Migne Reading Room

PG 21 · cols. 737–748 · Read from the page

Preparation for the Gospel, Book IX

Preparation for the Gospel, Book IX

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:737Read from the page
Κατῆλθε λουτροῖς φαιδρῦναι τὸ ἑὸν δέμας. Νέον δ' ἰδοῦσα, καὶ λαβοῦσ' ἀνείλετο. Ἔγνω δ' Ἑβραῖον ὄντα· καὶ λέγει τάδε Μαριὰμ ἀδελφὴ προσδραμοῦσα βασιλίδι· Θέλεις τροφόν σοι τῷ παιδίῳ εὕρω ταχὺ Ἐκ τῶν Ἑβραίων; Ἡ δὲ ἐπένευσεν κόρη. Μολοῦσα δ' εἶπε μητρί· καὶ παρῆν ταχὺ Αὐτή γε μήτηρ, καὶ ἔλαβέν μ' ἐς ἀγκάλας. Εἶπεν δὲ θυγάτηρ βασιλέως· Τοῦτον, γύναι, Τρόφευε, κἀγὼ μισθὸν ἀποδώσω σέθεν. Ὄνομα δὲ Μωσῆν ὠνόμαζε, τοῦ χάριν Ὑγρᾶς ἀνεῖλεν ποταμίας ἀπ' ἠόνος.
She came down to brighten her body with baths. And seeing the newborn, she both took and lifted him up. And she knew that he was a Hebrew; and Miriam my sister, running up to the princess, speaks these words: Do you wish that I find for you quickly a nurse for the child from among the Hebrews? And the maiden nodded assent. And going she told my mother; and quickly my mother herself was present, and took me into her arms. And the daughter of the king said: Nurse this child, woman, and I will pay your wage. And by name she named [me] Moses, on account of this, that she lifted [me] from the wet river-shore.
Τούτοις μεθ' ἕτερα ἐπιλέγει, καὶ περὶ τούτων ὁ Ἐζεκιῆλος ἐν τῇ τραγῳδίᾳ, τὸν Μωϋσῆν παρεισάγων λέγοντα·
To these things, after other matters, Ezekiel also adds concerning these things in the tragedy, introducing Moses as saying:
Ἐπεὶ δὲ καιρὸς νηπίων παρῆλθέ μοι, Ἦγέν με μήτηρ βασιλίδος πρὸς δώματα, Ἅπαντα μυθεύσασα, καὶ λέξασά μοι Γένος πατρῷον, καὶ Θεοῦ δωρήματα. Ἕως μὲν οὖν τὸν παιδὸς εἴχομεν χρόνον, Τροφαῖσι βασιλικαῖσι καὶ παιδεύμασιν Ἅπανθ' ὑπισχνεῖθ', ὡς ἀπὸ σπλάγχνων ἑῶν· Ἐπεὶ δὲ πλήρης κόλπος ἡμερῶν παρῆν, Ἐξῆλθον οἴκων βασιλικῶν· (πρὸς ἔργα γὰρ Θυμός μ' ἄνωγε καὶ τέχνασμα βασιλέως·) Ὁρῶ δὲ πρῶτον ἄνδρας ἐν χειρῶν νόμῳ Τὸν μὲν γένος Ἑβραῖον, τὸν δ' Αἰγύπτιον. Ἰδὼν δ' ἐρήμους, καὶ παρόντα μηδένα, Ἐῤῥυσάμην μὲν ἀδελφὸν, τὸν δ' ἔκτειν' ἐγώ. Ἔκρυψα δ' ἄμμῳ τοῦτον, ὥστε μὴ εισιδεῖν Ἕτερόν τιν' ἡμᾶς, κἀπογυμνῶσαι φόνον. Τῇ 'παύριον δὲ πάλιν ἰδὼν ἄνδρας δύο, Μάλιστα δι' αὐτῶν συγγενεῖς κακουμένους, Λέγω· Τί τύπτεις ἀσθενέστερον σέθεν; Ὁ δ' εἶπεν· Ἡμῖν τίς σ' ἀπέστειλε κριτὴν, Ἢ 'πιστάτην ἐνθαῦθα; Μὴ κτενεῖς σὺ μὲ, Ὥσπερ τὸν ἐχθὲς ἄνδρα; Καὶ δείσας ἐγὼ Ἔλεξα· Πῶς ἐγένετο συμφανὲς τόδε; Τίς πάντα βασιλεῖ ταῦτ' ἀπήγγειλεν ταχύ; Ζητεῖ δὲ Φαραὼ τὴν ἐμὴν ψυχὴν λαβεῖν· Ἐγὼ δ' ἀκούσας, ἐκποδὼν μεθίσταμαι, Καὶ νῦν πλανῶμαι γῆν ἐπ' ἀλλοτέρμονα.
And when the time of infancy had passed for me, my mother led me to the palace of the princess, having recounted all things and told me my ancestral race and the gifts of God. While therefore we had the time of boyhood, in royal nurture and education she promised all things, as though from her own womb; but when the full bosom of days was present, I went forth from the royal house (for my spirit urged me towards deeds, and the artifice of the king); and first I see men at blows of hands, the one a Hebrew by race, the other an Egyptian. And seeing them alone, and no one present, I rescued my brother, and the other I slew. And I hid this man in the sand, so that no other person might behold us and lay bare the slaughter. And on the morrow, again seeing two men, chiefly kinsmen being mistreated through themselves, I say: Why do you strike one weaker than yourself? And he said: Who sent you as a judge or overseer for us here? Will you slay me, just like yesterday's man? And fearing, I said: How did this become manifest? Who reported all these things quickly to the king? And Pharaoh seeks to take my life; and I, having heard, remove myself out of the way, and now wander over a foreign-bordered land.
Εἶτα περὶ τῶν τοῦ Ῥαγουὴλ θυγατέρων οὕτως ἐπιβάλλει·
Then concerning the daughters of Raguel he subjoins thus:
Ὁρῶ δὲ ταύτας ἑπτὰ παρθένους τινάς.
And I see here some seven maidens.
Ἐρωτήσαντός τε αὐτοῦ, τίνος εἴησαν αἱ παρθένοι, φησὶν ἡ Σεπφώρα·
And when he asked whose the maidens might be, Sepphora says:
Λιβύη μὲν ἡ γῆ πᾶσα κλήζεται, ξένε· Οἰκοῦσι δ' αὐτὴν φῦλα παντοίων γενῶν, Αἰθίοπες ἄνδρες μέλανες. Ἄρχων δ' ἐστὶ γῆς Εἷς, καὶ τύραννος, καὶ στρατηλάτης μόνος. Ἄρχει δὲ πόλεως τῆσδε, καὶ κρίνει βροτοὺς Ἱερεὺς, ὅς ἐστ' ἐμοῦ τε καὶ τούτων πατήρ.
Libya indeed the whole land is called, stranger; and tribes of all manner of races inhabit it, dark Ethiopian men. And there is one ruler of the land, both sovereign and sole commander of the host. And there rules this city and judges mortals a priest, who is father both of me and of these.
Εἶτα περὶ τοῦ ποτισμοῦ τῶν θρεμμάτων διελθὼν, περὶ τοῦ τῆς Σεπφώρας ἐπιβάλλει γάμου, δι' ἀμοιβαίων παρεισάγων τόν τε Χοὺμ καὶ τὴν Σεπφώραν λέγοντας·
Then having gone through the watering of the flocks, he subjoins concerning the marriage of Sepphora, introducing in dialogue both Chum and Sepphora as saying:
Ὅμως κατειπεῖν χρή σε, Σεπφώρα, τάδε Σένῳ· Πατήρ με τῷδ' ἔδωκεν εὐνέτιν.
Nevertheless you must declare these things, Sepphora, to the stranger: My father gave me to this man as wife.
ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ.
Chapter XXIX.
Δημητρίου, περὶ τοῦ αὐτοῦ.
Of Demetrius, concerning the same.
Δημήτριος δὲ περὶ τῆς ἀναιρέσεως τοῦ Αἰγυπτίου, καὶ τῆς διαφορᾶς τῆς πρὸς τὸν μηνύσαντα τὸν τελευ-
And Demetrius, concerning the slaying of the Egyptian, and the quarrel with him who informed on the de-
Notes, col. 737

