Migne Reading Room

PG 21 · cols. 357–368 · Read from the page

Preparation for the Gospel, Book V

Preparation for the Gospel, Book V

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:357Read from the page
σιν οὐκ ἄλλοτε ἢ μετὰ τὸ προελθὸν εἰς πάντας ἀνθρώπους κήρυγμα τῆς εὐαγγελικῆς διδασκαλίας γεγενημένην. Ταῦτα μὲν οὖν ἡμῖν ἀπὸ τῆς νεωτέρας ἱστορίας ἐληλέγχθω.
thereof having come to pass at no other time than after the proclamation of the evangelical teaching that went forth unto all mankind. Let these points, then, stand proved by us from more recent history.
ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ.
Chapter XVIII.
Περὶ τῶν παρὰ τοῖς παλαιοῖς Ἕλλησι μνημονευομένων χρηστηρίων.
Concerning the oracles mentioned among the ancient Greeks.
Ἀλλ' ἐπεὶ μὴ τοῖς πᾶσι γνώριμα τυγχάνει τὰ εἰρημένα, εὖ μοι δοκεῖ ἐντεῦθεν ἐπὶ τὰ πᾶσι πρόδηλα τοῖς φιλολόγοις μεταβῆναι, καὶ τοὺς παλαιτάτους τῷ χρόνῳ χρησμοὺς ἐξετάσαι, ἀνὰ στόμα πάντων Ἑλλήνων ᾀδομένους, κἀν ταῖς κατὰ πόλιν διατριβαῖς τοῖς ἐπὶ παιδείᾳ φοιτῶσι παραδιδομένους. Ἄνωθεν τοίνυν ἀναλαβὼν τὰς παλαιὰς ἱστορίας, ἐπίσκεψαι οἷα ὁ Πύθιος Ἀθηναίοις χρᾷ λοιμῷ πιεσθεῖσι διὰ τὴν Ἀνδρόγεω τελευτήν. Ἐλοίμωξαν δὲ πάντες Ἀθηναῖοι δι' ἑνὸς ἀνδρὸς θάνατον, τῆς δ' ἐκ τῶν θεῶν ἐπικουρίας τυχεῖν ἠξίουν· τί ποτ' οὖν ὁ σωτὴρ αὐτοῖς καὶ θεὸς παραινεῖ; Τάχα που τὶς οἰήσεται δικαιοσύνης τοῦ λοιποῦ καὶ φιλανθρωπίας ἐπιμέλεσθαι, καὶ τῆς ἄλλης ἀρετῆς, ἢ μετανοεῖν ἐπὶ τῷ πλημμελήματι, καί τι τῶν ὁσίων καὶ εὐσεβῶν ἐκτελεῖν, ὡς ἂν τῶν θεῶν τούτοις ἱλασκομένων. Ἀλλὰ τούτων μὲν ἦν οὐδέν. Τί γὰρ δὴ καὶ μέλον ἦν τούτων τοῖς θαυμασίοις θεοῖς, μᾶλλον δὲ τοῖς παμπονήροις δαίμοσι; Πάλιν οὖν τὰ αὐτοῖς συγγενῆ καὶ οἰκεῖα, τὰ ἀνηλεῆ καὶ ὠμὰ καὶ ἀπάνθρωπα, λοιμὸν ἐπὶ λοιμῷ φασι, καὶ θανάτους ἐπὶ θανάτῳ. Κέλεύει γοῦν ὁ Ἀπόλλων ἔτους ἑκάστου πέμπειν αὐτοὺς τῶν ἰδίων παίδων ἄῤῥενας ἐφήβους ἑπτὰ, καὶ θηλειῶν ἰσαρίθμους παρθένους, ἀνθ' ἑνὸς δέκα καὶ τέσσαρας ἀναιτίους καὶ ἀπράγμονας, οὐκ εἰσάπαξ, ἀλλὰ καὶ κατὰ πᾶν ἔτος τυθησομένους ἐν Κρήτῃ παρὰ τῷ Μίνωϊ. Ὥστε καὶ μέχρι τῶν τοῦ Σωκράτους χρόνων πλέον ἢ πεντακοσίοις ὕστερον ἔτεσιν ὁ δεινὸς οὗτος καὶ ἀπανθρωπότατος δασμὸς μνήμην παρ' Ἀθηναίοις διεφύλαττε. Τοῦτο δὲ ἦν ἄρα τὸ καὶ Σωκράτει τὴν ἀναβολὴν τοῦ θανάτου πεποιημένον. Τίθησι γοῦν ὁμοῦ, καὶ ἀπελέγχει τὸν χρησμὸν εὖ μάλα τις τῶν νέων ἀνδρικῷ λογισμῷ, γοήτων φορὰν ἐν οἰκείῳ συγγράμματι πεποιημένος. Οὗ καὶ αὐτοῦ τῶν φωνῶν, ἀλλὰ μὴ τῶν ἐμῶν ἄκουε, πρὸς τὸν χρησμῳδὸν ὧδέ πως ἀποτεινομένου.
