μάντι, ὅτι μὲν ἡ θείη Σαλαμὶς ἀπολεῖ τέκνα γυναικῶν ᾔδεις· πότερα σκιδναμένης Δημήτερος ἢ συνιούσης, οὐκ ἔτ' ᾔδεις; Πῶς δὲ οὐδὲ τοῦτο ᾔδεις, ὅτι τὰ τέκνα τῶν γυναικῶν εἴποι μὲν ἄν τις εἶναι καὶ τὰ οἰκεῖα, εἴποι δ' ἂν καὶ τὰ πολέμια, αἰσθόμενος τοῦ κακοτεχνήματος; Περιμένειν δὲ δεῖ τὸ ἀποβησόμενον· ἓν γὰρ δή τι τούτων ἀποβήσεσθαι. Ἡ γάρ τοι Σαλαμὶς ἡ θείη οὐδὲ ἡττωμένων ἀφήρμοσεν ἂν, ὡς εἰς οἶκτον οὕτως ἐπιφωνουμένη· ἥ τε μέλλουσα τῶν νηῶν μάχη, ἤτοι που σκιδναμένης Δημήτερος ἢ συνιούσης, καταπέπλασται τῇ ποιητικῇ σεμνολογίᾳ, ἵνα γένηται μάντευμα ἀφώρατον τῷ σοφισμῷ, καὶ μὴ εὐθὺς καταφανὲς ᾖ, ὅτι ἐν χειμῶνι μάχη ναυτικὴ οὐ συνίσταται. Ἤδη δὲ οὐδὲ ἡ τραγῳδία ἀφανὴς, οὐδὲ θεοὶ ἐπικυκλούμενοι, ὁ μὲν ἱκετεύων, ὁ δὲ οὐ κατακαμπτόμενος· χρήσιμοι τῷ μέλλοντι, καὶ τῇ τοῦ πολέμου παραδόξῳ ῥοπῇ, ὁ μὲν σωζομένοις, ὁ δ' ἀπολλυμένοις. Εἴτε γὰρ σώζοιντο, ἰδοὺ αἱ τῆς Παλλάδος λιταὶ προμεμήνυνται, ἱκαναὶ οὖσαι κάμψαι τὴν τοῦ Διὸς ὀργήν· εἴτε καὶ μὴ, οὐδὲ τοῦτο τῷ μάντει ἀκατασκεύαστον· οὐ γὰρ δύναται Παλλὰς τὸν Δία ἐξιλάσασθαι· πρός τε τὰς ἡμικάκους τύχας ὁ τεχνίτης ἐκέρασε τὸ λόγιον, ὡς δὴ τοῦ Διὸς τῇ μὲν τὴν ἑαυτοῦ πρόθεσιν ἐκτελέσαντος, τῇ δὲ τὴν δέησιν τῆς θυγατρὸς οὐ περιφρονήσαντος. Τά τε πυργώματα ὅτι πολλὰ ἀπολεῖται, εἰ μετὰ ναρθήκων, ἀλλὰ μὴ μετὰ σιδήρου καὶ πυρὸς ἐπῄεσαν, τάχα ἂν ψεῦδος ἦν, ὁπότε καὶ μετὰ ναρθήκων ἔπραξαν ἄν τι πάντως οἱ τοσοῦτοι. Ἀλλ' ἐγὼ, φησὶν, ἐξεῦρον τὸ ξύλινον τεῖχος, τὸ μόνον ἀπόρθητον. Συμβούλευμά σοί γε, ἀλλ' οὐ μάντευμα, οὐχ ἀπεοικὸς τῷ·
prophet, did you know indeed that divine Salamis will destroy children of women, yet whether when Demeter is scattered or when she is gathered, you no longer knew? And how did you not know even this, that anyone perceiving the trickery might say the children of women are their own, and might also say they are the enemy's? One must await what will turn out; for one of these things assuredly will turn out. For divine Salamis indeed would not have been ill-suited even if they were defeated, as being thus apostrophized for pity; and the coming battle of the ships, either perchance when Demeter is scattered or when she is gathered, has been plastered over with poetic solemnity, so that by the sophism it may become an undetectable oracle, and it may not at once be manifest that a naval battle does not take place in winter. Moreover neither is the tragedy obscure, nor the gods wheeled onto the stage, the one supplicating, the other unbending—useful for the future, and for the unexpected turn of the war, the one if they should be saved, the other if they should perish. For if they should be saved, behold, the entreaties of Pallas have been announced beforehand as sufficient to bend the wrath of Zeus; and if not, not even this has been left unprovided for by the prophet: for Pallas cannot appease Zeus; and for half-bad fortunes the artificer mixed the oracle, as though Zeus on the one hand accomplished his own purpose, and on the other did not despise his daughter's petition. And that many fortifications will be destroyed—if they had come on with fennel-stalks, and not with iron and fire, perhaps it would have been false, though so great a multitude would certainly have accomplished something even with fennel-stalks. Nay, says he, I found out the wooden wall, the only thing unravaged. That is a piece of advice of yours, and no prophecy, not unlike this:
Ὁ γοῦν ἐπιλυσάμενος ἐκεῖνος τὸ αἴνιγμα οὐ χείρων ἦν σου κατιδεῖν, ὅτι ἡ τῶν Ἀθηναίων πόλις πρόφασις ἦν τῷ Πέρσῃ τῆς ὁδοῦ, καὶ ἡ πᾶσα ἔλασις ἐπὶ ταύτην πρώτην τε καὶ ἐξοχωτάτην ἐγένετο. Ἐπεὶ καὶ ὁ ἄμαντις ἐγὼ, τοῦτ' αἰσθόμενος, καὶ τὸν Ἀθηναῖον ἂν, οὐ μόνον τὸν Λυδὸν, ἐκέλευον φεύγειν νῶτα ἐπιστρέψαντα·
At all events, that man who solved the riddle was no worse than you at perceiving that the city of the Athenians was the Persian's pretext for the march, and that the whole expedition was made against this city first and foremost. Since even I, unprophetic as I am, having perceived this, would have bidden the Athenian also, not only the Lydian, to turn his back and flee: