Migne Reading Room

PG 21 · cols. 288–297 · Read from the page

Preparation for the Gospel, Book IV

Preparation for the Gospel, Book IV

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:288Read from the page
τε νεὼς, καὶ τὰς ἀνιέρους καὶ ἀτελέστους θρησκείας, καὶ πάμπαν ἐξ ἀνθρώπων ἀφανίζειν τὴν ὡς περὶ θεῶν αὐτῶν μνήμην, καὶ τὴν ἀπονεμομένην αὐτοῖς τιμὴν ἐνομοθέτησεν. Οὐδὲ γὰρ τοὺς φαύλους ἀπομειλίσσεσθαι ὅσιον ἦν τοὺς τοῖς ἀγαθοῖς μεμελημένους. Εἴτε δὲ καὶ Φίλαρχος, εἴτε ὁστισοῦν ἱστορεῖ πάντας τοὺς Ἕλληνας, πρὶν ἐπὶ τοὺς πολέμους ἐξιέναι, ἀνθρωποκτονεῖν, καὶ τοῦτον μάρτυρα τῆς Ἑλλήνων δαιμονικῆς ἐπιληψίας μὴ ὄκνει παραλαμβάνειν· μὴ παρίδῃς μηδὲ τοὺς κατὰ τὴν Ἀφρικὴν, τούς τε Θρᾷκας καὶ τοὺς Σκύθας τὰ ὅμοια πράττοντας, ταῖς αὐταῖς τῶν δαιμόνων ὑπῆχθαι μανίαις ἀποφαίνεσθαι· ὡς καὶ Ἀθηναίους, καὶ τοὺς κατὰ τὴν Μεγάλην πόλιν, εἰ δὴ καὶ οὗτοι κατὰ τοῦ Μεγάλου Διὸς ἑορτὰς ἀνθρώπους ἔσφαζον. Ἀλλὰ γὰρ συναγαγὼν ὁμοῦ τὸν πάντων τῶν προειρημένων κατάλογον, εὕροις ἂν, σχεδὸν εἰπεῖν, πᾶσαν τὴν τῶν ἐθνῶν θεοποιίαν τούτοις αὐτοῖς τοῖς ἀνθρωποκτόνοις πνεύμασι καὶ τοῖς πονηροῖς δαιμονίοις ἀνακειμένην. Εἰ γὰρ ἐν Ῥόδῳ, καὶ ἐν Σαλαμῖνι, καὶ ταῖς ἄλλαις νήσοις, ἔν τε Ἡλίου πόλει τῇ κατ' Αἴγυπτον, ἔν τε Χίῳ, καὶ Τενέδῳ, καὶ Λακεδαίμονι, καὶ Ἀρκαδίᾳ, Φοινίκῃ τε καὶ Λιβύῃ, καὶ πρὸς τούτοις ἅπασιν ἐν Συρίᾳ καὶ Ἀραβίᾳ, καὶ παρά γε τοῖς Πανέλλησιν Ἀθηναίοις, καὶ ἐπὶ τούτων τοῖς κορυφαιοτάτοις, κατά γε Καρχηδόνα, καὶ τὴν Ἀφρικὴν, καὶ παρὰ Θρᾳξὶ καὶ Σκύθαις ἀποδέδεικται τὰ τῆς δαιμονικῆς ἀνθρωποκτονίας κατὰ τοὺς παλαιοὺς χρόνους ἐπιτελούμενα, καὶ μέχρι τοῦ Σωτῆρος ἡμῶν παρατείναντα· πῶς οὐκ εὐλόγως τοὺς πάντας εἴποις ἂν τότε τοῖς πονηροῖς δαίμοσι δεδουλῶσθαι, οὐ πρότερόν τε παῦλαν τῶν τοσούτων γενέσθαι τῷ βίῳ κακῶν, ἢ τὴν τοῦ Σωτῆρος ἡμῶν καταλάμψαι διδασκαλίαν; Ὅτι δὴ μέχρι τῶν Ἀδριανοῦ χρόνων διαμεῖναι ταῦτα· λελύσθαι δ' ἐξ ἐκείνου παρέστησεν ὁ τῆς ἱστορίας λόγος. Οὗτος δὴ μάλιστα ἦν ὁ χρόνος, καθ' ὃν ἡ σωτήριος εἰς πάντας ἀνθρώπους ἤκμασε διδασκαλία. Καὶ μὴν οὐδὲ δυνατὸν αὐτοῖς εἰπεῖν, ὡς τοῖς πονηροῖς δαίμοσιν ἔθυον· αὐτοῖς γὰρ μάλιστα τοῖς μεγίστοις θεοῖς ἡ ἱστορία τὰς ἀνθρωποθυσίας ἐδήλωσεν ἐπιτελεῖσθαι. Θύεσθαι γὰρ ἔφησε τῇ Ἥρᾳ καὶ τῇ Ἀθηνᾷ, Κρόνῳ τε καὶ Ἄρει, καὶ Διονύσῳ, καὶ αὐτῷ γε τῷ ἐπὶ πάντων Διὶ, καὶ τῷ Φοίβῳ, τῷ δὴ σεμνοτάτῳ πάντων καὶ σοφωτάτῳ Ἀπόλλωνι· τούτους δὲ καὶ οὐδὲ ἄλλους τοὺς μεγίστους τε καὶ ἀγαθοὺς σωτῆρας θεοὺς ἀναγορεύουσιν. Αὐτοὶ δ' ἄρα εἶεν ἂν οἱ πονηροὶ δαίμονες. Εἰ γὰρ οἵδε τοιαύταις ἀνθρωποθυσίαις καὶ ἀνθρωποκτονίαις ἔχαιρον, πῶς οὐκ ἂν αὐτοὺς εἰκότως τῇ τῶν πονηρῶν πνευμάτων μιαιφονίᾳ καταριθμήσειας; εἴτε αὐτοὶ χαίρειν λέγοιντο τοῖς τοιούτοις, εἴτε συγχωρεῖν, καὶ περιορᾶν ἑτέροις γινόμενα. Τί γὰρ χρῆν ὅλως