On the reading

Printed εισιδεῖν, for εἰσιδεῖν.

Printed Σένῳ, for Ξένῳ.

PG 21:740Read from the page
τήσαντα, ὁμοίως τῷ τὴν ἱερὰν βίβλον γράψαντι ἱστόρησε. Φυγεῖν μέντοι γε τὸν Μωϋσῆν εἰς Μαδιὰν, καὶ συνοικῆσαι ἐκεῖ τῇ Ἰοθὸρ θυγατρὶ Σεπφώρᾳ, ἣν εἶναι, ὅσα στοχάζεσθαι ἀπὸ τῶν ὀνομάτων, τῶν γενομένων ἐκ Χεττούρας, τοῦ Ἀβραὰμ γένους, ἐκ τοῦ Ἰεξὰν τοῦ γενομένου Ἀβραὰμ ἐκ Χεττούρας· ἐκ δὲ τοῦ Ἰεξὰν γενέσθαι Δαδάν· ἐκ δὲ Δαδὰν Ῥαγουήλ· ἐκ δὲ Ῥαγουὴλ Ἰοθὸρ καὶ Ἀβάβ· ἐκ δὲ τοῦ Ἰοθὸρ Σεπφώραν, ἣν γῆμαι Μωσῆν. Καὶ τὰς γενεὰς δὲ συμφωνεῖν. Τὸν γὰρ Μωσῆν εἶναι ἀπὸ Ἀβραὰμ ἕβδομον, τὴν δὲ Σεπφώραν ἕκτην. Συνοικοῦντος γὰρ ἤδη τοῦ Ἰσαὰκ, ἀφ' οὗ Μωσῆν εἶναι, γῆμαι Ἀβραὰμ τὴν Χεττούραν ὄντα ἐτῶν ρμʹ, καὶ γεννῆσαι Ἰσαὰρ ἐξ αὐτῆς δεύτερον· τὸν δὲ Ἰσαὰκ, ὄντα ἐτῶν ἑκατὸν, γεννῆσαι· ὥστε μβʹ ἐτῶν ὕστερον γεγονέναι τὸν Ἰσαὰρ, ἀφ' οὗ τὴν Σεπφώραν γεγενεαλογῆσθαι. Οὐδὲν οὖν ἀντιπίπτει τὸν Μωσῆν καὶ τὴν Σεπφώραν κατὰ τοὺς αὐτοὺς γεγονέναι χρόνους. Κατοικεῖν δ' αὐτοὺς Μαδιὰμ πόλιν, ἣν ἀπὸ ἑνὸς τῶν Ἀβραὰμ παίδων ὀνομασθῆναι. Φησὶ γὰρ τὸν Ἀβραὰμ τοὺς παῖδας πρὸς ἀνατολὰς ἐπὶ κατοικίαν πέμψαι· διὰ τοῦτο δὲ καὶ Ἀαρὼν καὶ Μαριὰμ εἰπεῖν ἐν Ἀσηρὼθ, Μωσῆν Αἰθιοπίδα γῆμαι γυναῖκα. Λέγει δὲ περὶ τούτων καὶ Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ, προσπαρειληφὼς τὸν ὄνειρον τὸν ὑπὸ Μωσέως μὲν ἑωραμένον, ὑπὸ δὲ πενθεροῦ διακεκριμένον. Λέγει δὲ αὐτὸς ὁ Μωσῆς, δι' ἀμοιβαίων πρὸς τὸν πενθερὸν οὕτω πως·
ceased, related similarly to him who wrote the sacred book. That Moses however fled into Madiam, and dwelt there in wedlock with Jothor's daughter Sepphora, who was, so far as may be conjectured from the names, of those born from Chettura, of the race of Abraham, from Jexan who was born to Abraham from Chettura; and from Jexan was born Dadan; and from Dadan, Raguel; and from Raguel, Jothor and Abab; and from Jothor, Sepphora, whom Moses married. And the generations also agree. For Moses is seventh from Abraham, and Sepphora sixth. For when Isaac, from whom Moses sprang, was already married, Abraham married Chettura being of 140 years, and begot Isaar from her second; and Isaac he begot being of a hundred years; so that Isaar, from whom Sepphora had her genealogy traced, was born 42 years later. Nothing therefore stands against Moses and Sepphora having lived at the same times. And they inhabited the city Madiam, which was named from one of the children of Abraham. For he says that Abraham sent his children towards the east for a settlement; and on account of this also Aaron and Miriam said in Aseroth that Moses married an Ethiopian woman. And Ezekiel also speaks concerning these things in the Exagoge, having taken in addition the dream seen by Moses and interpreted by his father-in-law. And Moses himself speaks in dialogue to his father-in-law somewhat thus:
Ἐδόκουν ὁρᾶν κατ' ἄκρα που θρόνον μέγαν Τίν' εἶναι, μέχρις οὐρανοῦ βεβηκότα, Ἐν ᾧ καθῆσθαι φῶτα γενναῖόν τινα, Διάδημ' ἔχοντα, καὶ μέγα σκῆπτρον χερὶ Εὐωνύμῳ μάλιστα· δεξιᾷ δέ μοι Ἔνευσε, κἀγὼ πρόσθεν ἐστάθην θρόνου. Σκῆπτρον δέ μοι παρέδωκεν, καὶ εἰς θρόνον Μέγαν μ' εἶπεν καθῆσθαι. Βασιλικὸν δέ μοι ἔδωκε Διάδημα Καὶ αὐτὸς ἑκὼν ἐκ θρόνου χωρίζεται. Ἐγὼ δ' εἰσεῖδον γῆν ἅπασαν ἔγκυκλον, Καὶ ἔνερθεν γαίας κ' ἐξύπερθεν οὐρανοῦ, Καί μοί τι πλῆθος ἀστέρων πρὸς γούνατα Ἔπιπτ'. Ἐγὼ δὲ ἑξῆς πάντας ἐξηριθμησάμην, Κἀμοὶ παρῆγεν ὡς παρεμβολὴ βροτῶν. Εἶτ' ἐμφοβηθεὶς ἐξανίσταμαι ἐξ ὕπνου.
I seemed to see somewhere upon the summits a certain great throne, reaching unto heaven, upon which sat a certain noble man, having a diadem, and a great sceptre in his left hand especially; and with his right hand he beckoned to me, and I stood before the throne. And he handed over the sceptre to me, and bade me sit upon the great throne. And he gave me a royal diadem And he himself willingly withdraws from the throne. And I beheld the whole earth round about, both beneath the earth and high above the heaven, and a certain multitude of stars fell towards my knees. And I in order numbered them all, and it passed by me like a camp of mortals. Then, struck with fear, I rise from sleep.
Ὁ δὲ πενθερὸς αὐτοῦ τὸν ὄνειρον ἐπικρίνει οὕτως·
And his father-in-law interprets the dream thus:
Ὦ ξεῖνε, καλόν σοι τοῦτ' ἐσήμηνεν Θεός. Ζῴην δ' ὅταν σοι ταῦτα συμβαίνῃ ποτέ! Ἆρα γε μέγαν τίν' ἐξαναστήσεις θρόνον, Καὐτὸς βραβεύσεις, καὶ καθηγήσῃ βροτῶν. Τὸ δέ σε τεθεᾶσθαι γῆν ὅλην οἰκουμένην, Τά θ' ὑπένερθεν καὶ τὰ ὑπὲρ οὐρανὸν θεοῦ, Ὄψει τά τ' ὄντα, τά τε προτοῦ, τά θ' ὕστερον.
O stranger, God has signified this good thing to you. Would that I might live when these things come to pass for you one day! Surely you shall raise up some great throne, and you yourself shall judge and lead mortals. And as for your having beheld the whole inhabited earth, and the things beneath and the things above the heaven of God, you shall see both the things that are, and the things before, and the things hereafter.
Notes, col. 740

