Migne Reading Room

PG 21 · cols. 725–736 · Read from the page

Preparation for the Gospel, Book IX

Preparation for the Gospel, Book IX

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:725Read from the page
Λεῖψε δ' ἔτι σπαίρουσαν, ἐπεὶ πόνος ἄλλος ὀρώρει. Τόφρα δὲ καὶ Λευῖν μένος ἄσχετος ἔλαβε χαίτης Ἁπτόμενον γούνων Συχὲμ, ἄσπετα μαργήναντα. Ἤλασε δὲ κληῗδα μέσην· δῦ δὲ ξίφος ὀξὺ Σπλάγχνα διὰ στέρνων, λίπε δὲ ψυχὴ δέμας εὐθύς.
and left it still gasping, since another toil had arisen. Meanwhile Levi also, unrestrainable in might, caught by the hair Sychem, who was clasping his knees, having raged unspeakably. And he drove through the mid-collarbone; and the sharp sword plunged into the vitals through the breast, and his soul left his frame straightway.
Πυθομένους δὲ καὶ τοὺς ἑτέρους ἀδελφοὺς τὴν πρᾶξιν αὐτῶν, ἐπιβοηθῆσαι, καὶ τὴν πόλιν ἐκπορθῆσαι, καὶ τὴν ἀδελφὴν ἀναῤῥυσαμένους, μετὰ τῶν αἰχμαλώτων εἰς τὴν πατρώαν ἔπαυλιν διακομίσαι.
And that the other brothers also, having learned of their deed, came to help, and sacked the city, and having rescued their sister, brought her back along with the captives to their father's homestead.
ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ.
Chapter XXIII.
Ἀρταπάνου, περὶ τοῦ Ἰωσήφ.
Of Artapanus, concerning Joseph.
Τούτοις καὶ τὰ ἑξῆς περὶ τοῦ Ἰωσὴφ ἐκ τῆς αὐτῆς τοῦ Πολυΐστορος γραφῆς ἐπισυνῆφθαι. «Ἀρτάπανος δέ φησιν ἐν τῷ Περὶ Ἰουδαίων τοῦ Ἀβραὰμ ἀπόγονον γενέσθαι, υἱὸν δὲ Ἰακώβου· συνέσει δὲ καὶ φρονήσει παρὰ τοὺς ἄλλους διενεγκόντα, ὑπὸ ἀδελφῶν ἐπιβουλευθῆναι· προειδόμενον δὲ τὴν ἐπισύστασιν, δεηθῆναι τῶν ἀστυγειτόνων Ἀράβων εἰς τὴν Αἴγυπτον αὐτὸν διακομίσαι. Τοὺς δὲ τὸ ἐντυγχανόμενον ποιῆσαι. Εἶναι γὰρ τοὺς τῶν Ἀράβων βασιλεῖς ἀπογόνους Ἰσραὴλ, υἱοὺς τοῦ Ἀβραὰμ, Ἰσαὰκ δὲ ἀδελφούς. Ἐλθόντα δὲ αὐτὸν εἰς τὴν Αἴγυπτον, καὶ συσταθέντα τῷ βασιλεῖ, διοικητὴν τῆς ὅλης γενέσθαι χώρας. Καὶ πρότερον ἀτάκτως τῶν Αἰγυπτίων γεωμορούντων, διὰ τὸ τὴν χώραν ἀδιαίρετον εἶναι, καὶ τῶν ἐλασσόνων ὑπὸ τῶν κρεισσόνων ἀδικουμένων· τοῦτον πρῶτον τήν τε γῆν διελεῖν, καὶ ὅροις διασημήνασθαι, καὶ τὴν πολλὴν χερσευομένην γεωργήσιμον ἀποτελέσαι, καί τινας τῶν ἀρουρῶν τοῖς ἱερεῦσιν ἀποκληρῶσαι. Τοῦτον δὲ καὶ μέτρα εὑρεῖν, καὶ μεγάλως αὐτὸν ὑπὸ τῶν Αἰγυπτίων διὰ ταῦτα ἀγαπηθῆναι. Γῆμαι δ' αὐτὸν Ἡλιουπολίτου ἱερέως Ἀσενὲθ θυγατέρα. ἐξ ἧς γεννῆσαι παῖδας. Μετὰ δὲ ταῦτα παραγενέσθαι πρὸς αὐτὸν τόν τε πατέρα καὶ τοὺς ἀδελφοὺς κομίζοντας πολλὴν ὕπαρξιν, καὶ κατοικισθῆναι ἐν τῇ πόλει Καισὰν, καὶ τοὺς Σύρους πλεονάσαι ἐν τῇ Αἰγύπτῳ. Τούτους δέ φησι καὶ τὸ ἐν Ἀθὼς καὶ τὸ ἐν Ἡλιουπόλει ἱερὸν κατασκευάσαι τοὺς Ἑρμιοὺθ ὀνομαζομένους. Μετὰ δὲ ταῦτα τελευτῆσαι τὸν Ἰωσὴφ, καὶ τὸν βασιλέα τῶν Αἰγυπτίων. Τὸν οὖν Ἰωσὴφ κρατοῦντα τῆς Αἰγύπτου, τὸν ἐτῶν ἑπτὰ σῖτον, γενόμενον κατὰ τὴν φορὰν ἄπλετον, παραθέσθαι, καὶ τῆς Αἰγύπτου δεσπότην γενέσθαι.»
To these let the things that follow concerning Joseph also be subjoined from the same writing of Polyhistor. "Artapanus says in his work On the Jews that he was a descendant of Abraham, and son of Jacob; and that excelling in understanding and prudence beyond the others, he was plotted against by his brothers; and foreseeing the conspiracy, he besought the neighbouring Arabs to convey him across into Egypt. And they did what was requested; for the kings of the Arabs were descendants of Israel, sons of Abraham, and brothers of Isaac. And having come into Egypt, and having been commended to the king, he became administrator of the whole country. And whereas previously the Egyptians farmed without order, because the country was undivided, and the lesser folk were wronged by the stronger, he first both divided the land and marked it off with boundaries, and rendered much of it that lay waste fit for tillage, and allotted certain of the arable lands to the priests. And he also invented measures, and on account of these things was greatly beloved by the Egyptians. And he married Aseneth, daughter of a priest of Heliopolis, by whom he begat children. And after these things both his father and his brothers came to him bringing much substance, and were settled in the city of Caesan, and the Syrians multiplied in Egypt. And these, he says, who are called Hermiouth, also built both the temple in Athos and that in Heliopolis. And after these things Joseph died, as did the king of the Egyptians. So Joseph, while governing Egypt, stored up the corn of seven years, which had proved boundless in its yield, and became master of Egypt."
ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ.
Chapter XXIV.
Φίλωνος, περὶ τοῦ αὐτοῦ.
Of Philo, concerning the same.
Μαρτυρεῖ δὲ ταῖς ἱεραῖς βίβλοις καὶ Φίλων ἐν τῇ ιδʹ τῶν περὶ Ἱεροσόλυμα, λέγων οὕτως·
And Philo also bears witness to the sacred books in the fourteenth [book] of his work concerning Jerusalem, speaking thus:
Τοῖσιν ἕδος μακαριστὸν ὅλης μέγας ἔκτισεν ἄκτωρ Ὕψιστος, καὶ πρόσθεν ἀφ' Ἀβραάμοιο καὶ Ἰσὰκ, Ἰακὼβ εὐτέκνοιο τόκος Ἰωσὴφ, ὃς ὀνείρων Θεσπιστὴς, σκηπτοῦχος ἐν Αἰγύπτοιο θρόνοισι, Δινεύσας λαθραῖα χρόνου πλημμυρίδι μοίρης.
For them the great leader Most High founded a blessed abode of the whole [land], even from of old from Abraham and Isac, Joseph the offspring of fair-childrened Jacob, who, diviner of dreams, sceptre-bearer upon the thrones of Egypt, having revolved the hidden things of time in the flood-tide of fate.
Καὶ τὰ ἑξῆς. Ταῦτα καὶ περὶ τοῦ Ἰωσήφ.
And what follows. Thus much also concerning Joseph.
Notes, col. 725

