Migne Reading Room

PG 21 · cols. 416–425 · Read from the page

Preparation for the Gospel, Book VI

Preparation for the Gospel, Book VI

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:416Read from the page
διδόναι ἔκδοτον τοῖς προειρημένοις; Εἴποι γὰρ ἂν πρὸς τὸν νουθετοῦντα, ὡς καὶ τῶν πρὸ ἡμῶν τισιν εἴρηται· Τί με, ὦ ἄνθρωπε, νουθετεῖς; Ταῦτα γὰρ οὐ δήπου ἐστὶν ἐπ' ἐμοὶ, τὸ μεταβάλλειν τὴν προαίρεσιν· ἡ γὰρ εἱμαρμένη προκατείληφε. Τί οὖν δεῖ συντετάσθαι πρὸς ἃ οὐδὲ προθυμεῖσθαι δυνήσομαι, εἰ μὴ καὶ τοῦτο καθείμαρταί μοι; Προθυμήσομαι δὲ, εἰ καθείμαρται, καὶ ἄνευ τῆς σῆς διδασκαλίας ὑπὸ τῆς εἱμαρμένης ἀγόμενος. Τί οὖν μάτην σεαυτὸν ἐνοχλεῖς; Ἀλλ' εἰ καὶ τό σε παραινεῖν καὶ διδάσκειν φήσεις κατὰ ἀνάγκην ἐπιτελεῖσθαι εἰς τὸ παραινεῖν καὶ πείθειν ἐμὲ τοιαῦτα· ἀλλὰ κἀν τούτῳ τί χρὴ σπουδάζειν; ἀργὴ γὰρ καὶ ἀνωφελὴς ἡ παραίνεσις. Εἰ γὰρ εἵμαρταί μοι, φιλοπονήσω· εἰ δὲ μὴ εἵμαρται, ματαίαν ποιεῖσθαι τὴν σπουδὴν ἀμφοτέρους συμβήσεται. Πῶς δὲ οὐ, μᾶλλον ἀποῤῥαθυμῶν, εἴποι ἂν πρὸς ἑαυτὸν ὁ ταύτην ἔχων τὴν δόξαν, Ἄγε μηδαμῶς φιλοπονήσω, μηδὲ μάτην ἐνοχλήσω ἐμαυτῷ; γενήσεται γὰρ τὸ εἱμαρτὸν ἐξ ἀνάγκης. Ὁ δὲ περί τι σπουδάζων ἢ καὶ διδάσκων, ἢ προτρέπων ἑαυτὸν ἢ ἄλλον, καὶ τὸ πείθεσθαι καὶ τὸ μὴ πείθεσθαι, καὶ τὸ ἁμαρτάνειν ἢ μὴ, τό τε ἐπιτιμᾷν τοῖς ἁμαρτάνουσι, καὶ τὸ ἐπαινεῖν τοὺς κατορθοῦντας, πῶς οὐκ ἐναργῶς ἐλέγχεται τὸ μὲν ἔργον καταλιπὼν τοῦ παρ' ἡμῖν καὶ τοῦ αὐτεξουσίου, τὸ δὲ τῆς εἱμαρμένης ὄνομα αὐτῷ συνάπτων μόνον; Ὥσπερ εἴ τις τὴν τοῦ ἀγαθοῦ φύσιν, ἧς κατὰ τὴν παρουσίαν ἄριστα διοικεῖται τὸ ζῶον, τῷ τοῦ κακοῦ προσαγορεύει ὀνόματι. Οὕτω γὰρ ἐπεὶ ἐναργῶς ἑαυτῶν αἰσθανόμεθα, μὴ βιαζομένων ὑπ' ἄλλης τινὸς αἰτίας ἐν τῷ παιδεύειν τοὺς υἱεῖς, καὶ μαστίζειν τοὺς οἰκέτας ἁμαρτάνοντας, καὶ ἐν τῷ τόδε τι βούλεσθαι, καὶ μὴ βούλεσθαι, ἀλλ' αὐτοτελῶς ἐκ τῆς ἰδίας ἐξουσίας εἰς τὰς τοιαύτας κινήσεις ἀφικνουμένων, ἁμαρτάνοι ἂν ὁ ταῦτα λέγων γίνεσθαι καθ' εἱμαρμένην, πρὸς τῷ παραλύειν τάς τε ἡμῶν αὐτῶν προθυμίας, καὶ τὰς εἰς ἄλλους γινομένας παρακλήσεις καὶ νουθετήσεις, ἐξ ὧν ὁρῶμεν μάλιστα κατορθούμενα τὰ τῶν ἀνθρώπων πράγματα. Καὶ μὴν καὶ νόμους ἀνατρέποι ἂν οὗτος ὁ λόγος, τοὺς τοῦ συμφέροντος ἕνεκεν ἀνθρώποις κειμένους. Τί γὰρ δεῖ προστάττειν ἢ ἀπαγορεύειν τοῖς ὑφ' ἑτέρας ἀνάγκης κατεσχημένοις; ἀλλ' οὐδὲ τοὺς ἁμαρτάνοντας δεήσει κολάζειν, μὴ παρὰ τὴν αὐτὴν αἰτίαν ἡμαρτηκότας, οὐδὲ τοῖς τὰ κάλλιστα πράττουσι τιμὰς ἀπονέμειν, ὧν ἑκάτερον πολλὴν αἰτίαν παρέσχηκεν εἰς ἀναστολὴν ἀδικίας καὶ εἰς εὐποιίας ἑτοιμότητα. Ἀλλὰ καὶ τὴν πρὸς τὸ Θεῖον εὐσέβειαν ἀνατρέποι ἄν ἥδε ἡ δόξα, εἴγε μηδὲν ἡμῖν ὁ Θεὸς, μηδὲ μὴν αὐτοὶ οἱ τῶνδε χρησμῳδοὶ, μήτ' εὐχομένοις, μήτ' εὐσεβοῦσι συμβάλλονται εἱμαρμένης ἀνάγκαις πεπεδημένοις. Τὸ δὲ δίκην ἀψύχων λέγειν κινεῖσθαι ἡμᾶς, τῇδε καὶ τῇδε ὑπό τινος ἔξωθεν δυνάμεως νευροσπαστουμένους, εἰς τὸ ἐπ' ἀνάγκαις
over as surrendered to the things aforesaid? For he might say to him who admonishes him, as has also been said by certain of those before us: "Why, O man, do you admonish me? For these things are surely not in my power, namely to change my deliberate choice; for fate has preoccupied the matter. Why then must I strain towards things for which I shall not even be able to feel eagerness, unless this too has been fated for me? And I shall feel eagerness, if it has been fated, even without your teaching, being led by fate. Why then do you trouble yourself in vain? Yet even if you say that your exhorting and teaching is accomplished according to necessity with a view to exhorting and persuading me of such things, even in this why must one be zealous? For the exhortation is idle and unprofitable. For if it has been fated for me, I shall labour diligently; and if it has not been fated, it will come to pass that both of us make our zeal in vain." And how would he who holds this opinion not rather, giving way to sloth, say to himself, "Come, let me in no way labour diligently, nor trouble myself in vain; for what is fated will come to pass of necessity"? Whereas he who is zealous about something, or also teaches, or urges himself or another, both as to obeying and not obeying, and sinning or not, and rebuking those who sin, and praising those who act rightly, how is he not manifestly convicted of leaving behind the reality of what depends on us and of free will, while attaching to it only the name of fate? Just as if