Λύσατέ μοι στεφάνους, καί μευ πόδας ὕδατι λευκῷ Ῥάνατε, καὶ γραμμὰς ἀπαλείψατε, καί γε μόλοιμι. Χειρὸς δεξιτερῆς δάφνης κλάδον ἄρατε χερσὶ, Ψήχετε οφθαλμοὺς διδύμους, ῥῖνάς τε προσώπου· Ἄρατε φῶτα γαίηθεν ἀναστήσαντες, ἑταῖροι. »
Loose my garlands, and sprinkle my feet with bright water, and wipe away the lines, and let me depart. With your hands take the branch of laurel from my right hand, wipe both eyes and the nostrils of the face; lift up the mortal, raising him from the earth, comrades."
Οἷς ἐπιλέγει ὁ συγγραφεύς· « Τὰς γραμμὰς τοίνυν παρακελεύεται ἀπαλείφειν, ἵνα ἀπέλθῃ· ταύτας γὰρ κρατεῖν, καὶ μέντοι καὶ τὸ ἄλλο σχῆμα τῆς ἐνδύσεως, διὰ τὸ φέρειν εἰκονίσματα τῶν κεκλημένων θεῶν. » Δεδεῖχθαι σαφῶς ἡγοῦμαι διὰ τούτων, ὅτι μηδὲν τὸ καθόλου θεοπρεπὲς, μήτε μέγα, μήτε ἀληθῶς θεῖον ἔνεστι τοῖς εἰς τοσοῦτον ταπεινότητος καταπεπτωκόσι πνεύμασιν, ὡς τοῖς τυχοῦσιν ἀνθρώποις ὑποσύρεσθαι, καθέλκεσθαί τε οὐ δι' ἀρετῆς καὶ σοφίας ἀνάληψιν, ἀλλ' εἰ μόνον τὰ τῆς περιέργου γοητείας μετέλθοιέν τε καὶ διαπράξοιντο. Οὔτ' οὖν ὀρθῶς ἁ Ῥόδιος Πυθαγόρας, οὔθ' ὁ τούτῳ ταύτην παρασχὼν τὴν μαρτυρίαν, οὔθ' ὁστισοῦν ἀνθρώπων θεοὺς προσείποι ἂν εὐλόγως· ἀλλ' οὐδὲ ἀγαθοὺς δαίμονας, τοὺς ὑπὸ θνητῶν ἀνθρώπων, καὶ ταῦτα γοήτων, οὐ κατὰ γνώμην οἰκείαν, βίᾳ δὲ καὶ ἀνάγκῃ συρομένους, καὶ μηδὲ τῆς τῶν δεσμῶν ἀπολύσεως τὴν ἐξουσίαν ἐφ' ἑαυτοῖς ἔχοντας. Ει γὰρ δὴ ἀβίαστον καὶ ἀκατανάγκαστον, καὶ πάντων κρεῖττον, τὴν φύσιν ἀπαθὲς ὂν καὶ ἐλεύθερον τὸ Θεῖον· πῶς ἂν εἶεν θεοὶ, μαγγανείαις ταῖς διὰ τοιῶνδε σχημάτων καὶ γραμμῶν καὶ τύπων, στεφάνοις τε καὶ τοῖς ἀπὸ γῆς ἄνθεσι, καί τισιν ἄλλοις ἀσήμοις καὶ βαρβάροις ἤχοις τε καὶ φωναῖς κηλούμενοι, καὶ τοῖς τυχοῦσιν ἀνθρώποις χειρούμενοι, καὶ ὡσπερεὶ δεσμοῖς καταδουλούμενοι, ὥστε μηδὲ τὴν αὐτεξούσιον καὶ προαιρετικὴν σώζειν ἐφ' ἑαυτοῖς δύναμιν; Πῶς δ' ἂν κἂν ἀγαθοὶ δαίμονες λεχθεῖεν, βίᾳ καὶ ἀνάγκῃ κατασπώμενοι; Τί γὰρ τὸ αἴτιον τοὺς ἄκοντας, οὐχὶ δὲ αὐτεξουσίους σφᾶς αὐτοὺς τοῖς βοηθείας δεομένοις ἐπιδιδόναι; Εἰ γὰρ ἐπ' ἀγαθῷ ποιοῦνται τὴν πάροδον ἀγαθοὶ ὄντες, καὶ εἴπερ τις ἦν ἐξ αὐτῶν ψυχῆς ὠφέλεια, χρῆν δήπου προαιρέσει τὸ ἀγαθὸν ἀσπάζεσθαι, φθάνοντας ταῖς εὐποιΐαις τοὺς δεομένους, ἀλλὰ μὴ περιμένειν ἀνάγκην. Εἰ δ' οὐ καλὸν ἦν, οὐδ' ὠφελοῦν τὸ πραττόμενον, διὸ μηδὲ κατὰ γνώμην αὐτοῖς γίνεσθαι, καὶ πῶς ἂν ἀγαθοὶ εἶεν, τὸ μὴ καλὸν μηδὲ συμφέρον πράττοντες; πῶς δὲ θαυμάζεσθαι ἄξιοι, καὶ θεραπείαις θεῶν τιμᾶσθαι, εἰ καὶ τοῖς τυχοῦσι γόησι τὸν τρόπον πανωλεστάτοις καταδουλούμενοι, καὶ τὸ μὴ καλὸν μηδὲ συμφέρον παρὰ γνώμην πράττειν ἀναγκαζόμενοι, ἀγόμενοί τε καὶ καθελκόμενοι, οὐ δι' ἀποχὴν σωφροσύνης ἀνθρώπων, οὐδὲ ἀρετῆς χάριν, ἤ τινος
To these words the writer subjoins: "He bids them, therefore, wipe away the lines, in order that he may depart; for these hold him fast, and indeed the rest of the fashion of his attire as well, because it bears representations of the gods who have been invoked." I think it has been clearly shown through these things that nothing at all befitting God, nor great, nor truly divine resides in spirits that have fallen into such depths of abasement as to be dragged along by chance men, and drawn down not through the assumption of virtue and wisdom, but if only men pursue and accomplish the practices of meddlesome sorcery. Neither, therefore, would Pythagoras of Rhodes rightly, nor he who furnished this testimony to him, nor any man whomsoever with good reason address as gods—nay, not even as good daemons—those who by mortal men, and sorcerers at that, are dragged not according to their own will, but by force and necessity, and do not even have in their own power the authority to loose their bonds. For if indeed the Divine is unforced and unconstrained, and superior to all things, being by nature impassible and free, how could those be gods who are charmed by sorceries wrought through such figures and lines and images, and by garlands and flowers from the earth, and by certain other meaningless and barbarous sounds and utterances, and who are subdued by chance men, and enslaved as though by bonds, so as not even to preserve in themselves their own self-determining and voluntary power? And how could they be called even good daemons, when dragged down by force and necessity? For what is the cause of their giving themselves up unwillingly, and not of their own free power, to those in need of help? For if, being good, they make their approach for a good end, and if indeed there were from them any benefit to the soul, they ought surely by choice to embrace the good, anticipating with their benefactions those in need, and not wait for necessity. But if what was done was neither noble nor beneficial, wherefore neither did it take place according to their will, how too could they be good, when doing what is neither noble nor expedient? And how could they be worthy to be admired, and to be honoured with the worship of gods, if they are enslaved even to chance sorcerers most utterly depraved in character, and compelled against their will to do what is neither noble nor expedient, being led and drawn down not on account of men's abstinence in temperance, nor for the sake of virtue, or of any