ἱεροῦ στοὰν, καὶ στύλους αὐτῇ ὑποστῆσαι χαλκοῦς μηʹ. Κατασκευάσαι δὲ καὶ λουτῆρα χαλκοῦν μῆκος πηχῶν κʹ, καὶ πλάτος πηχῶν κʹ· τὸ δὲ ὕψος πηχῶν εʹ. Ποιῆσαι δὲ ἐπ' αὐτῷ στεφάνην πρὸς τὴν βάσιν ἔξω ὑπερέχουσαν πῆχυν ἕνα πρὸς τὸ τοὺς ἱερεῖς τούς τε πόδας προσκλύζεσθαι, καὶ τὰς χεῖρας νίπτεσθαι ἐπιβαίνοντας· ποιῆσαι δὲ καὶ τὰς βάσεις τοῦ λουτῆρος τορευτὰς, χωνευτὰς δώδεκα, καὶ τῷ ὕψει ἀνδρομήκεις· καὶ στῆσαι ἐξ ὑστέρου μέρους ὑπὸ τὸν λουτῆρα, ἐκ δεξιῶν τοῦ θυσιαστηρίου. Ποιῆσαι δὲ καὶ βάσιν χαλκῆν τῷ ὕψει πηχῶν δυοῖν, κατὰ τὸν λουτῆρα, ἵν' ἐφεστήκῃ ἐπ' αὐτῆς ὁ βασιλεὺς, ὅταν προσεύχηται, ὅπως ὀπτάνηται τῷ λαῷ τῶν Ἰουδαίων. Οἰκοδομῆσαι δὲ καὶ τὸ θυσιαστήριον, πηχῶν κεʹ ἐπὶ πήχεις κʹ, τὸ δ' ὕψος πηχῶν ιβʹ. Ποιῆσαι δὲ καὶ δακτυλίους δύο χαλκοῦς ἁλυσιδωτοὺς, καὶ στῆσαι αὐτοὺς ἐπὶ μηχανημάτων ὑπερεχόντων τῷ ὕψει τὸν ναὸν πήχεις κʹ, καὶ σκιάζειν ἐπάνω παντὸς τοῦ ἱεροῦ· καὶ προσκρεμάσαι ἑκάστῃ δικτύϊ κώδωνας χαλκοῦς ταλαντιαίους τετρακοσίους· καὶ ποιῆσαι ὅλας τὰς δικτύας, πρὸς τὸ ψοφεῖν τοὺς κώδωνας, καὶ ἀποσοβεῖν τὰ ὄρνεα, ὅπως μὴ καθίζῃ ἐπὶ τοῦ ἱεροῦ, μηδὲ νοσσεύῃ ἐπὶ τοῖς φατνώμασι τῶν πυλῶν καὶ στοῶν, καὶ μολύνῃ τοῖς ἀποπατήμασι τὸ ἱερόν. Περιβαλεῖν δὲ καὶ τὰ Ἱεροσόλυμα τὴν πόλιν τείχεσι, καὶ πύργοις, καὶ τάφροις. Οἰκοδομῆσαι δὲ καὶ βασίλεια ἑαυτῷ. Προσαγορευθῆναι δὲ πρῶτον μὲν τὸ ἀνάκτορον ἱερὸν Σολομῶνος, ὕστερον δὲ, παρεφθαρμένως τὴν πόλιν ἀπὸ τοῦ ἱεροῦ Ἱερουσαλὴμ ὀνομασθῆναι· ὑπὸ δὲ τῶν Ἑλλήνων φερωνύμως Ἱεροσόλυμα λέγεσθαι. Συντελέσαντα δὲ τὸ ἱερὸν καὶ τὴν πόλιν τειχίσαντα, ἐλθεῖν εἰς Σηλὼμ, καὶ θυσίαν τῷ Θεῷ εἰς ὁλοκάρπωσιν προσαγαγεῖν, βοῦς χιλίους. Λαβόντα δὲ τὴν σκηνὴν καὶ τὸ θυσιαστήριον, καὶ τὰ σκεύη, ἃ ἐποίησε Μωσῆς, εἰς Ἱεροσόλυμα ἐνεγκεῖν, καὶ ἐν τῷ οἴκῳ θεῖναι. Καὶ τὴν κιβωτὸν δὲ καὶ τὸν βωμὸν τὸν χρυσοῦν, καὶ τὴν λυχνίαν, καὶ τὴν τράπεζαν, καὶ τὰ ἄλλα σκεύη ἐκεῖ κατατίθεσθαι, καθὼς προστάξαι αὐτῷ τὸν προφήτην. Προσαγαγεῖν δὲ τῷ Θεῷ θυσίαν μυρίαν, πρόβατα δισχίλια, μόσχους τρισχιλίους πεντακοσίους. Τὸ δὲ σύμπαν χρυσίον, τὸ εἰς τοὺς δύο στύλους καὶ τὸν ναὸν καταχρησθὲν, εἶναι τάλαντα μυριάδων υξʹ, εἰς δὲ τοὺς ἥλους καὶ τὴν ἄλλην κατασκευὴν ἀργυρίου τάλαντα χίλια διακόσια τριακονταδύο· χαλκοῦ δὲ εἰς τοὺς κίονας καὶ τὸν λουτῆρα καὶ τὴν στοὰν τάλαντα μύρια ὀκτακισχίλια πεντήκοντα. Ἀποπέμψαι δὲ τὸν Σολομῶνα καὶ τοὺς Αἰγυπτίους, καὶ τοὺς Φοίνικας, ἑκάστους εἰς τὴν ἑαυτῶν, ἑκάστῳ χρυσοῦ σίκλους δόντα δέκα· τὸ δὲ τάλαντον εἶναι σίκλον. Καὶ τῷ μὲν Αἰγύπτου βασιλεῖ Οὐαφρῆ ἐλαίου μετρητὰς μυρίους, φοινικοβαλάνων ἀρτάβας χιλίας, μέλιτος δὲ ἀγγεῖα ἑκατὸν, καὶ ἀρώματα πέμψαι· τῷ δὲ Σούρωνι εἰς Τῦρον πέμψαι τὸν χρυσοῦν κίονα, τὸν ἐν Τύρῳ ἀνακείμενον ἐν τῷ ἱερῷ τοῦ Διός. Θεόφιλος δέ φησι τὸν περισσεύσαντα χρυσὸν τὸν Σολομῶνα τῷ Τυρίῳ βασιλεῖ πέμψαι. Τὸν δὲ, εἰκόνα τῆς θυγατρὸς ζῶον ὁλοσώματον κατασκευάσαι, καὶ ἔλυτρον τῷ ἀνδριάντι τὸν χρυσοῦν κίονα περιθεῖναι. Ποιῆσαι δέ φησιν ὁ Εὐπόλεμος τὸν Σολομῶνα καὶ ἀσπίδας χρυσᾶς