someone addresses by the name of evil the nature of the good, according to the presence of which the living creature is governed best. For thus, since we clearly perceive ourselves not being forced by any other cause in educating our sons, and flogging household servants when they offend, and in willing this particular thing and not willing it, but arriving at such motions independently out of our own authority, he who says that these things happen according to fate would err, besides paralysing both our own eager impulses and the exhortations and admonitions directed towards others, out of which we see human affairs chiefly set right. Moreover, this argument would also overthrow laws laid down for men for the sake of their advantage. For what need is there to command or to forbid those who are held fast by another necessity? Nay, neither will it be needful to punish offenders, since they have not offended through that same cause, nor to award honours to those who do the noblest deeds, each of which two things has furnished a strong ground for the restraint of injustice and for readiness towards beneficence. Nay, this opinion would overthrow piety towards the Divine as well, if indeed neither God nor even the oracle-singers of these things themselves contribute anything to us, whether we pray or practise piety, seeing that we are fettered by the necessities of fate. And to say that like inanimate things we are moved, pulled this way and that like puppets by strings by some external power, so as under necessities
Notes, col. 416

On the reading

Printed ἄν, for ἂν.

PG 21:417Read from the page
ἐθελῆσαι τάδε πρᾶξαι, καὶ ἑλέσθαι παρὰ προαίρεσιν ἕτερα, πῶς οὐκ ἂν εἴη ἀναιδὲς καὶ ἀναισχυντότατον; ἐπείπερ ἐναργῶς αἰσθανόμεθα ἑαυτῶν ἡμετέρᾳ ὁρμῇ καὶ κινήσει τάδε τινὰ προθυμουμένων, καὶ ἀμελούντων πάλιν ἑαυτῶν ἀντιλαμβανόμεθα, καὶ παρὰ ταύτην τὴν αἰτίαν κατορθούντων, ᾗ μὴ κατορθούντων, καὶ ἐξ οὐδενὸς ἑτέρου βιαζομένων· ἀλλὰ τὰ μὲν ἑκουσίῳ γνώμῃ αἱρουμένων, τὰ δὲ φευγόντων, καὶ παραιτουμένων ἐκ τῆς ἡμῶν αὐτῶν προαιρέσεως. Οὕτω δὲ ἄρα ἐναργὴς ἦν ὁ τοῦ αὐθεκουσίου λόγος, ὥστε ὁμοίως τῷ ἀλγεῖν καὶ τῷ ἥδεσθαι, καὶ τῷ τόδε τι ὁρᾷν, καὶ τόδ' ἀκούειν, οὐ συλλογισμῷ, ἀλλ' ἐνεργείᾳ καταλαμβανομένων· συναισθέσθαι ἑαυτῶν ἐξ ἡμῶν αὐτῶν καὶ τῆς ἡμετέρας βουλῆς ὁρμώντων, καὶ τάδε τινὰ αἱρουμένων, τινὰ δὲ ἀποστρεφομένων· ὥστε ἐξ ἅπαντος τὸ ἐλεύθερον, καὶ τὸ αὐτεξούσιον τῆς ἐν ἡμῖν λογικῆς καὶ νοερᾶς φύσεως ἐνδίκως ὁμολογεῖσθαι. Εἰ δὲ καὶ παρὰ προαίρεσιν μυρία συμβαίνοντα ἡμῖν τοὺς πολλοὺς τῶν ἀνθρώπων ταράττει, διαιρετέον ἐνταῦθα τὴν τῶν ἐν οἷς ἐσμεν φύσιν, καὶ τὸν λόγον, καθ' ὃν τὰ οὐκ ἐφ' ἡμῖν γίνεται, ἐπιθεωρητέον. Οὕτω γὰρ καὶ τούτων τὸ αἴτιον οὔτις ἄλογος ἀναδέξεται εἱμαρμένη, λόγος δὲ πάλιν ἄλλος τῆς τῶν ὅλων προνοίας ἀπηρτημένος. Φέρ' οὖν ἐπιμελῶς τὸ πρόβλημα ἐπισκεψώμεθα.
to will to do these things, and to choose others contrary to deliberate choice, how would this not be shameless and most impudent? seeing that we clearly perceive ourselves by our own impulse and motion feeling eagerness for certain particular things, and again we apprehend ourselves being negligent, and owing to this cause succeeding, or not succeeding, and being forced by nothing else; but choosing some things by voluntary resolve, and shunning and declining others out of our own deliberate choice. And so clear indeed was the principle of free will that, just as with feeling pain and feeling pleasure, and seeing this particular thing and hearing that, which are apprehended not by syllogism, but by actual experience, we are conscious of ourselves setting out from ourselves and our own counsel, and choosing certain particular things while turning away from others; so that altogether the freedom and self-determination of the rational and intellectual nature within us is justly acknowledged. And if countless things befalling us even contrary to our deliberate choice trouble the majority of men, here we must distinguish the nature of the things among which we are, and examine carefully the principle according to which the things not in our power come to pass. For in this way no irrational fate will take upon itself the cause of these things either, but rather another principle suspended from the providence over all things. Come, then, let us carefully examine the problem.