But since the things that have been stated happen not to be familiar to everyone, it seems good to me to pass over from this point to matters manifest to all scholars, and to examine the oracles most ancient in time, sung upon the lips of all Greeks, and handed down in the schools throughout every city to those who attend for education. Taking up the ancient histories from the beginning, therefore, examine what sort of oracle the Pythian god gives to the Athenians when hard pressed by pestilence on account of the death of Androgeos. All the Athenians suffered pestilence because of one man's death, and sought to obtain succour from the gods: what counsel, then, does their saviour and god ever give them? Perhaps someone will suppose it was to cultivate justice and humanity henceforth, and the rest of virtue, or to repent over their transgression, and perform something holy and pious, in order that the gods might be propitiated thereby. Yet there was nothing of these things. For what concern indeed did those marvellous gods—or rather those utterly wicked daemons—have for such things? Once again, then, they speak things kindred and congenial to themselves, things pitiless and cruel and inhuman: pestilence upon pestilence, and deaths upon death. At any rate, Apollo commands them each year to send seven male youths from their own children, and virgin maidens equal in number—fourteen guiltless and unoffending ones in exchange for one—to be sacrificed in Crete before Minos, not once for all, but even year by year. So that right down to the times of Socrates, more than five hundred years later, this dreadful and most inhuman tribute preserved its memory among the Athenians; and this, as it turned out, was what also caused for Socrates the postponement of his death. Accordingly, one of the recent writers sets down the oracle and at the same time thoroughly refutes it with manly reasoning, having composed in his own treatise an exposure of charlatans. Hear his own words, then, and not mine, as he inveighs against the oracle-giver somewhat as follows.
Notes, col. 357

On the reading

Printed Κέλεύει, for Κελεύει.

PG 21:360Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ.
Chapter XIX.
Πρὸς τὸν Ἀπόλλω κελεύσαντα δὶς ἑπτὰ παῖδάς τε καὶ κόρας σφαγησομένους ἐκπέμπεσθαι τοῖς Κρησὶν ὑπὸ Ἀθηναίων.
Against Apollo, who commanded twice seven boys and girls to be sent out by the Athenians to the Cretans to be slaughtered.
« Τί δ' οὐκ Ἀθηναῖοι, τὸν Ἀνδρόγεων ἀποκτείναντες, καὶ λοιμώξαντες ἐπὶ τούτῳ, εἶπον ἂν μετανοεῖν; ἢ μὴ λεγόντων, οὔ σε προσῆκον ἦν εἰπεῖν. μετανοεῖτε, μᾶλλον, ἤ·
"Why would the Athenians, having killed Androgeos and fallen into pestilence over this, not have said that they repented? Or if they did not say so, was it not fitting for you to say: Repent, rather than:
Λοιμοῦ καὶ λιμοῦ τέλος ἔσσεται, ἤν περ ἑαυτῶν Σώματ' ἀπὸ κλήρου ἄῤῥεν καὶ θῆλυ νέμητε Μίνωϊ, εἰς ἅλα δῖαν ἀποστέλλοντες, ἀμοιβὴν, Τῶν ἀδίκων ἔργων· οὕτω θεὸς ἵλαος ἔσται.
An end of pestilence and famine there shall be, if indeed you allot from yourselves bodies by lot, male and female, unto Minos, sending them forth upon the bright sea as requital for your unjust deeds; thus shall the god be propitious.
Ἐῶ γὰρ τὸ, Ἀνδρόγεω μὲν Ἀθήνησιν ἀποθανόντος, ὑμᾶς ἀγανακτεῖν, τῶν δὲ τοσούτων καὶ πανταχόθεν καὶ πάντοτε, καθεύδειν. Καίτοι εἰδὼς, ὅτι ἐθαλασσοκράτει τότε ὁ Μίνως, καὶ μέγα ἐδύνατο, καὶ πᾶσα ἡ Ἑλλὰς αὐτὸν ἐθεράπευε, καὶ ἦν καὶ διὰ τοῦτο δικαιότατος, καὶ νομοθέτης ἀγαθὸς, καὶ Ὁμήρῳ ἐδόκει Διὸς μεγάλου εἶναι ὀαριστὴς, καὶ ἀποθανὼν, ἐν ᾅδου δικαστής· καὶ σὺ διὰ τοῦθ' ὑπὲρ αὐτοῦ τὰς δίκας ταύτας εἰσεπράττου. Ἀλλὰ παραλείπω γε οὐδὲν ἧττον ταῦτα ὑμῶν· καὶ ὅτι, τοὺς φονεῖς ἐάσαντες, τοὺς οὐδὲν αἰτίους πέμπειν ἐκελεύετε ἀποθανουμένους· καὶ τοῦτ' ἐπ' ἄνδρα, ὃν ἀναδεικνύναι ἐμέλλετε κοινὸν ἀνθρώπων δικαστὴν, ὃς οὐδ' αὐτὸ τοῦτο ἠπίστατο δικάσαι. Καίτοι πόσους ὑμεῖς οἱ θεοὶ ἀντὶ τούτων τῶν χορῶν δίκαιοι πέμπειν ἐστὲ Ἀθηναίοις, οὓς ἀδίκως ὑπὲρ Ἀνδρόγεω ἀπεκτείνατε; » Ὁ δ' αὐτὸς οὗτος συγγραφεὺς, ὁπόσοις ὁ Ἀπόλλων διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας θανάτου αἴτιος γέγονε, τὴν ἀμφὶ τοὺς Ἡρακλείδας, ἀναλαβὼν ἱστορίαν, εὐθύνει λέγων οὕτως.