On the reading

Printed θυγατέρα. ἐξ, for θυγατέρα, ἐξ.

PG 21:728Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ.
Chapter XXV.
Ἀρισταίου, περὶ τοῦ Ἰώβ.
Of Aristaeus, concerning Job.
Ἄκουε δὲ οἷα καὶ περὶ τοῦ Ἰὼβ ὁ αὐτὸς ἱστορεῖ. «Ἀρισταίας δέ φησιν ἐν τῷ Περὶ Ἰουδαίων τὸν Ἠσαῦ, γήμαντα Βασσάρας υἱὸν ἐν Ἐδὼμ, γεννῆσαι υἱόν. Κατοικεῖν δὲ τοῦτον ἐν τῇ Αὐσίτιδι χώρᾳ, ἐπὶ τοῖς ὅροις τῆς Ἰδουμαίας καὶ Ἀραβίας. Γενέσθαι δ' αὐτὸν δίκαιον καὶ πολύκτηνον. Κτήσασθαι γὰρ αὐτὸν πρόβατα μὲν ἑπτακισχίλια, καμήλους δὲ τρισχιλίας, ζεύγη βοῶν πεντακόσια, ὄνους θηλείας νομάδας πεντακοσίας. Εἶχε δὲ καὶ γεωργίας ἱκανάς. Τοῦτον δὲ τὸν Ἰὼβ πρότερον Ἰωβὰμ ὀνομάζεσθαι. Πειράζοντα δ' αὐτὸν τὸν Θεὸν ἐμμεῖναι, μεγάλαις δὲ περιβαλεῖν αὐτὸν ἀτυχίαις. Πρῶτον μὲν γὰρ αὐτοῦ τούς τε ὄνους καὶ βοῦς ὑπὸ λῃστῶν ἀπελαθῆναι, εἶτα τὰ πρόβατα ὑπὸ τοῦ πυρὸς ἐκ τοῦ οὐρανοῦ πεσόντος κατακαῆναι σὺν τοῖς ποιμέσι· μετ' οὐ πολὺ δὲ καὶ τὰς καμήλους ὑπὸ λῃστῶν ἀπελαθῆναι· εἶτα τὰ τέκνα αὐτοῦ ἀποθανεῖν, πεσούσης τῆς οἰκίας. Αὐθημερὸν δὲ αὐτοῦ καὶ τὸ σῶμα ἑλκῶσαι. Φαύλως δὲ αὐτοῦ διακειμένου, ἐλθεῖν εἰς ἐπίσκεψιν Ἐλίφαν τὸν Θαιμανιτῶν βασιλέα, καὶ Βαλδὰδ τῶν Σαυχαίων τύραννον, καὶ Σωφὰρ τὸν Μανναίων βασιλέα, ἐλθεῖν δὲ καὶ Ἐλιοῦν τὸν Βαραχιὴλ τὸν Ζωβίτην. Παρακαλουμένων δὲ, φάναι καὶ χωρὶς παρακλήσεως ἐμμενεῖν αὐτὸν ἔν τε τῇ εὐσεβείᾳ καὶ τοῖς δεινοῖς. Τὸν δὲ Θεὸν, ἀγασθέντα τὴν εὐψυχίαν αὐτοῦ, τῆς τε νόσου αὐτὸν ἀπολῦσαι, καὶ πολλῶν κύριον ὑπάρξεων ποιῆσαι.» Τοσαῦτα καὶ περὶ τούτων ὁ Πολυΐστωρ.
Hear also what things the same writer relates concerning Job. "Aristaeas says in his work On the Jews that Esau, having married Bassara's son in Edom, begat a son; and that this man dwelt in the land of Ausitis, on the borders of Idumaea and Arabia. And he was righteous and rich in cattle; for he acquired seven thousand sheep, three thousand camels, five hundred yoke of oxen, five hundred pasturing she-asses; and he also had considerable farms. And this Job was formerly named Jobam. And God persisted in testing him, and encompassed him with great misfortunes. For first both his asses and oxen were driven off by robbers; then the sheep were burned up together with the shepherds by the fire that fell from heaven; and not long after the camels also were driven off by robbers; then his children died when the house fell; and on the same day He also covered his body with sores. And while he was in evil plight, there came to visit him Eliphas the king of the Thaemanites, and Baldad tyrant of the Sauchaeans, and Sophar the king of the Mannaeans, and there came also Elious the son of Barachiel the Zobite. And as they were comforting him, he said that even without comfort he would abide steadfast both in godliness and amid the terrors. And God, admiring his courage of soul, both released him from his disease and made him master of many possessions." So much says Polyhistor concerning these matters also.
ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ
Chapter XXVI.
Εὐπολέμου, περὶ Μωσέως.
Of Eupolemus, concerning Moses.
Καὶ περὶ Μωσέως δὲ ὁ αὐτὸς πλεῖστα παρατίθεται, ὧν καὶ αὐτῶν ἐπακοῦσαι ἄξιον· «Εὐπόλεμος δέ φησι τὸν Μωσῆν πρῶτον σοφὸν γενέσθαι, καὶ γράμματα παραδοῦναι τοῖς Ἰουδαίοις πρῶτον, παρὰ δὲ Ἰουδαίων Φοίνικας παραλαβεῖν, Ἕλληνας δὲ παρὰ Φοινίκων· νόμους τε πρῶτον γράψαι Μωσῆν τοῖς Ἰουδαίοις.»
And concerning Moses also the same writer sets forth very many things, to which themselves also it is worth listening: "Eupolemus says that Moses was the first wise man, and first handed down letters to the Jews, and that from the Jews the Phoenicians received them, and the Greeks from the Phoenicians; and that Moses first wrote laws for the Jews."
ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ.
Chapter XXVII.
Ἀρταπάνου, περὶ τοῦ αὐτοῦ.
Of Artapanus, concerning the same.
Ἀρταπάνος δέ φησιν ἐν τῇ περὶ Ἰουδαίων, Ἀβραὰμ τελευτήσαντος, καὶ τοῦ υἱοῦ αὐτοῦ Μεμψασθενὼθ, ὁμοίως δὲ καὶ τοῦ βασιλέως τῶν Αἰγυπτίων, τὴν δυναστείαν παραλαβεῖν τὸν υἱὸν αὐτοῦ Παλμανώθην. Τοῦτον δὲ τοῖς Ἰουδαίοις φαύλως προσφέρεσθαι· καὶ πρῶτον μὲν τὴν Κεσσὰν οἰκοδομῆσαι, τό τε ἐπ' αὐτῇ ἱερὸν καθιδρύσασθαι,
Artapanus says in his work on the Jews that after Abraham had died, and his son Mempsasthenoth, and likewise the king of the Egyptians, his son Palmanothes succeeded to the sovereignty. And this man behaved ill towards the Jews; and first he built Cessan, and founded the temple in it,
Notes, col. 728