Πάντα μὲν ἀθρόως ἐκ Θεοῦ προνοίας εἶναί τε καὶ διοικεῖσθαι, οἱ τῆς ἀληθοῦς εὐσεβείας θεσμοὶ ἀπαγορεύουσιν· ἤδη δὲ κατ' εἶδος ἰδίως ἕκαστα τῶν γιγνομένων, τὰ μὲν ἕξει, τὰ δὲ φύσει, τὰ δὲ ὁρμῇ καὶ φαντασίᾳ, τὰ δὲ λογισμῷ καὶ οἰκείᾳ κρίσει τε καὶ προαιρέσει κινούμενα· καὶ ἄλλα μὲν κατὰ προηγούμενον λόγον γιγνόμενα, ἕτερα δὲ κατ' ἐπισυμβεβηκότα τοῖς προηγουμένως γεγονόσι, ποικίλην καὶ πολύτροπον τὴν τοῦ παντὸς συνεστήσατο διακόσμησιν, ἑκάστῳ γένει τῶν ὄντων ἰδίαν καὶ ἀφωρισμένην τινὰ φύσεως κατασκευὴν τοῦ τῶν ὅλων αἰτίου διανείμαντος. Σχολῇ μὲν οὖν τις τὸν περὶ τῶν ἄλλων διεξέλθοι λόγον· τὸν δὲ περὶ τοῦ αὐτεξουσίου ῥᾷον καταμάθοι ἂν ὧδε. Ἐπεὶ μὴ μονογενές τι χρῆμα, μηδ' ἐκ μιᾶς συνεστὼς φύσεως τυγχάνει ὢν ὁ ἄνθρωπος, ἐκ δυοῖν δὲ ἐναντίων εἴληχε τὴν σύνοδον, σώματος καὶ ψυχῆς· τοῦ μὲν κατὰ συμβεβηκὸς ὀρ-
That all things collectively both exist and are governed from the providence of God, the ordinances of true piety declare; while specifically, according to kind, the several things that come to be—some moved by state, some by nature, some by impulse and impression, and some by reasoning and by their own judgement and deliberate choice; and some coming to be according to a primary principle, and others by way of supervenient consequences upon things that have come to be primarily—have constituted the varied and manifold ordering of the universe, the Cause of all things having apportioned to each genus of beings a particular and determinate constitution of nature. At leisure, then, one might go through the account concerning the rest; whereas the account concerning free will one might more easily understand thus. Since man happens not to be a thing of a single kind, nor composed of one nature, but has obtained his union out of two opposites, body and soul; the one being incidentally
Notes, col. 417

On the reading

Printed ᾗ, for ἢ.

PG 21:420Read from the page
γάνου τῇ ψυχῇ δεδεμένου, τῆς δὲ νοερᾶς οὐσίας κατὰ τὸν προηγούμενον ὑποστάσης λόγον· καὶ τοῦ μὲν ἀλόγου, τῆς δὲ λογικῆς τυγχανούσης· καὶ πάλιν τοῦ μὲν φθαρτοῦ, τῆς δὲ ἀφθάρτου· καὶ θατέρου θνητοῦ, θατέρας δὲ ἀθανάτου· ὥσθ' ἡμᾶς θηρσὶ μὲν ἀλόγοις ἀδελφὸν φέρειν τὸ σῶμα, ψυχὴν δὲ τῇ λογικῇ καὶ ἀθανάτῳ φύσει συγγενῆ· ταύτῃ τοι εἰκὸς τὸ διφυὲς τουτὶ βλάστημα, διττῆς ἅτε φύσεως κεκοινωνηκὸς, διττῷ καὶ διαφόρῳ τὸ ζῆν ἀπευθύνειν τρόπῳ· τοτὲ μὲν φύσει σώματος δουλεῦον, τοτὲ δὲ τῇ θειοτέρᾳ μοίρᾳ τὴν οἰκείαν ἀσπαζόμενον ἐλευθερίαν· ὡς καὶ δοῦλον εἶναι τὸν αὐτὸν καὶ ἐλεύθερον, τοιαύτην τινὰ παρὰ τοῦ Θεοῦ, δι' οὓς οἶδε λόγους αὐτὸς, κεκληρωμένον ψυχῆς καὶ σώματος ἐπιμιξίαν. Εἰ δὴ οὖν τις τὰ κατὰ φύσιν ἤτοι τοῦ σώματος ἢ καὶ τῆς ψυχῆς, εἱμαρμένης ὀνόματι χρώμενος, ὑπ' αἰτίαν ἀνάγκης καταβάλλοι, διαμάρτοι ἂν τῆς οἰκείας προσηγορίας. Εἰ γὰρ εἱμαρμένης ἀνάγκης τις ἦν ἀκώλυτος, πολλὰ δὲ τῶν τῷ σώματι καὶ τῇ ψυχῇ κατὰ φύσιν προσόντων παραποδίζεται, μυρία τε ἔξωθεν ἄλλα συναντᾷ παρὰ φύσιν κατά τι συμβεβηκὸς καὶ ψυχῇ καὶ σώματι παρεπόμενα· πῶς ἂν εἴη ταὐτὸν εἱμαρμένη καὶ φύσις; Εἰ γὰρ ἀπαράλλακτόν φασιν εἶναι τὴν εἱμαρμένην, καὶ μὴ δύνασθαί τι παρ' αὐτὴν γίνεσθαι (ἀνάγκην γὰρ εἶναι ἀπαραίτητον), πολλὰ δὲ, ὡς ἔφην, παρὰ τὰ κατὰ φύσιν καὶ ψυχῇ καὶ σώματι συμβαίνει, οὐκ ἂν ὀρθῶς τις ὀνομάζοι, ταὐτὸν εἶναι λέγων εἱμαρμένην καὶ φύσιν. Γένοιτ' ἂν οὖν τῶν ὄντων ἐν ἡμῖν τὰ μὲν κατὰ λογισμὸν καὶ προαίρεσιν τὴν ὑφ' ἡμῶν γιγνόμενα, οἷα τὰ κατὰ φύσιν ψυχῆς, τὰ δὲ κατὰ φύσιν τοῦ σώματος, τὰ δὲ τούτοις μὲν συμβεβηκότα, ψυχῇ λέγω καὶ σώματι, ἑτέροις δὲ συντελούμενα κατὰ φύσιν· ἀλλ' οὔτε τῆς ψυχῆς τὸ ἐφ' ἡμῖν, οὔτε τοῦ σώματος τὸ κατὰ φύσιν, οὐδὲ μὴν τῶν ἔξωθεν τὸ κατὰ τὸ συμβεβηκὸς, ἐνδίκως ἄν τις ἀποστεροῖ τὸν αἴτιον. Θεὸς γὰρ αὐτὸς, ὁ τῶν ὅλων, καὶ τῶν ἐφ' ἡμῖν, καὶ τῶν κατὰ φύσιν, καὶ τῶν κατὰ συμβεβηκὸς δημιουργὸς ὢν ἀποπέφανται. Καθόλου γὰρ περὶ πάντων ἀκουστέον τῆς ἐνθέου Γραφῆς, τὸ, Αὐτὸς εἶπεν, καὶ ἐγεννήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν, ἀποφηναμένης· Εἰ δὴ οὖν βουλομένοις ποτέ τινα, ἕτερα παρὰ τὴν ἡμετέραν γνώμην συμβαίνει, ὑπομνηστέον αὐτοὺς, ὡς ἄρα τοῦτ' ἦν ἐκεῖνο τὸ διττὸν καὶ ἑτερογενὲς τῆς ἐν ἡμῖν συμπλοκῆς, λέγω δὴ καὶ ψυχῆς καὶ σώματος· παρ' ὃ καὶ ψυχῆς οὐσία, τὴν φύσιν οὖσα νοερὰ καὶ λογικὴ, ἐν νηπιάζοντι κατὰ φύσιν σώματι παρὰ φύσιν αὐτὴ χώραν ἀλόγου μετείληφε· καὶ νοῦς, ὁ φρονήσεως οἰκεῖος, ἀφραίνει πολλάκις κατά τι συμβεβηκὸς, παρατραπεὶς ἐν ὑπερβαλλούσαις, φέρε, σώματος ἀῤῥωστίαις. Πολλάκις δὲ καὶ γῆρας, ἐπελθὸν σώματι κατὰ φύσιν, τῶν κατὰ τὴν ἀκμὴν κατορθωμάτων τὴν διάνοιαν ἀπεστέρησε, τῆς νοερᾶς ψυχῆς τὸ λογικὸν παρὰ φύσιν ἀμβλῦναν. Αἰκίαι δ' αὖ πάλιν, καὶ ἀλγηδόνες σώματος, πηρώσεις τε ἐπισυμβᾶσαι παρὰ φύσιν, τὸ αὐθεκούσιον τῆς ψυχῆς παρὰ τὸ συμβεβηκὸς ἐξενίκησαν, ἐνδούσαις ταῖς ἀλγηδόσι διὰ τὴν πρὸς τὸ σῶμα συμπλοκήν· ὡς
bound to the soul as an instrument, whereas the intellectual essence subsists according to the primary principle; and the one happens to be irrational, the other rational; and again, the one corruptible, the other incorruptible; and the one mortal, the other immortal; so that we bear a body akin to irrational beasts, while having a soul kindred to the rational and immortal nature; in this way, indeed, it is natural that this two-natured offshoot, inasmuch as it has shared in a twofold nature, directs its living in a twofold and diverse manner: at one time serving the nature of the body, at another welcoming through its diviner part its own proper freedom; so that the very same man is both slave and free, having been allotted from God, for reasons which He Himself knows, some such intermingling of soul and body. If, then, someone using the name of fate should cast under a cause of necessity the things that are according to nature, whether of the body or even of the soul, he would miss the proper appellation. For if there were some unhindered necessity of fate, whereas many of the things belonging by nature to the body and to the soul are hindered, and countless other things meet us from without contrary to nature, attending both soul and body by way of some contingency, how could fate and nature be the same thing? For if they say that fate is unalterable, and that nothing can happen contrary to it (for it is an inexorable necessity), while many things, as I said, befall both soul and body contrary to the things that are according to nature, one would not name it rightly in saying that fate and nature are the same thing. Among the things in us, therefore, some would be those coming to pass according to reasoning and deliberate choice exercised by us, such as the things according to the nature of the soul, others those according to the nature of the body, and others those that are incidental to these—I mean to soul and body—while accomplished for other things according to nature; yet neither what is in our power in the soul, nor what is according to nature in the body, nor yet what is by contingency among external things, could anyone justly deprive of its Cause. For God Himself has been declared to be the Creator of all things, both of the things in our power, and of the things according to nature, and of the things that happen by contingency. For universally concerning all things we must hearken to the divinely inspired Scripture, when it declares: "He spoke, and they were begotten; He commanded, and they were created." If, then, when people at times wish certain things, other things happen contrary to our resolve, we must remind them that this, after all, was that twofold and heterogeneous character of the interweaving within us, I mean of both soul and body; owing to which even the essence of the soul, though intellectual and rational by nature, in a body that is naturally infantile has itself contrary to nature taken the place of an irrational creature; and the mind, to which prudence belongs, often acts foolishly through some contingency, turned aside, say, in excessive infirmities of the body. And often old age too, coming upon the body according to nature, has deprived the understanding of the achievements of its prime, blunting contrary to nature the rational faculty of the intellectual soul. And again, outrages and pains of the body, and maimings befalling it contrary to nature, have through that contingency overcome the free will of the soul, yielding to the pains because of its interweaving with the body; so that
Notes, col. 420

On the reading

Printed ἀνάγκης, for ἀνάγκη.

Printed ἐνδούσαις, for ἐνδούσης.