For I pass over the fact that when Androgeos died at Athens you were indignant, whereas when so many die everywhere and at all times you sleep. And yet knowing well that Minos at that time ruled the sea, and had great power, and all Greece courted him, and on this account too he was most just and a good lawgiver, and to Homer he seemed to be the familiar companion of great Zeus, and after dying a judge in Hades—for this reason too you exacted these penalties on his behalf. Yet none the less I pass over these things on your part; and also that, letting the murderers go, you commanded men in no way guilty to be sent to die, and that too unto a man whom you were going to appoint common judge of mankind, who did not even know how to judge this very case. And yet how many in return for these bands are you gods bound in justice to send to the Athenians, whom you unjustly slew on behalf of Androgeos?" And this very same writer, taking up the history concerning the Heraclidae, arraigns how many people Apollo became the cause of death to through the ambiguity of his oracles, speaking thus.
ΚΕΦΑΛΑΙΟΝ Κʹ.
Chapter XX.
Ὡς πολλῶν θανάτου γέγονεν αἴτιος ὁ Ἀπόλλων διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας.
How Apollo has become the cause of death for many through the ambiguity of his oracles.
« Ἐπεὶ δέ πως ἐπεμνήσθην τοῦδε τοῦ λόγου, φέρε, τὰ καθήκοντα διέλθω τοῦ κατὰ τοὺς Ἡρακλείδας διηγήματος. Οὗτοι γάρ ποθ' ὡρμημένοι κατὰ τὸν Ἰσθμὸν, εἰσβαλεῖν εἰς Πελοπόννησον, ἐσφάλησαν. Ἀριστόμαχος οὖν ὁ Ἀριδαίου, ἐπειδὰν ὁ Ἀριδαῖος ἐτεθνήκει ἐν τῇ εἰσβολῇ, ἔρχεται ἀκουσόμενος παρὰ σοῦ περὶ τῆς ὁδοῦ· ἐπεθύμει δὲ ὥσπερ καὶ ὁ πατήρ. Σὺ δ' αὐτῷ λέγεις·
"And since somehow I made mention of this subject, come, let me recount what pertains to the narrative concerning the Heraclidae. For when they once set out to invade the Peloponnese by way of the Isthmus, they met with disaster. Aristomachus the son of Aridaeus, therefore, after Aridaeus had died in the invasion, comes to hear from you concerning the expedition; for he desired it just as his father also had. And you say to him:
Νίκην σοι φαίνουσι θεοὶ δι' ὁδοῖο στενύγρων.
Victory the gods show to you through the narrow-watered passages of the way.
Καὶ ὃς κατὰ τὸν Ἰσθμὸν ὥρμησεν ἐπιχειρεῖν, καὶ μάχῃ τελευτᾷ. Τούτου δὲ υἱὸς ὢν ὁ Τήμενος κακοδαίμων, ἧκεν ἐκ κακοδαιμόνων τρίτος· σὺ δ' αὐτῷ παρεγγυᾷς, ἃ καὶ Ἀριστομάχῳ τῷ πατρὶ, καὶ ὅσα
And he rushed to make the attempt by way of the Isthmus, and dies in battle. And his son, the ill-fated Temenus, came third from ill-fated sires; and you pledge to him the same things as to Aristomachus his father, and as many
Notes, col. 360

On the reading

Printed εἰπεῖν., for εἰπεῖν,.

PG 21:361Read from the page
ἄλλα. Κἀκεῖνός σοι, ἔφη, πεισθεὶς, ἀπέθανεν ἐν τῇ εἰσβολῇ. Καὶ σὺ ἔφης· Οὐ κατὰ γῆν λέγω στενυγρὴν, ἀλλὰ κατὰ τὴν εὐρυγάστορα. Ἐπειδὰν χαλεπὸν ἦν εἰπεῖν κατὰ τὴν θάλασσαν, κἀκεῖνος ᾔει κατὰ τὴν θάλασσαν, δόξαν ἐμποιήσας, ὅτι κατὰ γῆν εἰσίοι, καὶ μέσον στρατοπεδεύεται ναυβάτου καὶ τοπαίου, καὶ διακοντίζει Κάρνον ἱππότην Φυλάνδρου τὸν Αἰτωλόν· εὖ, ἐμοὶ δοκεῖ, ποιῶν. Καὶ ἐπειδὰν συνεκύρησε νόσος πλησία, καὶ ἀπέθανεν Ἀριστόδημος, πάλιν ἐπανεχώρουν, καὶ ὁ Τήμενος ἐλθὼν ἀπεμέμφετο τῇ ἀποτυχίᾳ· καὶ ἤκουσεν, ὅτι ποινὴν ἀνεμάξατο τοῦ θείου ἀγγέλου, καὶ τὸ ὑπὲρ τῆς εὐχῆς Ἀπόλλωνι Καρνίῳ ποίημα τὸ διὰ τοῦ χρησμοῦ λέγον·
other things besides. And he too, he said, having obeyed you, died in the invasion. And you said: I mean not by narrow-watered land, but by the broad-bellied. Since it was hard to say by sea, he too went by sea, having created the impression that he was entering by land, and encamps midway between Naubatus and Topaeus, and strikes down with a javelin Carnus the horseman, son of Phylander, the Aetolian—doing well, it seems to me. And when a pestilence befell hard upon this, and Aristodemus died, they withdrew again, and Temenus came and complained of the failure; and he heard that he had wiped upon himself vengeance for the divine messenger, and the verse concerning the vow to Carnian Apollo speaking through the oracle:
Ἄγγελον ἡμέτερον κτείνας ἀνεμάξαο ποινήν.