On the reading

Printed Ἀρταπάνος, for Ἀρτάπανος.

PG 21:729Read from the page
εἶτα τὸν ἐν Ἡλιουπόλει ναὸν κατασκευάσαι. Τοῦτον δὲ γεννῆσαι θυγατέρα Μέρῥιν, ἣν Χενεφρῇ τινι κατεγγυῆσαι, τῶν ὑπὲρ Μέμφιν τόπων βασιλεύοντι· πολλοὺς γὰρ τότε τῆς Αἰγύπτου βασιλεύειν. Ταύτην δὲ στεῖραν ὑπάρχουσαν ὑποβαλέσθαι τινὸς τῶν Ἰουδαίων παιδίον· τοῦτο δὲ Μώϋσον ὀνομάσαι· ὑπὸ δὲ τῶν Ἑλλήνων αὐτὸν ἀνδρωθέντα Μουσαῖον προσαγορευθῆναι. Γενέσθαι δὲ τὸν Μώϋσον τοῦτον Ὀρφέως διδάσκαλον· ἀνδρωθέντα δ' αὐτὸν πολλὰ τοῖς ἀνθρώποις εὔχρηστα παραδοῦναι. Καὶ γὰρ πλοῖα, καὶ μηχανὰς πρὸς τὰς λιθοθεσίας, καὶ τὰ Αἰγύπτια ὅπλα, καὶ τὰ ὄργανα τὰ ὑδρευτικὰ καὶ πολεμικὰ, καὶ τὴν φιλοσοφίαν ἐξευρεῖν· ἔτι δὲ τὴν πόλιν εἰς λϛʹ νομοὺς διελεῖν, καὶ ἑκάστῳ τῶν νομῶν ἀποτάξαι τὸν Θεὸν σεφθήσεσθαι, τά τε ἱερὰ γράμματα τοῖς ἱερεῦσιν· εἶναι δὲ καὶ αἰλούρους, καὶ κύνας, καὶ ἴβεις· ἀπονεῖμαι δὲ καὶ τοῖς ἱερεῦσιν ἐξαίρετον χώραν. Ταῦτα δὲ πάντα ποιῆσαι χάριν τοῦ τὴν μοναρχίαν βεβαίαν τῷ Χενεφρῇ διαφυλάξαι. Πρότερον γὰρ ἀδιατάκτους ὄντας τοὺς ὄχλους, ποτὲ μὲν ἐκβάλλειν, ποτὲ δέ καθιστάνειν βασιλεῖς, καὶ πολλάκις μὲν τοὺς αὐτοὺς, ἐνιάκις δὲ ἄλλους. Διὰ ταῦτα οὖν τὸν Μώϋσον ὑπὸ τῶν ὄχλων ἀγαπηθῆναι, καὶ ὑπὸ τῶν ἱερέων ἰσοθέου τιμῆς καταξιωθέντα προσαγορευθῆναι Ἑρμῆν διὰ τὴν τῶν ἱερῶν γραμμάτων ἑρμηνείαν. Τὸν δὲ Χενεφρῆν, ὁρῶντα τὴν ἀρετὴν τοῦ Μωῦσου, φθονῆσαι αὐτῷ, καὶ ζητεῖν αὐτὸν ἐπ' εὐλόγῳ αἰτίᾳ τινὶ ἀνελεῖν. Καὶ δή ποτε τῶν Αἰθιόπων ἐπιστρατευσαμένων τῇ Αἰγύπτῳ, τὸν Χενεφρῆν, ὑπολαβόντα εὑρηκέναι καιρὸν εὔθετον, πέμψαι τὸν Μωῦσον ἐπ' αὐτοὺς στρατηγὸν μετὰ δυνάμεως. Τὸ δὲ τῶν συγγενῶν αὐτῷ συστῆσαι πλῆθος, ὑπολαβόντα ῥᾳδίως αὐτὸν διὰ τὴν τῶν στρατιωτῶν ἀσθένειαν ὑπὸ τῶν πολεμίων ἀναιρεθήσεσθαι. Τὸν δὲ Μωῦσον ἐλθόντα ἐπὶ τὸν Ἑρμουπολίτην ὀνομαζόμενον νομὸν, ἔχοντα περὶ δέκα μυριάδας γεωργῶν, αὐτοῦ καταστρατεῦσαι. Πέμψαι δὲ στρατηγοὺς τοὺς ποοκαθεδουμένους τῆς χώρας, οὓς δὴ πλεονεκτεῖν ἐπιφανῶς κατὰ τὰς μάχας. Λέγειν δέ φησιν Ἡλιουπολίτας γενέσθαι τὸν πόλεμον τοῦτον ἔτη δέκα. Τοὺς οὖν περὶ τὸν Μωῦσον, διὰ τὸ μέγεθος τῆς στρατιᾶς, πόλιν ἐν τούτῳ κτίσαι τῷ τόπῳ, καὶ τὴν ἶβιν ἐν αὐτῷ καθιερῶσαι, διὰ τὸ ταύτην βλάπτοντα ζῶα τοὺς ἀνθρώπους ἀναιρεῖν. Προσαγορεῦσαι δὲ αὐτὴν Ἑρμούπολιν. Οὕτω δὴ τοὺς Αἰθίοπας, καίπερ ὄντας πολεμίους, στέρξαι τὸν Μωῦσον, ὥστε καὶ τὴν περιτομὴν τῶν αἰδοίων παρ' ἐκείνου μαθεῖν· οὐ μόνον δὲ τούτους, ἀλλὰ καὶ τοὺς ἱερεῖς ἅπαντας. Τὸν δὲ Χενεφρῆν, λυθέντος τοῦ πολέμου, λόγῳ μὲν αὐτὸν ἀποδέξασθαι, ἔργῳ δὲ ἐπιβουλεύειν. Παρελόμενον γοῦν αὐτοῦ τοὺς ὄχλους, τοὺς μὲν ἐπὶ τὰ ὅρια τῆς Αἰθιοπίας πέμψαι, προφυλακῆς χάριν· τοῖς δὲ προστάξαι τὸν ἐν Διὸς πόλει ναὸν ἐξ ὀπτῆς πλίνθου κατεσκευασμένον καθαιρεῖν· ἕτερον δὲ λίθινον κατασκευάσαι, τὸ πλησίον ὄρος λατομήσαντας. Τάξαι δὲ ἐπὶ τῆς οἰκοδομίας ἐπιστάτην Ναχέρωτα. Τὸν δὲ, ἐλθόντα μετὰ Μωῦσου εἰς Μέμφιν, πυθέσθαι παρ' αὐτοῦ, εἴ τι ἄλλο ἐστὶν εὔχρηστον τοῖς ἀνθρώποις. Τὸν δὲ φάναι γένος τῶν βοῶν, διὸ τὸ τὴν γῆν ὑπὸ τούτων ἀροῦσθαι. Τὸν δὲ