PG 21:421Read from the page
ἁλίσκεσθαι δεσμὸν ἄφυκτον ἐμποδὼν προβεβλῆσθαι τῷ κατὰ ψυχὴν ἐλευθέρῳ, τοτὲ μὲν τὴν τοῦ σώματος φύσιν, τοτὲ δὲ τὰ ἐκτὸς ἐπισυμβαίνοντα. Ἦν δὲ ἄρα καὶ τὸ τῆς ἐφ' ἡμῖν προαιρέσεως εἰς τοσοῦτον ἧκον ἀρετῆς, καὶ ἰσχύος, ὡς ἀντιβαίνειν ἐπὶ πολλῶν τολμᾷν, καὶ ἀντιλέγειν τῇ τε τοῦ σώματος φύσει καὶ τοῖς ἔξωθεν ἐπισυμβαίνουσιν. Ἡ μέν γε τοῦ σώματος φύσις ἐπὶ τῶν ἀφροδισίων ὁρμὴν τὸν ἄνδρα καλεῖ· ἡ δὲ ψυχὴ, λόγῳ σώφρονι χαλινὸν ἐμβαλοῦσα τῷ πάθει, κρείττων καθίσταται τῆς τοῦ σώματος φύσεως. Καὶ πάλιν ἡ μὲν, πεινῆν, καὶ διψῆν, καὶ ῥιγοῦν, καὶ τὰ τοιαῦτα προσαναγκάζουσα, ἐπὶ τὰς κατὰ φύσιν θεραπείας τε καὶ πληρώσεις παρακαλεῖ· ἡ δὲ προαίρεσις, λόγοις σώφροσιν ἀναπεισθεῖσα, καί τινας ἀσκητικὰς προτροπὰς αὐθεκουσίως ἀγαπήσασα, πολυημέροις ἀσιτίαις καὶ καρτερίαις παρακρούεται τὴν τοῦ σώματος φύσιν, ἀρετῇ λογισμοῦ κρίνασα τοῦτο καὶ ἑλομένη. Καὶ αὖ πάλιν ἡ μὲν κατὰ φύσιν πάσαις ἡδοναῖς χαίρει καὶ τῇ λείᾳ τῶν σωμάτων, ἡ δὲ προαίρεσις ἀρετῆς ἐπιθυμίᾳ τὸν ἐπίπονον καὶ τραχὺν ἠσπάσατο βίον. Εἰσὶ δὲ οἳ καὶ ἐπὶ τὸ χεῖρον τραπέντες, μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι. Οὕτως ἄρα καὶ τῇ φύσει οὐ κατὰ πάντα ἐνδίδωσιν ὁ λογισμὸς, κρατεῖ δὲ ἐν πλείστοις, ὡς καὶ κρατεῖται, καὶ τοτὲ μὲν αὐτὸς ἄγει, τοτὲ δὲ αὐτὸς ἄγεται· ὡς καὶ πρὸ ὥρας ἔσθ' ὅποι χερσὶν ἐπισπᾶσθαι τὴν ἀπαλλαγὴν τοῦ σώματος, ὅτε τὸ ζῆν αὐτῷ μὴ λυσιτελὲς κριθείη. Εἰ μὲν οὖν πρὸς μόνην τὴν οἰκείαν τοῦ σώματος φύσιν ὁ πᾶς ἀγὼν ἦν αὐτῷ, μέτριος ἂν ἦν οὗτος· ἐπεὶ δὲ τὴν πολιτείαν, καὶ τὸν ἐν ἀνθρώποις βίον ὁ Θεὸς αὐτῷ μεταξὺ πολλῶν καταβέβληται, ὡς μετὰ θηρίων καὶ ἑρπετῶν ἰοβόλων, ἐν μέσῳ τε πυρὸς καὶ ὕδατος, ἀέρος τε τοῦ περιέχοντος, καὶ τῶν ἐν τούτοις ἅπασι παρηλλαγμένων καὶ διαφόρων φύσεων τὰς διατριβὰς πεποιῆσθαι· εἰκότως αὐτῷ ἡ διαμάχη καὶ ἡ ἔνστασις οὐ πρὸς τὴν οἰκείαν μόνον ἐστὶ καὶ συνημμένην αὐτόνομον φύσιν τοῦ σώματος, ἀλλὰ καὶ πρὸς μυρία τὰ ἐκτὸς συμβεβηκότα, ὧν ἐν μέσῳ ζῇ ὁ τὸν θνητὸν βίον διεξάγων, ὥστε καὶ πρὸς ταῦτα καρτερῶς ἀντέχειν. Πολλαὶ γοῦν καὶ τοιῶνδε τροφῶν φύσεις, καὶ τοιαίδε συγκράσεις τοῦ περιέχοντος, κρυμῶν τε ἐπιφοραὶ, καὶ φλογμῶν ἐκκαύσεις, πλεῖστά τε ἄλλα κατά τινας οἰκείους λόγους φυσικῶς μὲν κινούμενα, συμβατικῶς δὲ ἡμῖν προσπίπτοντα, τάραχον οὐ τὸν τυχόντα τῷ καθ' ἡμᾶς αὐτεξουσίῳ διὰ τὴν πρὸς τὸ σῶμα συμπλοκὴν παρέσχηκε, τῆς τῶν ἡμετέρων σωμάτων φύσεως τὰς τῶν ἔξωθεν ἐπιφορὰς οὐχ ὑπομενούσης, κρατουμένης δὲ καὶ νικωμένης ὑπὸ τῶν ἐκτὸς κατὰ φύσιν οἰκείαν ἐπιτελουμένων. Πάλιν τε αὖ, ἐπειδὴ μετὰ πλείστων ἀνδρῶν ποιούμεθα τὰς διατριβὰς, οἱ δὲ καὶ αὐτοὶ τῆς ἴσης ἡμῖν λαχόντες οὐσίας, τὸ ἐφ' ἡμῖν αὐτοῖς ἐπὶ τῆς ἰδίας
it is convicted that an inescapable bond has been set in the way as a hindrance to the freedom of the soul, at one time the nature of the body, and at another the things that befall it from without. Yet indeed the faculty of our deliberate choice that is in our power had arrived at such a pitch of virtue and strength as to dare in many matters to stand firm against, and to speak against, both the nature of the body and the things that befall us from without. At any rate, the nature of the body summons a man to the impulse of sexual pleasures; whereas the soul, putting a bridle upon the passion by temperate reason, proves superior to the nature of the body. And again, the one, compelling hunger and thirst and cold and such things, invites us to natural remedies and satisfactions; whereas deliberate choice, persuaded by temperate arguments and having of its own free will embraced certain ascetic exhortations, beats back the nature of the body by fastings of many days and endurances, having judged this right and chosen it by excellence of reasoning. And yet again, the one according to nature rejoices in all pleasures and in the smooth motion of bodies, whereas deliberate choice through desire for virtue has welcomed the toilsome and rough life. And there are some who, having turned even towards the worse, exchanged natural use for that which is contrary to nature, males working shamelessness with males. Thus indeed reasoning does not give way in all respects even to nature, but prevails in very many cases, just as it is also prevailed over, and at one time itself leads, and at another is itself led; so as even before the due hour in some cases to draw upon itself with its own hands release from the body, whenever living might be judged unprofitable by it. Now if its whole contest were solely against the proper nature of its body, this contest would be