Having slain our messenger, you wiped vengeance upon yourself.
Τί οὖν, φησὶν ὁ Τήμενος; τί χρὴ ποιεῖν; καὶ πῶς ἂν ἱλασαίμην ὑμᾶς;
What then, says Temenus? What must one do? And how might I propitiate you?
Εὔχεο Καρνίῳ τελέειν σέβας Ἀπόλλωνι.
Vow to pay reverence to Carnian Apollo.
Ὦ μιαρώτατε καὶ ἀναισχυντότατε μάντι. Εἶτ' οὐκ ἠπίστασο, ὅτι διαμαρτήσεται τῆς στενυγρῆς ὁ τὴν στενυγρὴν ἀκούσας; Ἀλλ' οὐδὲν ἧττον ἐπιστάμενος χρᾷς, ἔπειτα περιορᾷς διαμαρτάνοντα. Ἀλλ' ἀμφίβολος ἡ στενυγρὴ, ὅπως νικήσαντι μὲν αἴτιος εἶναι δοκῇς νίκης, ἡττηθέντι δὲ μηδὲν αἴτιος εἶναι ἥττης, ἔχῃς δὲ ἀποφυγεῖν ἐπὶ τὴν εὐρυγάστορα. Ἀλλ' ἧκεν ἄνθρωπος ἐπὶ τὴν εὐρυγάστορα, καὶ οὐκ ἔτυχεν. Εὕρηται πάλιν εἰς ἀποφυγὴν, Κάρνος ἄγγελος ἀποθανών. Καίτοι πῶς, ὦ κράτιστε, ὁ κηδόμενος οὕτω τοῦ Κάρνου, ἄλλοις μὲν αὐτὸν θεοφορεῖσθαι ἐκέλευες, ἑαυτῷ δὲ οὔ; καὶ δέον σώζειν ἕνα ὄντα Κάρνον, αὐτόν τε περιεῖδες, καὶ ἐναποθανόντι αὐτῷ Ὁμηρικὴν νόσον ἐνέβαλες εἰς τὸ πλῆθος, καὶ εὐχὰς ἐπὶ τῇ νόσῳ ἀφηγοῦ; Εἰ δ' εὐχόμενος οὐδὲν ἤνυεν, ἄλλο τι ἂν ἐξεύρητο ἄκος τῷ σῷ σοφίσματι, καὶ οὐδέποτ' ἂν ἐλήξατε οἱ μὲν ἐρωτῶντες, σὺ δὲ σοφιζόμενος· ἵνα καὶ νικῶσι καὶ ἡττωμένοις ᾖς ἀφώρατος κακουργῶν. Ἱκανὸν γὰρ τὸ πάθος καὶ ἡ ἐπιθυμία παραβουκολῆσαι, ὡς μηδ' εἰ χιλιάκις σφαγεῖεν, ἀπιστεῖν σοι ποιῆσαι. » Τούτοις ἄξιον ἐπισυνάψαι τὰ περὶ Κροῖσον. Λυδίας οὗτος ἐβασίλευεν, ἄνωθεν ἐκ παλαιῶν εἰς αὐτὸν ἥκουσαν παραλαβὼν τὴν ἀρχήν· εἶτά τι πλέον τῶν προγόνων κατορθώσειν ἐλπίσας, τοὺς θεοὺς εὐσεβεῖν διενοήθη· καὶ διὰ πείρας ἐλθὼν, ἁπάντων τὸν ἐν Δελφοῖς Ἀπόλλω προκρίνει, κἄπειτα κρατῆρσι καὶ πλίνθοις χρυσαῖς, ἀναθημάτων τε μυρίων πλήθει κοσμήσας τὸ ἱερὸν, τῶν πανταχοῦ γῆς ἐν ὀλίγῳ χρόνῳ πλουσιώτατον ἀπέφηνεν, οὐδ' ὅσα πρὸς θυσίας ἐξήρκει παραλιπὼν τῇ μεγαλοψυχίᾳ. Ἐπειδὰν οὖν τὰ τοσαῦτα προδεδάνειστο τῷ θεῷ, ταῖς τῆς εὐσεβείας εἰκότως ὁ Λυδὸς ἐπιθαρσῶν μεγαλουργίαις, στρατεῦσαι ἐπὶ Πέρσας διανοεῖται, αὐξῆσαι τὴν ἀρχὴν εἰς μέγα, τῇ τοῦ θεοῦ συμμαχίᾳ προμηθούμενος. Τί οὖν
O most abominable and most shameless diviner! Did you then not know that he who heard the narrow-watered would mistake the narrow-watered? Yet knowing it none the less you give the oracle, and thereafter look on while he mistakes it. Nay, the narrow-watered is ambiguous, in order that if he conquered you might seem to be the cause of victory, whereas if he were defeated you might in no way be the cause of defeat, and might have a way of escape to the broad-bellied. Well, the man came to the broad-bellied, and did not succeed. Once again there has been found for an escape Carnus, a messenger who died! And yet how, O mightiest one, caring so much for Carnus, did you bid him be inspired with prophecy for others, yet not for himself? And when you ought to have saved Carnus, who was a single man, did you both overlook him and, when he died among them, hurl a Homeric pestilence upon the multitude, and prescribe vows over the pestilence? And if by vowing he accomplished nothing, some other remedy would have been devised by your sophistry, and you would never