπαινεῖς, ὃς οὐκ ἦν ἀγαθὸς, οὔτε ἑκὼν, οὔθ' ἑλόμενος, ἀλλὰ ἄκων; εἴπερ που καὶ γίνεταί τις ἀγαθὸς ἄκων. Ἔοικε δὲ ὃ νῦν ποιεῖτε, ὡς εἴ τις τοὺς μὲν καλοὺς τὰ σώματα ἐπαινοίη καὶ γεραίροι, τοὺς δὲ αἰσχροὺς ψέγοι καὶ κολάζοι. Δίκαια γὰρ εἴποιεν ἂν πρὸς ὑμᾶς οἱ πονηροὶ, ὅτι, Οὐκ ἐπετρέψατε ἡμῖν, ὦ θεοὶ, ἀγαθοῖς γίνεσθαι· οὐ μόνον δὲ, ἀλλὰ καὶ ἐβιάσασθε εἶναι πονηρούς· οἵ τε ἀγαθοὶ, εἰ ἐξηγκωνισμένοι περιπατοῖεν, οὐκ ἐπιτρέψει τις αὐτοῖς, ἀλλὰ φήσει· Ὦ Χρύσιππέ τε καὶ Κλεάνθες, καὶ ὅσοι τούτου τοῦ χοροῦ, (ὑμεῖς γὰρ πεποίησθε εἶναι ἀγαθοί·) ἐγὼ μὲν ἀρετὴν ἐπαινῶ, ὑμᾶς δὲ τοὺς ἐναρέτους οὐκ ἐπαινῶ. Ἀλλὰ καὶ τὸν Ἐπίκουρον, ὃν σὺ πολλὰ, ὦ Χρύσιππε, ἐβλασφήμησας, ἐγὼ τό γε ἐπὶ σοὶ ἀφίημι τῶν ἐγκλημάτων. Τί γὰρ πάθῃ, ὃς οὐχ ἑκὼν ἦν μαλακὸς, οὐδὲ ἄδικος, ὥσπερ πολλάκις αὐτὸν ἐλοιδόρησας;
Why, we do not hasten, O Apollo, rather we are driven along, and not by recklessnesses, rather by your necessity. And how, O Apollo, do you praise that famous Lycurgus, who was not good either willingly or by choice, rather unwillingly—if indeed anyone ever becomes good unwillingly? And what you now do is as though someone were to praise and honour those fair in body, while blaming and punishing the ugly. For the wicked might justly say to you, You did not permit us, O gods, to become good; and not only that, rather you even forced us to be wicked; and if the good should walk about with elbows squared in pride, one will not permit them, rather will say: O Chrysippus and Cleanthes, and all who are of this chorus (for you have been made to be good), virtue indeed I praise, whereas you the virtuous I do not praise. Nay, even Epicurus, whom you, O Chrysippus, reviled in many things, I for my part, so far as rests with you, acquit of the charges. For what can he help it, who was not willingly effeminate, nor unjust, as you often railed at him?
Εὐτάκτων θνητῶν βιοτῇ θεοὶ ἵλαοί εἰσιν, Εὐσεβέων θ' ἁγίας θυσίας τιμάς τε δέχονται.
To the life of well-ordered mortals the gods are gracious, and of the pious they accept holy sacrifices and honours.
