« Οἶδε δὲ ὁ τῆς εὐσεβείας φροντίζων, ὡς θεοῖς μὲν οὐ θύεται ἔμψυχον οὐδὲν, δαίμοσι δὲ, ἀλλ' ἤτοι ἀγαθοῖς, ἢ καὶ φαύλοις· καὶ τίνων ἐστὶ τὸ θύειν τούτοις, καὶ τῶν ἄχρι τινὸς αὐτῶν δεομένων. » Καὶ αὖθις ἑξῆς φησιν· « Ὅτι δὲ οὐ θεοῖς, ἀλλὰ δαίμοσι τὰς θυσίας τὰς διὰ τῶν αἱμάτων προσῆγον οἱ τὰς ἐν τῷ παντὶ δυνάμεις καταμαθόντες, τοῦτο πεπίστωται παρ' αὐτῶν τῶν θεολόγων. Καὶ μὴν ὅτι τούτων οἱ μὲν κακοποιοὶ, οἱ δὲ ἀγαθοὶ, καὶ οὐκ ἐνοχλήσουσιν ἡμῖν.» Ταῦτα μὲν ὁ δεδηλωμένος. Ἐπεὶ δὲ τῶν δαιμόνων ἔφησε τοὺς μὲν ἀγαθοὺς, τοὺς δὲ φαύλους εἶναι, φέρε, πῶς ἴδωμεν, ὅτι οὐδὲ ἀγαθοὶ δαίμονες, φαῦλοι δὲ οἱ νενομισμένοι αὐτῶν θεοὶ πάντες ἁλίσκονται; Λάβοις δ' ἂν καὶ τούτου τὴν ἀπόδειξιν ὧδε. Τὸ ἀγαθὸν ὠφελεῖ, βλάπτει δὲ τὸ ἐναντίον. Εἰ δὲ φανεῖεν οἱ κατὰ πάντα τόπον ἀνηγορευμένοι εἴτε θεοὶ εἴτε δαίμονες, αὐτοὶ δὴ οἱ παρὰ πᾶσιν αὐτοῖς βεβοημένοι, καὶ πρὸς τῶν ἐθνῶν ἁπάντων προσκυνούμενοι, ὅ τε Κρόνος, καὶ ὁ Ζεὺς, Ἥρα τε καὶ Ἀθηνᾶ καὶ οἱ παραπλήσιοι, αἵ τε ἀφανεῖς δυνάμεις, καὶ οἱ δαίμονες οἱ διὰ τῶν ξοάνων ἐνεργοῦντες, οὐ μόνον ζώων ἀλόγων σφαγαῖς καὶ θυσίαις, ἀλλὰ καὶ ἀνδροκτασίαις καὶ ἀνθρωποθυσίαις χαίροντες, καὶ ταύτῃ τὰς ψυχὰς τῶν ἀθλίων ἀνθρώπων λυμαινόμενοι· τίνα χείρονα ταύτης βλάβην ἐπινοήσειας; Εἰ γὰρ ἡ διὰ τῶν ζώων ἀλόγων θυσία ἐπάρατος καὶ κακόθυτος πρὸς τῶν φιλοσόφων ἐλέχθη, μυσαρά τε καὶ ἄδικος καὶ ἀνόσιος, καὶ οὐκ ἀβλαβὴς τοῖς θύουσι, καὶ διά γε ταῦτα πάντα θεῶν ἀναξία, τί χρὴ νομίζειν τὴν τῶν ἀνθρώπων σφαγήν; ἢ παντὸς αὕτη γένοιτ' ἂν ἀσεβεστάτη καὶ ἀνοσιωτάτη. Πῶς οὖν ἀγαθοῖς δαίμοσιν, οὐχὶ δὲ τοῖς παμμιάροις καὶ πανωλέθροις πνεύμασιν εἰκότως ἂν λεχθείη προσφιλής; Φέρε οὖν ἐλέγξωμεν καὶ ἀποδείξωμεν, ὁπόσον ἡ τῆς πολυθέου πλάνης λύμη τοῦ βίου τῶν ἀνθρώπων πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας ἐκράτει. Λελύσθαι γὰρ αὐτὴν καὶ καθῃρῆσθαι οὐκ ἄλλοτε ἢ κατὰ τοὺς Ἀδριανοῦ χρόνους, φωτὸς δίκην ἤδη διαλαμπούσης ἐπὶ πάντα τόπον τῆς τοῦ Χριστοῦ διδασκαλίας. Οἷς οὐχ ἡμεῖς, ἀλλ' αὐτῶν πάλιν τῶν μὴ τὰ ἡμέτερα φρονούντων μαρτυρήσουσιν αἱ φωναὶ διαῤῥήδην, τῶν πρὸ τούτου χρόνων τοσαύτην κατηγοροῦσαι μοχθηρίαν, ὥστε ἤδη τοὺς
« And he who cares for piety knows that to gods indeed nothing animate is sacrificed, whereas to demons [it is], whether good ones or even bad ones; and whose part it is to sacrifice to these, even of those who up to a certain point stand in need of them. » And again next he says: « And that not to gods, but to demons, those who had learned the powers in the universe offered the sacrifices through blood, this has been confirmed by the theologians themselves. And indeed that of these some are maleficent, and others good, and will not trouble us.» Thus far the aforesaid writer. Now since he said that of the demons some are good and others bad, come, how may we see that all their reputed gods are convicted of being not even good demons, but bad ones? And you might take the proof of this also thus. What is good benefits, whereas the opposite harms. Now if those proclaimed in every place whether as gods or as demons, those very ones celebrated among them all and worshipped by all the nations, Cronus and Zeus, Hera and Athena and the like, and the unseen powers, and the demons working through the carved images, should appear rejoicing not only in slaughters and sacrifices of irrational animals, but also in manslaughters and human sacrifices, and in this way ruining the souls of wretched men, what worse harm than this could you conceive? For if the sacrifice by means of irrational animals was declared accursed and ill-sacrificed by the philosophers, abominable and unjust and unholy, and not harmless to those who sacrifice, and on account of all these things unworthy of gods, what must one think of the slaughter of men? Or beyond everything would this prove most impious and most unholy. How then could it reasonably be called dear to good demons, and not rather to all-polluted and all-destructive spirits? Come therefore, let us convict and demonstrate how greatly the ruin of polytheistic error prevailed over the life of men before the evangelical teaching of our Saviour. For it was dissolved and overthrown at no other time than about the times of Hadrian, when the teaching of Christ was already shining forth like light over every place. To these things not we, but again the voices of those very men who do not hold our views will bear witness expressly, accusing the times before this of such great wickedness that already the