have ceased—they inquiring, and you quibbling—so that whether they conquered or were defeated you might go undetected in your knavery. For passion and desire suffice to delude men, so as to make them not distrust you even if they should be slaughtered a thousand times." To these things it is worth subjoining the story concerning Croesus. He was king of Lydia, having inherited the sovereignty that had come down to him from of old out of ancient times; then, hoping to achieve something greater than his ancestors, he purposed to show piety towards the gods; and having put them to the test, he prefers above all the Apollo at Delphi, and thereafter, having adorned the temple with mixing-bowls and golden ingots and a multitude of countless votive offerings, in a short time he rendered it the wealthiest of sanctuaries anywhere on earth, leaving out in his munificence not even all that sufficed for sacrifices. After so great a loan had thus been advanced to the god, the Lydian, naturally taking courage in his magnificent works of piety, purposes to march against the Persians, taking forethought to enlarge his empire greatly through the alliance of the god. What then
PG 21:364Read from the page
ὁ θαυμάσιος χρησμῳδός; αὐτὸς ἐκεῖνος ὁ ἐν Δελφοῖς, ὁ Πύθιος, ὁ Φίλιος, τὸν ἱκέτην, τὸν εὐσεβῆ, τὸν πρόσφυγα, οὐχ ὅπως τῆς ἀλλοτρίας τυχεῖν ἀρχῆς, ἀλλὰ καὶ τῆς οἰκείας ἐκπεσεῖν παρασκευάζει, οὔτι ἑκὼν, ἔμοιγε δοκεῖ, ἀγνοίᾳ δὲ μᾶλλον τοῦ ἀποβησομένου (μὴ γὰρ τὸ μέλλον εἰδὼς ὁ θεὸς, ἐπεὶ μηδὲ θεὸς ἦν, μηδέ τις ἀνθρώπου κρείττων δύναμις, ἐπὶ θάτερα σοφιστικῶς τὸν χρησμὸν ἡρμόσατο), καὶ μονονουχὶ φήσας·
the marvellous oracle-chanter? That very one at Delphi, the Pythian, the Friendly, contrives that his suppliant, the pious man, the refugee, not only does not obtain another's empire, but even falls from his own—not at all willingly, it seems to me, but rather through ignorance of what would turn out (for the god, not knowing the future, since he was neither a god nor any power superior to man, sophistically fitted the oracle to either outcome), and all but saying:
Κροῖσος, Ἅλυν διαβὰς, μεγάλην ἀρχὴν καταλύσει,
Croesus, having crossed the Halys, will destroy a great empire,
τὴν ἐκ προγόνων διαδοχῆς εἰς τὸν εὐσεβῆ κατελθοῦσαν τῆς Λυδίας ἀρχὴν, μεγάλην οὖσαν καὶ πολυχρόνιον, καταστρέφει, τῆς ἄγαν περὶ αὐτὸν σπουδῆς τοῦτον ἀποδοὺς τῷ θεοφιλεῖ τὸν καρπόν. Ἐπὶ τούτοις ὁ συγγραφεὺς οἷα οὐκ ἀλόγως διαγανακτεῖ, ἄκουε.
overturns the empire of Lydia that had come down by succession from ancestors to the pious man, great as it was and of long standing, rendering to the god-beloved man this fruit of his excessive zeal towards him. Hear how, not without reason, the writer is indignant at these things.
ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ.
Chapter XXI.
Ὡς καὶ τῷ Κροίσῳ τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν δι' ἀμφιβόλου χρησμοῦ κατέστη αἴτιος.
How for Croesus also he became the cause of his falling from his own empire through an ambiguous oracle.
