Migne Reading Room

PG 21 · cols. 713–724 · Read from the page

Preparation for the Gospel, Book IX

Preparation for the Gospel, Book IX

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:713Read from the page
καὶ τὰ τούτοις ἑπόμενα. Ταῦτα μὲν δὴ ἀπὸ τῆς προειρημένης τοῦ Πολυΐστορος γραφῆς. Καὶ ὁ Ἰώσηπος δὲ, ἐν τῇ πρώτῃ τῆς Ἀρχαιολογίας, τοῦ αὐτοῦ μνημονεύει διὰ τούτων· «Λέγεται δὲ, ὡς οὗτος ὁ Ἀφρὴν στρατεύσας ἐπὶ τὴν Λιβύην, κατέσχεν αὐτὴν, καὶ οἱ υἱωνοὶ αὐτοῦ κατοικήσαντες ἐν αὐτῇ, τὴν γῆν ἀπὸ τοῦ ἐκείνου ὀνόματος Ἀφρικὰ προσηγόρευσαν. Μαρτυρεῖ δέ μου τῷ λόγῳ Ἀλέξανδρος ὁ Πολυΐστωρ, λέγων οὕτως· Κλεόδημος δέ φησιν ὁ προφήτης, ὁ καὶ Μαλχᾶς, ἱστορῶν τὰ περὶ Ἰουδαίων, καθὼς καὶ Μωσῆς ἱστόρηκεν ὁ νομοθέτης αὐτῶν, ὅτι ἐκ Χεττούρας Ἀβραάμῳ ἐγένοντο παῖδες ἱκανοί· λέγει δὲ αὐτῶν καὶ τὰ ὀνόματα, ὀνομάζων τρεῖς, Ἀφὲρ, Ἀσοὺρ, Ἀφράν. Καὶ ἀπὸ Ἀσοὺρ μὲν τὴν Ἀσσυρίαν, ἀπὸ δὲ τῶν δύο, Ἀφρά τε καὶ Ἀφὲρ, πόλιν τε Ἄφραν, καὶ τὴν χώραν Ἀφρικὰ ὀνομασθῆναι. Τούτους δὲ Ἡρακλεῖ συστρατεῦσαι ἐπὶ Λιβύην, καὶ Ἀνταῖον· γήμαντα δὲ τὴν Ἀφρὰ θυγατέρα Ἡρακλέα, γεννῆσαι υἱὸν ἐξ αὐτῆς Διόδωρον. Τούτου δὲ γενέσθαι Σοφωνᾶν, ἀφ' οὗ τοὺς βαρβάρους Σοφὰς λέγεσθαι.» Τὰ μὲν οὖν περὶ τοῦ Ἀβραὰμ, ὡς ἐν ὀλίγοις τοσαῦτα παρακείσθω.
and what follows upon these lines. These things, then, are from the aforesaid writing of Polyhistor. Josephus also, in the first book of the Antiquities, makes mention of the same in these words: "Now it is said that this Aphren made an expedition against Libya and occupied it, and that his grandsons, settling in it, called the land Africa from his name. And Alexander Polyhistor bears witness to my statement, speaking thus: Cleodemus the prophet, who is also called Malchas, in recording the history of the Jews, relates, just as Moses their lawgiver also has recorded, that from Chettura several sons were born to Abraham; and he tells their names also, naming three, Apher, Asur, and Aphran; and that from Asur Assyria was named, and from the two, Aphra and Apher, both the city Aphra and the country Africa were named; and that these joined Heracles in his campaign against Libya and Antaeus; and that Heracles married the daughter of Aphra, and begat of her a son Diodorus, and of him was born Sophonas, from whom the barbarians are called Sophae." Let so much, then, stand set down in brief concerning Abraham.
ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ.
Chapter XXI.
Δημητρίου, περὶ τοῦ Ἰακώβ.
Of Demetrius, concerning Jacob.
Ἀπίωμεν δὲ πάλιν ἐπὶ τὸν Πολυΐστορα. «Δημήτριός φησι τὸν Ἰακὼβ γενόμενον ἐτῶν ἑβδομήκοντα πέντε, φυγεῖν εἰς Χαῤῥὰν τῆς Μεσοποταμίας, ἀποσταλέντα ὑπὸ τῶν γονέων διὰ τὴν πρὸς τὸν ἀδελφὸν κρυφίαν ἔχθραν Ἠσαῦ, διὰ τὸ εὐλογῆσαι αὐτὸν πατέρα, δοκοῦντα εἶναι τὸν Ἠσαῦ, καὶ ὅπως λάβῃ ἐκεῖθεν γυναῖκα. Ἀφορμῆσαι οὖν Ἰακὼβ εἰς Χαῤῥὰν τῆς Μεσοποταμίας, τὸν μὲν πατέρα καταλιπόντα Ἰσαὰκ, ἐτῶν ἑκατὸν τριάκοντα ἑπτὰ, αὐτὸν δὲ ὄντα ἐτῶν ἑβδομήνοντα ἑπτά. Διατρίψαντα οὖν αὐτὸν ἐκεῖ ἑπτὰ ἔτη Λάβαν τοῦ μητρώου δύο θυγατέρας γῆμαι, Λείαν καὶ Ῥαχὴλ, ὄντα ἐτῶν ὀγδοήκοντα τεσσάρων· καὶ γενέσθαι ἐν ἑπτὰ ἔτεσιν ἄλλοις αὐτῷ παιδία ιβʹ· ὀγδόῳ μὲν ἔτει, μηνὶ δεκάτῳ,
Let us go back again to Polyhistor. "Demetrius says that Jacob, when he was seventy-five years old, fled to Charran of Mesopotamia, having been sent away by his parents because of the secret enmity towards his brother Esau, on account of his father's having blessed him thinking that he was Esau, and in order that he might take a wife from thence. Jacob, therefore, set out for Charran of Mesopotamia, leaving behind his father Isaac, who was one hundred and thirty-seven years old, while he himself was seventy-seven years old. Having spent seven years there, he married two daughters of Laban his mother's brother, Leah and Rachel, when he was eighty-four years old; and in another seven years twelve children were born to him: in the eighth year, in the tenth month,
Notes, col. 713