Δοκεῖτε δέ μοι οὐκ ἂν ταῦτα λέγειν, μὴ πεπεισμένοι, ὅτι οὐκ ἄκοντες, ἀλλὰ βουλόμενοι χωροῦσιν, ἐφ' ἃ χωροῦσιν. Ἃ δ' ἂν βουληθῶσιν, οὔτε θεὸς, οὔτε ἄνθρωπος σοφιστὴς, οὕτω προεληλεγμένων, τολμή-
Yet you seem to me that you would not say these things unless persuaded that men advance not unwillingly, rather willingly, towards the things to which they advance. And whatever they may will, neither a god nor a human sophist, after these matters have thus beforehand been refuted, will dare
PG 21:445Read from the page
σει λέγειν, ὅτι ὑποτέτακται. Ἢ λόγους μὲν οὐκέτι πρὸς αὐτὸν ποιησόμεθα, σκῦτος δέ τι τῶν εὐτόνων λαβόντες, ὡς ἐπ' ἀνάγωγον παῖδα τὰς πλευρὰς εὖ μάλα καταξανοῦμεν αὐτοῦ. » Τοσαῦτα πρὸς τὸν χρησμῳδὸν ὁ Οἰνόμαος ἀπετείνατο. Σὺ δ' ἀλλ' εἰ μὴ τῷ τοιῷδε χαίρεις, λαβὼν ἀνάγνωθι τὰ ἐκ τῶν ἄλλων φιλοσόφων περὶ εἱμαρμένης, οὐ μόνον τῶν προπαρατεθέντων χρησμῶν ἀνατρεπτικὰ, ἀλλὰ καὶ τῶν ἄλλων καθόλου περὶ τοῦ δόγματος ἐπινοουμένων. Ἐπειδὴ γὰρ μὴ μόνον ἀμαθεῖς καὶ ἰδιῶται, ἤδη δὲ καὶ ἐπὶ παιδείᾳ, καὶ φιλοσοφίᾳ μέγα φρονήσαντες πλείους κατεσύρησαν ὁμόσε τῷ δόγματι, ἡγοῦμαι δεῖν ἀναγκαίως τὰς αὐτῶν φιλοσόφων πρὸς σφᾶς αὐτοὺς ἀντιῤῥήσεις ἐκθέσθαι, εἰς ἀκριβῆ τοῦ προβλήματος διάσκεψιν. Πρῶτα δὴ οὖν σοι παραναγνώσομαι ἀπὸ τοῦ Διογενιανοῦ τὰ περὶ εἱμαρμένης, ὧδέ πως τῷ Χρυσίππῳ ἀντειρημένα.
to say that it has been subjected [to necessity]. Or else we shall no longer hold arguments with him, rather, taking a stout strap, as against an undisciplined boy, we shall thoroughly thrash his ribs. So much did Oenomaus inveigh against the oracle-chanter. Yet if you do not take pleasure in such a writer, take and read the passages from the other philosophers concerning fate, subversive not only of the oracles cited above, rather also generally of the other arguments devised concerning the dogma. For since not only the unlearned and ordinary folk, rather by now even very many who prided themselves greatly upon culture and philosophy have been swept away together with the dogma, I deem it necessary to set forth the refutations of the philosophers themselves against one another, for an exact examination of the problem. First, then, I shall read aloud to you from Diogenianus the arguments concerning fate spoken in reply to Chrysippus somewhat as follows.
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
Ἔτι περὶ τοῦ αὐτοῦ ἀπὸ τῶν Διογενιανοῦ τοῦ Περιπατητικοῦ, πρὸς Χρύσιππον, ἅμα μὲν βουλόμενον σώζειν τὴν παρ' ἡμᾶς αἰτίαν, ἅμα δὲ πάντα καθειμάρθαι λέγοντα· καὶ ὅτι οὐδὲ τὰ παρ' Ὁμήρῳ περὶ τῆς εἱμαρμένης λεγόμενα συνῆκεν.
Further on the same, from the [writings] of Diogenianus the Peripatetic, against Chrysippus, who wished at the same time to preserve the cause that depends on us, and at the same time said that all things are fated; and that he did not even understand the things said in Homer concerning fate.
« Ἄξιον δὲ ἐπὶ τούτοις ἅπασι παραθέσθαι καὶ τὰ δοκοῦντα Χρυσίππῳ τῷ Στωϊκῷ περὶ τοῦ λόγου τοῦδε. Οὗτος γὰρ ἐν τῷ πρώτῳ Περὶ εἱμαρμένης βιβλίῳ, βουλόμενος δεικνύναι τὸ δὴ πάνθ' ὑπὸ τῆς ἀνάγκης τῆς εἱμαρμένης κατειλῆφθαι, μαρτυρίοις ἄλλοις τε τισὶ χρῆται, καὶ τοῖς οὑτωσὶ παρ' Ὁμήρῳ ποιητῇ λεγομένοις·
And it is worthwhile, besides all these things, to set down also the views held by Chrysippus the Stoic concerning this subject. For in his first book On Fate, wishing to show that all things indeed are held fast by the necessity of fate, he uses both certain other testimonies and the words spoken thus in the poet Homer:
. . . . Ἀλλ' ἐμὲ μὲν κὴρ Ἀμφέχανε στυγερὴ, ἥπερ λάχε γεινόμενόν περ.