then constructed the shrine in Heliopolis. And that this man begat a daughter Merrhis, whom he betrothed to a certain Chenephres, who was king of the districts above Memphis; for at that time many ruled as kings over Egypt. And she, being barren, adopted as her own a child of one of the Jews, and named it Moysus; and by the Greeks, when he had grown to manhood, he was called Musaeus. And this Moysus became teacher of Orpheus; and when he had grown to manhood he imparted to mankind many useful things. For he invented ships, and engines for stone-laying, and the Egyptian arms, and instruments both for drawing water and for war, and philosophy; and further he divided the state into thirty-six nomes, and assigned to each of the nomes the god to be worshipped, and the sacred letters to the priests; and these were cats, and dogs, and ibises; and he also apportioned a special territory to the priests. And all these things he did for the sake of preserving the monarchy secure for Chenephres. For previously the multitudes, being disorderly, would at one time expel kings and at another set them up, oftentimes the same men, but sometimes others. On account of these things, therefore, Moysus was beloved by the multitudes, and being deemed worthy of godlike honour by the priests, was called Hermes because of his interpretation of the sacred letters. But Chenephres, seeing the excellence of Moysus, envied him, and sought to slay him upon some specious pretext. And once when the Ethiopians marched against Egypt, Chenephres, supposing that he had found a convenient occasion, sent Moysus against them as general with a force. And he banded together for him the multitude of his kinsfolk, supposing that because of the weakness of the soldiers he would easily be slain by the enemy. But Moysus, coming to the nome called Hermopolite, having about ten myriads of husbandmen, encamped there. And he sent out as generals those stationed over the country, who indeed gained conspicuous advantage in the battles. And the Heliopolitans say, he tells us, that this war lasted ten years. So Moysus and his company, because of the size of the army, founded a city in this place, and consecrated the ibis in it, because it destroys creatures that harm men; and they called it Hermopolis. Thus indeed the Ethiopians, even though they were enemies, so loved Moysus that they even learned from him the circumcision of the privy parts; and not only they, but all the priests as well. And when the war was ended, Chenephres welcomed him in word, yet in deed plotted against him. Taking away his multitudes, at any rate, some he sent to the frontiers of Ethiopia for an outpost; and others he ordered to pull down the shrine in Diospolis that had been built of baked brick, and to build another of stone, quarrying the neighbouring mountain. And over the building he appointed Nacherotas as overseer. And he, having come with Moysus to Memphis, inquired of him whether there was anything else useful to men. And he said, the breed of oxen, because the earth is ploughed by these. And
Notes, col. 729

On the reading

Printed ποτὲ δέ καθιστάνειν, for ποτὲ δὲ καθιστάνειν.

Printed Μωῦσου, for Μωύσου.

Printed ποοκαθεδουμένους, for προκαθεζομένους.

Printed διὸ, for διὰ.

