Migne Reading Room

PG 21 · cols. 345–356 · Read from the page

Preparation for the Gospel, Book V

Preparation for the Gospel, Book V

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:345Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ
Chapter XI.
Ὅτι οἱ δαίμονες, οὓς δὴ θεοὺς ὑπειλήφασιν, ἀνθρώπους ἐδίδαξαν τὰς οἰκείας περιεργίας.
That the daemons, whom indeed men have supposed to be gods, taught mankind their own curious arts.
« Οὐ μόνον δὲ τὴν πολιτείαν αὐτῶν αὐτοὶ μεμηνύκασι καὶ τὰ ἄλλα τὰ εἰρημένα, ἀλλὰ καὶ τίσι χαίρουσι, καὶ κρατοῦνται, ὑπηγόρευσαν, καὶ μὴν καὶ τίσιν ἀναγκάζονται. Τίνα δὲ δεῖ θύειν, καὶ ἐκ ποίας ἡμέρας ἐκτρέπεσθαι· τό τε σχῆμα τῶν ἀγαλμάτων ποδαπὸν δεῖ ποιεῖν· αὐτοί τε ποίοις σχήμασι φαίνονται, ἔν τε ποίοις διατρίβουσι τόποις· καὶ ὅλως ἓν οὐδέν ἐστιν, ὃ μὴ παρ' αὐτῶν μαθόντες οἱ ἄνθρωποι, οὕτως αὐτοὺς ἐτίμησαν. Πολλῶν δ' ὄντων ἃ τούτων ἐστὶ παραστατικὰ, ὀλίγα ἐκ τῶν πολλῶν παραθήσομεν, ἵνα μὴ ἀμάρτυρον τὸν λόγον καταλίπωμεν. »
"And not only have they themselves disclosed their own way of life and the other things that have been mentioned, but they also dictated in what things they take pleasure and by what they are bound, and indeed also by what things they are compelled: and what victims one must sacrifice, and from what sort of day one must turn aside; and of what sort one must make the figure of their statues; and in what forms they themselves appear, and in what places they dwell; and in general there is not a single thing which men did not learn from them before honouring them in this way. And though there are many things capable of establishing these points, we shall set down a few out of the many, lest we leave our account unattested."
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ.
Chapter XII.
Ὅτι καὶ τὰ ἀγάλματα μαγικῶς αὐτοὶ κατασκευάζειν ἐδίδαξαν.
That they themselves also taught how to fashion their statues magically.
« Ὅτι δὲ καὶ τὰ ἀγάλματα αὐτοὶ ὑπέθεντο πῶς χρὴ ποιεῖν, καὶ ἐκ ποίας ὕλης, δηλώσει τὰ τῆς Ἑκάτης, ἔχοντα τοῦτον τὸν τρόπον·
"And that they themselves also suggested how one ought to make the statues, and out of what sort of matter, the words of Hecate will show, running in this manner:
Ἀλλὰ τέλει ξόανον κεκαθαρμένον, ὥς σε διδάξω. Πηγάνου ἐξ ἀγρίοιο δέμας ποίει, ἠδ' ἐπικόσμει Ζώοισιν λεπτοῖσι κατοικιδίοις σκαλαβώταις· Σμύρνης καὶ στύρακος, λιβάνοιό τε μίγματα τρίψας Σὺν κείνοις ζώοισι, καὶ ἀθροίσας ὑπὸ μήνην Αὔξουσαν τέλει, αὐτὸς ἐπευχόμενος τήνδ' εὐχήν.