On the reading

Printed Ἆρα γε, for Ἆρά γε.

PG 21:741Read from the page
Περὶ δὲ τῆς καιομένης βάτου, καὶ τῆς ἀποστολῆς αὐτοῦ τῆς πρὸς Φαραὼ, πάλιν παρεισάγει δι' ἀμοιβαίων τὸν Μωσῆν τῷ Θεῷ διαλεγόμενον. Φησὶ δὲ ὁ Μωσῆς·
And concerning the burning bush, and his mission to Pharaoh, he again introduces in dialogue Moses conversing with God. And Moses says:
Ἔα· τί μοι σημεῖον ἐκ βάτου τόδε; Τεράστιόν τε καὶ βροτοῖς ἄπιστον ὄν;
Ha! what is this sign to me from the bush, both wondrous and incredible to mortals?
Ἄφνω βάτος μὲν καίεται πολλῷ πυρὶ, Αὐτοῦ δὲ χλωρὸν πᾶν μένει τὸ βλαστάνον. Τί δή; προελθὼν ὄψομαι τεράστιον Μέγιστον. Οὐ γὰρ πίστιν ἀνθρώποις φέρει.
Suddenly the bush burns with much fire, yet all its green shoot remains intact. What then? Going forward I will see this greatest portent; for it brings no credence to men.
Εἶτα ὁ Θεὸς αὐτῷ προσομιλεῖ·
Then God addresses him:
Ἐπίσχες, ὦ φέριστε, μὴ προσεγγίσῃς Μωσῆ, πρὶν ἢ τῶν σῶν ποδῶν λῦσαι δέσιν. Ἁγία γὰρ ἡ γῆ, ὅπου σὺ ἐφέστηκας πέλει· Ὁ δ' ἐκ βάτου σοι θεῖος ἐκλάμπει λόγος. Θάρσησον, ὦ παῖ, καὶ λόγων ἄκου' ἐμῶν. Ἰδεῖν γὰρ ὄψιν τὴν ἐμὴν ἀμήχανον Θνητὸν γεγῶτα. Τῶν λόγων δ' ἔξεστί σοι Ἐμῶν ἀκούειν, τῶν εἵνεκεν ἐλήλυθα. Ἐγὼ Θεὸς σῶν, ὧν λέγεις, γεννητόρων, Ἀβραάμ τε καὶ Ἰσαὰκ, καὶ Ἰακώβου τρίτου. Μνησθεὶς δ' ἐκείνων, καὶ ἔτ' ἐμῶν δωρημάτων, Πάρειμι σῶσαι λαὸν Ἑβραίων ἐμὸν, Ἰδὼν κάκωσιν, καὶ πόνον δούλων ἐμῶν. Ἀλλ' ἕρπε, καὶ σήμαινε τοῖς ἐμοῖς λόγοις, Πρῶτον μὲν αὐτοῖς πᾶσιν Ἑβραίοις ὁμοῦ, Ἔπειτα βασιλεῖ, τὰ ὑπ' ἐμοῦ τεταγμένα, Ὅπως σὺ λαὸν τὸν ἐμὸν ἐξάγῃς χθονός.
Hold back, O noblest Moses, do not draw near before loosing the binding of your feet; for holy is the ground where you stand, and from the bush the divine word shines forth to you. Take courage, my child, and hear my words; for to see my countenance is impossible for one born mortal, yet it is permitted to you to hear my words, for the sake of which I have come. I am the God of your progenitors of whom you speak, of Abraham and Isaac, and Jacob third. And remembering them, and still my gifts, I am present to save my people of the Hebrews, having seen the affliction and toil of my servants. But go, and signify by my words, first to all the Hebrews themselves together, then to the king, the things ordained by me, so that you may lead my people forth out of the land.
Εἶτα ὑποβάς τινα ἀμοιβαῖα αὐτὸς ὁ Μωσῆς λέγει·
Then passing down through certain exchanges of dialogue, Moses himself says:
Οὐκ εὔλογος πέφυκα, γλῶσσα δ' ἐστί μοι Δύσφραστος, ἰσχνόφωνος, ὥστε μὴ λόγους Ἐμοὺς γενέσθαι βασιλέως ἐναντίον.
I am not eloquent by nature, and I have a tongue slow of speech, thin-voiced, so that my words cannot come before the king.
Εἶτα πρὸς ταῦτα ὁ Θεὸς αὐτῷ ἀποκρίνεται·
Then to these things God answers him:
Ἀαρῶνα πέμψον σὸν κασίγνητον ταχὺ, ᾯ πάντα λέξεις τἀξ ἐμοῦ λελεγμένα, Καὐτὸς λαλήσει βασιλέως ἐναντίον, Σὺ μὲν πρὸς ἡμῶν, ὁ δὲ λαβὼν σέθεν πάρα.
Send quickly Aaron your brother, to whom you shall tell all the things spoken from me, and he himself shall speak before the king, you towards us, and he receiving them from you.
Περὶ δὲ τῆς ῥάβδου καὶ τῶν ἄλλων τεράτων οὕτω δι' ἀμοιβαίων εἴρηκε·
And concerning the rod and the other wonders he has spoken thus in dialogue:
Θ. Τί δ' ἐν χεροῖν σὺ τοῦτ' ἔχεις; λέξον ταχύ.
G. And what is this that you hold in your hands? Speak quickly.
Μ. Ῥάβδον τετραπόδων καὶ βροτῶν κολάστριαν.
M. A rod, chastiser of four-footed beasts and of mortals.
Θ. Ῥίψον πρὸς οὖδας, καὶ ἀποχώρησον ταχύ· Δράκων γὰρ ἔσται φοβερὸς, ὥστε θαυμάσαι.
G. Cast it to the ground, and withdraw quickly; for it will be a fearful serpent, so that you will marvel.
Μ. Ἰδοὺ βέβληται. Σὺ δέ μοί ποθ' ἵλεως γενοῦ· Ὡς φοβερός! ὡς πέλωρος! Οἴκτειρον σύ με· Πέφρικα ἰδὼν, μέλη δὲ σώματος τρέμει.