But hateful doom gaped round me, which indeed obtained me as its lot even at my birth.
Καί·
And:
. . . Ὕστερον αὖτε τὰ πείσεται, ὅσσα οἱ Αἶσα Γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ.
Afterwards in turn he shall suffer the things, as many as Destiny spun for him with her thread at his birth, when his mother bore him.
Καί·
And:
Μοῖραν δ' οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν.
And fate, I say, no one among men has escaped.
Οὐ θεωρῶν, ὅτι τὰ ἀλλαχοῦ πάλιν παρὰ τῷ ποιητῇ λεγόμενα τούτοις ἄντικρυς ἠναντίωται· οἷς καὶ αὐτὸς ἐν τῷ δευτέρῳ βιβλίῳ χρῆται, βουλόμενος συνιστᾷν τὸ καὶ παρ' ἡμᾶς πολλὰ γίνεσθαι· οἷον τό·
Failing to observe that what is said elsewhere in turn in the poet is directly opposed to these passages—passages which he himself also uses in his second book, when wishing to establish that many things also come about depending on us; such as this:
Αὐτοὶ γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο.
For they perished by their own recklessnesses.
Καὶ τὸ,
And this,
Ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται! Ἐξ ἡμέων γάρ φασι κάκ' ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ Σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε' ἔχουσι.
Alas, how indeed mortals now blame the gods! For from us, they say, evils come; whereas they even of themselves, through their own recklessnesses, have sorrows beyond what is ordained.
PG 21:448Read from the page
Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα τῷ πάντα γίνεσθαι καθ' εἱμαρμένην ἠναντίωται. Οὐ μὴν οὐδ' ἐκεῖνο συνιδεῖν ἠδυνήθη, τὸ μηδαμῶς τὸν Ὅμηρον μηδ' ἐν ἐκείνοις τοῖς ἔπεσι συμμαρτυρεῖν αὐτῷ τῷ δόγματι. Οὐ γὰρ τὸ πάντα γίνεσθαι καθ' εἱμαρμένην, ἀλλὰ μᾶλλον τό τινα κατ' ἐκείνην συμβαίνειν ἐξ αὐτῶν ὑποβάλλων εὑρεθήσεται. Τὸ γάρ·
For these and suchlike passages are opposed to all things coming about according to fate. Yet neither was he able to perceive even this, that Homer in no way bears witness in his favour for the dogma even in those verses. For he will be found suggesting from them not that all things come about according to fate, rather that certain things happen according to it. For the verse:
. . . . Ἀλλ' ἐμὲ μὲν κὴρ Ἀμφέχανε στυγερὴ, ἥτις λάχε γεινόμενόν περ,
But hateful doom gaped round me, which obtained me as its lot even at my birth,
οὐχ ὅτι πάντα κατὰ τὴν κῆρα συμβαίνειν λέγοιτο ἂν, ἀλλ' αὐτὸ τὸ τεθνήξεσθαι. Καὶ γὰρ, ὡς ἀληθῶς, παντὶ γεννητῷ ζώῳ θανεῖν καθείμαρται. Ἀλλὰ μὴν καὶ τό·
would not be said to mean that all things happen according to doom, rather the very fact that one will die. For indeed, in truth, for every begotten living creature it has been fated to die. And further, this verse too:
. . . . Ὕστερον αὖτε τὰ πείσεται, ὅσσα οἱ Αἶσα Γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ,
Afterwards in turn he shall suffer the things, as many as Destiny spun for him with her thread at his birth, when his mother bore him,
τὸ αὐτὸ βούλεται. Οὐ γὰρ, ὅτι πάντα αὐτῷ καθ' εἱμαρμένην τὰ μετὰ ταῦτα συμβήσεται, λέγει, ἀλλ' ὅτι κατ' ἀνάγκην αὐτῷ τινα συμβήσεται. Ἡ γὰρ τοῦ, ὅσσα, διαστολὴ, τί ποτε ἕτερον ἢ τοῦτο σημαίνει; Πολλὰ δὲ κατ' ἀνάγκην ἡμῖν, εἰ καὶ μὴ πάντα, ἐπίκειται. Καὶ τό·