PG 21:732Read from the page
Χενεφρῆν, προσαγορεύσαντα ταῦρον Ἄπιν, κελεῦσαι ἱερὸν αὐτοῦ τοὺς ὄχλους καθιδρύσασθαι, καὶ τὰ ζῶα τὰ καθιερωθέντα ὑπὸ τοῦ Μωῦσου κελεύειν ἐκεῖ φέροντας θάπτειν, κατακρύπτειν θέλων τὰ τοῦ Μωῦσου ἐπινοήματα. Ἀποξενωσάντων δὲ αὐτὸν τῶν Αἰγυπτίων, ὁρκωμοτῆσαι τοὺς φίλους μὴ ἐξαγγεῖλαι τῷ Μωῦσῳ τὴν ἐπισυνισταμένην αὐτῷ ἐπιβουλὴν, καὶ προβαλέσθαι τοὺς ἀναιρήσοντας αὐτόν. Μηδενὸς δ' ὑπακούσαντος, ὀνειδίσαι τὸν Χενεφρῆν Χανεθώθην, τὸν μάλιστα προσαγορευόμενον ὑπ' αὐτοῦ. Τὸν δὲ ὀνειδισθέντα, ὑποσχέσθαι τὴν ἐπίθεσιν, λαβόντα καιρόν. Ὑπὸ δὲ τοῦτον τὸν καιρὸν, τῆς Μέρῥιδος τελευτησάσης, ὑποσχέσθαι τὸν Χενεφρῆν τῷ τε Μωῦσῳ καὶ τῷ Χανεθώθῃ τὸ σῶμα, ὥστε διακομίσαντας εἰς τοὺς ὑπὲρ Αἴγυπτον τόπους θάψαι, ὑπολαβόντα τὸν Μωῦσον ὑπὸ τοῦ Χανεθὼθ ἀναιρεθήσεσθαι. Πορευομένων δὲ αὐτῶν, τὴν ἐπιβουλὴν τῷ Μωῦσῳ τῶν συνειδότων ἐξαγγεῖλαί τινα. Τὸν δὲ φυλάσσοντα αὑτὸν τὴν μὲν Μέρῥιν θάψαι, τὸν δὲ ποταμὸν, καὶ τὴν ἐν ἐκείνῳ πόλιν Μερόην προσαγορεῦσαι. (Τιμᾶσθαι δὲ τὴν Μέρῥιν ταύτην ὑπὸ τῶν ἐγχωρίων οὐκ ἔλαττον ἢ τὴν Ἶσιν.) Ἀάρωνα δὲ τὸν τοῦ Μωῦσου ἀδελφὸν, τὰ περὶ τὴν ἐπιβουλὴν ἐπιγνόντα, συμβουλεῦσαι τῷ ἀδελφῷ φυγεῖν εἰς τὴν Ἀραβίαν. Τὸν δὲ πεισθέντα, ἀπὸ Μέμφεως τὸν Νεῖλον διαπλεύσαντα, ἀπαλλάσσεσθαι εἰς τὴν Ἀραβίαν. Τὸν δὲ Χανεθώθην, πυθόμενον τοῦ Μωῦσου τὴν φυγὴν, ἐνεδρεύειν ὡς ἀναιρήσοντα. Ἰδόντα δὲ ἐρχόμενον, σπάσασθαι τὴν μάχαιραν ἐπ' αὐτόν. Τὸν δὲ Μωῦσον, προκαταχήσαντα τήν τε χεῖρα κατασχεῖν αὐτοῦ, καὶ σπασάμενον τὸ ξίφος, φονεῦσαι τὸν Χανεθώθην. Διεκδρᾶναι δὲ εἰς τὴν Ἀραβίαν, καὶ Ῥαγουήλῳ τῷ τῶν τόπων ἄρχοντι συμβιοῦν, λαβόντα τὴν ἐκείνου θυγατέρα. Τὸν δὲ Ῥαγουῆλον βούλεσθαι στρατεύειν ἐπὶ τοὺς Αἰγυπτίους, κατάγειν βουλόμενον τὸν Μωῦσον, καὶ τὴν δυναστείαν τῇ τε θυγατρὶ καὶ τῷ γαμβρῷ κατασκευάσαι. Τὸν δὲ Μωῦσον ἀποκωλῦσαι, στοχαζόμενον τῶν ὁμοφύλων. Τὸν δὲ Ῥαγουῆλον διακωλύοντα στρατεύειν τοῖς Ἄραψι, προστάξαι λῃστεύειν τὴν Αἴγυπτον. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ Χενεφρῆν πρῶτον ἁπάντων ἀνθρώπων ἐλεφαντιάσαντα μεταλλάξαι. Τούτῳ δὲ τῷ πάθει περιπεσεῖν διὰ τὸ τοὺς Ἰουδαίους προστάξαι σινδόνας ἀμφιέννυσθαι, ἐρεᾶν δ' ἐσθῆτα μὴ ἀμπέχεσθαι, ὅπως ὄντες ἐπίσημοι κολάζωνται ὑπ' αὐτοῦ. Τὸν δὲ Μωῦσον εὔχεσθαι τῷ Θεῷ, ἤδη ποτὲ τοὺς λαοὺς παῦσαι τῶν κακοπαθειῶν. Ἱλασκομένου δ' αὐτοῦ, αἰφνιδίως, φησὶν, ἐκ τῆς γῆς πῦρ ἀναφθῆναι, καὶ τοῦτο κάεσθαι, μήτε ὕλης μήτε ἄλλης τινὸς ξυλείας οὔσης ἐν τῷ τόπῳ. Τὸν δὲ Μωῦσον, δείσαντα τὸ γένος, φεύγειν· φωνὴν δ' αὐτῷ θείαν εἰπεῖν, στρατεύειν ἐπ' Αἴγυπτον, καὶ τοὺς Ἰουδαίους διασώσαντα, εἰς τὴν ἀρχαίαν ἀγαγεῖν πατρίδα. Τὸν δὲ, θαῤῥήσαντα, δύναμιν πολεμίαν ἐπάγειν διαγνῶναι τοῖς Αἰγυπτίοις. Πρῶτον δὲ πρὸς Ἀαρῶνα τὸν ἀδελφὸν ἐλθεῖν. Τὸν δὲ βασιλέα τῶν Αἰγυπτίων, πυθόμενον τὴν τοῦ Μωῦσου παρουσίαν, καλέσαι πρὸς αὑτὸν, καὶ πυνθάνεσθαι ἐφ' ὅτῳ ἥκοι. Τὸν δὲ φάναι,
Chenephres, having named a bull Apis, commanded the multitudes to found a temple for it, and ordered them to bring thither and bury the creatures that had been consecrated by Moysus, wishing to conceal the inventions of Moysus. And when the Egyptians became estranged from him, he bound his friends by oath not to disclose to Moysus the plot being contrived against him, and appointed men to slay him. When no one obeyed, Chenephres reproached Chanethothes, whom above all he addressed by name. And he, on being reproached, promised to make the attack when he got an opportunity. And about this time, when Merrhis had died, Chenephres committed the body both to Moysus and to Chanethothes, so as to convey it to the districts beyond Egypt and bury it, supposing that Moysus would be slain by Chanethoth. And as they were journeying, one of those privy to the plot disclosed it to Moysus. And he, guarding himself, buried Merrhis, and called the river and the city upon it Meroe. (And this Merrhis is honoured by the natives no less than Isis.) And Aaron the brother of Moysus, having learned about the plot, advised his brother to flee into Arabia; and he, being persuaded, sailed across the Nile from Memphis, and departed into Arabia. And Chanethothes, learning of the flight of Moysus, lay in ambush intending to slay him; and seeing him coming, drew his dagger against him. But Moysus, forestalling him, both held down his hand and, drawing his sword, slew Chanethothes. And he escaped into Arabia, and lived with Raguel the ruler of those districts, having married his daughter. And Raguel wished to march against the Egyptians, wishing to restore Moysus and establish the sovereignty for his daughter and his son-in-law; but Moysus prevented it, having regard for his countrymen. And Raguel, forbidding the Arabs to march out in war, ordered them to plunder Egypt. And about the same time Chenephres also, first of all men to be afflicted with elephantiasis, departed this life; and he fell into this malady because he had ordered the Jews to clothe themselves in linen garments and not to wear woollen raiment, so that being marked out they might be punished by him. And Moysus prayed to God now at last to give the peoples rest from their afflictions. And while he was making propitiation, suddenly, he says, fire was kindled out of the earth, and it burned though neither brushwood nor any other timber was in the place. And Moysus, fearing the race, fled; and a divine voice told him to march against Egypt, and having saved the Jews completely, to lead them into their ancient fatherland. And he, taking courage, resolved to bring a hostile force against the Egyptians; and first he came to Aaron his brother. And the king of the Egyptians, learning of the arrival of Moysus, summoned him to himself, and inquired wherefore he had come. And he said
Notes, col. 732