M. Behold, it has been cast. Yet be Thou gracious to me at length; how fearful! how monstrous! Do Thou pity me; I shudder seeing it, and the limbs of my body tremble.
Θ. Μηδὲν φοβηθῇς· χεῖρα δ' ἐκτείνας λαβὲ Οὐρὰν, πάλιν δὲ ῥάβδος ἔσσεθ' ἥπερ ἦν. Ἔνθες δὲ χεῖρ' εἰς κόλπον, ἐξένεγκέ τε. Ἰδοὺ τὸ ταχθὲν, γέγονεν ὡσπερεὶ χιών· Ἔνθες πάλιν δ' εἰς κόλπον, ἔσται δ' ὥσπερ ἦν.
G. Fear nothing; stretch out your hand and take its tail, and again it shall be a rod just as it was. And put your hand into your bosom, and bring it out. Behold that which was commanded: it has become even as snow; and put it again into your bosom, and it shall be just as it was.
Τούτοις ἐπάγει μετά τινα τὰ μεταξὺ αὐτῷ εἰρημένα, λέγων· « Ταῦτα δὲ, φησὶν, οὕτω καὶ Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ λέγει, περὶ μὲν τῶν σημείων τὸν Θεὸν παρεισάγων λέγοντα οὕτως·
To these things he subjoins, after certain matters spoken by him in between, saying: "And these things," he says, "Ezekiel also says thus in the Exagoge, introducing God concerning the signs as speaking thus:
Ἐν τῇδε ῥάβδῳ πάντα ποιήσεις κακά. Πρῶτον μὲν αἷμα ποτάμιον ῥυήσεται, Πηγαί τε πᾶσαι, καὶ ὑδάτων συστήματα. Βατράχων τε πλῆθος, καὶ σκνίπας ἐμβαλῶ χθονί. Ἔπειτα τέφραν οἷον καμιναίαν σπερῶ, Ἀναβλήσει δὲ ἐν βροτοῖς ἕλκη πικρά. Κυνόμυια δ' ἥξει, καὶ βροτοὺς Αἰγυπτίων Πολλοὺς κακώσει. Μετὰ δὲ ταῦτ' ἔσται πάλιν Λοιμὸς, θανοῦνται δ' οἷς ἔνεστι καρδία Σκληρά. Πικρανῶ δὲ οὐρανόν· χάλαζα νῦν
With this rod you shall work all evils. First the river shall flow blood, and all springs, and gatherings of waters. And I will cast a multitude of frogs and gnats upon the earth. Next I will scatter ashes as from a furnace, and it shall cast up bitter sores among mortals. And the dog-fly shall come, and shall afflict many mortals of the Egyptians. And after these things there shall be again a pestilence, and those shall die in whom is a hard heart. And I will embitter heaven; hail now
PG 21:744Read from the page
Σὺν πυρὶ πεσεῖται, καὶ νεκροὺς θήσει βροτους· Καρποί τ' ὀλοῦνται, τετραπόδων τε σώματα. Σκότος δὲ θήσω τρεῖς ἐφ' ἡμέρας ὅλας, Ἀκρίδας τε πέμψω, αἳ πέριξ τὰ βρώματα Ἅπαντ' ἀναλώσουσι, καὶ καρποῦ χλόην. Ἐπὶ πᾶσι τούτοις τέκν' ἀποκτενῶ βροτῶν Πρωτόγονα· παύσω δ' ὕβριν ἀνθρώπων κακῶν. Φαραὼ δὲ βασιλεὺς πείσετ' οὐδὲν ὧν λέγω, Πλὴν τέκνον αὐτοῦ πρωτόγονον ἕξει νεκρόν· Καὶ τότε φοβηθεὶς λαὸν ἐκπέμψει ταχύ. Πρὸς τοῖσδε λέξεις πᾶσιν Ἑβραίοις ὁμοῦ· Ὁ μεὶς ὅδ' ὑμῖν πρῶτος ἐνιαυτοῦ πέλει· Ἐν τῷδ' ἀπάξω λαὸν εἰς ἄλλην χθόνα, Εις ἣν ὑπέστην πατράσιν Ἑβραίων γένους. Λέξεις δὲ λαῷ παντί· Μηνὸς οὗ λέγω Διχομηνίᾳ, τὸ Πάσχα θύσαντας Θεῷ Τῇ πρόσθεν νυκτὶ, αἵματι ψαῦσαι θύρας, Ὅπως παρέλθῃ σῆμα δεινὸς ἄγγελος. Ὑμεῖς δὲ νυκτὸς ὀπτὰ δαίσεσθε κρέα. Σπουδῇ δὲ βασιλεὺς ἐκβαλεῖ πρόπαντ' ὄχλον· Ὅταν δὲ μέλλητ' ἀποτρέχειν, δώσω χάριν Λαῷ, γυνή τε παρὰ γυναικὸς λήψεται Σκεύη, κόσμον τε πάντα, ὃν ἄνθρωπος φέρει, Χρυσοῦν τε καὶ ἀργυροῦν, ἠδὲ στολὰς, ἵνα Ἀνθ' ὧν ἔπραξαν, μισθὸν ἀποδῶσι βροτοῖς. Ὅταν δ' ἐς ἴδιον χῶρον εἰσέλθηθ', ὅπως Ἀφ' ἧσπερ ἠοῦς ἐφύγετ' Αἰγύπτου ἄπο, Ἑπτὰ διοδοιποροῦντες ἡμερῶν ὁδὸν, Πάντες τοσαύτας ἡμέρας ἔτος κάτα Ἄζυμα ἔδεσθε, καὶ Θεῷ λατρεύσετε, Τά τε πρωτότοκα ζῶα θύοντες Θεῷ, Ὅσα τ' ἂν τεκῶσι παρθένοι πρώτως τέκνα Τἀρσενικὰ, διανοίγοντα μήτρας ματέρων. »
with fire shall fall, and shall lay mortals dead; and fruits shall perish, and bodies of four-footed beasts. And I will set darkness for three whole days, and send locusts, which round about shall consume all foods and the green shoot of crop. Upon all these things I will slay the firstborn children of mortals, and I will stay the insolence of evil men. Yet Pharaoh the king will obey none of the things I say, save when he has his firstborn child dead; and then, struck with fear, he will send forth the people quickly. Besides these things you shall say to all the Hebrews together: This month is for you the first of the year; in this I will lead the people away into