Come, accomplish a purified carved image, even as I shall teach you. Out of wild rue make the frame, and adorn it with small house-dwelling creatures, spotted geckos; having pounded mixtures of myrrh and storax and frankincense together with those creatures, and having gathered them beneath the waxing moon, accomplish it, yourself uttering over it this prayer.
Εἶτ' ἐξέδωκεν εὐχὴν, ἐδίδαξέ τε πόσους ληπτέον σκαλαβώτας·
Then she delivered the prayer, and taught how many geckos must be taken:
Ὅσσαι μορφαί μοι, τόσσοις ζώοις σε κελεύω, Καὶ σφόδρα ταῦτα τέλει· δάφνης δέ μοι αὐτογενέθλου Οἴκου ἐμοῦ χώρημα ποίει· καὶ ἀγάλματι πολλὸν Κείνῳ ἐπευχόμενος, δι' ὕπνον ἐμέ τοι ἀναθρήσεις.
As many as are my forms, with so many creatures I bid you, and perform these things earnestly; and of self-sprung laurel make for me a receptacle as my shrine; and praying much over that statue, through sleep you shall surely behold me.
Καὶ πάλιν ἄλλοτε ἄγαλμα αὐτοῖς ἐξέδωκε τοιοῦτον. »
And again at another time she delivered to them a statue of such a kind."
ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ.
Chapter XIII.
Ὅτι καὶ τὰς μορφὰς τῶν ξοάνων αὐτοὶ κατέδειξαν.
That they themselves also showed forth the forms of the carved images.
« Καὶ περὶ τῶν σχημάτων, ὅπως φαντάζονται, αὐτοὶ μεμηνύκασιν· ἀφ' ὧν καὶ τὰ ἀγάλματα οὕτω καθιδρύθη. Λέγει γοῦν ὁ Σάραπις, ἰδὼν τὸν Πᾶνα, περὶ ἑαυτοῦ·
"And concerning their figures, how they appear in visions, they themselves have disclosed; from which their statues also were thus set up. At any rate Sarapis, having seen Pan, speaks concerning himself:
Φαιδρὴ μὲν κατὰ δῶμα θεοῦ καταλάμπεται αὐγὴ. Ἦλθε γὰρ, ἠντιβόλησε μέγας θεός· εἶδεν ἐμεῖο Κάρτος ἀμαιμάκετον, λαμπηδόνα φλογμοτύραννον, Βόστρυχον ἐκ κεφαλῆς νεάτης, χαροποῖσι μετώποις Ἀμφὶς ἰαινόμενον, πλοχμοῖς θ' ἱεροῖσι γενείου.
Bright shines down the radiance throughout the house of the god; for the great god came and met me; he saw my irresistible might, my flame-ruling splendour, the lock from the crown of my head warming itself on either side upon my flashing brows, and with the sacred curls of my beard.
Καὶ ὁ Πὰν περὶ ἑαυτοῦ ὕμνον ἐδίδαξεν ἔχοντα οὕτως·
And Pan taught concerning himself a hymn running thus:
Εὔχομαι βροτὸς γεγὼς Πανὶ συμφύτῳ θεῷ, Δισσοκέρατι, δισσόποδι, τραγοσκελεῖ, τρυφῶντι.
Born a mortal, I pray to Pan, the kindred god, two-horned, two-footed, goat-shanked, revelling.
Καὶ τὰ ἀκόλουθα. Καὶ ἡ Ἑκάτη δὲ περὶ ἑαυτῆς οὕτω φησίν·
And what follows. And Hecate too speaks thus concerning herself:
Ἤδη μοι σύ γε πάντα ποίει· ξόανον δὲ ἐν αὐτῷ
Do you now make all things for me; and a carved image in it
Notes, col. 345