On the reading

Printed ἑβδομήνοντα, for ἑβδομήκοντα.

PG 21:716Read from the page
Ῥουβήν· καὶ τῷ ἔτει δὲ τῷ ἐννάτῳ, μηνὶ ὀγδόῳ, Συμεών· καὶ τῷ ἔτει δὲ τῷ δεκάτῳ, μηνὶ ἕκτῳ, Λευῖν· τῷ δὲ ἑνδεκάτῳ ἔτει, μηνὶ τετάρτῳ, Ἰούδαν· Ῥαχήλ τε μὴ τίκτουσαν ζηλῶσαι τὴν ἀδελφὴν, καὶ παρακοιμίσαι τῷ Ἰακὼβ τὴν ἑαυτῆς παιδίσκην Ζελφὰν, τῷ αὐτῷ χρόνῳ, ᾧ καὶ Βάλλαν συλλαβεῖν τὸν Νεφθαλεὶμ, τῷ ἑνδεκάτῳ ἔτει, μηνὶ πέμπτῳ, καὶ τεκεῖν τῷ δωδεκάτῳ ἔτει, δευτέρῳ μηνὶ υἱὸν, ὃν ὑπὸ Λείας Γὰθ ὀνομασθῆναι. Καὶ ἐκ τῆς αὐτῆς, τοῦ αὐτοῦ ἔτους, καὶ μηνὸς δωδεκάτου, ἕτερον τεκεῖν, ὃν καὶ αὐτὸν προσαγορευθῆναι ὑπὸ Λείας Ἀσήρ. Καὶ Λείαν πάλιν ἀντὶ τῶν μήλων τῶν μανδραγόρου, ἃ Ῥουβὴν εἰσενεγκεῖν παρὰ Ῥαχήλ· συλλαβεῖν καὶ τὴν παιδίσκην Ζελφὰν τῷ αὐτῷ χρόνῳ, τῷ δωδεκάτῳ ἔτει, μηνὶ τρίτῳ, καὶ τεκεῖν τοῦ αὐτοῦ ἔτους, μηνὸς δωδεκάτου, υἱὸν, καὶ ὄνομα αὐτῷ θέσθαι Ἰσσάχαρ. Καὶ πάλιν Λείαν τῷ τρισκαιδεκάτῳ ἔτει, μηνὶ δεκάτῳ, υἱὸν ἄλλον τεκεῖν, ᾧ ὄνομα Ζαβουλὼν, καὶ τὴν αὐτὴν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει, μηνὶ ὀγδόῳ, τεκεῖν υἱὸν ὄνομα Δάν· ἐν ᾧ καὶ Ῥαχὴλ λαβεῖν ἐν γαστρὶ τῷ αὐτῷ χρόνῳ, ᾧ καὶ Λείαν τεκεῖν θυγατέρα Δείναν, καὶ τεκεῖν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει, μηνὶ ὀγδόῳ, υἱὸν, ὃν ὀνομασθῆναι Ἰωσὴφ, ὥστε γεγονέναι ἐν τοῖς ἑπτὰ ἔτεσι τοῖς παρὰ Λάβαν δώδεκα παιδία. Θέλοντα δὲ τὸν Ἰακὼβ πρὸς τὸν πατέρα εἰς Χαναὰν ἀπιέναι, ἀξιωθέντα ὑπὸ Λάβαν ἄλλα ἔτη ἓξ μεῖναι, ὥστε τὰ πάντα αὐτὸν μεῖναι ἐν Χαῤῥὰν παρὰ Λάβαν ἔτη εἴκοσι. Πορευομένῳ δὲ αὐτῷ εἰς Χαναὰν, ἄγγελον τοῦ Θεοῦ παλεῦσαι, καὶ ἅψασθαι τοῦ πλάτους τοῦ μηροῦ τοῦ Ἰακώβ· τὸν δὲ νορκήσαντα ἐπισκάζειν. Ὅθεν οὐ καθίεσθαι τῶν κτηνῶν τὸ ἐν τοῖς μηροῖς νεῦρον. Καὶ φάναι αὐτῷ τὸν ἄγγελον, ἀπὸ τοῦδε μηκέτι Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ὀνομασθήσεσθαι. Καὶ ἐλθεῖν αὐτὸν τῆς Χαναὰν γῆς εἰς ἑτέραν Σικίμων, ἔχοντα παιδία Ῥουβὴν ἐτῶν ιβʹ, μηνῶν δυοῖν· Συμεῶνα ἐτῶν ιβʹ, μηνῶν τεσσάρων· Λευῖν ἐτῶν ιβʹ, μηνῶν ἕξ·
Reuben; and in the ninth year, in the eighth month, Simeon; and in the tenth year, in the sixth month, Levi; and in the eleventh year, in the fourth month, Judah. And Rachel, since she did not bear, envied her sister, and caused her own handmaid Zelpha to lie beside Jacob at the same time in which Balla also conceived Naphtali, in the eleventh year, in the fifth month; and in the twelfth year, in the second month, she bore a son, who was named Gath by Leah; and of the same woman, in the same year and the twelfth month, she bore another, who also was called Asher by Leah. And again Leah, in exchange for the mandrake apples which Reuben brought in to Rachel, conceived, as did also the handmaid Zelpha at the same time, in the twelfth year, in the third month, and bore in the same year, in the twelfth month, a son, and set upon him the name Issachar. And again Leah in the thirteenth year, in the tenth month, bore another son, whose name was Zebulun; and the same woman in the fourteenth year, in the eighth month, bore a son named Dan; at which time Rachel also conceived in the womb at the very time when Leah bore a daughter Dinah, and she bore in the fourteenth year, in the eighth month, a son, who was named Joseph; so that twelve children were born in the seven years spent with Laban. Now when Jacob wished to depart to his father into Chanaan, being entreated by Laban he remained six years more, so that in all he remained in Charran with Laban twenty years. As he was journeying to Chanaan, an angel of God wrestled with him, and touched the breadth of Jacob's thigh; and he, growing numb, halted upon it. Wherefore the sinew in the thighs of cattle is not let down. And the angel said to him that henceforth he should no longer be named Jacob, but Israel. And he came to another part of the land of Chanaan, that of Sicima, having with him his children: Reuben, twelve years and two months old; Simeon, twelve years and four months old; Levi, twelve years and six months old;
Notes, col. 716