another land, into which I promised the fathers of the race of the Hebrews. And you shall say to all the people: At the full moon of the month of which I speak, having sacrificed the Passover to God on the night before, to touch the doors with blood, so that the dread angel may pass by the sign. And you by night shall feast on roasted flesh. And in haste the king will cast out the whole multitude; and when you are about to depart, I will give favour to the people, and woman from woman shall take vessels, and every ornament that a person wears, of gold and of silver, and robes, so that for the things they did they may render wages to mortals. And when you enter into your own country, according as from the dawn on which you fled from Egypt you journeyed through a way of seven days, all of you for so many days year by year shall eat unleavened bread, and shall serve God, sacrificing to God both the firstborn living creatures and whatsoever male children virgins first bear, opening the wombs of mothers."
Καὶ πάλιν περὶ τῆς αὐτῆς ταύτης ἑορτῆς φησι, ἐπεξεργαζόμενον ἀκριβέστερον εἰρηκέναι·
And again concerning this same feast he says that he spoke working it out more accurately:
Ἀνδρῶν Ἑβραίων τοῦδε τοῦ μηνὸς λαβὲ Κατὰ συγγενείας πρόβατα, καὶ μόσχους βοῶν Ἄμωμα, δεκάτῃ· καὶ φυλαχθήτω μέχρι Τετρὰς ἐπιλάμψει δεκάδι· καὶ πρὸς ἑσπέραν Θύσαντες, ὀπτὰ πάντα σὺν τοῖς ἔνδοθεν Οὕτω φάγεσθε ταῦτα· περιεζωσμένοι, Καὶ κοῖλα ποσσὶν ὑποδεδῆσθε, καὶ χερὶ Βακτηρίαν ἔχοντες. Ἐν σπουδῇ τε γὰρ Βασιλεὺς κελεύσει πάντας ἐκβαλεῖν χθονός· Κεκλήσεται δὲ πᾶς. Καὶ ὅταν θύσητε, δεῖ Δέσμην λαβόντας χερσὶν ὑσσώπου κόμης, Εις αἷμα βάψαι, καὶ θίγειν σταθμῶν δυοῖν, Ὅπως παρέλθῃ θάνατος Ἑβραίων ἄπο. Ταύτην δ' ἑορτὴν Δεσπότῃ τηρήσετε, Ἑφθ' ἡμέρας ἄζυμα. Καὶ οὐ βρωθήσετα Ζύμη. Κακῶν γὰρ τῶνδ' ἀπαλλαγὴ ἔσσεται· Καὶ τοῦδε μηνὸς ἔξοδον διδοῖ Θεός· Ἀρχὴ δὲ μηνῶν καὶ χρόνων οὗτος πέλει.
For the men of the Hebrews take on the tenth of this month according to kindreds sheep and calves of oxen without blemish; and let them be kept until the fourth after the tenth shall shine forth; and having sacrificed towards evening, roasted whole with the inwards, thus you shall eat these things: girded about, and shod with sandals on your feet, and holding a staff in hand. For in haste the king will command to cast all out of the land; and everyone shall be summoned. And when you sacrifice, you must take in your hands a bundle of hyssop foliage, dip it into blood, and touch the two doorposts, so that death may pass away from the Hebrews. And this feast you shall keep to the Lord, seven days unleavened bread; and leaven shall not be eaten. For there shall be deliverance from these evils; and of this month God grants going forth; and this is the beginning of months and of times.
Πάλιν μεθ' ἕτερα ἐπιλέγει· « Φησὶ δὲ καὶ Ἐζεκιῆλος ἐν τῷ δράματι τῷ ἐπιλεγομένῳ Ἐξαγωγὴ, παρεισάγων ἄγγελον λέγοντα τήν τε τῶν Ἑβραίων διάθεσιν, καὶ τὴν Αἰγυπτίων φθορὰν οὕτως·
Again after other matters he adds: "And Ezekiel also speaks in the drama entitled Exagoge, introducing a messenger telling both the condition of the Hebrews and the destruction of the Egyptians thus:
Ὡς γὰρ σὺν ὄχλῳ τῷδ' ἀφώρμησεν δόμων Βασιλεὺς Φαραὼ, μυρίων ὅπλων μέτα, Ἵππου τε πάσης, ἁρμάτων τε τετραόρων, Καὶ προστάταισι καὶ παραστάταις ὁμοῦ, Ἦν πᾶσι φρικτὸς ἐκτεταγμένων ὄχλος. Πεζοὶ μὲν ἐν μέσοισι καὶ φαλαγγικοὶ, Διεκδρομῆς ἔχοντες ἅρμασιν τόπους· Ἱππεῖς δ' ἔταξε, τοὺς μὲν ἐξ εὐωνύμων,
For when with this multitude King Pharaoh set out from his halls, with countless arms, and all cavalry, and four-horsed chariots, and front-rank leaders and side-companions together, fearful to all was the multitude of men arrayed. Infantry and phalanx-men were in the midst, keeping spaces for passage through for the chariots; and cavalry he arrayed, some on the left,
Notes, col. 744