On the reading

Printed Μωῦσου, for Μωύσου.

Printed Μωῦσῳ, for Μωύσῳ.

PG 21:733Read from the page
προστάξαι αὐτῷ τὸν τῆς οἰκουμένης Δεσπότην ἀπολῦσαι τοὺς Ἰουδαίους. Τὸν δὲ, πυθόμενον, εἰς φυλακὴν αὐτὸν καθεῖρξαι. Νυκτὸς δὲ ἐπιγενομένης τάς τε θύρας πάσας αὐτομάτως ἀνοιχθῆναι τοῦ δεσμωτηρίου, καὶ τῶν φυλάκων οὓς μὲν τελευτῆσαι, τινὰς δὲ ὑπὸ τοῦ ὕπνου παρεθῆναι, τὰ τε ὅπλα κατεαγῆναι. Ἐξελθόντα δὲ τὸν Μωῦσον, ἐπὶ τὰ βασίλεια ἐλθεῖν· εὑρόντα δὲ ἀνεῳγμένας τὰς θύρας εἰσελθεῖν, καὶ ἐνθάδε τῶν φυλάκων παρειμένων τὸν βασιλέα ἐξεγεῖραι. Τὸν δὲ, ἐκπλαγέντα ἐπὶ τῷ γεγονότι, κελεῦσαι τῷ Μωῦσῳ τὸ τοῦ πέμψαντος αὐτὸν Θεοῦ εἰπεῖν ὄνομα, διαχλευάσαντα αὐτόν. Τὸν δὲ, προσκύψαντα πρὸς τὸ οὖς, εἰπεῖν. Ἀκούσαντα δὲ τὸν βασιλέα, πεσεῖν ἄφωνον· διακρατηθέντα δὲ ὑπὸ τοῦ Μωῦσου, πάλιν ἀναβιῶσαι. Γράψαντα δὲ τοὔνομα εἰς δέλτον, κατασφραγίσασθαι· τῶν δὲ ἱερέων τὸν ἐκφαυλίσαντα τὰ ἐν τῇ πινακίδι γεγραμμένα, μετὰ σπασμοῦ τὸν βίον ἐκλιμπάνειν· εἰπεῖν τε τὸν βασιλέα σημεῖόν τι αὐτῷ ποιῆσαι. Τὸν δὲ Μωῦσον, ἣν εἶχε ῥάβδον ἐκβαλόντα, ὄφιν ποιῆσαι· πτοηθέντων δὲ πάντων, ἐπιλαβόμενον τῆς οὐρᾶς ἀνελέσθαι, καὶ πάλιν ῥάβδον ποιῆσαι. Προελθόντα δὲ μικρὸν, τὸν Νεῖλον τῇ ῥάβδῳ πατάξαι· τὸν δὲ ποταμὸν, πολύχουν γενόμενον, κατακλύζειν ὅλην τὴν Αἴγυπτον. Ἀπὸ τότε δὲ καὶ τὴν κατάβασιν αὐτοῦ γίνεσθαι. Συναγαγὸν δὲ τὸ ὕδωρ ἀποζέσαι, καὶ τὰ ποτάμια διαφθεῖραι ζῶα, τούς τε λαοὺς διὰ τὴν δίψαν φθείρεσθαι. Τὸν δὲ βασιλέα, τούτων γενομένων τῶν τεράτων, φάναι μετὰ μῆνα τοὺς λαοὺς ἀπολύσειν, ἐὰν ἀποκαταστήσῃ τὸν ποταμόν. Τὸν δὲ Μωῦσον, πάλιν τῇ ῥάβδῳ πατάξαντα τὸ ὕδωρ, συστεῖλαι τὸ ῥεῦμα. Τούτου δὲ γενομένου, τὸν βασιλέα τοὺς ἱερεῖς τοὺς ὑπὲρ Μέμφιν καλέσαι, καὶ φάναι αὐτοὺς ἀναιρήσειν, καὶ τὰ ἱερὰ κατασκάψειν, ἐὰν μὴ καὶ αὐτοὶ τερατουργήσωσι. Τοὺς δὲ τότε διά τινων μαγγάνων καὶ ἐπαοιδῶν δράκοντα ποιῆσαι, καὶ τὸν ποταμὸν μεταχρῶσαι. Τὸν δὲ βασιλέα φρονηματισθέντα ἐπὶ τῷ γεγονότι, πάσῃ τιμωρίᾳ καὶ κολάσει καταικίζειν τοὺς Ἰουδαίους. Τὸν δὲ Μωῦσον, ταῦτα ὁρῶντα, ἄλλα τε σημεῖα ποιῆσαι, καὶ πατάξαντα τὴν γῆν τῇ ῥάβδῳ, ζῶόν τι πτηνὸν ἀνεῖναι, ὃ λυμήνασθαι τοὺς Αἰγυπτίους, πάντα τε ἐξελκωθῆναι τὰ σώματα. Τῶν δὲ ἰατρῶν μὴ δυναμένων ἰᾶσθαι τοὺς κάμνοντας, οὕτω πάλιν ἀνέσεως τυχεῖν τοὺς Ἰουδαίους. Πάλιν τε τὸν Μωῦσον βάτραχον διὰ τῆς ῥάβδου ἀνεῖναι, πρὸς δὲ τούτοις ἀκρίδας, καὶ σκνίπας. Διὰ τοῦτο δὲ καὶ τοὺς Αἰγυπτίους τὴν ῥάβδον ἀνατιθέναι εἰς πᾶν ἱερὸν, ὁμοίως δὲ καὶ τῇ Ἴσιδι, διὰ τὸ τὴν γῆν εἶναι Ἶσιν, παιομένην δὲ τῇ ῥάβδῳ, τὰ τέρατα ἀνεῖναι. Τοῦ δὲ βασιλέως ἔτι ἀφρονουμένου, τὸν Μωῦσον χάλαζάν τε καὶ σεισμοὺς διὰ νυκτὸς ἀποτελέσαι, ὥστε τοὺς τὸν σεισμὸν φεύγοντας ἀπὸ τῆς χαλάζης ἀναιρεῖσθαι, τούς τε τὴν χάλαζαν ἐκκλίνοντας ὑπὸ τῶν σεισμῶν διαφθείρεσθαι. Συμπεσεῖν δὲ τότε τὰς μὲν οἰκίας πάσας, τῶν τε ναῶν τοὺς πλείστους. Τελευταῖον τοιαύταις συμφοραῖς περιπεσόντα τὸν βασιλέα, τοὺς Ἰουδαίους ἀπολῦσαι. Τοὺς δὲ χρησαμένους παρὰ τῶν Αἰγυπτίων πολλὰ μὲν ἐκπώματα, οὐκ ὀλίγον δὲ ἱματισμὸν, ἄλλην τε παμπληθῆ γάζαν, διαβάντας τοὺς