On the reading

Printed νορκήσαντα, for ναρκήσαντα.

PG 21:717Read from the page
Ἰούδαν ἐτῶν θʹ, μηνῶν ὀκτώ· Νεφθαλεὶμ ἐτῶν ὀκτὼ, μηνῶν δέκα· Γὰδ ἐτῶν ὀκτὼ, μηνῶν δέκα· Ἀσὴρ ἐτῶν ὀκτώ· Ἰσσάχαρ ἐτῶν ὀκτώ· Ζαβουλὼν ἐτῶν ἑπτὰ, μηνῶν δυοῖν· Δείναν ἐτῶν ἕξ, μηνῶν τεσσάρων· Ἰωσὴφ ἐτῶν ἕξ, μηνῶν τεσσάρων. Παροικῆσαι δὲ Ἰσραὴλ παρὰ Ἐμμὼρ ἔτη δέκα, καὶ φθαρῆναι τὴν Ἰσραὴλ θυγατέρα Δείναν ὑπὸ Συχὲμ τοῦ Ἐμμὼρ υἱοῦ, ἐτῶν οὖσαν δεκαὲξ, μηνῶν τεσσάρων. Ἐξαλλομένους δὲ τοὺς Ἰσραὴλ υἱοὺς, Συμεῶνα μὲν ὄντα ἐτῶν εἰκοσιενὸς, μηνῶν τεσσάρων, Λευῖν δὲ ἐτῶν εἴκοσι, μηνῶν ἕξ, ἀποκτεῖναι τόν τε Ἐμμὼρ, καὶ Συχὲμ τὸν υἱὸν αὐτοῦ, καὶ πάντας τοὺς ἄρσενας, διὰ τὴν Δείνας φθοράν. Ἰακὼβ δὲ τότε εἶναι ἐτῶν ἑκατὸν ἑπτά. Ἐλθόντα δὲ οὖν αὐτὸν εἰς Λουζὰ τῆς Βαθὴλ, φάναι τὸν Θεὸν μηκέτι Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ὀνομάζεσθαι. Ἐκεῖθεν δὲ ἐλθεῖν εἰς Χαφραθὰ, ἔνθεν παραγενέσθαι εἰς Ἐφραθὰ, ἣν εἶναι Βηθλεὲμ, καὶ γεννῆσαι αὐτὸν ἐκεῖ Βενιαμὶν, καὶ τελευτῆσαι Ῥαχὴλ, τεκοῦσαν τὸν Βενιαμὶν, συμβιῶσαι δ' αὐτῇ τὸν Ἰακὼβ ἔτη εἰκοσιτρία. Αὐτόθεν δὲ ἐλθεῖν τὸν Ἰακὼβ εἰς Μαμβρῆ τῆς Χεβρὼν, πρὸς Ἰσαὰκ τὴν πατέρα. Εἶναι δὲ τότε Ἰωσὴφ ἐτῶν δεκαεπτὰ, καὶ πραθῆναι αὐτὸν εἰς Αἴγυπτον, καὶ ἐν τῷ δεσμωτηρίῳ μεῖναι ἔτη δεκατρία, ὥστ' εἶναι αὐτὸν ἐτῶν τριάκοντα, Ἰακὼβ δὲ ἐτῶν ἑκατὸν δέκα, ἐν ᾧ καὶ τελευτῆσαι τὸν Ἰσαὰκ ἔτει ἑνὶ ἔμπροσθεν, ἐτῶν ὄντα ἑκατὸν ὀγδοήκοντα. Κρίναντα δὲ τῷ βασιλεῖ τὸν Ἰωσὴφ τὰ ἐνύπνια, ἄρξαι Αἰγύπτου ἔτη ἑπτὰ, ἐν οἷς καὶ συνοικῆσαι Ἀσενὲθ, Πεντεφρῆ τοῦ Ἡλιουπόλεως ἱερέως θυγατρὶ, καὶ γεννῆσαι Μανασσῆν καὶ Ἐφραῖμ, καὶ τοῦ λιμοῦ ἐπιγενέσθαι ἔτη βʹ. Τὸν δὲ Ἰωσὴφ ἔτη ἐννέα εὐτυχήσαντα, πρὸς τὸν πατέρα μὴ πέμψαι, διὰ τὸ ποιμένα αὐτόν τε καὶ τοὺς ἀδελφοὺς εἶναι· ἐπονείδιστον δὲ Αἰγυπτίοις εἶναι τὸ ποιμαίνειν. Ὅτι δὲ διὰ τοῦτο οὐκ ἔπεμψεν, αὐτὸν δεδηλωκέναι. Ἐλθόντων γὰρ αὐτοῦ τῶν συγγενῶν, φάναι αὐτοῖς, ἐὰν κληθῶσιν ὑπὸ τοῦ βασιλέως, καὶ ἐρωτῶνται τί διαπράσσονται, λέγειν κτηνοτρόφους αὐτοὺς εἶναι. Διαπορεῖσθαι δὲ, διὰ τί ποτε ὁ Ἰωσὴφ Βενιαμὶν ἐπὶ τοῦ ἀρίστου πενταπλασίονα μερίδα ἔδωκε, μὴ δυναμένου αὐτοῦ τοσαῦτα καταναλῶσαι κρέα. Τοῦτο οὖν αὐτὸν πεποιηκέναι διὰ τὸ ἐκ τῆς Λείας τῷ πατρὶ αὐτοῦ γεγονέναι υἱοὺς ἑπτὰ, ἐκ δὲ Ῥαχὴλ τῆς μητρὸς αὐτοῦ δύο· διὰ τοῦτο τῷ Βενιαμὶν πέντε μερίδας παραθεῖναι, καὶ αὐτὸν λαβεῖν μίαν· γενέσθαι οὖν ἑπτὰ, ὅσας καὶ τοὺς ἐκ τῆς Λείας υἱοὺς λαβεῖν. Ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ τὰς