On the reading

Printed βροτους, for βροτούς.

Printed Εις, for Εἰς.

Printed Εις, for Εἰς.

Printed βρωθήσετα, for βρωθήσεται.

PG 21:745Read from the page
Ἐκ δεξιῶν δέ τινας Αἰγυπτίου στρατοῦ. Τὸν πάντα δ' ἀριθμὸν αὐτῶν ἠρόμην ἐγώ· Στρατοῦ μυριάδες ἑκατὸν εὐάνδρου, λεώς. Ἐπεὶ δ' Ἑβραίων ἡμῖν ἤντησεν στρατὸς, Οἱ μὲν παρ' ἀκτὴν πλησίον βεβλημένοι Ἐρυθρᾶς θαλάσσης ἦεσαν ἠθροισμένοι· Οἱ μὲν τέκνοισι νηπίοις δίδουν βορὰν, Ὁμοῦ τε καὶ δάμαρσιν, ἔμπονοι κόπῳ· Κτήνη τε πολλὰ, καὶ δόμων ἀποσκευή. Αὐτοὶ δ' ἄνοπλοι πάντες εἰς μάχην χερὸς, Ἰδόντες ἡμᾶς, ἠλάλαξαν ἔνδακρυν Φωνὴν, πρὸς αἰθέρα τ' ἐστάθησαν ἀθρόοι, Θεὸν πατρῷον. Πολὺς δ' ἦν ἀνδρῶν ὄχλος. Ἡμᾶς δὲ χάρμα πάντας εἶχεν ἐν μέρει. Ἔπειθ' ὑπ' αὐτοὺς θήκαμεν παρεμβολήν. Βεελζεφώντις κλήζεται πόλις βροτοῖς. Ἐπεὶ δὲ Τιτὰν ἥλιος δυσμαῖς προσῆν, Ἐπέσχομεν, θέλοντες ὄρθριον μάχην, Πεποιθότες λαοῖσι καὶ φρικτοῖς ὅπλοις. Επειτα θείων ἄρχεται τεραστίων Θαυμάστ' ἰδέσθαι. Καί τις ἐξαίφνης μέγας Στῦλος νεφώδης ἐστάθη πρὸ γῆς μέγας, Παρεμβολῆς ἡμῶν τε καὶ Ἑβραίων μέσος. Κἄπειθ' ὁ ἐκείνων ἡγεμὼν Μωσῆς, λαβὼν Ῥάβδον Θεοῦ, τῇ δὴ πρὶν Αἰγύπτῳ κακὰ Σημεῖα καὶ τέρατ' ἐξεμηχανήσατο· Ἔτυψ' Ἐρυθρᾶς νῶτα, καὶ ἔσχισεν μέσον Βάθος θαλάσσης. Οἱ δὲ σύμπαντες σθένει Ὄρουσαν ὠκεῖς ἁλμυρᾶς δι' ἀτραποῦ. Ἡμεῖς δ' ἐπ' αὐτῆς ᾠχόμεσθα συντόμως, Κατ' ἴχνος τ' αὐτῶν νυκτὸς εἰσεδύσαμεν Βοηδρομοῦντες· ἁρμάτων δ' ἄφνω τροχοὶ Οὐκ ἐστρέφοντο, δέσμιοι δ' ὣς, ἥρμοσαν. Ἀπ' οὐρανοῦ δὲ φέγγος, ὡς πυρὸς, μέγα Ὤφθη τι ἡμῖν· ὡς μὲν εἰκάζειν, παρῆν Αὐτοῖς ἀρωγὸς ὁ Θεός. Ὡς δ' ἤδη πέραν Ἦσαν θαλάσσης, κῦμα δ' ἐῤῥοίβδει μέγα Σύνεγγυς ἡμῶν· καί τις ἠλάλαξ' ἰδών· Φεύγωμεν οἴκοι πρόσθεν Ὑψίστου χερός. Τοῖς μὲν γάρ ἐστ' ἀρωγὸς, ἡμῖν δ' ἀθλίοις Ὄλεθρον ἔρδει· καὶ συνεκλύσθη πόρος Ἐρυθρᾶς θαλάσσης, καὶ στρατὸν διώλεσε. »
and some on the right of the Egyptian army. And the whole number of them I inquired: a hundred myriads of a brave-manned army, a host. And when the army of the Hebrews met us, some, cast down near along the shore of the Red Sea, were gathered together; some were giving food to infant children, and together also to their wives, worn with toil; and there were many cattle, and household baggage. And they themselves, all unarmed for battle of hand, seeing us, raised a tearful cry, and stood massed towards the sky, [invoking] their ancestral God. And great was the multitude of men. And joy held us all in turn. Next close under them we pitched camp; Beelzephontis the city is called by mortals. And when Titan the sun was near its setting, we held back, wishing battle at dawn, trusting in our hosts and fearful arms. Then begins a sight wondrous to behold of divine portents. Suddenly some great cloudy pillar stood before the earth, great, midway between our camp and that of the Hebrews. And then their leader Moses, taking the rod of God, with which indeed before for Egypt he devised evil signs and wonders, struck the back of the Red Sea, and cleft the middle depth of the sea. And they all together with might rushed swiftly through the briny path. And we went swiftly upon it, and upon their track by night we plunged in shouting to the charge; but suddenly the wheels of the chariots did not turn, and as though bound fast stayed fixed. And from heaven a certain great gleam, as of fire, appeared to us; so far as one might conjecture, God was present as helper to them. And when they were already beyond the sea, a great wave roared close by us; and someone seeing it cried aloud: Let us flee homewards before the hand of the Most High! For to them He is a helper, while upon wretched us He works destruction; and the passage of the Red Sea surged together, and destroyed the army."
Καὶ πάλιν μετ' ὀλίγα· « Ἐκεῖθεν ἦλθον ἡμέρας τρεῖς, ὡς αὐτός τε ὁ Δημήτριος λέγει, καὶ συμφώνως τούτῳ ἡ ἱερὰ Βίβλος. Μὴ ἔχοντα δὲ ὕδωρ ἐκεῖ γλυκὺ, ἀλλὰ πικρὸν, τοῦ Θεοῦ εἰπόντος, ξύλον τι ἐμβαλεῖν εἰς τὴν πηγὴν, καὶ γενέσθαι γλυκὺ τὸ ὕδωρ.
And again after a little: "Thence they went three days, as both Demetrius himself says, and in agreement with him the sacred Book. And since he had no sweet water there, but bitter, when God spoke, he cast a certain wood into the spring, and the water became sweet.
κεῖθεν δὲ εἰς Ἐλεὶμ ἐλθεῖν, καὶ εὑρεῖν ἐκεῖ δώδεκα μὲν πηγὰς ὑδάτων, ἑβδομήκοντα δὲ στελέχη φοινίκων. Περὶ τούτων καὶ του φανέντος ὀρνέου Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ παρεισάγει τινὰ λέγοντα τῷ Μωσῇ, περὶ μὲν τῶν φοινίκων καὶ τῶν δώδεκα πηγῶν οὕτως·
And thence they came to Elim, and found there twelve springs of waters and seventy trunks of palm-trees. Concerning these things and the bird that appeared, Ezekiel in the Exagoge introduces someone saying to Moses, concerning the palm-trees and the twelve springs, thus:
Κράτιστε Μωσῆ, πρόσχες, οἷον εὕρομεν Τόπον, πρὸς αὐτῇ τῇδε εὐαεῖ νάπῃ. Ἔστι γὰρ, ὥς που καὶ σὺ τυγχάνεις ὁρῶν, Ἐκεῖ. Τόθεν δὲ φέγγος ἐξέλαμψέ νιν, Καὶ εὐφροσύνης σημεῖον, ὡς στῦλος πυρός. Ἐνταῦθα λειμῶν' εὕρομεν κατάσκιον, Ὑγράς τε λιβάδας· δαψιλὴς χῶρος βαθὺς, Πηγὰς ἀφύσσων δώδεκ' ἐκ μιᾶς πέτρας. Στελέχη δ' ἐρυμνὰ πολλὰ φοινίκων πέλει Ἔγκαρπα, δεκάκις ἑπτὰ, καὶ ἐπίῤῥυτος Πέφυκε χλόη θρέμμασιν χορτάσματα.
Mightiest Moses, attend to what a place we have found by this very fair-breezed glen. For it is there, just as perhaps you too happen to see. And thence a light shone forth upon it, even a sign of gladness, like a pillar of fire. Here we found a shady meadow and moist streams; abundant and deep is the ground, pouring forth twelve springs out of a single rock. And there are many stout trunks of palm-trees, fruit-bearing, ten times seven, and well-watered grass has grown up as fodder for flocks.
Εἶτα ὑποβὰς περὶ του φανέντος ὀρνέου διεξέρχεται·
Then going further down, concerning the bird that appeared he recounts:
Ἕτερον δὲ πρὸς τοῖσδ' εἴδομεν ζῶον ξένον, Θαυμαστὸν, οἷον οὐδέπω ὥρακέ τις.
And besides these things we saw another strange creature, wondrous, such as no one has ever yet seen.
Notes, col. 745