portico of the temple, and set under it forty-eight bronze pillars. And he also constructed a bronze laver twenty cubits in length and twenty cubits in breadth; and its height was five cubits. And upon it, towards the base, he made a rim projecting outside by one cubit, so that the priests, mounting upon it, might rinse their feet and wash their hands; and he also made the bases of the laver chased and cast, twelve in number, and of a man's height; and he set them at the hinder part beneath the laver, on the right of the altar. And he also made a bronze stand two cubits in height, over against the laver, that the king might stand upon it when he prayed, so that he might be seen by the people of the Jews. And he built the altar also, twenty-five cubits by twenty cubits, and its height twelve cubits. And he also made two chain-wrought bronze rings, and set them upon mechanisms rising twenty cubits in height above the sanctuary, and shading over the whole temple; and he hung upon each net four hundred bronze bells of a talent's weight; and he made all the nets so that the bells might sound and scare away the birds, that they might not settle upon the temple, nor nest in the coffers of the gates and porticoes, and defile the temple with their droppings. And he also surrounded Jerusalem the city with walls, and towers, and trenches. And he built palaces also for himself. And at first the royal shrine was called the Temple of Solomon, and afterwards, by corruption, the city was named Jerusalem from the temple; while by the Greeks it was called Hierosolyma, bearing a name derived therefrom. And when he had finished the temple and walled the city, he went to Selom, and offered to God a sacrifice for a whole burnt-offering, a thousand oxen. And having taken the tabernacle, and the altar, and the vessels which Moses made, he brought them to Jerusalem, and placed them in the house. And the ark also, and the golden altar, and the lampstand, and the table, and the other vessels he deposited there, just as the prophet had commanded him. And he offered to God a vast sacrifice, two thousand sheep, three thousand five hundred calves. And the whole amount of gold that was expended upon the two pillars and the sanctuary was talents of four hundred and sixty myriads; and for the nails and the rest of the furnishing, one thousand two hundred and thirty-two talents of silver; and of bronze for the columns and the laver and the portico, eighteen thousand and fifty talents. And Solomon sent away both the Egyptians and the Phoenicians, each people to their own country, having given to each man ten shekels of gold; and the talent was a shekel. And to Vaphres king of Egypt he sent ten thousand measures of oil, a thousand artabas of dates, a hundred vessels of honey, and spices; and to Suron at Tyre he sent the golden column, which is dedicated at Tyre in the temple of Zeus. And Theophilus says that Solomon sent the surplus gold to the Tyrian king, and that the latter fashioned a full-length lifelike figure as an image of his daughter, and set the golden column around the statue as a casing. And Eupolemus says that Solomon also made golden shields