Judah, nine years and eight months old; Naphtali, eight years and ten months old; Gad, eight years and ten months old; Asher, eight years old; Issachar, eight years old; Zebulun, seven years and two months old; Dinah, six years and four months old; Joseph, six years and four months old. And Israel sojourned beside Emmor ten years, and Israel's daughter Dinah was defiled by Sychem the son of Emmor, when she was sixteen years and four months old. Rushing forth, Israel's sons—Simeon being twenty-one years and four months old, and Levi twenty years and six months old—slew Emmor and Sychem his son, and all the males, on account of the defilement of Dinah; and Jacob at that time was one hundred and seven years old. When he came, therefore, to Luza of Bathel, God said that he should no longer be named Jacob, but Israel. From thence he came to Chaphratha, and thence arrived at Ephratha, which is Bethlehem, and there he begat Benjamin; and Rachel died after giving birth to Benjamin, Jacob having lived with her twenty-three years. Thence Jacob came to Mambre of Chebron, to Isaac his father. At that time Joseph was seventeen years old, and was sold into Egypt, and remained in the prison thirteen years, so that he was thirty years old, and Jacob one hundred and ten years old; at which time also Isaac had died one year before, being one hundred and eighty years old. Having interpreted the dreams for the king, Joseph ruled over Egypt seven years, during which he also took to wife Aseneth, daughter of Pentephres the priest of Heliopolis, and begat Manasseh and Ephraim; and two years of the famine came on. Though Joseph had prospered for nine years, he did not send to his father, because both he himself and his brothers were shepherds, and tending sheep was a disgrace in the eyes of the Egyptians. That it was for this reason he did not send, he himself made plain; for when his kinsfolk came, he told them that if they were summoned by the king and asked what occupation they followed, they should say that they were breeders of cattle. Yet the question is raised why ever Joseph at the midday meal gave Benjamin a fivefold portion, when he was unable to consume so much meat. This, then, he did because seven sons had been born to his father from Leah, and two from Rachel his mother; therefore he set five portions before Benjamin, and himself took one; so there came to be seven, as many as the sons of Leah also received. And in like manner also in the matter of the
Notes, col. 717

On the reading

Printed τὴν, for τὸν.