means the same thing. For it does not say that all things thereafter will happen to him according to fate, rather that certain things will happen to him by necessity. For what else at all does the qualification, as many as, signify than this? And many things, even if not all, are laid upon us by necessity. And the verse:
Μοῖραν δ' οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
And fate, I say, no one among men has escaped,
ἄριστα εἴρηται. Τίς γὰρ ἂν δύναιτο τὰ κατ' ἀνάγκην παντὶ ζώῳ συγκυροῦντα διαφυγεῖν; Ὥστ' οὐχ ὅπως σύμψηφον ἂν ἔχοι τὸν Ὅμηρον Χρύσιππος ἐν τῷ πάντα καθ' εἱμαρμένην γίνεσθαι νομίζειν, ἀλλὰ καὶ ἐναντιούμενον, εἴ γε ἐκεῖνος μὲν, ὅτι πολλὰ γίνεται παρ' ἡμᾶς, σαφῶς καὶ πολλάκις εἴρηκε, τὸ δ' ὅτι κατὰ ἀνάγκην πάντα συμβαίνει, οὐδαμοῦ ῥητῶς λέγων ἂν εὑρεθείη. Καὶ τῷ ποιητῇ μὲν, ἅτε οὐ τὴν ἀλήθειαν ἡμῖν τῆς τῶν ὄντων φύσεως ὑπισχνουμένῳ, ἀλλὰ μεμιγμένῳ πάθη τε καὶ ἤθη, καὶ δόξας παντοίας ἀνθρώπων, ἁρμόττον ἂν εἴη καὶ τὰ ἐναντία λέγειν πολλάκις· φιλοσόφῳ δὲ οὐδὲ τὰ ἐναντία λέγειν, οὐδὲ ποιητῇ δι' αὐτὸ τοῦτο χρῆσθαι μάρτυρι. » Καὶ μεθ' ἕτερά φησι· « Τεκμήριον δὲ ἄλλο ἰσχυρὸν φέρειν Χρύσιππος οἴεται τῆς ἐν ἅπασιν εἱμαρμένης, τὴν θέσιν τῶν τοιούτων ὀνομάτων. Τήν τε γὰρ πεπρωμένην πεπερασμένην τινά φησιν εἶναι καὶ συντετελεσμένην διοίκησιν, τήν τε εἱμαρμένην εἰρομένην τινὰ, εἴτε ἐκ Θεοῦ βουλήσεως, εἴτε ἐξ ἧς δήποτε αἰτίας. Ἀλλὰ καὶ τὰς Μοίρας ὠνομάσθαι ἀπὸ τοῦ μεμερίσθαι καὶ κατανενεμῆσθαί τινα ἡμῶν ἑκάστῳ. Οὕτω δὲ καὶ τὸ χρεὼν εἰρῆσθαι, τὸ ἐπιβάλλον καὶ καθῆκον κατὰ τὴν εἱμαρμένην. Τόν τε ἀριθμὸν τῶν Μοιρῶν τοὺς τρεῖς ὑποβάλλει χρόνους, ἐν οἷς κυκλεῖται τὰ πάντα, καὶ δι' ὧν ἐπιτελεῖται· καὶ Λάχεσιν μὲν κεκλῆσθαι παρὰ τὸ λαγχάνειν ἑκάστῳ τὸ πεπρωμένον· Ἄτροπον δὲ κατὰ τὸ ἄτρεπτον καὶ ἀμετάβατον τοῦ μερισμοῦ· Κλωθὼ δὲ παρὰ τὸ συγκεκλῶσθαι καὶ συνείρεσθαι τὰ πάντα, καὶ μίαν αὐτῶν τεταγμένην τινὰ εἶναι διέξοδον. Ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια φλυαρῶν, ἀποδεικνύναι τὴν ἐν ἅπασιν ἀνάγκην νομίζει. Ἐμοὶ δὲ
has been excellently spoken. For who could escape the things that by necessity befall every living creature? Consequently, far from Chrysippus having Homer voting with him in thinking that all things come about according to fate, he even has him opposing him, seeing that the latter has clearly and often said that many things come about depending on us, whereas saying expressly that all things happen by necessity he would nowhere be found. And for the poet indeed, inasmuch as he does not promise us the truth of the nature of existing things, rather is mingled with passions and characters and all manner of human opinions, it might be fitting even to say contrary things often; whereas for a philosopher it is fitting neither to say contrary things, nor on that very account to use a poet as a witness. And after other remarks he says: Another strong proof of fate in all things Chrysippus supposes that he adduces in the imposition of such names. For what is destined (pepromene), he says, is a certain bounded (peperasmene) and completed administration, and fate (heimarmene) a certain strung-together series (eiromene), whether from the will of God or from whatever cause it may be. Moreover, the Fates (Moirai) too have been named from certain things having been apportioned (memeristhai) and distributed to each of us. And thus also necessity (to chreon) has been so called, as the portion falling due and fitting according to fate. And to the number of the Fates he subjects the three times in which all things revolve and through which they are brought to completion; and [he says] that Lachesis has been called from casting as lot (lanchanein) for each what is destined; Atropos in accordance with the unalterable (atrepton) and unchangeable character of the apportionment; and Clotho from all things having been spun together (synkeklosthai) and strung together, and there being a certain single ordered course of them. For by prating of these and similar things, he supposes that he demonstrates necessity in all things. Yet to me
PG 21:449Read from the page
θαυμάζειν ἔπεισιν, εἰ τοιαῦτα λέγων οὐκ ᾐσθάνετο τῆς ματαιολογίας τῆς ἑαυτοῦ. Ἔστω γὰρ ταύταις ταῖς ἐννοίαις κεχρημένους τοὺς ἀνθρώπους, καθ' οὓς αὐτὸς ἐτυμολογεῖ, τὰ ὀνόματα τεθεῖσθαι τὰ ἐκκείμενα, δοξάζοντας τὰ πάντα κατειληφέναι εἱμαρμένην, καὶ ἀμεταθέτους εἶναι τὰς ἐξ αἰῶνος προκατειλημμένας ἐν πᾶσι τοῖς οὖσί τε καὶ γινομένοις αἰτίοις. Τί οὖν ἀκολουθεῖς, ὦ Χρύσιππε, πάσαις ταῖς τῶν ἀνθρώπων δόξαις; καὶ οὐδεμία σοι περὶ οὐδενὸς φαίνεται διεψευσμένη; Ἀλλὰ πάντες τῆς ἀληθείας εἰσὶ θεωρητικοί; Πῶς οὖν οὐδένα φὴς ἄνθρωπον, ὃς οὐχὶ μαίνεσθαί σοι δοκεῖ κατ' ἴσον Ὀρέστῃ τε καὶ Ἀλκμαίωνι, πλὴν τοῦ σοφοῦ; ἕνα δὲ ἢ δύο μόνους φῂς σοφοὺς γεγονέναι, τοὺς δὲ ἄλλους δι' ἀφροσύνην ἐπίσης τοῖς προειρημένοις μεμηνέναι; Πῶς δὲ ἀνασκευάζεις αὐτῶν τὰς δόξας ἐκείνας ὡς διημαρτημένας, οἷον τὰς περὶ πλούτου, καὶ δόξης, καὶ τυραννίδος, καθόλου τε ἡδονῆς, ἅπερ ἀγαθὰ νενομίκασιν οἱ πλεῖστοι; Πῶς δὲ τοὺς κειμένους νόμους ἡμαρτῆσθαι φῂς ἅπαντας, καὶ τὰς πολιτείας; ἢ διὰ τί πλῆθος τοσούτων βιβλίων συνέγραψας, εἰ περὶ μηδενὸς εἶχον οἱ ἄνθρωποι δόξας διημαρτημένας; Οὐ γὰρ, ὅταν μὲν ταὐτά σοι δοξάζωσιν, ὀρθῶς φρονεῖν αὐτοὺς φήσομεν, ὅταν δὲ διάφορα, μαίνεσθαι. Πρῶτον μὲν γὰρ οὐδὲ σὺ φῂς σοφὸν εἶναι σεαυτὸν, μήτιγε ἡμεῖς, ἵνα κριτήριον ποιώμεθα τοῦ καλῶς ποτε ἐκείνους φρονεῖν, τῷ μὴ τῇ σῇ δόξῃ συνδραμεῖν· ἔπειτ' εἰ καὶ τοῦτο ἦν ἀληθὲς, τί λέγειν ἐχρῆν μαίνεσθαι πάντας ἐπίσης, καὶ οὐχὶ, καθὸ μὲν ἐφαίνοντο ταὐτά σοι δοξάζοντες, κατὰ τοῦτο αὐτοὺς ἐπαινεῖν, ὡς ὀρθοῦ τινος ἐπειλημμένους· καθὸ δὲ διεφώνουν, ἁμαρτάνειν αὐτοὺς ὑπολαμβάνειν; Μαρτύριον μέντοι τῆς ἀληθείας ἱκανὸν ἡγεῖσθαι τὸ δοκοῦν ἐκείνοις· οὐδὲ οὕτως ἐχρῆν φύσει, καὶ μὴ μαίνεσθαι, καθάπερ σὺ οἴει, ἀλλὰ πολύ γε ἀφεστηκέναι σοφίας πᾶς ἄν τις ὁμολογήσειε. Γελοίως οὖν καὶ σὺ χρήσῃ μάρτυσι τούτοις διὰ τῆς θέσεως τῶν ὀνομάτων, οὓς οὐδὲν ἂν κατά γε σύνεσιν σεαυτοῦ φήσαις διαφέρειν· εἰ μὴ ἄρα τοὺς ἐξ ἀρχῆς θεμένους ταῦτα τὰ ὀνόματα σοφοὺς εἶναι συμβέβηκεν, ὅπερ οὐδαμῶς δεῖξαι δυνήσῃ. Ἀλλὰ γὰρ δεδόσθω σοι τοῦθ' οὕτως ἔχειν, καὶ τὰ ὀνόματα ἐκεῖνα τίθεσθαι, ὡς σὺ βούλει, τὰς σημασίας ἔχοντα, καὶ μὴ κατὰ δόξας ψευδεῖς τὸ τοιοῦτον γεγονέναι. Ποῦ τοίνυν δι' αὐτῶν σημαίνεται τὰ πάντα ἁπαξαπλῶς καθ' εἱμαρμένην εἶναι, καὶ μὴ (εἰ ἄρα) ταῦτα μόνα ὧν ἐστιν εἱμαρμένη; Ὅ τε γὰρ τῶν Μοιρῶν ἀριθμὸς, καὶ τὰ ὀνόματα αὐτῶν, καὶ ὁ τῆς Κλωθοῦς ἄτρακτος, καὶ τὸ ἐπειλημμένον αὐτῷ νῆμα, καὶ τὸ ἐπίκλωσμα τούτου, καὶ ὅσα τοιαῦτα ἄλλα λέ-
