περιτομῆς, φάσκουσα· «Καὶ ἔθυον τοὺς υἱοὺς αυτῶν. καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαίμοσι· καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι, καὶ ἐμιάνθη ἡ γῆ ἐν τοῖς ἔργοις αὐτῶν.» Ἀλλὰ γὰρ ἡγοῦμαι διὰ τούτων ἀπεληλέγχθαι σαφῶς, δαιμονικήν τινα γεγονέναι τὴν παλαιτάτην καὶ πρώτην τῶν ξοάνων ἵδρυσιν, καὶ πᾶσαν τὴν εἰδωλικὴν τῶν ἐθνῶν θεοποιίαν, καὶ δαιμόνων οὐκ ἀγαθῶν, ἀλλὰ τὰ πάντα μοχθηροτάτων καὶ φαύλων. Ὡς ἐπαληθεύειν τὸ φάσκον ἐν προφητείαις λόγιον· «Πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια·» τό τε ἀποστολικὸν, δι' οὗ φησιν, ὅτι «Ἃ θύουσι, δαιμονίοις καὶ οὐ Θεῷ θύουσιν·» ἢ εἴ τι γε ἦν ἀγαθὸν ἐν αὐτοῖς, ὡς διὰ τοῦτο καὶ τῆς τῶν ἀγαθῶν μεταλαχεῖν προσηγορίας, εὐεργετικὸν ἂν ἦν, καὶ πάντων σωτήριον, φίλον τε δικαιοσύνης καὶ ἀνθρώπων κηδεμονικόν. Τοιοῦτον δὲ ὂν, πῶς δὲ οὐκ ἀπεῖργε διὰ χρησμῶν τὸ ἀνθρώπινον γένος τοιαῦτα πράττειν; Ἦπου χεῖρον ἦν καὶ φαυλότερον ἀνθρώπων, οἵγε νόμων τιμωρίαις ἐξάντεις τοὺς μιαιφόνους κατέστησαν. Οὐ γὰρ θεός τις ἦν, ἀλλ' ἄνθρωπος, ὁ τῆς ἀνθρωποθυσίας τὴν χρόνιον καὶ μακρὰν παραλύσας νόσον. Ὅτι δὲ φαύλων ἦν καὶ πονηρῶν ταῦτα δαιμόνων, εἴη ἔτι μᾶλλόν σοι συμφανὲς, εἰ λογίσαιο τὰ τῆς ἐπιῤῥήτου καὶ ἀκολάστου πορνείας αὐτῶν τῆς ἐν Ἡλίου πόλει τῆς Φοινίκης εἰσέτι νῦν ἐπιτελούμενα, καὶ παρὰ πλείστοις ἄλλοις ἀνθρώπων. Μοιχείας γοῦν καὶ φθορὰς, καὶ παρανόμους ἑτέρας μίξεις ἐπὶ τιμῇ θεῶν, ὥσπερ τι χρέος ὀφειλόμενον, χρῆναί φασιν ἐκτελεῖν, καὶ τῆς μοιχιδίου καὶ πορνικῆς πράξεως τοῖς θεοῖς ἀπάρχεσθαι, τῆς ἀκλεοῦς ταύτης καὶ ἀσέμνου ἐμπορίας, ὥσπερ τι χαριστήριον ἀγαθὸν τοὺς καρποὺς αὐτῆς ἀνατιθέντας· ὅμοια γὰρ ταῦτα ταῖς ἀνθρωποθυσίαις. Εἰ δὴ οὖν οὐδὲ σώφρονος ἀνδρὸς οἰκεῖον τὸ χαίρειν φόνοις, αἰσχροῤῥημοσύναις τε καὶ παρανόμοις γυναικῶν μίξεσιν, ἐπὶ μισθῷ τὴν ὥραν ἀπεμπολούσαις, πολλοῦ δεῖ φάναι θεῶν ἢ δαιμόνων εἶναι ἀγαθῶν τὸ ἀποδέχεσθαι τὰ τοιαῦτα. Εἰ δὲ δὴ λέγοι τις, φαύλων μὲν ὁμολογουμένως εἶναι ταῦτα δαιμόνων, πλὴν ἀλλ' ἑτέρους εἶναι τοὺς ἀγαθοὺς, οὓς δὴ μάλιστα σέβειν αὐτοὺς οἷα σωτῆρας· πευστέον ποῦ ἄρα ἦσαν αὐτοῖς οἱ ἀγαθοὶ σωτῆρες, εἰ δὴ καὶ τούτους ἔσεβον, ὥστε μὴ τοὺς πονηροὺς τοιαῦτα δρῶντας κατὰ τῶν προσφύγων ἀπερύκειν. Ποῦ δὲ οἱ ἀγαθοὶ δαίμονες, τοὺς βλαπτικοὺς μὴ ἀπελαύνειν, καὶ τοῖς θεραπεύουσι συμμαχεῖν; Τί δὲ καὶ περιεφρόνουν παρορῶντες τὸ λογικὸν καὶ θεοφιλὲς ἀνθρώπων γένος, τῇ τῶν φαύλων δαιμόνων ὠμότητι κατατρυχόμενον; Οὐχὶ δὲ ἄντικρυς τοῖς πᾶσι προεκήρυττον ἀμεταστρεπτὶ φεύγειν, καὶ ἀποτρέπεσθαι πάντα θεὸν ὀνομαζόμενον, ὡς οὐ θεὸν, ἀλλὰ φαῦλον
the circumcision, saying: "And they sacrificed their sons and their daughters to the daemons; and the land was polluted with murder in blood, and the land was defiled in their works." Indeed, I consider it to have been clearly proved through these things that the most ancient and first setting up of carved images, and all the idolatrous god-making of the nations, was something daemonic, and the work not of good daemons, but of ones utterly wicked in all respects and vile; so that the oracle in the prophecies speaks true which says: "All the gods of the nations are daemons;" and the apostolic saying, whereby he declares that "What they sacrifice, they sacrifice to daemons and not to God." Or if indeed there were any good in them, so as on this account even to share in the appellation of the good, it would have been beneficent, and saving towards all, a friend of justice and caring for men. Being such, how then did it not restrain the human race through oracles from doing such things? Surely it was worse and viler than men, who by punishments of laws restored the blood-stained murderers to soundness. For it was not any god, but a man, who undid the chronic and long-standing disease of human sacrifice. And that these things belonged to vile and wicked daemons would be still more evident to you, if you should reckon up the practices of their infamous and licentious prostitution which are still even now performed in Heliopolis of Phoenicia, and amongst very many others of mankind. Adulteries, at all events, and seductions, and other unlawful unions in honour of gods, as though some debt owed, they say one must consummate, and offer first-fruits to the gods from adulterous and harlotrous conduct, dedicating the fruits of this inglorious and unseemly traffic as though some good thank-offering; for these things are like unto human sacrifices. If then it does not belong even to a temperate man to rejoice in murders, foul-mouthedness, and unlawful unions with women selling their bloom for hire, far is it from fitting to say that accepting such things belongs to gods or to good daemons. And if indeed someone should say that these things belong admittedly to vile daemons, yet that the good ones are others, whom indeed they especially revere as saviours, one must inquire where then their good saviours were, if indeed they revered these too, so as not to ward off the wicked ones doing such things against their suppliants. And where were the good daemons, not to drive away the harmful ones and fight alongside their worshippers? Why too did they disdainfully overlook the rational and God-beloved race of men being worn down by the cruelty of the vile daemons? And did they not outright proclaim beforehand to all to flee without turning back, and to shun everyone called a god, as being not a god, but a vile