«Ἔοικας δὴ ὡς ἀληθῶς τὰ μὲν ὅσα ψάμμου ἄξιά ἐστιν εἰδέναι, καλὸν δὲ μηδὲν εἰδέναι. Τὸ γοῦν ὀσμὴν ἐς φρένας σὰς ἐλθεῖν κρατερίνοιο χελώνης ἑψομένης, ψάμμου ἄξιον ἐπίστημά ἐστιν· οὐκ ἀληθὲς μὲν ὂν οὐδ' αὐτὸ, ἀλλὰ προσεοικός γε ὅμως τῷ ἀλαζόνι καὶ ἀναιδεῖ, καὶ ἐπὶ τοῖς κενοῖς οἰδήμασι τὴν ὀφρὺν ἐπαίροντι, καὶ τὸ Λύδιον ἀνδράποδον τὸν Κροῖσον πείθοντι μὴ καταφρονεῖν αὐτοῦ· ὃς μετ' ὀλίγον ἐπὶ τῇ πείρᾳ, ἔμελλεν ἐρωτᾷν σε, εἰ στρατεύει ἐπὶ Πέρσας, καὶ σύμβολον ποιεῖσθαι ὑπὲρ τῆς αὐτοῦ μανίας καὶ πλεονεξίας. ᾯ οὐκ ὤκνησας εἰπεῖν·
"You seem indeed in truth to know such things as are worth sand, yet to know nothing good. At any rate, that the smell of a hard-shelled tortoise being boiled came into your mind is knowledge worth sand—not even that being true, yet fitting nonetheless the boastful and shameless one, both lifting his brow at empty swellings and persuading the Lydian slave Croesus not to despise him; who shortly after the trial was going to ask you whether he should march against the Persians, and make it a token on behalf of his own madness and greed. To whom you did not hesitate to say:
Ὅτι, Ἅλυν διαβὰς, μεγάλην ἀρχὴν καταλύσει.
That, having crossed the Halys, he will destroy a great empire.
Ἐκεῖνο μέντοι εὖ ποιῶν, ὅτι σοι οὐδὲν ἔμελλεν,
Doing well in that respect, however, that it mattered nothing to you,
PG 21:365Read from the page
εἴ τι ἄτοπον πείσεται ὑπ' ἀμφιβόλου χρησμοῦ ἐπαρθεὶς ἐπ' ἀλλοτρίαν ἀρχήν· οὐδ' εἰ πικροί τινες ἄνθρωποι καὶ κακοήθεις, δέον ἐπαινεῖν σε ἐπὶ τῷ ἐκτραχηλίσαι μαινόμενον ἄνθρωπον, καὶ προσεγκαλοῖεν, ὡς οὐδὲ ἰσόῤῥοπον φωνὴν ἀφέντα, ἵν' ὀκνήσειεν καὶ βουλεύσαιτο ὁ Λυδός· ἀλλὰ καταλῦσαι καθ' ἕνα τρόπον νοεῖσθαι πρὸς τῶν Ἑλλήνων, οὐ τὸ τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν, ἀλλ' αὖ τὴν ἀλλοτρίαν περιποιήσασθαι. Ὁ μὲν γὰρ ἡμίμηδος, ἢ ἡμιπέρσης Κῦρος, ἢ ὁ μητρόθεν μὲν ἐκ τυραννικοῦ, πατρόθεν δὲ ἐξ ἰδιωτικοῦ γένους ἡμίονος ὢν ἐν τῷ αἰνίγματι, παρεμφαίνει μὲν τὴν ἔκτυφον μοῦσαν, ἀλλὰ καὶ τὴν ἄμαντιν μαντικὴν, εἴπερ οὐκ ᾔδη μὴ οὐ συνήσοντα τοῦ αἰνίγματος ὁ μάντις. Εἰ δ' οὐχ ὑπὸ ἀγνοίας, ἀλλ' ὑπὸ τρυφῆς καὶ πονηρίας ἔπαιζε, βαβαὶ οἷα τὰ θεῖα παίγνιά ἐστιν! Εἰ δ' οὐδὲ τοῦτο, ἀλλ' ὅτι ἐχρῆν οὕτω γενέσθαι, ἀνιερώτατος μὲν οὗτος λόγων σοφιστικῶν· τί δ' ὅμως, εἰ οὕτως ἐχρῆν γενέσθαι, σὺ ὁ δύστηνος ἐν Δελφοῖς καθέζῃ τὰ κενὰ καὶ μάταια ᾄδων; Τί δέ σου ὄφελος ἡμῖν; τί δὲ μαινόμεθα οἱ πανταχόθεν τῆς γῆς ἐπὶ σὲ διώκοντες; τί δὲ σὺ κνηφίας;» Τοιαῦτα τῆς Οἰνομάου παῤῥησίας τὰ κατὰ τῆς τῶν γοήτων φορᾶς, κυνικῆς οὐκ ἀπηλλαγμένα πικρίας· οὐδὲ γὰρ δαίμονος, μὴ ὅτι θεοῦ, τοὺς παρ' Ἕλλησι θαυμαζομένους χρησμοὺς εἶναι βούλεται, γοήτων δ' ἀνδρῶν πλάνας καὶ σοφίσματα ἐπὶ ἀπάτῃ τῶν πολλῶν ἐσκαιωρημένα· ὧν ἐπείπερ ἅπαξ ἐμνήσθημεν, οὐδὲν ἂν γένοιτο ἐμποδὼν τοῦ καὶ ἑτέρων ἐλέγχων ἐπακοῦσαι καὶ πρώτου γε, δι' οὗ φησιν ὁ αὐτὸς ἑαυτὸν ὑπὸ τοῦ Κλαρίου Ἀπόλλωνος ἠπατῆσθαι, γράφων ὧδε·