it comes into mind to wonder whether in saying such things he did not perceive his own idle talk. For grant that men, employing these notions in accordance with whom he himself frames his etymologies, laid down the names set forth above, supposing that fate has laid hold of all things, and that the [determinations] grasped beforehand from eternity in all causes that exist and come to be are unalterable. Why then do you follow, O Chrysippus, all the opinions of men? And does none seem to you to be mistaken about anything? Rather are all beholders of the truth? How then do you affirm that there is no man who does not seem to you to be mad equally with Orestes and Alcmaeon, except the wise man; and affirm that one or two alone have become wise, while the rest through folly are mad equally with those mentioned above? And how do you overthrow those opinions of theirs as erroneous, such as those concerning wealth, and glory, and tyranny, and pleasure generally, which most men have deemed goods? And how do you affirm that the established laws are all mistaken, and the constitutions? Or why did you compose a multitude of so many books, if men held erroneous opinions about nothing? For we shall not say that when they hold the same opinions as you they think rightly, whereas when they hold different ones they are mad. For first, not even you affirm yourself to be wise—much less do we—so that we should make a criterion of their ever thinking rightly, through their not concurring with your opinion; next, even if this too were true, why ought one to say that all are equally mad, and not, in so far as they appeared to hold the same opinions as you, in that respect praise them as having laid hold of something right, whereas in so far as they disagreed, suppose them to err? However, to deem what seems good to them a sufficient testimony of the truth—neither was it naturally fitting so, even if they were not mad as you suppose, rather everyone would agree that they are very far removed from wisdom. Absurdly, therefore, will you too use as witnesses through the imposition of names these men, whom in point of understanding you would say differ in nothing from yourself—unless indeed it happened that those who from the beginning laid down these names were wise, which you will in no way be able to show. Yet let this be granted you to be so, and that those names are laid down having their significations as you wish, and that such a thing has not come about in accordance with false opinions. Where, then, is it signified through them that all things without exception are according to fate, and not (if at all) those things alone of which there is fate? For both the number of the Fates, and their names, and the spindle of Clotho, and the thread wound upon it, and what is spun off from this, and all other such things that are