PG 21:720Read from the page
στολὰς δοῦναι ἑκάστῳ διπλᾶς, τῷ δὲ Βενιαμὶν πέντε καὶ τριακοσίους χρυσοῦς, καὶ τῷ πατρὶ δὲ ἀποστεῖλαι κατὰ ταὐτὰ, ὥστε τὸν οἶκον αὐτοῦ τῆς μητρὸς εἶναι ἴσον. Οἰκῆσαι δὲ αὐτοὺς ἐν γῇ Χαναὰν, ἀφ' οὗ ἐκλεγῆναι Ἀβραὰμ ἐκ τῶν ἐθνῶν, καὶ μετελθεῖν εἰς Χαναὰν, Ἀβραὰμ ἐτῶν εἰκοσιπέντε, Ἰσαὰκ ἐτῶν ἑξήκοντα, Ἰακὼβ ἐτῶν ἑκατὸν τριάκοντα γίνεσθαι, τὰ πάντα ἔτη ἐν γῇ Χαναὰν σιεʹ· καὶ τῷ τρίτῳ ἔτει, λιμοῦ οὔσης ἐν Αἰγύπτῳ, ἐλθεῖν εἰς Αἴγυπτον τὸν Ἰακὼβ, ὄντα ἐτῶν ἑκατὸν τριάκοντα, Ῥουβὴν ἐτῶν μεʹ, Συμεῶνα ἐτῶν μδʹ, Λευῖν ἐτῶν μγʹ, Ἰούδαν ἐτῶν μβʹ, μηνῶν τριῶν, Ἀσὴρ ἐτῶν μʹ, μηνῶν ὀκτὼ, Νεφθαλεὶμ ἐτῶν μαʹ, μηνῶν ζʹ, Γὰδ ἐτῶν μαʹ, μηνῶν γʹ, Ζαβουλὼν ἐτῶν μʹ, Δείναν ἐτῶν λθʹ, Βενιαμὶν ἐτῶν κηʹ. Τὸν δὲ Ἰωσήφ φησι γενέσθαι ἐν Αἰγύπτῳ ἔτη λθʹ. Εἶναι δὲ ἀπὸ τοῦ Ἀδὰμ, ἕως τοῦ εἰσελθεῖν εἰς Αἴγυπτον τοὺς τοῦ Ἰωσὴφ συγγενεῖς ἔτη γχκδʹ· ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τῆς Ἰακὼβ παρουσίας εἰς Αἴγυπτον ἔτη ατξʹ· ἀφ' οὗ δὲ ἐκλεγῆναι Ἀβραὰμ ἐκ τῶν ἐθνῶν, καὶ ἐλθεῖν ἐκ Χαῤρὰν εἰς Χαναὰν, ἕως ἂν εἰς Αἴγυπτον τοὺς περὶ Ἰακὼβ ἐλθεῖν, ἔτη σιεʹ. Ἰακὼβ δὲ ἐκ Χαρῥὰν πρὸς Λάβαν ἐλθεῖν, ἐτῶν ὄντα πʹ, καὶ γεννῆσαι Λευῖν· Λευῖν δὲ ἐν Αἰγύπτῳ ἐπιγενέσθαι ἔτη ιζʹ, ἀφ' οὗ ἐκ Χαναὰν αὐτὸν ἐλθεῖν εἰς Αἴγυπτον, ὥστε εἶναι αὐτὸν ἐτῶν ξʹ, καὶ γεννῆσαι Κλάθ· αὐτῷ δὲ ἔτει ᾧ γενέσθαι Κλὰθ, τελευτῆσαι Ἰακὼβ ἐν Αἰγύπτῳ, εὐλογήσαντα τοὺς Ἰωσὴφ υἱοὺς, ὄντα ἐτῶν ρμζʹ, καταλιπόντα Ἰωσὴφ ἐτῶν νϛʹ. Λευῖν δὲ γενόμενον ἐτῶν ρλζʹ τελευτῆσαι· Κλὰθ δὲ ὄντα ἐτῶν μʹ γεννῆσαι Ἀβραὰμ, ὃν ἐτῶν εἶναι ιδʹ· ἐν ᾧ τελευτῆσαι Ἰωσὴφ ἐν Αἰγύπτῳ ὄντα ριʹ ἐτῶν· Κλὰθ δὲ γενόμενον ἑκατὸν λγʹ τελευτῆσαι. Ἀβραὰμ λαβεῖν γυναῖκα τὴν τοῦ θείου θυγατέρα Ἰωχαβὲτ, καὶ ὄντα ἐνιαυτῶν οεʹ, γεννῆσαι Ἀαρὼν καὶ Μωσῆν. Γεννῆσαι
gave double robes to each, and to Benjamin five, and three hundred pieces of gold, and sent to his father also in the same way, so that the house of his mother was equal. And that they dwelt in the land of Chanaan, from when Abraham was chosen out from the nations and came over into Chanaan: for Abraham there were twenty-five years, for Isaac sixty years, for Jacob a hundred and thirty years, making in all two hundred and fifteen years in the land of Chanaan; and in the third year, when there was a famine in Egypt, Jacob came into Egypt, being a hundred and thirty years old, Reuben forty-five years old, Simeon forty-four years old, Levi forty-three years old, Judah forty-two years and three months old, Asher forty years and eight months old, Nephthalim forty-one years and seven months old, Gad forty-one years and three months old, Zebulun forty years old, Dinah thirty-nine years old, Benjamin twenty-eight years old. And Joseph, he says, had been in Egypt thirty-nine years. And from Adam until the kinsfolk of Joseph entered into Egypt were three thousand six hundred and twenty-four years; and from the flood until Jacob's arrival in Egypt, one thousand three hundred and sixty years; and from when Abraham was chosen out from the nations, and came out of Charran into Chanaan, until Jacob and his household came into Egypt, two hundred and fifteen years. And that Jacob came from Charran to Laban, being eighty years old, and begat Levi; and that Levi lived on in Egypt seventeen years after he came out of Chanaan into Egypt, so that he was sixty years old, and begat Clath; and in the very year in which Clath was born, Jacob died in Egypt after blessing the sons of Joseph, being a hundred and forty-seven years old, leaving Joseph fifty-six years old. And that Levi died when he had reached a hundred and thirty-seven years; and that Clath, being forty years old, begat Abraham, who was fourteen years old; in which [year] Joseph died in Egypt, being a hundred and ten years old; and that Clath died when he had reached a hundred and thirty-three. That Abraham took to wife his uncle's daughter Jochabet, and being seventy-five years old, begat Aaron and Moses. Begat