On the reading

Printed Επειτα, for Ἔπειτα.

Printed κεῖθεν, for Ἐκεῖθεν.

Printed του, for τοῦ.

Printed του, for τοῦ.

PG 21:748Read from the page
Διπλοῦν γὰρ ἦν τὸ μῆκος αἰετοῦ σχεδὸν, Πτεροῖσι ποικίλοισιν ἠδὲ χρώμασι. Στῆθος μὲν αὐτοῦ πορφυροῦν ἐφαίνετο. Σκέλη δὲ μιλτόχρωτα, καὶ κατ' αὐχένα Κροκωτίνοις μαλλοῖσιν εὐτρεπίζετο, Κάρα δὲ κοίτης, ἡμέροις παρεμφερὲς, Καὶ μηλίνῃ μὲν τῇ κόρῃ προσέβλεπε Κύκλῳ. Κόρη δὲ κόκκος ὡς ἐφαίνετο. Φωνὴν δὲ πάντων εἶχεν ἐκπρεπεστάτην. Βασιλεὺς δὲ πάντων ὀρνέων ἐφαίνετο, Ὡς ἦν νοῆσαι. Πάντα γὰρ τὰ πτήν' ὁμοῦ Ὄπισθεν αὐτοῦ δειλιῶντ' ἐπέσσυτο, Αὐτὸς δὲ πρόσθεν, ταῦρος ὣς γαυρούμενος. Ἔβαινε κραιπνὸν βῆμα βαστάζων ποδός. »
For its length was nearly double that of an eagle, with variegated wings and colours. Its breast appeared purple, its legs vermilion-coloured, and down its neck it was adorned with saffron-coloured fleeces; and its head was of a nest, like to tame ones, and with quince-yellow eye it looked round in a circle, while the pupil appeared like scarlet. And it had the most pre-eminent voice of all. And it appeared king of all birds, so far as one might perceive; for all winged creatures together hastened in dread behind it, while it in front, exulting like a bull, strode lifting a swift step of foot."
Καὶ μετὰ βραχέα· « Ἐπιζητεῖν δέ τινα πῶς οἱ Ἰσραηλῖται ὅπλα ἔσχον, ἄνοπλοι ἐξελθόντες. Ἔφασαν γὰρ, τριῶν ἡμερῶν ὁδὸν ἐξελθόντες, καὶ θυσιάσαντες, πάλιν ἀνακάμψειν. Φαίνεται οὖν τοὺς μὴ κατακλυσθέντας τοῖς ἐκείνων ὅπλοις χρήσασθαι. »
And shortly after: "And someone inquired how the Israelites had weapons, having gone out unarmed; for they had said that after going out a three days' journey and sacrificing they would return again. It appears therefore that those who were not overwhelmed made use of the others' weapons."
ΚΕΦΑΛΑΙΟΝ Λʹ.
Chapter XXX.
Εὐπολέμου, περὶ Δαβὶδ, καὶ Σολομῶνος, καὶ Ἱεροσολύμων.
Of Eupolemus, concerning David, and Solomon, and Jerusalem.
« Εὐπόλεμος δέ φησιν ἔν τινι Περὶ τῆς Ἠλίου προφητείας Μωσῆν προφητεῦσαι ἔτη μʹ. Εἶτα Ἰησοῦν τὸν τοῦ Ναυῆ υἱὸν ἔτη λʹ· βιῶσαι δ' αὐτὸν ἔτη ριʹ, πῆξαί τε τὴν ἱερὰν σκηνὴν ἐν Σηλοῖ. Μετὰ δὲ ταῦτα προφήτην γενέσθαι Σαμουήλ. Εἶτα τῇ τοῦ Θεοῦ βουλήσει, ὑπὸ Σαμουὴλ Σαοῦλον βασιλέα αἱρεθῆναι· ἄρξαντα δὲ ἔτη καʹ, τελευτῆσαι. Εἶτα Δαβὶδ τὸν τούτου υἱὸν δυναστεῦσαι, ὃν καταστρέψασθαι Σύρους, τοὺς παρὰ τὸν Εὐφράτην οἰκοῦντας ποταμὸν, καὶ τὴν Κομμαγηνὴν, καὶ τοὺς ἐν Γαλαδηνῇ Ἀσσυρίους, καὶ Φοίνικας. Στρατεῦσαι δ' αὐτὸν καὶ ἐπὶ Ἰδουμαίους, καὶ Ἀμμονίτας, καὶ Μωαβίτας, καὶ Ἰτουραίους, καὶ Ναβαταίους, καὶ Ναβδαίους. Αὖθις δὲ ἐπιστρατεῦσαι ἐπὶ Σούρωνα βασιλέα Τύρου καὶ Φοινίκης, οὓς καὶ ἀναγκάσαι φόρους Ἰουδαίοις ὑποτελεῖν· πρός τε Οὐαφρῆν τὸν Αἰγυπτίων βασιλέα φιλίαν συνθέσθαι. Βουλόμενόν τε τὸν Δαβὶδ οἰκοδομῆσαι ἱερὸν τῷ Θεῷ, ἀξιοῦν τὸν Θεὸν τόπον αὐτῷ δεῖξαι τοῦ θυσιαστηρίου· ἔνθα δὴ ἄγγελον αὐτῷ ὀφθῆναι, ἑστῶτα ἐπάνω τοῦ τόπου, οὗ τὸν βωμὸν ἱδρῦσθαι ἐν