On the reading

Printed αὐγὴ., for αὐγή..

PG 21:348Read from the page
Μορφή μοι πέλεται Δημήτερος ἀγλαοκάρπου· Εἵμασι παλλεύκοις, περὶ ποσσὶ δὲ χρυσοπεδίλοις· Ἀμφὶ δὲ τῇ ζώνῃ δολιχοὶ προθέουσι δράκοντες, Ἴχνεσιν ἀχράντοισιν ἐφερπύζοντες, ἄνωθεν Αὐτῆς ἐκ κεφαλῆς ἀρτώμενοι ἐς πόδας ἄκρους, Σπειρηδὸν περὶ πᾶσαν ἑλισσόμενοι κατὰ κόσμον.
My form is that of Demeter of the shining fruit, in all-white garments, and about my feet with golden sandals; and around the girdle long serpents dart forward, creeping upon undefiled tracks, suspended from above out of her very head down to the tips of her feet, coiling in spirals all around in due order.
Ὕλη δὲ, φησὶν,
And the matter, she says,
Ἢ Παρίοιο λίθου, ἢ εὐξέστου ἐλέφαντος. »
Either of Parian stone, or of well-polished ivory."
ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ.
Chapter XIV.
Ὅτι καὶ μαγεύειν προτρέπουσιν.
That they also urge men to practise magic.
« Ἐμφαίνουσι δὲ πολλαχοῦ οἱ θεοὶ ἅπερ λέγουσι προσημαίνοντες, τῷ ἑκάστου γινώσκειν τὴν γενέσεως σύστασιν, εἶναι αὐτοὺς, εἰ οὕτω χρὴ φάναι, ἄκρους τε μάγους, καὶ ἄκρους γενεθλιαλόγους. Καὶ πάλιν ἐν χρησμοῖς ἔφη τὸν Ἀπόλλωνα εἰπεῖν·
"And in many places the gods, foretelling what they say by knowing the constitution of each person's nativity, indicate that they themselves are, if one must so speak, both consummate magicians and consummate astrologers. And again he said that Apollo spoke in oracles:
Κληῗζειν Ἑρμῆν ἠδ' Ἡέλιον κατὰ ταῦτα Ἡμέρῃ Ἡελίου· μήνην δ' ὅτε τῆσδε παρείη Ἡμέρη, ἠδὲ Κρόνον, ἠδ' ἑξείης Ἀφροδίτην, Κλήσεσιν ἀφθέγκτοις, ἃς εὗρε μάγων ὄχ' ἄριστος Τῆς ἑπταφθόγγου βασιλεὺς, ὃν πάντες ἴσασιν.
Call upon Hermes and Helios accordingly on the day of Helios; and the Moon, whenever her day is present, and Cronus, and in order thereafter Aphrodite, with unutterable invocations, which far the best of magicians discovered, the king of the seven-toned, whom all men know.
Ὀστάνην λέγεις, εἰπόντων, ἐπήγαγεν·
When they said, You mean Ostanes, he added:
Καὶ σφόδρα, καὶ καθ' ἕκαστον ἀεὶ θεὸν ἑπτακιφώνην.
Very much so, and for each god continually the sevenfold voice.
Ὁ δ' αὐτὸς καὶ ταῦτα παρατίθησιν. Ἔστι δὲ σύμβολα μὲν τῆς Ἑκάτης κηρὸς τρίχρωμος ἐκ λευκοῦ, καὶ μέλανος, καὶ ἐρυθροῦ συνεστὼς, ἔχων τύπον Ἑκάτης φερούσης μάστιγα καὶ λαμπάδα, καὶ ξίφος, περὶ ἣν εἰλήσθω δράκων. Οὐρανοῦ δὲ ἀστέρες οἱ θαλάττιοι, πρὸ τῶν θυρῶν πεπατταλευμέναι. Ταῦτα γὰρ οἱ θεοὶ αὐτοὶ μεμηνύκασι διὰ τούτων. Λέγει δὲ ὁ Πάν·
And the same writer sets down these things also: Now the symbols of Hecate are three-coloured wax composed of white, and black, and red, bearing an imprint of Hecate carrying a whip and a torch and a sword, around whom let a serpent be coiled; and of Uranus, sea-stars nailed up before the doors. For the gods themselves have disclosed these things through the following words; and Pan says:
Τούσδε δ' αὖ ἐλαύνετε, Κηρὸν ἐν πυρὸς μένει Θέντες αἰόλου χροός· Λευκὸς ἔστω καὶ μέλας, Καί τε πῦρ φαεσφόρον Ἄνθρακος πεφλεγμένου, Δεῖμα νερτέρων κυνῶν. Γλύμμα δεινὸν Ἑκάτης, Λαμπὰς ἔστω πρὸς χέρας, Καὶ ξίφος τὸ ποίνιμον, Καὶ δράκων περισταλὴς Ἅμμασι κόρην κρατῶν, Δεινὸν ἀμφὶ κρᾶτα θείς, Αἰόλη τε κλεὶς ὁμοῦ, Καὶ τὸ δαιμόνων κράτος Μάστιγος ψόφος πολύς. »
And drive these in turn, placing in the might of fire wax of variegated hue: let it be white and black, and the light-bearing fire of kindled coal, a terror of nether hounds. A dread carving of Hecate: let there be a torch at her hands, and the avenging sword, and a wrapping serpent holding the maiden in its coils, setting them dreadly about her head, and a nimble key together, and the power of daemons, the loud crack of the whip."
Διὰ τούτων καὶ τῶν τούτοις ὁμοίων ὁ γενναῖος Ἑλλήνων φιλόσοφος, ὁ θαυμαστὸς θεολόγος, ὁ τῶν ἀποῤῥήτων μύστης, τὴν ἐκ λογίων φιλοσοφίαν ὡς ἀπόῤῥητα θεῶν περιέχουσαν λόγια παραφαίνει, ἄντικρυς τῆς πονηρᾶς καὶ δαιμονικῆς ἀληθῶς δυνάμεως ἐξαγορεύων τὰς κατ' ἀνθρώπων ἐνέδρας. Τί γὰρ ἂν εἴη βιωφελὲς ἀνθρώποις ἐκ τῆς κακοτέχνου γοητείας; τί δ' ἂν ἔχοι θεοφιλὲς ἡ τῶν ἀψύχων ξοάνων περιερ-
Through these things and things like them the noble philosopher of the Greeks, the marvellous theologian, the initiate of secret mysteries, displays the philosophy from oracles as containing secret oracles of the gods, downrightly proclaiming the ambushes laid against mankind by a wicked and truly daemonic power. For what could be serviceable for life to mankind out of evil-arted sorcery? And what thing dear to God could belong to lifeless carved images and their curious
Notes, col. 348

On the reading

Printed Κληῗζειν, for Κληΐζειν.