PG 21:721Read from the page
δὲ Μωσῆν τὸν Ἀβραὰμ ὄντα ἐτῶν οηʹ, καὶ γενόμενον Ἀβραὰμ ἐτῶν ρλϛʹ τελευτῆσαι.» Ταῦτά μοι κείσθω ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Πολυΐστορος γραφῆς. Ἐξῆς ἐπισυνήφθω καὶ τάδε.
moreover Moses, Abraham being seventy-eight years old, and that when Abraham had reached a hundred and thirty-six years he died." Let these things stand set down by me from the writing of Alexander Polyhistor. Next let these things also be subjoined.
ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ.
Chapter XXII.
Θεοδότου, περὶ τοῦ αὐτοῦ.
Of Theodotus, concerning the same.
Τὰ δὲ Σίχιμά φησι Θεόδοτος ἐν τῷ περὶ Ἰουδαίων ἀπὸ Σικιμίου τοῦ Ἑρμοῦ λαβεῖν τὴν ὀνομασίαν· τοῦτον γὰρ καὶ κτίσαι τὴν πόλιν, κεῖσθαι δ' αὐτήν φησιν ἐν τῇ περὶ Ἰουδαίων οὕτως·
And Sichima, says Theodotus in his work on the Jews, received its naming from Sicimius the son of Hermes; for he also founded the city, and he says in the work on the Jews that it lies thus:
Ἡ δ' ἄρ' ἔην ἀγαθή τε καὶ αἰγινόμος, καὶ ὑδρηλή· Οὐδὲ μὲν ἔσχεν ὁδὸς δολιχὴ πόλιν εἰσαφικέσθαι Ἀγρόθεν, οὐδέ ποτε δρία λαχνήεντα πονεῦσιν. Ἐξ αὐτῆς δὲ μάλ' ἄγχι δύ' οὔρεα φαίνετ' ἐρυμνὰ, Ποίης τε πλήθοντα καὶ ὕλης. Τῶν δὲ μεσηγὺ. Ἀτραπιτὸς τέτμητ', ἀραὴ, αὐλῶπις. Ἐν δ' ἑτέρωθι Ἡ δ' ἱερὴ Σικίμων καταφαίνεται, ἱερὸν ἄστυ, Νέρθεν ὑπὸ ῥίζῃ δεδμημένον· ἀμφὶ δὲ τεῖχος Δισσὸν ὑπώρειαν, ὑπὸ δ' ἔδραμεν αἰπύθεν ἕρκος.
Now the land was both good and goat-pasturing, and well-watered; nor indeed did a long road hold one back from reaching the city out of the countryside, nor ever do shaggy thickets weary [travellers]. Very near out from it appear two steep mountains, abounding in grass and forest. Between them a pathway is cut, narrow, defile-like. And on the other side sacred [land] of the Sicimites comes into view, a sacred town, built beneath under the mountain-root; and round the foot of the mount a double wall, and beneath from on high ran a rampart.
Ὕστερον δέ φησιν αὐτὴν ὑπὸ Ἑβραίων κατασχεθῆναι, δυναστεύοντος Ἐμμώρ. Τὸν γὰρ Ἐμμὼρ υἱὸν γεννῆσαι Συχέμ. Φησὶ δέ·
Afterwards he says that it was occupied by Hebrews, when Emmor held rule. For Emmor begat a son Sychem. And he says:
Ἐνθένδε, ξένε, ποιμενόθι πόλιν ἤλυθ' Ἰακὼβ Εὐρεῖαν Σικίμων· ἐπὶ δ' ἀνδράσι τοῖσιν ἔτησιν Ἀρχὸς Ἐμὼρ σὺν παιδὶ Συχὲμ, μάλ' ἀτηρέε φῶτε.
Thence, stranger, from the pastures Jacob came to the broad city of the Sicimites; and over those townsmen Emor was chief with his son Sychem, two most baneful men.
Εἶτα περὶ Ἰακὼβ καὶ τὴν εἰς Μεσοποταμίαν αὐτοῦ παρουσίαν, καὶ τῶν δυοῖν γυναικῶν γάμον, καὶ τὴν τῶν τέκνων γένεσιν, καὶ τὴν παρουσίαν τῆς ἐκ Μεσοποταμίας ἐπὶ τὰ Σίχιμα·
Next concerning Jacob and his arrival in Mesopotamia, and the marriage of the two wives, and the birth of the children, and the arrival from Mesopotamia at Sichima:
Εἰς δ' Ἰακὼβ Συρίην κτηνοτρόφον ἵκτο, καὶ εὐρὺ Ῥεῖθρον Ἐυφρήταο λίπεν ποταμοῦ κελάδοντος. Ἦλυθε γὰρ, κἀκεῖθι λιπὼν δριμεῖαν ἐνιπὴν Αὐτοκασιγνήτοιο. Πρόφρων ὑπέδεκτο δόμονδε Λάβαν, ὅς γ' οἱ ἔην μὲν ἀνεψιὸς, ἀλλὰ τότ' οἶος Ἤνασσεν Συρίης, νειηγενὲς αἷμα λελογχώς. Τῷ δὲ γάμον κούρης μὲν ὑπέσχετο καὶ κατένευσεν Ὁπλοτάτης· οὐ μὴν τελέθειν ἐπεμαίετο πάμπαν,
And Jacob came into cattle-feeding Syria, and left the broad stream of the loud-sounding river Euphrates. For he came, having left behind there also the bitter rebuke of his own brother. Gladly Laban received him into his house, who indeed was his cousin, yet then alone ruled over Syria, having obtained new-born blood. And to him he promised and nodded assent to a marriage with his youngest daughter; yet he was by no means eager for it to be accomplished altogether,
Notes, col. 721