moderate; since, however, God has laid down its citizenship and its life among men in the midst of many things, so that it passes its days with wild beasts and venomous reptiles, and in the midst of fire and water, and of the surrounding air, and of the varied and diverse natures found in all these, naturally its struggle and resistance is not only against the proper and conjoined self-governing nature of the body, but also against countless external contingencies, in the midst of which he who leads this mortal life lives, so as to hold out stoutly against these things as well. Many natures, at any rate, of particular foods, and particular temperaments of the surrounding atmosphere, and onsets of frosts, and burnings of fiery heats, and very many other things moved naturally according to certain proper principles of their own, yet falling upon us by way of contingency, have caused no ordinary disturbance to our own free will because of its interweaving with the body, since the nature of our bodies does not endure the onsets of external things, but is mastered and overcome by external events accomplished according to their own proper nature. And yet again, since we pass our days together with very many men, and they too, having themselves obtained an essence equal to ours, what depends on ourselves unto their own
PG 21:424Read from the page
ἐξουσίας ἀποφέρονται, ἐλευθέρᾳ τῇ σφῶν χρώμενοι προαιρέσει ταύτῃ πάλιν εἰκότως καὶ ταῖς ἑτέρων γνώμαις ὑποκεισόμεθα, τοῦ αὐτῶν ἐκείνων αὐτεξουσίου ὧδέ πως ἡμῖν κατὰ τοῦ σώματος ἢ περὶ τὴν ψυχὴν χρωμένου. Ὥσπερ γὰρ ἡ τοῦ σώματος ἡμῶν φύσις νικᾶται πολλάκις πρὸς τῶν ἔξωθεν ὑποπιπτόντων, οὕτως ἐστὶν ὅτε καὶ προαίρεσις, ὑπὸ μυρίων ἔξωθεν ἐνοχλουμένη προαιρέσεων, αὐτεξουσίῳ γνώμῃ πεισθεῖσα, ἑαυτὴν τοῖς ἔξωθεν ἐπιδίδωσι· καὶ τοτὲ μὲν βελτίων, τοτὲ δὲ χείρων ἀποτελεῖται· οἶδε γὰρ συνουσία φαύλη κακύνειν, ὥσπερ αὖ πάλιν τοὐναντίον ποιεῖν ἀμείνους τῶν καλῶν ὁμιλία. Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί· ὥσπερ οὖν καὶ σώζουσι βελτιοῦσαι τῶν ἀγαθῶν αἱ συνουσίαι. Καὶ λόγοις μὲν ἡ λογικὴ τῆς ψυχῆς δύναμις τῶν ἔξωθεν ἐπισυμβαινόντων ὧδέ πως καὶ τῇδε φέρεται· ἰσχύει δὲ πάλιν οἰκείᾳ καὶ λογικῆς οὐσίας ἀρετῇ, καὶ θείαν ὡς ἀληθῶς καὶ θεοειδῆ τὴν δύναμιν ἐπιδείκνυται· ὅτι πρὸς πάντα τὰ ἐκτὸς ἀντέχουσα, καὶ τὰ πάντα ἐλευθέρῳ φρονήματι ὑπερνικῶσα, πρὸς οὐδὲν τῆς οἰκείας ἀρετῆς ὑφιεμένη, φιλοσοφεῖν παρεσκεύασται. Ὅσα γε μὴν ὀλιγωρεῖ, ὑπὸ τῶν χειρόνων τὰ χείριστα διατίθεται, ὥσπερ οὖν καὶ βελτιοῦται τῆς ἔσωθεν τυγχάνουσα ἐπιμελείας. Τί χρὴ λέγειν ἐπὶ τούτοις, ὡς καὶ φοραὶ καὶ ἀφορίαι τοιῶνδε ψυχῶν καὶ σωμάτων, κατά τινα περίπτωσιν οἰκείως τῇ τοῦ παντὸς διοικήσει συντελούμεναι, εὖ τε καὶ ὀρθῶς ἔχουσαι τῷ παντὶ, πλείστην ὅσην τοῖς κατὰ μέρος, καὶ δὴ καὶ τοῖς ἐφ' ἡμῖν παντοίας κινήσεως περιουσίαν ἀπειργάσαντο; Πᾶσι δὲ καθόλου τοῖς οὖσι, τοῖς τε παρ' ἡμᾶς γινομένοις, καὶ παρὰ τὴν ἡμετέραν αἰτίαν, καὶ τοῖς ἔξωθεν κατὰ συμβεβηκὸς ἐπιοῦσι, τοῖς τε φυσικῶς ἐνεργουμένοις, μία παναλκὴς καὶ παντοδύναμος ἐπιστατεῖ ἡ διὰ πάντων ἐπιπορευομένη τοῦ Θεοῦ πρόνοια, ἣ καὶ τὰ πλεῖστα θειοτέροις ἡμῖν τε ἀῤῥήτοις οἰκονομεῖ λόγοις, εὐηνίως τὸ πᾶν διακυβερνῶσα, πολλά τε καὶ τῶν κατὰ φύσιν ἐπὶ τὸ προσῆκον τοῖς καιροῖς μετασκευάζουσα, συνεργοῦσά τε καὶ συμπράττουσα τοῖς ἐφ' ἡμῖν, καὶ τοῖς ἐκτὸς πάλιν συμβαίνουσι τὴν δέουσαν τάξιν ἀπονέμουσα. Τούτων εἰς τρία τοῦτον διῃρημένων τὸν τρόπον, εἴς τε τὰ ἐφ' ἡμῖν, καὶ τὰ κατὰ φύσιν γινόμενα, τά τε κατὰ συμβεβηκὸς, πάντων τε ἐφ' ἕνα λόγον τὸν ἐκ Θεοῦ βουλῆς ἀνακεφαλαιουμένων· οὐδαμοῦ μὲν ὁ περὶ εἱμαρμένης χώραν ἕξει λόγος. Γένοιτο δ' ἂν ἡμῖν εὑρημένη καὶ ἡ παρὰ τοῖς πολλοῖς ἀπορουμένη τῆς κακίας πηγὴ, ἐν οὐδενὶ μὲν χώραν ἔχουσα τῶν κατὰ φύσιν, οὔτ' ἐν σώμασιν, οὔτ' ἐν οὐσίαις πνευματικαῖς, πολλοῦ δεῖ ἐν τοῖς κατὰ συμβεβηκὸς ἔξωθεν ἐπιγινομένοις· εὑρεθείη δ' ἂν ἐν μόνῃ τῇ τῆς ψυχῆς αὐτοπροαιρέτῳ κινήσει καὶ ἐν ταύτῃ οὐχ ὅτε κατὰ φύσιν βαδίζουσα τὴν εὐθεῖαν ὁδεύει, ἀλλ' ὅτε τῆς βασιλικῆς ἐκστᾶσα οἰκείᾳ γνώμῃ τὴν παρὰ φύσιν τρέ-