PG 21:349Read from the page
γία; Ποίας δ' εἰκὼν ἐνθέου γένοιτ' ἂν δυνάμεως ἡ τῶν τοιῶνδε σχημάτων μόρφωσις; Τί δ' οὐ μᾶλλον φιλοσοφεῖν, ἢ μαγεύειν καὶ τὰ ἀπειρημένα διώκειν συμβουλεύειν ἐχρῆν, τοῦ κατ' ἀρετὴν καὶ φιλοσοφίαν τρόπου πρὸς εὐδαίμονα καὶ μακάριον βίον αὐτάρκους τυγχάνοντος; Ὁ δὲ, ἐπιτείνων τὸν οἰκεῖον ἔλεγχον, προστίθησι τοῖς εἰρημένοις καὶ ταῦτα.
meddling? And of what sort of divine power could the shaping of figures such as these be an image? And why ought they not rather to have counselled men to philosophize than to practise magic and pursue forbidden things, since the way of life according to virtue and philosophy is self-sufficient towards a happy and blessed life? Yet he, pressing home his own refutation, adds to what has been said these things also.
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ.
Chapter XV.
Ὅτι καὶ τὰς ἀψύχους ὕλας φιλοῦσιν.
That they also love lifeless matters.
« Ὅτι δὲ φιλοῦσι τὰ σύμβολα τῶν χαρακτήρων, ἡ Ἑκάτη παραβάλλουσα πρὸς ἃ φιλοῦσιν οἱ ἄνθρωποι, μεμήνυκε διὰ τούτων·
"And that they love the symbols of engraved characters, Hecate, comparing them with the things that men love, has disclosed through these words:
Τίς βροτὸς οὐ πεπόθηκε χαρακτῆρας ὀπάσασθαι, Χρυσοῦ, καὶ χαλκοῦ, καὶ ἀργύρου αἰγλήεντος; Τίς δὲ τὰ δ' οὐ φιλέει, τῶν δὴ καθύπερθεν ἐφεστὼς, Εἰς ἓν ἀγειρόμενος εἴρω πολυμοιρέα φώτων;
What mortal has not longed to procure stamped characters of gold, and of bronze, and of gleaming silver? And who does not love these things, standing over which indeed, gathered into one, I knit together the manifold fates of mortals?
Οὐ μόνον δ' ὅτι φίλοι οἱ χαρακτῆρες δεδήλωκεν, ἀλλ' ὅτι καὶ, ὅπερ ἔφαμεν, αὐτοῖς περιγράφονται, καί εἰσιν οἷον ἐν ἱερῷ χωρίῳ τῇ ὑποκειμένῃ εἰκόνι· οὐ γὰρ ἐπὶ γῆς ὀχεῖσθαι, ἀλλ' ἐπὶ γῆς ἱερᾶς ἐδυνήθησαν· ἱερὰ δὲ ἡ εἰκόνα φέρουσα θεοῦ, ἧς ἀρθείσης λέλυται τὸ κρατοῦν ἐπὶ γῆς τὸ θεῖον. » Διὰ γοῦν τούτων ἡγοῦμαι σαφῶς ἐληλέγχθαι, ὡς ἄρα περίγειοί τινες καὶ φιλοπαθεῖς δαίμονες ἥλωσαν αὐτῶν ὄντες οἱ θεοί· διό μοι δοκῶ σώφρονι λογισμῷ τὴν ἀποστροφὴν αὐτῶν πεποιῆσθαι. Ὀρᾷς γοῦν ὡς κρατεῖν αὐτοὺς ἔν τισι γῆς χωρίοις τοὺς κατὰ μαγείαν φασὶ τύπους, καὶ τοὺς τοιούσδε χαρακτῆρας· δέον, εἴπερ ἄρα θεῖόν τι ἦν ἀληθῶς, μηδ' ἀλλαχῆ πη ἐπιβαίνειν ἢ ἐν μόνῃ ψυχῆς διανοίᾳ, καὶ ταύτῃ παντὸς ῥύπου καὶ πάσης κηλίδος κεκαθαρμένῃ, σωφροσύνῃ τε καὶ δικαιοσύνῃ, καὶ ταῖς ἄλλαις ἀρεταῖς κεκοσμημένῃ. Τούτων γὰρ ἐν ἀνθρώπου ψυχῇ, ὡς ἐν ἀληθῶς ἱερῷ χωρίῳ, προϋποκειμένων, εἰκότως ἂν ἐπέλθοι θείου Πνεύματος παρουσία· καὶ οὐκέτι χρεία τῆς κακοτέχνου γοητείας, τῶν εἰς ὑποδοχὴν τοῦ θείου κατὰ τὴν ἐνάρετον καὶ φιλόθεον ψυχὴν προηυτρεπισμένων. Ὥστε διαῤῥήδην ἐξ ἁπάντων τούτων περιγείους τινὰς ἁλίσκεσθαι, φιλοπαθεῖς τε καὶ φιλοσωμάτους ὑπάρχειν δαίμονας, τοὺς περὶ ὧν ἄρτι ἐλέγομεν. Ἀλλὰ γὰρ ἑξῆς τούτοις, ἄκουε οἷα ὁ αὐτὸς συγγραφεύς φησι περὶ τοῦ ἐκλελοιπέναι αὐτῶν τὰ βοώμενα χρηστήρια.
And she has made plain not only that the characters are dear to them, but also that, just as we said, they are circumscribed by them, and are as it were in a sacred place in the underlying image; for they were not able to ride upon earth, save upon sacred earth; and sacred is that which bears an image of a god, when which is taken away, that which holds fast the divine upon earth is dissolved." Through these things, at any rate, I deem it to have been clearly proved that their gods were convicted of being after all certain earthbound and passion-loving daemons; wherefore I think myself to have turned away from them with sober reasoning. You see, at any rate, how they say that magical figures and characters of such a sort hold them fast in certain places of the earth; whereas it was needful, if indeed it were truly something divine, that it should set foot nowhere else at all than solely in the understanding of a soul, and that too purified from every defilement and every stain, and adorned with temperance and righteousness and the other virtues. For when these are previously laid down in a human soul, as in a truly sacred place, the presence of a divine Spirit might reasonably visit it; and there is no longer need of evil-arted sorcery, once the things for the reception of the divine have been prepared beforehand throughout the virtuous and God-loving soul. So that from all these things those of whom we were just now speaking are expressly convicted of being certain earthbound daemons, passion-loving and body-loving. However, next after these things, hear what the same writer says concerning the failure of their celebrated oracles.
ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ.
Chapter XVI.
Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων ἔχρησεν αὐτὸς ὁ Ἀπόλλων.
Concerning the failed oracles Apollo himself gave an oracle.
« Ἀμφὶ δὲ Πυθώ οι Κλαρίην τε μαντεύματα Φοίβου
"And concerning Pytho for him and Claros, the oracles of Phoebus
Notes, col. 349

On the reading

Printed Ὀρᾷς, for Ὁρᾷς.