if he should suffer anything untoward, incited by an ambiguous oracle against another's empire; nor if certain bitter and malicious men, when they ought to praise you for throwing a madman headlong, should even bring a further charge against you, as having uttered a voice not even evenly balanced so that the Lydian might hesitate and take counsel—rather, 'to destroy' is understood in one way by the Greeks: not to fall from one's own empire, but on the contrary to win for oneself that of another. For Cyrus, half-Mede or half-Persian, or from a royal stock on his mother's side and a private stock on his father's, being a mule in the riddle, betrays on the one hand your puffed-up muse, and on the other hand your unprophetic prophecy as well, if indeed the prophet did not know that he would fail to understand the riddle. And if he was sporting not out of ignorance, but out of wantonness and wickedness—aha, what sort of things divine sports are! And if not even this, but because it had to happen so, this is the most unholy of sophistical arguments; yet why, if it had to happen so, do you, wretched one, sit at Delphi singing vain and idle things? And what use are you to us? And why are we mad, hurrying from every quarter of the earth to you? And why do you itch for sacrificial savour?" Such are the sayings of Oenomaus's outspokenness against the rush of charlatans, not free from Cynic bitterness; for he maintains that the oracles admired among the Greeks belong not even to a daemon, let alone to a god, but are impostures and sophisms of charlatan men contrived for the deceit of the multitude; of which, since we have once made mention, nothing would stand in the way of listening to other refutations also, and first of all that whereby the same writer says that he himself was deceived by the Clarian Apollo, writing thus:
ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ.
Chapter XXII.
Ὡς ἐπλάνων διὰ τῶν χρησμῶν παίζοντες τοὺς ἐρωτῶντας.
How they led astray those who inquired, mocking them through the oracles.
«Ἀλλὰ δὴ ἔδει τι καὶ ἡμᾶς τῆς κωμῳδίας μετασχεῖν, καὶ μὴ σεμνύνεσθαι ὡς οὐκ ἐμπεσόντας εἰς τὴν κοινὴν παραπληξίαν, καὶ τὴν ἐμπορίαν εἰπεῖν ἣν καὶ αὐτὸς περὶ σοφίας ἐνεπορευσάμεθα ἐκ τῆς Ἀσίας, ὦ Κλάριε, παρὰ σοῦ. Ἔστιν ἐν Τραχῖνος αἴῃ κῆπος Ἡρακλήϊος πάντ' ἔχων θάλλοντα, πᾶσι δρεπόμενος πανημαδὸν,
"But indeed we too had to take some part in the comedy, and not plume ourselves on not having fallen into the common derangement, and tell of the merchandise which I myself also trafficked in concerning wisdom out of Asia, O Clarian, from you. There is in the land of Trachis a garden of Heracles having all things blooming, plucked by all every day,
PG 21:368Read from the page
Οὐδ' ὀλιζοῦται, Βέβριθε δ' ὑδάτεσσιν διηνεκέσσιν.
Neither is it diminished, but is laden with continual waters.