authority they carry off, using their own free deliberate choice, in this way again we shall naturally be subject also to the resolves of others, when the free will of those very men makes use of us somehow thus against the body or concerning the soul. For just as the nature of our body is often overcome by things falling upon it from without, so there are times when deliberate choice too, harassed by countless deliberate choices from without, being persuaded by a self-determined resolve, gives itself over to external influences; and at one time is rendered better, and at another worse; for base company knows how to corrupt, just as, on the contrary, converse with noble men knows how to make men better. "For bad company corrupts good habits"; just as indeed associations with good men preserve by improving us. And by words of external occurrences the rational power of the soul is borne somehow this way and that; yet again it is strong through its own virtue and that of its rational essence, and displays a power truly divine and godlike; because holding out against all external things, and more than conquering all things by a free spirit, slackening in no respect from its own proper virtue, it is prepared to philosophize. Yet in so far as it is neglectful, it is put into the worst condition by worse things, just as indeed it is improved when it obtains care from within. What need is there to say in addition to these things how both abundant harvests and dearths of particular souls and bodies, accomplished according to a certain conjuncture suitably to the administration of the universe, and standing well and rightly for the whole, have wrought the greatest abundance of every sort of motion for things in part, and indeed also for the things in our power? And over all beings universally—both those coming to pass through us and through our cause, and those coming upon us by contingency from without, and those wrought naturally—there presides one all-mighty and omnipotent providence of God pervading all things, which administers most things by principles more divine and ineffable to us, guiding the universe gently as with reins, and refashioning many even of the things that are according to nature towards what befits the seasons, working together and acting together with the things in our power, and again assigning due order to the things that happen externally. When these things are divided into three in this manner—into the things in our power, and the things coming to pass according to nature, and the things by contingency—and all are summed up under one principle, that which proceeds from the counsel of God, nowhere will the doctrine of fate have a place. And there would also be found for us the source of wickedness, which is a matter of perplexity among the many, having a place in none of the things that are according to nature, neither in bodies nor in spiritual essences, much less in the things supervening by contingency from without; rather, it would be found solely in the self-chosen motion of the soul, and in this not when walking according to nature it travels the straight road, but when, having stepped aside from the royal [road], by its own resolve towards the [way] contrary to nature it
PG 21:425Read from the page
πεται, αὐτὴ ἑαυτῆς καθεστῶσα κυρία. Ἐπειδὰν τοῦτο γέρας ἐξαίρετον παρὰ Θεοῦ λαβοῦσα, ἐλευθέρα καὶ αὐτοκράτωρ τυγχάνει, τῆς οἰκείας ὁρμῆς τὸ κριτήριον εἰς ἑαυτὴν ἀναδεδειγμένη· νόμος δὲ θεῖος αὐτῇ συνεζευγμένος κατὰ φύσιν λαμπτῆρος καὶ φωστῆρος δίκην ἐπιφωνεῖ ἔνδοθεν ὑπηχῶν αὐτῇ καὶ λέγων· Ὁδῷ βασιλικῇ πορεύσῃ, οὐκ ἐκκλινεῖς δεξιὰ, οὐδὲ ἀριστερά· βασιλικὴν τὴν κατὰ τὸν ὀρθὸν λόγον πορείαν εἶναι διδάσκων. Τοῦτον γὰρ ἁπάσῃ ψυχῇ φυσικὸν νόμον βοηθὸν αὐτῇ καὶ σύμμαχον ἐπὶ τῶν πρακτέων ὁ τῶν ὅλων Δημιουργὸς ὑπεστήσατο· διὰ μὲν τοῦ νόμου, τὴν εὐθεῖαν αὐτῇ παραδείξας ὁδὸν, διὰ δὲ τῆς αὐτῇ δεδωρημένης αὐτεξουσίου ἐλευθερίας τὴν τῶν κρειττόνων αἵρεσιν ἐπαίνου καὶ ἀποδοχῆς ἀξίαν ἀποφήνας, γερῶν τε καὶ μειζόνων ἐπάθλων, τῶν ἐπὶ τοῖς κατορθουμένοις, ὅτι μὴ βεβιασμένως, γνώμῃ δὲ αὐτεξουσίῳ κατώρθου, παρὸν καὶ τὴν ἐναντίαν ἑλέσθαι· ὡς ἔμπαλιν τὴν τὰ χείριστα ἑλομένην ψόγου καὶ τιμωρίας εἶναι ἀξίαν, ἅτε οἰκείᾳ κινήσει τοῦ μὲν κατὰ φύσιν νόμου παραμελήσασαν, κακίας δὲ ἀρχὴν καὶ πηγὴν ἀπογεννήσασαν, φαύλως τε ἑαυτῇ κεχρημένην, οὐκ ἔτι τινὸς ἔξωθεν ἀνάγκης, ἀλλ' ἐξ ἐλευθέρας γνώμης τε καὶ κρίσεως. Αἰτία δὴ τοῦ ἑλομένου, θεὸς ἀναίτιος. Οὔτε γὰρ φύσιν φαύλην ὁ Θεὸς εἰργάσατο, οὐδέ γε ψυχῆς οὐσίαν. Ἀγαθῷ γὰρ οὐδὲν πλὴν ἀγαθὰ δημιουργεῖν θέμις. Ἀγαθὸν δὲ πᾶν ὅ τι κατὰ φύσιν· ψυχῇ δὲ πάσῃ λογικῇ κατὰ φύσιν πάρεστι τὸ αὐτεξούσιον ἀγαθὸν, καὶ τοῦτο ἐπ' ἀγαθῶν αἱρέσει γεγενημένον. Φαύλως δὲ ὅτε πράττει, οὐ τὴν φύσιν αἰτιατέον· οὐ γὰρ κατὰ φύσιν, παρὰ φύσιν δὲ αὐτῇ γίνεται τὸ φαῦλον, προαιρέσεως ὂν, ἀλλ' οὐχὶ φύσεως ἔργον. ᾯ γὰρ παρῆν δύναμις τῆς τἀγαθοῦ αἱρέσεως, ὅτε μὴ τοῦτο εἵλετο, ἑκὼν δὲ τὸ κρεῖττον ἀπεστράφη, τοῦ χείρονος μεταποιηθεὶς, τίς ἂν τούτῳ τόπος ἀποφυγῆς λείποιτο τῆς