Printed οι, for οἱ.

PG 21:352Read from the page
Αὐδήσει φάτις ἡμετέρη θεμιτώδεσιν ὀμφαῖς. Μυρία μὲν γαίης μαντήϊα θέσκελα νώτῳ Ἐβλύσθη, πηγαί τε καὶ ἄσθματα δινήεντα· Καὶ τὰ μὲν ἂψ χθονίοισιν ὑπαὶ κόλποισιν ἔδεκτο Αὐτὴ γαῖα χανοῦσα, τὰ δ' ὤλεσε μυρίος αἰών. Μούνῳ δ' Ἠελίῳ φαεσιμβρότῳ εἰσέτ' ἔασιν Ἐν Διδύμων γυάλοις Μυκαλήϊον ἔνθεον ὕδωρ, Πυθῶνός τ' ἀνὰ πέζαν ὑπαὶ Παρνάσσιον αἶπος· Καὶ κραναὴ Κλαρίη, τρηχὺ στόμα Φοιβάδος ὀμφῆς.
our utterance shall declare with law-giving voices. Countless wondrous seats of divination gushed forth upon the back of earth, both springs and whirling breaths; and some of them earth herself, yawning open, received back beneath her subterranean bosoms, while others measureless time destroyed. Only for Helios, light-bringer to mortals, do there still remain in the hollows of Didyma the inspired Mycaleian water, and along the plain of Pytho beneath the Parnassian steep, and rocky Claros, harsh mouth of the Phoebus-inspired voice.
Νικαεῦσι δὲ χρῶν ἔφη·
And giving an oracle to the Nicaeans he said:
Πυθῶνος δ' οὐκ ἔστιν ἀναῤῥῶσαι λάλον ὀμφήν· Ἤδη γὰρ δολιχοῖσιν ἀμαυρωθεῖσα χρόνοισιν, Βέβληται κληῗδας ἀμαντεύτοιο σιωπῆς. Ῥέξατε δ' ὡς ἔθος ἐστὶ θεόπροπα θύματα Φοίβῳ. »
It is not possible to restore the speaking voice of Pytho; for weakened already by long ages, she has had laid upon her the bolts of unprophesying silence. Yet offer, as is customary, prophetic sacrifices to Phoebus."
Τούτοις κατὰ καιρὸν ἐνταῦθα προσήκει καὶ τὰ Πλουτάρχου προσθεῖναι, ἀφ' οὗ πεποίηται συγγράμματος περὶ τῶν ἐκλελοιπότων χρηστηρίων. « Παυσαμένου δὲ τοῦ Ἀμμωνίου, μᾶλλον, ἔφην ἐγὼ, περὶ τοῦ μαντείου δίελθε ἡμῖν, ὦ Κλεόμβροτε. Μεγάλη γὰρ ἦν πάλαι δόξα τῆς ἐκεῖ θεότητος, τὰ δὲ νῦν ἔοικεν ἀπομαραίνεσθαι. Τοῦ δὲ Κλεομβρότου σιωπῶντος καὶ κάτω βλέποντος, ὁ Δημήτριος οὐδὲν ἔφη δεῖν περὶ τῶν ἐκεῖ πυνθάνεσθαι, καὶ διαπορεῖν τὴν ἐνταῦθα τῶν χρηστηρίων ἀμαύρωσιν· μᾶλλον δὲ, πλὴν ἑνὸς ἢ δυοῖν, ἁπάντων ἔκλειψιν ὁρῶντας, ἀλλὰ κοινῇ σκοπεῖν, δι' ἣν αἰτίαν οὕτως ἐξησθένηκε ταῦτα. Τὰ γὰρ ἄλλα τί δεῖ λέγειν, ὅπου γε τὴν Βοιωτίαν, ἕνεκεν χρηστηρίων πολύφωνον οὖσαν ἐν τοῖς πρὶν χρόνοις, νῦν ἐπιλέλοιπε κομιδῇ, καθάπερ νάματα, καὶ πολὺς ἔσχε μαντικῆς αὐχμὸς τὴν χώραν. Οὐδαμοῦ γὰρ ἀλλαχόθι νῦν ἢ περὶ Λεβάδειαν ἡ Βοιωτία παρέχει τοῖς χρήζουσιν ἀρύσασθαι μαντικῆς· τῶν δ' ἄλλων τὰ μὲν σιγὴ, τὰ δὲ παντελὴς ἐρημία κατέσχεν. » Ἔτι πρὸ τούτοις ὁ αὐτὸς περὶ τοῦ καὶ θνήσκειν τοὺς αὐτῶν δαίμονας ταῦτά φησι.
To these things it is seasonable here to add also the words of Plutarch, from the treatise which he composed concerning the oracles that have failed. "When Ammonius had ceased, Rather, said I, recount to us concerning the oracle, O Cleombrotus; for of old the renown of the divinity there was great, whereas now it seems to be fading away. And as Cleombrotus kept silent and looked downwards, Demetrius said that there was no need to inquire about the matters there and be perplexed at the dimming of the oracles here—or rather, seeing the failure of all save one or two—but to consider in common through what cause they have grown thus enfeebled. For what need is there to speak of other places, when Boeotia, which in former times was many-voiced on account of oracles, they have now utterly failed just like streams, and a great drought of divination has gripped the land? For nowhere else now than around Lebadeia does Boeotia afford to those who desire it to draw from divination; whereas of the rest, silence has overtaken some, and utter desolation others." Still in addition to these things, the same writer speaks thus concerning the fact that their daemons also die.
Notes, col. 352

On the reading

Printed πρὸ, for πρὸς.