that the Lord of the inhabited world had enjoined him to release the Jews. And the king, learning this, shut him up in prison. When night came on, all the doors of the prison opened of their own accord, and of the guards some died, while certain were relaxed by sleep, and their weapons were broken in pieces. And Moysus went out and came to the palace; and finding the doors open he went in, and there too, as the guards lay slackened, he aroused the king. And he, astonished at what had happened, ordered Moysus to tell the name of the God Who had sent him, scoffing at him. And he, bending forward to his ear, told it; and when the king heard it, he fell speechless, but on being held fast by Moysus came back to life again. And writing the name upon a tablet, he sealed it up; and one of the priests who disparaged what was written on the tablet departed this life in a convulsion. And the king told him to work some sign for him. And Moysus, casting forth the rod which he held, made it a serpent; and when all were terrified, seizing it by the tail he took it up, and made it a rod again. And advancing a little, he smote the Nile with the rod; and the river, becoming swollen with flood, inundated the whole of Egypt; and from that time also its sinking back takes place. And the water, gathering together, stank, and destroyed the river creatures, and the peoples perished through thirst. When these wonders had taken place, the king said that after a month he would release the peoples if he restored the river. And Moysus, smiting the water again with the rod, drew back the stream. When this was done, the king summoned the priests from above Memphis, and said that he would slay them and raze their temples unless they also wrought wonders. And they then through certain juggleries and incantations made a dragon, and changed the colour of the river. And the king, puffed up with pride at what had happened, maltreated the Jews with every vengeance and punishment. Seeing these things, Moysus both wrought other signs, and smiting the earth with the rod, sent up a certain winged creature, which ravaged the Egyptians, and all their bodies broke out into sores. And as the physicians were unable to heal the sufferers, thus the Jews again obtained relief. And again Moysus through the rod sent up frogs, and besides these locusts and gnats. And on this account the Egyptians also dedicate the rod in every temple, and likewise to Isis as well, because the earth is Isis, and when struck with the rod sent up the wonders. While the king still persisted in folly, Moysus brought about hail and earthquakes by night, so that those fleeing the earthquake were slain by the hail, and those turning aside from the hail were destroyed by the earthquakes. And at that time all the houses collapsed, and most of the shrines. At last the king, having fallen into such calamities, released the Jews. And they, having borrowed from the Egyptians many drinking-cups, and no little raiment, and abundant other treasure besides, having crossed the
Notes, col. 733

On the reading

Printed τὰ τε, for τά τε.

Printed Μωῦσῳ, for Μωύσῳ.

Printed Μωῦσου, for Μωύσου.