Εἶτ' ἐγὼ ἀκούσας ὁ βάκηλος, καὶ αὐτὸς ὑπὸ τοῦ Ἡρακλέος ἐφυσήθην, καὶ τοῦ Ἡρακληΐου κήπου θάλλοντος Ἡσιόδειόν τινα ὀνειροπολῶν ἱδρῶτα διὰ την Τραχῖνα, καὶ ῥηϊδίην αὖθις ζωήν, διὰ τὸν θάλλοντα κῆπον. Εἶτά μοι ἐπερομένῳ, εἴ μοι συναίρονται οἱ θεοὶ, εἷς τις ἐκ τῶν πολλῶν λέγει, ἐπομνύμενος αὐτοὺς τοὺς συναιρομένους θεούς· ἦ μὴν περὶ σοῦ ἀκηκοέναι αὐτὸς, τοῦτο Καλλιστράτῳ δεδομένον Ποντικῷ τινι ἐμπόρῳ. Ἐγὼ οὖν, ὡς ἤκουσα, πῶς οἴει, ἠγανάκτησα, ὡς δὴ τῆς ἀρετῆς ὑπ' αὐτοῦ ἀποστερούμενος; Ἀλλὰ καίπερ ὅμως δυσφορῶν ἀνεσκοπούμην τὸν ἔμπορον, εἴ τι κἀκεῖνος ἐθάλφθη ὑπὸ τοῦ Ἡρακλέους· ἐφαίνετο δὴ οὖν κἀκεῖνος πόνον τινὰ πονεῖν, καὶ κέρδους ἐφίεσθαι, καὶ βίον τινὰ ἡδὺν ἐκ τοῦ κέρδους προσδοκᾷν. Ὡς δ' ὁ ἔμπορος, ὡς ἐγὼ, ἐφαίνετο, οὐκ ἔτι τὸν χρησμὸν ἐδεχόμην, οὐδὲ τὸν Ἡρακλέα, ἀλλ' ἀπηξίουν τῶν αὐτῶν κοινωνεῖν, εἴς τε τοὺς παρόντας πόνους αὐτῶν ἀποβλέπων, καὶ τὰς ἐν ἐλπίδι φάτνας. Ἀλλ' οὐδ' ὁ λῃστὴς ἄμοιρος ἐφαίνετο τοῦ χρησμοῦ, οὐδ' ὁ στρατιώτης, οὐδ' ἐρῶν ἀνὴρ, οὐδ' ἐρῶσα γυνὴ, οὐδὲ κόλαξ, ἢ ῥήτωρ, ἢ συκοφάντης. Ἑκάστῳ γὰρ ὡς ἐπιθυμεῖ ἡγεῖσθαι μὲν τὸν πόνον, προσδοκᾶσθαι δὲ τὴν εὐφροσύνην.» Ταῦτα ἐκθέμενος, εὐθὺς ἐπισυνάπτει ἑξῆς, ὡς καὶ δεύτερον ἐρωτήσας καὶ τρίτον, οὐδὲν εἰδότας ἔγνω τοὺς θαυμασίους, μόνῳ δὲ τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἐπικρύπτοντας. Λέγει δ' οὖν.
Then upon hearing it I, simpleton that I was, was myself also puffed up by Heracles, and from the blooming garden of Heracles dreamed of a certain Hesiodic sweat because of Trachis, and an easy life thereafter because of the blooming garden. Then, when I inquired further whether the gods would assist me, someone out of the crowd says, swearing by those very assisting gods, that assuredly he himself had heard concerning you that this very oracle had been given to Callistratus, a certain Pontic merchant. How indignant, do you think, I was when I heard it, as though being robbed of virtue by him? Yet despite my vexation I nonetheless examined the merchant, whether he too had been warmed at all by Heracles; and indeed he too appeared to toil at a certain toil, and to aim at profit, and to expect a certain pleasant life from the profit. When therefore the merchant appeared just as I was, I no longer accepted the oracle, nor Heracles, but disdained to share in the same things, looking both at their present toils and at the mangers in hope. Nay, neither did the brigand appear without a share in the oracle, nor the soldier, nor a man in love, nor a woman in love, nor a flatterer, or orator, or sycophant; for with each, as he desires, toil leads the way, and gladness is expected." Having set forth these things, he straightway subjoins next how, having inquired both a second and a third time, he recognized that those marvellous ones knew nothing, hiding their own ignorance solely in the darkness of obscurity. Accordingly he speaks.
ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ.
Chapter XXIII.
Ὅτι τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἐπικρύπτουσιν.
That in the darkness of obscurity they hide their own ignorance.
«Ἐπεὶ δέ μοι τὰ τῆς ἐμπορίας ἤδη πρὸ ὁδοῦ ἦν, ἀνδρὸς δὲ ἔδει τοῦ ξεναγωγήσοντος ἐπὶ τὴν σοφίαν, ἄπορος δὲ ἐφαίνετο οὗτος, σὲ ἐδεόμην καὶ τούτου γενέσθαι ἐνδείκτην, Ἔν τε τοῖσιν εὐπελέεσσιν, . . . ἠδ' Ἀχαιοῖς, χρέος θήσεται. Τὸ δ' ἐκτεκμαρθὲν οὐδὲ μικρὸν ἕξεται. Τί φῇς; εἰ δ' ἀγαλματοποιός τις ἢ ζωγράφος ἐπεθύμουν γενέσθαι, καὶ διδασκάλους ἐζήτουν, ἆρά μοι ἤρκει ἀκοῦσαι, Ἔν τε τοῖσιν εὐπελέεσσιν; ἀλλ' οὐκ ἂν μαίνεσθαι εἶπον τὸν λέγοντα; Ἀλλὰ τοῦτο μὲν ἴσως οὐχ ἱκανὸς εἶ εἰδέναι,
"And when the affairs of my traffic were already advancing, and there was need of a man to guide me as a stranger unto wisdom, and such a one appeared hard to find, I begged you to become the pointer-out of this man also: Both among the easy-faring, . . . and the Achaeans, he shall appoint a task; and what is divined by tokens shall hold not even a little. What do you say? If I desired to become some sculptor or painter, and sought teachers, would it have sufficed me to hear, Both among the easy-faring? Would I not rather have said that he who spoke so was mad? Yet this perhaps you are not capable of knowing,
Notes, col. 368

On the reading

Printed την, for τὴν.