PG 21:353Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ.
Chapter XVII.
Περὶ τοῦ καὶ θνήσκειν τοὺς δαίμονας, οὓς δὴ ὡς θεοὺς τιμῶσιν.
Concerning the fact that the daemons, whom indeed they honour as gods, also die.
« Τὸ μὲν ἐφεστάναι τοῖς χρηστηρίοις, εἶπε, μὴ θεοὺς, οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσήκει, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι· τὸ δὲ τοῖς δαίμοσι τούτοις, μονονουχὶ ῥάγδην λαμβάνοντας ἐκ τῶν ἐπῶν τοῦ Ἐμπεδοκλέους, ἁμαρτίας, καὶ ἄτας, καὶ πλάνας θεηλάτους ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, θρασύτερον ἡγοῦμαι καὶ βαρβαρικώτερον. Ἠρώτησεν οὖν ὁ Κλεόμβροτος τὸν Φίλιππον, ὅστις εἴη, καὶ πόθεν ὁ νεανίας· πυθόμενος δὲ τοὔνομα καὶ τὴν πόλιν, Οὐδὲ αὐτοὺς, ἔφη, λανθάνομεν, ὦ Ἡρακλέων, ἐν λόγοις γεγονότες ἀτόποις. Ἀλλ' οὐκ ἔστι περὶ πραγμάτων μεγάλων μὴ μεγάλαις προσχρησάμενον ἀρχαῖς, ἐπὶ τὸ εἰκὸς τῇ δόξῃ προελθεῖν. Σὺ δὲ σεαυτὸν λέληθας, ὃ δίδως ἀφαιρούμενος. Ὁμολογεῖς γὰρ εἶναι δαίμονας· τῷ δὲ μὴ φαύλους ἀξιοῦν εἶναι, μηδὲ θνητοὺς, οὐκ ἔτι δαίμονας φυλάττεις. Τίνι γὰρ τῶν θεῶν διαφέρουσιν, εἰ καὶ κατ' οὐσίαν τὸ ἄφθαρτον, καὶ κατ' ἀρετὴν τὸ ἀπαθὲς καὶ ἀναμάρτητον ἔχουσι; Πρὸς ταῦτα τοῦ Ἡρακλέωνος σιωπῇ διανοουμένου, πρὸς αὐτὸν ὁ Φίλιππος· Ἀλλὰ φαύλους μὲν δαίμονας οὐκ Ἐμπεδοκλῆς μόνον, ὦ Ἡρακλέων, ἀπέλιπεν, ἀλλὰ καὶ Πλάτων, καὶ Ξενοκράτης, καὶ Χρύσιππος, καὶ Δημόκριτος εὐχόμενος εὐλόγων εἰδώλων τυγχάνειν, δῆλος ἦν ἕτερα δυστράπελα καὶ μοχθηρὰ γινώσκων, ἔχοντα προαιρέσεις τινὰς καὶ ὁρμάς. Περὶ δὲ τοῦ θανάτου τῶν τοιούτων ἀκήκοα λόγον ἀνδρὸς οὐκ ἄφρονος, οὐδὲ ἀλαζόνος. Αἰμιλιανοῦ γὰρ τοῦ ῥήτορος, οὗ καὶ ἡμῶν ἔνιοι διακηκόασιν, Ἐπιθέρσης ἦν πατὴρ, ἐμὸς πολίτης καὶ διδάσκαλος γραμματικῶν. Οὗτος ἔφη, ποτὲ πλέων εἰς Ἰταλίαν, ἐπιβῆναι νηὸς ἐμπορικὰ χρήματα καὶ συχνοὺς ἐπιβάτας ἀγούσης. Ἑσπέρας δ' ἤδη περὶ τὰς Ἐχινάδας νήσους ἀποβῆναι τὸ πνεῦμα, καὶ τὴν ναῦν διαφερομένην πλησίον γενέσθαι Παξῶν. Ἐγρηγορέναι δὲ τοὺς πλείστους καὶ πίνειν, ἐπεὶ δεδειπνηκότες ἦσαν· ἐξαίφνης δὲ φωνῆς ἀπὸ νήσου τῶν Παξῶν ἀκουσθῆναι, Θαμνοῦν τινος βοῇ καλοῦντος, ὥστε θαυμάζειν· ὁ γὰρ Θαμνοῦς Αἰγύπτιος ἦν κυβερνήτης, οὐδὲ τῶν ἐμπλεόντων γνώριμος
"That there preside over the oracles, he said, not gods, for whom it is fitting to be freed from earthly concerns, but daemons who are ministers of gods, seems to me not ill maintained; yet to attribute to these daemons—all but snatching impetuously from the verses of Empedocles—sins, and ruinous delusions, and god-sent wanderings, and finally to suppose deaths also for them just as of men, I consider too bold and too barbaric. Cleombrotus therefore asked Philip who the young man was and from where; and having learned his name and his city, We ourselves are not unaware, O Heracleon, said he, that we have entered into strange arguments; yet in dealing with great matters it is impossible, without employing great principles as well, to advance in opinion to what is probable. But you escape your own notice taking back what you grant. For you admit that daemons exist; yet by claiming that they are neither wicked nor mortal, you no longer preserve them as daemons. For wherein do they differ from the gods, if both in essence they possess incorruptibility, and in virtue impassibility and sinlessness? While Heracleon was pondering over these things in silence, Philip said to him: Nay, wicked daemons not Empedocles alone, O Heracleon, left on record, but Plato also, and Xenocrates, and Chrysippus; and