Ἱεροσολύμοις, καὶ κελεύειν αὐτὸν μὴ ἱδρῦσθαι τὸ ἱερὸν, διὰ τὸ αἵματι ἀνθρωπίνῳ πεφῦρθαι, καὶ πολλὰ ἔτη πεπολεμηκέναι. Εἶναι δ' αὐτῷ ὄνομα Διαναθάν· προστάξαι τε αὐτῷ τοῦτον, ὅπως τῷ υἱῷ ἐπιτρέψῃ τὴν οἰκοδομίαν· αὐτὸν δὲ εὐτρεπίζειν τὰ πρὸς τὴν κατασκευὴν ἀνήκοντα, χρυσίαν, ἀργύριον, χαλκὸν, λίθους, ξύλα κυπαρίσσινα, καὶ κέδρινα. Ἀκούσαντα δὲ τὸν Δαβὶδ, πλοῖα ναυπηγήσασθαι ἐν Ἀχάνοις πόλει τῆς Ἀραβίας, καὶ πέμψαι μεταλλευτὰς εἰς τὴν Οὐρφῆ νῆσον, κειμένην ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, μέταλλα χρυσικὰ ἔχουσαν· καὶ τὸ χρυσίον ἐκεῖθεν μετακομίσαι τοὺς μεταλλευτὰς εἰς τὴν Ἰουδαίαν. Βασιλεύσαντα δὲ τὸν Δαβὶδ ἔτη μʹ Σολομῶνι τῷ υἱῷ τὴν ἀρχὴν παραδοῦναι, ὄντι ἐτῶν ιβʹ, ἐνώπιον Ἠλεὶ τοῦ ἀρχιερέως, καὶ τῶν ιβʹ φυλάρχων, καὶ παραδοῦναι αὐτῷ τόν τε χρυσὸν, καὶ ἄργυρον, καὶ χαλκὸν, καὶ λίθον, καὶ ξύλα κυπαρίσσινα, καὶ κέδρινα. Καὶ αὐτὸν μὲν τελευτῆσαι, Σολομῶνα δὲ βασιλεύειν, καὶ γράψαι πρὸς Οὐαφρῆν τὸν
"And Eupolemus says in a certain [work] On the Prophecy of Elias that Moses prophesied for 40 years; then Jesus the son of Nave for 30 years, and that he lived 110 years, and pitched the sacred tabernacle in Selo. And after these things Samuel became prophet. Then by the counsel of God Saul was chosen king by Samuel, and having ruled 21 years, died. Then David his son held power, who subdued the Syrians dwelling beside the river Euphrates, and Commagene, and the Assyrians in Galadene, and the Phoenicians. And he also campaigned against the Idumaeans, and Ammonites, and Moabites, and Ituraeans, and Nabataeans, and Nabdaeans. And again he marched against Suron king of Tyre and Phoenicia, whom also he compelled to pay tribute to the Jews; and with Vaphres the king of the Egyptians he concluded friendship. And when David wished to build a temple to God, he entreated God to show him a place for the altar; whereupon indeed an angel appeared to him standing above the place where the altar is established in Jerusalem, and commanded him not to establish the temple, because he was defiled with human blood and had waged war for many years. And his name was Dianathan; and this one commanded him that he should entrust the building to his son, while he himself should make ready the things pertaining to the construction, gold, silver, bronze, stones, cypress timber, and cedar. And David, having heard, built ships in Achana, a city of Arabia, and sent miners to the island Urphe, lying in the Red Sea and having gold mines; and the miners brought the gold thence into Judaea. And David, having reigned 40 years, handed over the rule to Solomon his son, being of 12 years, before Heli the high priest and the 12 tribal rulers, and handed over to him the gold, and silver, and bronze, and stone, and cypress timber, and cedar. And he himself died, and Solomon reigned, and wrote to Vaphres the
Notes, col. 748

On the reading

Printed χρυσίαν, for χρυσίον.