PG 21:736Read from the page
κατὰ τὴν Ἀραβίαν ποταμοὺς, καὶ διαβάντας ἱκανὸν τόπον, ἐπὶ τὴν Ἐρυθρὰν τριταίους ἐλθεῖν θάλασσαν. Καὶ Μεμφίτας μὲν λέγειν, ἔμπειρον ὄντα τὸν Μώϋσον τῆς χώρας, τὴν ἄμπωτιν τηρήσαντα, διὰ ξηρᾶς τῆς θαλάσσης τὸ πλῆθος περαιῶσαι· Ἡλιουπολίτας δὲ λέγειν ἐπικαταδραμεῖν τὸν βασιλέα μετὰ πολλῆς δυνάμεως ἅμα καὶ τοῖς καθιερωμένοις ζώοις, διὰ τὸ τὴν ὕπαρξιν τοὺς Ἰουδαίους τῶν Αἰγυπτίων χρησαμένους διακομίζειν. Τῷ δὲ Μωῦσῳ θείαν φωνὴν γενέσθαι, πατάξαι τὴν θάλασσαν τῇ ῥάβδῳ· τὸν δὲ Μωῦσον, ἀκούσαντα, ἐπιθίγειν τῇ ῥάβδῳ τοῦ ὕδατος, καὶ οὕτω τὸ μὲν νᾶμα διαστῆναι, τὴν δὲ δύναμιν διὰ ξηρᾶς ὁδοῦ πορεύεσθαι. Συνεμβάντων δὲ τῶν Αἰγυπτίων καὶ διωκόντων, φησὶ πῦρ αὐτοῖς ἐκ τῶν ἔμπροσθεν ἐκλάμψαι, τὴν δὲ θάλασσαν πάλιν τὴν ὁδὸν ἐπικλῦσαι· τοὺς δὲ Αἰγυπτίους ὑπό τε τοῦ πυρὸς καὶ τῆς πλημμυρίδος πάντας διαφθαρῆναι. Τοὺς δὲ Ἰουδαίους, διαφυγόντας τὸν κίνδυνον, τριάκοντα ἔτη ἐν τῇ ἐρήμῳ διατρίψαι, βρέχοντος αὐτοῖς τοῦ Θεοῦ κρίμνον, ὅμοιον ἐλύμῳ, χιόνι παραπλήσιον τὴν χρόαν. Γεγονέναι δέ φησι τὸν Μώϋσον μακρὸν, πυῤῥάκην, πολιὸν, κομήτην, ἀξιωματικόν. Ταῦτα δὲ πρᾶξαι περὶ ἔτη ὄντα ὀγδοήκοντα ἐννέα.
rivers in Arabia, and having crossed a considerable tract, came on the third day to the Red Sea. And the Memphites say that Moysus, being acquainted with the country, watched for the ebb-tide, and conveyed the multitude across through the sea when dry; whereas the Heliopolitans say that the king rushed down in pursuit with a great force, together also with the consecrated animals, because the Jews were carrying off the substance of the Egyptians after borrowing it. And a divine voice came to Moysus to smite the sea with the rod; and Moysus, hearing it, touched the water with the rod, and thus the stream parted, and the force marched through a dry way. And when the Egyptians entered in along with them and pursued, he says that fire flashed forth against them from in front, and the sea flooded the path again; and the Egyptians were all destroyed both by the fire and by the flood-tide. And the Jews, having escaped the danger, spent thirty years in the wilderness, while God rained down for them groats, like millet, resembling snow in colour. And Moysus, he says, was tall, ruddy, grey-haired, long-haired, dignified; and he accomplished these things when he was about eighty-nine years old.
ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ.
Chapter XXVIII.
Ἐζεκιήλου, περὶ τοῦ αὐτοῦ.
Of Ezekiel, concerning the same.
Περὶ δὲ τοῦ τὸν Μώϋσον ἐκτεθῆναι ὑπὸ τῆς μητρὸς εἰς τὸ ἕλος, καὶ ὑπὸ τῆς τοῦ βασιλέως θυγατρὸς ἀναιρεθῆναι καὶ τραφῆναι, ἱστορεῖ καὶ Ἐζεκιῆλος ὁ τῶν τραγῳδιῶν ποιητὴς, ἄνωθεν ἀναλαβὼν τὴν ἱστορίαν ἀπὸ τῶν σὺν Ἰακὼβ παραγενομένων εἰς Αἴγυπτον πρὸς Ἰωσήφ. Λέγει δὲ οὕτως, τὸν Μώϋσον παρεισάγων λέγοντα·
And concerning how Moysus was exposed by his mother in the marsh, and was taken up and reared by the king's daughter, Ezekiel the poet of tragedies also relates, taking up the narrative from the beginning with those who came into Egypt with Jacob to Joseph. And he speaks thus, bringing in Moysus speaking:
Ἀφ' οὗ Ἰακὼβ, γῆν λιπὼν Χαναναίαν Κατῆλθ' ἐς Αἴγυπτον ἔχων ἑπτάκις δέκα Ψυχὰς σὺν αὐτῷ, καὶ ἐπεγέννησεν πολὺν Λαὸν κακῶς πράσσοντα καὶ τεθλιμμένον, Ἐς ἄχρι τούτων τῶν χρόνων κακούμενον Κακῶν ὑπ' ἀνδρῶν καὶ δυναστείας χερός. Ἰδὼν γὰρ ἡμῶν γένναν ἅλις ηὐξημένην, Δόλον καθ' ἡμῶν πολὺν ἐμηχανήσατο Βασιλεὺς Φαραὼ, τοὺς μὲν ἐν πλινθεύμασιν, Οἰκοδομαῖς τε βαρείαις αἰκίζων βροτοὺς, Πόλεις τε, πύργους τε, σφῶν ἕκατι δυσμόρων. Ἔπειτα κηρύσσει μὲν Ἑβραίων γένει, Τἀρσενικὰ ῥίπτειν ποταμὸν ἐς βαθύῤῥοον. Ἐνταῦθα μήτηρ ἡ τεκοῦσ' ἔκρυπτέ με Τρεῖς μῆνας, ὡς ἔφασκεν. Οὐ λαθοῦσα δὲ Ὑπεξέθηκε, κόσμον ἀμφιθεῖσά μοι, Παρ' ὄχθην ποταμοῦ, λάσιον, εἰς ἕλος δασύ. Μαριὰμ δ' ἀδελφή μου κατώπτευεν πέλας· Κἄπειτα θυγάτηρ βασιλέως ἅβραις ὁμοῦ
Since Jacob, leaving the Chananaean land, came down to Egypt having seventy souls with him, and begat besides a numerous people faring ill and oppressed, even down to these times maltreated by evil men and the hand of power. For seeing our race abundantly increased, King Pharaoh devised great guile against us, tormenting mortals, some in brick-makings and heavy buildings, and [building] cities and towers by means of those wretched men. Next he proclaims to the race of the Hebrews to cast their male children into the deep-flowing river. Thereupon the mother who bore me hid me three months, as she told. When she escaped notice no longer, she secretly exposed me, having clothed me in ornament, beside the bank of the river, into a shaggy, thick marsh; and Mariam my sister kept watch nearby. And thereafter the king's daughter together with her handmaids
Notes, col. 736

On the reading

Printed Μωῦσῳ, for Μωύσῳ.