Democritus too, in praying to meet with propitious phantom-images, plainly recognized others that are perverse and depraved, possessing certain purposes and impulses. And concerning the death of beings such as these, I have heard an account from a man neither foolish nor boastful. For of Aemilianus the rhetorician, whom some of us also have heard lecturing, the father was Epitherses, my fellow-citizen and a teacher of grammar. He said that once, when sailing to Italy, he embarked on a ship carrying merchant cargo and many passengers. When it was already evening, around the Echinades islands the wind died away, and the ship, drifting across, came near Paxi. Most were awake and drinking after they had dined; and suddenly a voice was heard from the island of Paxi, someone calling Thamnus aloud, so that they marvelled; for Thamnus was an Egyptian pilot, not even known among those sailing on board
PG 21:356Read from the page
ἦν πολλοῖς ἀπ' ὀνόματος. Δὶς μὲν οὖν κληθέντα, σιωπῆσαι, τὸ δὲ τρίτον ὑπακοῦσαι τῷ καλοῦντι· καὶ ἐκεῖνον ἐπιτείναντα φωνὴν εἰπεῖν· Ὀπόταν γένῃ κατὰ τὸ Παλῶδες, ἀπάγγειλον ὅτι Πὰν ὁ μέγας τέθνηκεν. Τοῦτο ἀκούσαντας ἔφη πάντας ἐκπλαγῆναι, καὶ διδόντας ἑαυτοῖς λόγον, εἴτε ποιῆσαι βέλτιον ἦν τὸ προστεταγμένον εἴτε μὴ πολυπραγμονεῖν, ἀλλ' ἐᾷν, οὕτω γνῶναι τὸν Θαμνοῦν· εἰ μὲν εἴη πνεῦμα, παραπλεῖν ἡσυχίαν ἔχοντα, νηνεμίας καὶ γαλήνης περὶ τὸν τόπον γενομένης, ἀνειπεῖν, ἃ ἤκουσεν. Ὡς οὖν ἐγένετο κατὰ τὸ Παλῶδες, οὔτε πνεύματος ὄντος, οὔτε κλύδωνος, ἐκ πρύμνης βλέποντα τὸν Θαμνοῦν πρὸς τὴν γῆν, εἰπεῖν, ὥσπερ ἤκουσεν, ὅτι Πὰν ὁ μέγας τέθνηκεν, ὀφθῆναι δὲ παυσάμενον αὐτὸν, καὶ γενέσθαι μέγαν οὐχ ἑνὸς, ἀλλὰ πολλῶν στεναγμὸν, ἅμα θαυμασμῷ μεμιγμένον. Οἷα δὲ πολλῶν ἀνθρώπων παρόντων, ταχὺ τὸν λόγον ἐν τῇ Ῥώμῃ σκεδασθῆναι, καὶ Θαμνοῦν γενέσθαι μετάπεμπτον ὑπὸ τοῦ Τιβερίου Καίσαρος· οὕτω δὲ πιστεῦσαι τῷ λόγῳ τὸν Τιβέριον, ὥστε διαπυνθάνεσθαι καὶ ζητεῖν περὶ τοῦ Πανός· εἰκάζειν δὲ τοὺς περὶ αὐτὸν φιλολόγους συχνοὺς ὄντας τὸν ἐξ Ἑρμοῦ καὶ Πηνελόπης γεγενημένον. Ὁ μὲν οὖν Φίλιππος εἶχε τῶν παρόντων ἐνίους μάρτυρας, Αἰμιλιανοῦ τοῦ γέροντος ἀκηκοότας· ὁ δὲ Δημήτριος ἔφη τῶν περὶ τὴν Βρετανίαν νήσων εἶναι πολλὰς ἐρήμους σποράδας, ὧν ἐνίας δαιμόνων καὶ ἡρώων ὀνομάζεσθαι· πλεῦσαι δὲ αὐτὸς ἱστορίας καὶ θέας ἕνεκα πομπῇ τοῦ βασιλέως εἰς τὴν ἔγγιστα κειμένην τῶν ἐρήμων, ἔχουσαν οὐ παλλοὺς ἐποικοῦντας, ἱεροὺς δὲ καὶ ἀσύλους πάντας ὑπὸ τῶν Βρετανῶν ὄντας. Ἀφιγμένου δε αὐτοῦ νεωστὶ, σύγχυσιν μεγάλην περὶ τὸν ἀέρα, καὶ διοσημίας πολλὰς γενέσθαι, καὶ πνεύματα καταῤῥαγῆναι, καὶ πεσεῖν πρηστῆρας. Ἐπεὶ δ' ἐλώφησε, λέγειν τοὺς νησιώτας ὅτι τῶν κρειττόνων τινὸς ἔκλειψις γέγονεν. Ὡς γὰρ λύχνος ἀναπτόμενος, φάναι, δεινὸν οὐδὲν ἔχει, σβεννύμενος δὲ πολλοῖς λυπηρός ἐστιν· οὕτως αἱ μεγάλαι ψυχαὶ τὰς μὲν ἀναλάμψεις εὐμενεῖς καὶ ἀλύπους ἔχουσιν, αἱ δὲ σβέσεις αὐτῶν καὶ φθοραὶ, πολλάκις μὲν, ὡς νῦν, πνεύματα καὶ χαλάζας τρέφουσι, πολλάκις δὲ λοιμικοῖς πάθεσι τὸν ἀέρα φαρμάττουσιν. Ἐκεῖ μέντοι μίαν εἶναι νῆσον, ἐν ᾗ τὸν Κρόνον καθεῖρχθαι φρουρούμενον ὑπὸ τοῦ Βριάρεω καθεύδοντα· δεσμὸν γὰρ αὐτῷ τὸν ὕπνον μεμηχανῆσθαι. Πολλοὺς δὲ περὶ αὐτὸν εἶναι δαίμονας ὀπαδοὺς καὶ θεράποντας. » Τοσαῦτα δὲ ὁ Πλούταρχος. Ἐπιτηρῆσαι δὲ ἄξιον τὸν καιρὸν, ἐν ᾧ φησι τὸν θάνατον γεγονέναι τοῦ δαίμονος. Οὗτος δὲ ἦν ὁ κατὰ Τιβέριον, καθ' ὃν ὁ ἡμέτερος Σωτὴρ, τὰς σὺν ἀνθρώποις ποιούμενος διατριβὰς, πᾶν γένος δαιμόνων ἐξελαύνειν τοῦ τῶν ἀνθρώπων ἀναγέγραπται βίου· ὥστε ἤδη τινὰς τῶν δαιμόνων γονυπετεῖν αὐτὸν, καὶ ἱκετεύειν μὴ τῷ περιμένοντι αὐτοὺς ταρτάρῳ παραδοῦναι. Ἔχεις οὖν καὶ τῆς τῶν δαιμόνων καθαιρέσεως τὸν χρόνον, οὐκ ἄλλοτε ἐξ αἰῶνος ἱστορηθείσης· ὥσπερ οὖν καὶ τῆς ἀνθρωποθυσίας τῶν ἐθνῶν τὴν κατάλυ-