On the reading

Printed Ἐξῆς, for Ἑξῆς.

Printed μεσηγὺ., for μεσηγὺ,.

Printed Ἐυφρήταο, for Εὐφρήταο.

PG 21:724Read from the page
Ἀλλὰ δόλον τολίπευσε, καὶ εἰς λέχος ἀνέρι πέμπε Λείαν, ἥ οἱ ἔην προγενεστέρη· οὐδέ μιν ἔμπης Ἔλαθεν, ἀλλ' ἐνόησε κακορῥαφίην, καὶ ἔδεκτο Παῖδ' ἑτέρην, αμφοῖν δ' ἐμίγη σὺν ὁμαίμοσιν ᾗσι. Τῷ δ' υἱεῖς ἐγένοντο νόῳ πεπνυμένοι αινῶς Ἕνδεκα, καὶ κούρη Δείνα περικαλλὲς ἔχουσα Εἶδος, ἐπίτρεπτον δὲ δέμας, καὶ ἀμύμονα θυμόν.
but wound up a wile, and sent into the man's bed Leah, who was his elder daughter; nevertheless it did not escape him, but he perceived the evil contrivance, and received the other maiden as well, and lay with both his kinswomen. And to him were born sons exceedingly wise in mind, eleven, and a maiden Dinah having a surpassingly fair form, a graceful frame, and a blameless spirit.
Ἀπὸ δὲ τοῦ Εὐφράτου φησὶ τὸν Ἰακὼβ ἐλθεῖν εἰς τὰ Σίχιμα πρὸς Ἐμμώρ· τὸν δ' ὑποδέξασθαι αὐτὸν, καὶ μέρος τι τῆς χώρας δοῦναι. Καὶ αὐτὸν μὲν τὸν Ἰακὼβ γεωμορεῖν, τοὺς δὲ υἱοὺς αὐτοῦ ἕνδεκα τὸν ἀριθμὸν ὄντας ποιμαίνειν, τὴν δὲ θυγατέρα Δείναν καὶ τὰς γυναῖκας ἐριουργεῖν· καὶ τὴν Δείναν παρθένον οὖσαν εἰς τὰ Σίχιμα ἐλθεῖν πανηγύρεως οὔσης, βουλομένην θεάσασθαι τὴν πόλιν· Συχὲμ δὲ τὸν τοῦ Ἐμμὼρ υἱὸν ἰδόντα, ἐρασθῆναι αὐτῆς, καὶ ἁρπάσαντα ὡς ἑαυτὸν διακομίσαι καὶ φθεῖραι αὐτήν. Αὖθις δὲ σὺν τῷ πατρὶ ἐλθόντα πρὸς τὸν Ἰακὼβ, αἰτεῖν αὐτὴν πρὸς γάμου κοινωνίαν· τὸν δὲ οὐ φάναι δώσειν, πρὶν ἂν ἢ πάντας τοὺς οἰκοῦντας τὰ Σίχιμα περιτεμνομένους Ἰουδαῗσαι· τὸν δὲ Ἐμμὼρ φάναι πείσειν αὐτούς. Φησὶ δὲ περὶ τοῦ δεῖν περιτέμνεσθαι αὐτοὺς ὁ Ἰακώβ·
And from the Euphrates, he says, Jacob came to Sichima to Emmor; and he welcomed him, and gave him a certain part of the country. And Jacob himself tilled the land, while his sons, being eleven in number, tended flocks, and his daughter Dinah and the women worked wool; and Dinah, being a virgin, came into Sichima when there was a festival, wishing to view the city; and Sychem the son of Emmor, seeing her, fell in love with her, and seizing her carried her off to his own home and defiled her. And afterwards, coming with his father to Jacob, he asked for her in partnership of marriage; and he said that he would not give her before all the inhabitants of Sichima were circumcised and adopted Jewish ways; and Emmor said that he would persuade them. And concerning the need for them to be circumcised Jacob speaks:
Οὐ γὰρ δὴ θεμιτόν γε τόδ' Ἑβραίοισι τέτυκται, Γαμβροὺς ἄλλοθεν εἰς γενυοὺς ἀγέμεν ποτὶ δῶμα· Ἀλλ' ὅστις γενεᾶς ἐξεύχεται εἶναι ὁμοίης.
For indeed this is not appointed as lawful for Hebrews, to bring bridegrooms from elsewhere as sons-in-law to their house, save one who boasts to be of like race.
Εἶτα ὑποβὰς περὶ τῆς περιτομῆς·
Then lower down concerning circumcision:
Ὅς ποθ' ἑῆς πάτρης ἐξήγαγε δῖον Ἀβραὰμ, Αὐτὸς ἀπ' οὐρανόθεν κέλετ' ἀνέρα παντὶ σὺν οἴκῳ Σάρκ' ἀποσυλῆσαι πόσθης ἄπο, καὶ ῥ' ἐτέλεσσεν. Ἀστεμφὲς δὲ τέτυκται, ἐπεὶ θεὸς αὐτὸς ἔειπε.
