λοις ἀνθρώποις τῆς ἄνω ὁδοῦ. Τί πράττειν κελεύεις ἡμᾶς; ἢ δηλαδὴ τὰ Ἀρχιλόχου, εἰ μέλλοιμεν ἄξιοι φανεῖσθαι τῆς ὑμετέρας ἑστίας. Λοιδορῆσαι μὲν πικρῶς τὰς οὐκ ἐθελούσας ἡμῖν γαμεῖσθαι· ἅψασθαι δὲ καὶ τῶν κιναίδων, ἐπειδὴ τῶν ἄλλων πονηρῶν πολὺ πονηρότεροί εἰσι· καὶ οὐχὶ δίχα μέτρου, αὕτη γὰρ διάλεκτος καὶ θεῶν, ὥσπερ οὖν καὶ θείων ἀνδρῶν, ὥσπερ Ἀρχιλόχου. Καὶ οὐδὲν ἴσως θαυμαστόν· διὰ γὰρ τὴν ἐν τούτοις ὑπεροχὴν εὖ μὲν οἶκος οἰκεῖται, εὖ δὲ ἰδιώτης βίος, πόλεις δὲ ὁμοφρόνως, καὶ ἔθνη εὐνόμως συνεστᾶσιν. Οὐκ ἀπεικότως ἄρα σοι καὶ Μουσῶν θεράπων ἔδοξεν εἶναι, καὶ ὁ φονεὺς αὐτοῦ οὐκ ἄξιος εἶναι τῆς πρὸς ὑμᾶς τοὺς θεοὺς εἰσόδου, οὐδὲ τῆς παρ' ὑμῶν φωνῆς, ἄνδρα φονέα ὄντα ἀποκτείνας. Οὔκουν ἄδικος ἡ πρὸς τὸν Ἀρχίαν ἀπειλὴ, οὐδ' ἄκαιρος ἡ Πυθία τιμωροῦσα τῷ Ἀρχιλόχῳ τῷ πάλαι νεκρῷ, καὶ κελεύσασα ἐξιέναι τοῦ ναοῦ τὸν ἐναγῆ· Μουσάων γὰρ ἀπέκτεινε θεράποντα. Οὔκουν ἔμοιγ' ἐφάνης, ἐπαμύνων τῷ ποιητῇ, ἀπρεπὴς εἶναι· ἐμεμνήμην γὰρ καὶ τοῦ ἑτέρου ποιητοῦ, καὶ τῶν ἱερῶν τοῦ Εὐριπίδου στεφάνων· καίτοι ἀπορῶν, καὶ ἀκοῦσαι ἐπιθυμῶν, οὐχ ὅτι ἐστεφανοῦτο, ἀλλὰ πῶς ἦν τὰ στέφη ταῦτα ἱερά· οὐδ' ὅτι αὐτοῦ κλέος ὄρουσαν, ἀλλὰ πῶς ἐσθλὸν ἦν τοῦτο. Ἐκροταλίζετο μὲν γὰρ ἐν τοῖς ὄχλοις, οἶδα· καὶ τυράννοις ἤρεσκε, καὶ τοῦτο οἶδα· καὶ ἔργον ἐπετήδευεν, ἐφ' ᾧ οὐχ ὅπως αὐτὸς ἐθαυμάζετο ὁ ἐραστὴς, ἀλλ' ἤδη καὶ τῶν Ἀθηναίων ἡ πόλις, ὅτι μόνη τραγῳδοὺς ἤνεγκεν. Εἰ μὲν οὖν ὁ κρότος ἱκανὸς κριτὴς, καὶ ἡ ἐν ἀκροπόλει τράπεζα, οὐδὲν ἔτι λέγω, βλέπων ἐν ἀκροπόλει δειπνοῦντα τὸν Εὐριπίδην, καὶ τὸν Ἀθηναίων ἅμα καὶ τὸν Μακεδόνων δῆμον ἐπιψοφοῦντα· εἰ δὲ καὶ δίχα τούτων ἔστι τις καὶ θεῶν ψῆφος, καὶ αὐτοπιστὴ, καὶ οὐχ ἥττων τῆς τῶν τυράννων, οὐδὲ τῆς τῶν ὄχλων· φέρε, φράσον ἡμῖν ἐπὶ τίνι
other men the upward way. What do you bid us do? Clearly the deeds of Archilochus, if we are to appear worthy of your hearth: to rail bitterly at the women who refuse to marry us, and to assail pathics too, since they are far more wicked than all other wicked men—and that not apart from metre, for this is the dialect of gods as well, just as indeed of divine men like Archilochus. And perhaps it is nothing wonderful; for through pre-eminence in these things a household is well managed, private life goes well, and cities in concord and nations under good laws stand firm. Not unreasonably, then, did he seem to you to be a servant of the Muses too, and his slayer unworthy of entrance to you the gods, or of the voice that comes from you, seeing that he slew a man who was a murderer. Not unjust, then, was the threat against Archias, nor untimely the Pythian priestess in avenging Archilochus, long since dead, and bidding the polluted man depart from the temple; for he slew a servant of the Muses. Therefore you did not seem to me unseemly in coming to the poet's aid; for I called to mind the other poet also, and the sacred crowns of Euripides—though perplexed, and desiring to hear, not that he was crowned, but how those crowns were sacred; nor that men rushed to his fame, but how this fame was noble. For he was applauded among the crowds, I know; and he pleased tyrants, that too I know; and he practised an art over which not only the lover himself was admired, but by now even the city of the Athenians, because she alone bore tragic poets. If, then, applause is a sufficient judge, and the table on the Acropolis, I say nothing more, seeing Euripides dining on the Acropolis, and the people of the Athenians together with that of the Macedonians clapping in applause; but if apart from these there is also some vote of the gods, trustworthy of itself, and not inferior to that of the tyrants, nor to that of the crowds—come, declare to us on account of what