to many by name. Having been called twice, then, he kept silent, and the third time answered the caller; and that speaker, raising his voice, said: Whenever you come opposite Palodes, announce that Pan the great has died. On hearing this, he said, all were astounded, and as they reasoned among themselves whether it were better to do what had been commanded or not to meddle, but let it alone, Thamnus resolved thus: if there should be a wind, to sail past keeping quiet, whereas if windlessness and calm came about the place, to proclaim aloud what he had heard. When therefore he came opposite Palodes, there being neither wind nor swell, Thamnus, looking from the stern towards the land, said just as he had heard, that Pan the great had died; and he was seen having ceased, and there arose a great groaning, not of one, but of many, mingled at once with amazement. And inasmuch as many people were present, the report was quickly spread in Rome, and Thamnus was sent for by Tiberius Caesar; and Tiberius gave such credence to the account that he inquired thoroughly and investigated concerning Pan; and the scholars about him, who were numerous, conjectured that it was the one born of Hermes and Penelope. Philip, accordingly, had several of those present as witnesses who had heard the aged Aemilianus. And Demetrius said that among the islands around Britain there are many uninhabited ones scattered about, some of which are named islands of daemons and of heroes; and that he himself sailed, for the sake of inquiry and observation, by escort of the king to the nearest of the uninhabited ones, which had not many settlers, yet all held sacred and inviolable by the Britons. Shortly after he had arrived, a great disturbance occurred in the air, and many portents in the sky, and gales burst forth, and fiery whirlwinds fell. And when it abated, the islanders said that a passing away of one of the mightier beings had taken place. For just as a lamp when kindled, they said, has nothing dreadful, yet when being extinguished is grievous to many, so great souls have their shinings forth kindly and harmless, whereas their extinctions and dissolutions oftentimes, as now, breed winds and hailstorms, and oftentimes poison the air with pestilential distempers. Moreover, they said that there is one island there in which Cronus is confined, guarded by Briareus as he sleeps; for sleep has been contrived as a bond for him, and around him are many daemons as attendants and servants." Thus much Plutarch. And it is worth marking closely the season in which he says the death of the daemon took place. Now this was the time under Tiberius, during which our Saviour, spending His sojourn among men, is recorded as driving every race of daemons out of human life; so that already certain of the daemons fell on their knees before Him, and besought Him not to deliver them over to the Tartarus awaiting them. You have, therefore, the time also of the overthrow of the daemons, recorded at no other time since the world began; just as indeed also, of the human sacrifice of the nations, the abolishing
Notes, col. 356

On the reading

Printed Ὀπόταν, for Ὁπόταν.

Printed παλλοὺς, for πολλοὺς.

Printed δε, for δὲ.