He Who once led forth noble Abraham from his fatherland Himself from heaven bade the man with all his household strip off the flesh from the foreskin, and so he accomplished it. And unshakeable does it stand, since God Himself spoke.
Πορευθέντος οὖν εἰς τὴν πόλιν τοῦ Ἐμμὼρ, καὶ τοὺς ὑποτασσομένους παρακαλοῦντος περιτέμνεσθαι, ἕνα τῶν Ἰακὼβ υἱῶν ὄνομα Συμεῶνα διαγνῶναι τόν τε Ἐμμὼρ καὶ τὸν Συχὲμ ἀνελεῖν, τὴν ὕβριν τῆς ἀδελφῆς μὴ βουληθέντα πολιτικῶς ἐνεγκεῖν· ταῦτα δὲ διαγνόντα Λευῖν τῷ ἀδελφῷ κοινώσασθαι· λαβόντα δ' αὐτὸν συγκάταινον, ἐπὶ τὴν πρᾶξιν παρορμῆσαι, λόγιον προσφερόμενον τὸν Θεὸν ἀνελεῖν φάμενον, τοῖς Ἀβραὰμ ἀπογόνοις δέκα ἔθνη δώσειν. Φησὶ δὲ οὕτως ὁ Συμεὼν πρὸς Λευῖν·
When therefore Emmor had gone into the city and was exhorting his subjects to be circumcised, one of Jacob's sons, Simeon by name, resolved to slay both Emmor and Sychem, not willing to bear the outrage against his sister in civil fashion; and having resolved upon these things, he communicated them to his brother Levi; and taking him as a consenting partner, urged him on to the deed, putting forward an oracle which he said God had delivered, that He would give ten nations to Abraham's descendants. And Simeon speaks thus to Levi:
Εὖ γὰρ ἐγὼ μῦθόν γε πεπυσμένος εἰμὶ Θεοῖο· Δώσειν γάρ ποτ' ἔφησε δέ κ' ἔθνεα παισὶν Ἀβραάμ.
For well have I learned the word of God; for He once declared that He would give ten nations to the children of Abraham.
Τὸν δὲ Θεὸν αὐτοῖς τοῦτον τὸν νοῦν ἐμβαλεῖν, διὰ τὸ τοὺς ἐν Σιχίμοις ἀσεβεῖς εἶναι. Φησὶ δέ·
And that God put this mind into them because those in Sichima were ungodly. And he says:
Βλάπτε Θεὸς Σικίμων οἰκήτορας· οὐ γὰρ ἄατος Εἰς αὐτοὺς ὅστις κε μόλῃ καλὸς, οὐδὲ μὲν ἐσθλός· Οὐδὲ δίκας ἐδίκαζον ἀνὰ πόλιν, οὐδὲ θεμιστάς. Λοίγια δ' ὠρώρει τοῖσιν μεμελημένα ἔργα.
God smote the dwellers in Sicima; for neither the noble man nor yet the good, whosoever came unto them, was unscathed; neither did they judge judgements throughout the city, nor righteous ordinances, but pestilent deeds arose as their care.
Τὸν ουν Λευῖν καὶ τὸν Συμεῶνα εἰς τὴν πόλιν καθωπλισμένους ἐλθεῖν, καὶ πρῶτα μὲν τοὺς ἐντυγχάνοντας ἀναιρεῖν, ἔπειτα δὲ καὶ τὸν Ἐμμὼρ καὶ τὸν Συχὲμ φονεῦσαι. Λέγει δὲ περὶ τῆς ἀναιρέσεως αὐτῶν οὕτως·
That Levi therefore and Simeon came armed into the city, and first slew those whom they met, and thereafter murdered both Emmor and Sychem as well. And concerning the slaying of them he speaks thus:
Ὣς τότε δὴ Συμεὼν μὲν Ἐμὼρ ὤρουσεν ἐπ' αὐτὸν, Πλῆξέ τε οἱ κεφαλὴν, δειρὴν δ' ἕλεν ἐν χερὶ λαιῇ-
So then indeed Simeon rushed upon Emor himself, and struck his head, and seized his throat in his left hand-
Notes, col. 724

On the reading

Printed αμφοῖν, for ἀμφοῖν.

Printed αινῶς, for αἰνῶς.

Printed δέ κ', for δέκ'.

Printed ουν, for οὖν.

Printed λαιῇ-, for λαιῇ,.