οἰκείας αἰτίῳ καταστάντι νόσου, τοῦ τε συμφύτου νόμου, σωτῆρος οἷα καὶ ἰατροῦ παραμελήσαντι; Ὁ δὴ τούτων ἁπάντων μηδένα λόγον ποιούμενος, ἀνάγκης τε καὶ ἄστρων φορᾶς ἀναρτῶν τὰ πάντα, τῆς τε τῶν πλημμελουμένων ἀνθρώποις ἀτοπίας, μὴ ἐξ ἡμῶν εἶναι φάσκων τὰ αἴτια, ἀλλ' ἐκ τῆς τὰ πάντα κινούσης δυνάμεως, πῶς οὐκ ἀνόσιον καὶ δυσσεβῆ λογισμὸν εἰσφέροι ἄν; Εἴτε γὰρ αὐτόματον καὶ ἀπρονόητον θείη τὴν τοῦ παντὸς φορὰν, ἐλέγχοιτ' ἂν ὡς αὐτόθεν ἄθεος, πρὸς τῷ καὶ ἀβλεπτεῖν περὶ τὴν πάνσοφον ἁρμονίαν καὶ τὴν τῶν ὅλων διάταξιν, εὖ καὶ ἐν κόσμῳ τὴν δι' αἰῶνος κίνησιν ἀνακυκλουμένην· εἴτε Θεοῦ πρόνοιαν ἄγειν καὶ φέρειν, ἐπιστατεῖν τε πᾶσι, καὶ πανσόφῳ λόγῳ διοικεῖν ὁμολογήσει, οὐδ' οὕτω τοῦ δυσσεβοῦς ἐκπέφευγε τὴν ἀτοπίαν· ἐπειδὴ τῶν ἐν ἀνθρώποις ἁμαρτανομένων τοὺς μὲν πλημμελοῦντας ἀπολύει, ὡς μηδὲν τῶν ἀτόπων ἐξ οἰκείας γνώμης διαπεπραγμένους, ἀνάγει δὲ τὴν αἰτίαν τῶν κακῶν ἐπὶ τὴν καθόλου πρόνοιαν, ἀνάγκην αὐτὴν καὶ εἱμαρμένην ἀποκαλῶν, καὶ πάσης τῆς ἐν ἀνθρώποις αἰσχρουργίας καὶ ἀῤῥητοποιίας, ὠμότητός τε καὶ μιαιφονίας αἰτίαν εἶναι λέγων. Καὶ
turns, having been established as mistress of itself. Since, having received this choice gift of honour from God, it happens to be free and sovereign, having had the criterion of its own impulse assigned to itself; while a divine law yoked together with it according to nature, after the manner of a lamp and luminary, calls out from within, sounding softly to it and saying, "You shall walk by the royal road, you shall not turn aside to the right hand nor to the left", teaching that the journey according to right reason is royal. For the Creator of all things established this natural law for every soul as a helper and ally for it in things to be done: through the law showing it the straight road, and through the self-determining freedom bestowed upon it declaring the choice of better things worthy of praise and acceptance, and of gifts of honour and greater prizes set over right actions, because not under compulsion, but by self-determining resolve it acted rightly, when it was possible to choose the opposite as well; just as, conversely, the soul that chose the worst things is worthy of blame and punishment, inasmuch as by its own motion it neglected the law according to nature, brought forth a beginning and source of wickedness, and used itself basely, no longer from any external necessity, but out of free resolve and judgement. The blame is his who chose; God is blameless. For God wrought neither a base nature nor yet [a base] essence of soul. For it is not lawful for the Good to fashion anything save good things. And everything that is according to nature is good; and to every rational soul there is present according to nature the good of free will, and this has come into being for the choice of good things. But when it acts basely, nature must not be blamed; for what is base comes to it not according to nature, but contrary to nature, being a work of deliberate choice, and not of nature. For when he who had present to him the power of choosing the good did not choose this, but willingly turned away from the better and laid claim to the worse, what place of escape could be left for this man, who has made himself the cause of his own disease, and has neglected the innate law that was like a saviour and physician? How then would he who takes no account of all these things, and suspends all things upon necessity and the motion of the stars, asserting that the causes of the absurdity of offences committed by men are not from us, but from the power that moves all things, fail to bring in an unholy and impious reasoning? For whether he posits the motion of the universe as spontaneous and unguided by providence, he would be convicted straightway as godless, besides also being blind with regard to the all-wise harmony and ordering of all things, which revolves its everlasting motion well and in order; or whether he confesses that the providence of God leads and bears all things, presides over all, and governs by an all-wise principle, not even so has he escaped the absurdity of impiety; since with regard to the sins committed among men he acquits the offenders, as having wrought none of their absurd deeds out of their own resolve, while he refers the cause of evils up to universal providence, calling it necessity and fate, and saying that it is the cause of all base deeds and unspeakable practices among men, and of cruelty and bloodguiltiness. And