γνωριμώτατος, ὃς ἐν τῇ περὶ Ἰουδαίων συντάξει τα κατὰ τὸν Ἀβραὰμ τοῦτον ἱστορεῖ κατὰ λέξιν τὸν τρόπον· «Εὐπόλεμος δὲ ἐν τῷ περὶ Ἰουδαίων τῆς Ἀσσυρίας φησὶ, πόλιν Βαβυλῶνα πρῶτον μὲν κτισθῆναι ὑπὸ τῶν διασωθέντων ἐκ τοῦ κατακλυσμοῦ· εἶναι δὲ αὐτοὺς γίγαντας. Οἰκοδομεῖν δὲ τὸν ἱστορούμενον πύργον. Πεσόντος δὲ τούτου ὑπὸ τῆς τοῦ Θεοῦ ἐνεργείας, τοὺς γίγαντας διασπαρῆναι καθ' ὅλην τὴν γῆν. Δεκάτῃ δὲ γενεᾷ, φησὶν, ἐν πόλει τῆς Βαβυλωνίας Καμαρίνῃ, ἥν τινας λέγειν πόλιν Οὐρίην· εἶναι δὲ μεθερμηνευομένην Χαλδαίων πόλιν· ἐν τρισκαιδεκάτῃ γενέσθαι Ἀβραὰμ γενεᾷ, εὐγενείᾳ καὶ σοφίᾳ πάντας ὑπερβεβηκότα, ὃν δὴ καὶ τὴν ἀστρολογίαν καὶ Χαλδαϊκὴν εὑρεῖν, ἐπί τε τὴν εὐσέβειαν ὁρμήσαντα, εὐαρεστῆσαι τῷ Θεῷ. Τοῦτον δὲ διὰ τὰ προστάγματα τοῦ Θεοῦ, εἰς Φοινίκην ἐλθόντα κατοικῆσαι, καὶ τροπὰς ἡλίου καὶ σελήνης, καὶ τὰ ἄλλα πάντα διδάξαντα τοὺς Φοίνικας, εὐαρεστῆσαι τῷ βασιλεῖ αὐτῶν. Ὕστερον δὲ Ἀρμενίους ἐπιστρατεῦσαι τοῖς Φοίνιξι· νικησάντων δὲ καὶ αἰχμαλωτισαμένων τὸν ἀδελφιδοῦν αὐτοῦ, τὸν Ἀβραὰμ μετὰ οἰκετῶν βοηθήσαντα, ἐγκρατῆ γενέσθαι τῶν αἰχμαλωτισαμένων, καὶ τῶν πολεμίων αἰχμαλωτίσαι τέκνα καὶ γυναῖκας. Πρέσβεων δὲ παραγενομένων πρὸς αὐτὸν, ὅπως χρήματα λαβὼν ἀπολυτρώσῃ ταῦτα, μὴ προελέσθαι τοῖς δυστυχοῦσιν ἐπεμβαίνειν, ἀλλὰ τὰς τροφὰς λαβόντα τῶν νεανίσκων, ἀποδοῦναι τὰ αἰχμάλωτα, ξενισθῆναί τε αὐτὸν ὑπὸ πόλεως ἱερὸν, Ἀργάριζιν, ὃ εἶναι μεθερμηνευόμενον ὄρος Ὑψίστου. Παρὰ δὲ τοῦ Μελχισεδὲκ ἱερέως ὄντος τοῦ Θεοῦ, καὶ βασιλεύοντος λαβεῖν δῶρα. Λιμοῦ δὲ γενομένου, τὸν Ἀβραὰμ ἀπαλλαγῆναι εἰς Αἴγυπτον πανοικίᾳ, κἀκεῖ κατοικεῖν, τήν τε γυναῖκα αὐτοῦ τὸν βασιλέα τῶν Αἰγυπτίων γῆμαι, φάντος αὐτοῦ ἀδελφὴν εἶναι. Περισσότερον δ' ἱστόρησεν, ὅτι οὐκ ἠδύνατο αὐτῇ συγγενέσθαι, καὶ ὅτι συνέβη φθείρεσθαι αὐτοῦ τὸν λαὸν καὶ τὸν οἶκον. Μάντεις δὲ, αὐτοῦ καλέσαντος, τοῦτο φάναι, μὴ εἶναι χήραν τὴν γυναῖκα· τὸν δὲ βασιλέα τῶν Αἰγυπτίων οὕτως ἐπιγνῶναι, ὅτι γυνὴ ἦν τοῦ Ἀβραὰμ, καὶ ἀποδοῦναι αὐτὴν τῷ ἀνδρί. Συζήσαντα δὲ τὸν Ἀβραὰμ ἐν Ἡλιουπόλει τοῖς Αἰγυπτίων ἱερεῦσι, πολλὰ μεταδιδάξαι αὐτοὺς, καὶ τὴν ἀστρολογίαν, καὶ τὰ λοιπὰ τοῦτον αὐ-
most well known, who in his treatise concerning the Jews records the matters relating to Abraham word for word in this manner: "Eupolemus, in his work concerning the Jews of Assyria, says that the city of Babylon was first founded by those who were saved from the flood; and that they were giants, and built the tower famous in history. When this fell through the working of God, the giants were scattered over the whole earth. And in the tenth generation, he says, in a city of Babylonia called Camarina, which some call the city Urie—and being interpreted it is the city of the Chaldaeans—in the thirteenth generation Abraham was born, surpassing all men in nobility and wisdom, who indeed also discovered astrology and the Chaldaean art, and having set himself towards piety, was well-pleasing to God. Because of the commandments of God this man came to Phoenicia and dwelt there, and having taught the Phoenicians the turnings of the sun and moon and all other things, was well-pleasing to their king. Afterwards the Armenians made an expedition against the Phoenicians; and when they had conquered them and taken captive his brother's son, Abraham came to the rescue with his household servants, mastered the captors, and took captive the children and wives of the enemy. And when ambassadors came to him, that he might take money and ransom these, he chose not to trample upon the unfortunate, but on receiving provisions for his young men restored the captives; and he was entertained as a guest at the sanctuary of the city, Argarizin, which being interpreted is Mount of the Most High. And from Melchizedek, who was priest of God and king, he received gifts. When a famine arose, Abraham departed into Egypt with all his household and dwelt there, and the king of the Egyptians took his wife in marriage, Abraham having said that she was his sister. And he related at greater length that the king was unable to consort with her, and that it befell that his people and his house were perishing. When he summoned diviners, they said this, that the woman was not a widow; and thus the king of the Egyptians came to know that she was the wife of Abraham, and restored her to her husband. And as Abraham lived in Heliopolis with the priests of the Egyptians, he taught them many things in turn, and both astrology and the rest this man