temples, and their unholy and uninitiated rites, and ordained utterly to blot out from among men the remembrance of them as gods, and the honour assigned to them. For neither was it pious for those cared for by the good to propitiate the vile. And whether Philarchus or anyone else whosoever relates that all the Greeks, before going out to wars, slew men, do not hesitate to adduce this man too as a witness of the daemonic seizure of the Greeks; nor overlook declaring those in Africa, and the Thracians and the Scythians who practise the like things, to have been brought under the same madnesses of the daemons; just as also the Athenians, and those in the Great City, if indeed these too slaughtered men at the festivals of Great Zeus. For indeed, bringing together at once the catalogue of all those mentioned beforehand, you would find, almost to say, all the god-making of the nations dedicated to these very man-slaying spirits and wicked daemons. For if in Rhodes, and in Salamis, and the other islands, and in Heliopolis in Egypt, and in Chios, and Tenedos, and Lacedaemon, and Arcadia, Phoenicia too and Libya, and besides all these in Syria and Arabia, and amongst the Panhellenic Athenians, and besides these the foremost ones, in Carthage and Africa, and amongst Thracians and Scythians, the practices of daemonic manslaughter have been proved to have been performed in ancient times, and to have lasted down to our Saviour; how would you not reasonably say that all were then enslaved to the wicked daemons, and that no cessation of so great evils came to human life earlier than when the teaching of our Saviour shone forth? Because indeed down to the times of Hadrian these practices endured, and from that time were abolished, the account of history has shown. Now this especially was the time at which the saving teaching flourished unto all mankind. Moreover, neither is it possible for them to say that they sacrificed to the wicked daemons; for history has shown that the human sacrifices were performed to the very greatest gods themselves. For it stated that sacrifice was made to Hera and to Athena, to Kronos and to Ares, and to Dionysus, and even to Zeus himself who is over all, and to Phoebus, Apollo the most august and wisest of all; and these, and none others, they proclaim to be the greatest and good saviour gods. They themselves, then, must be the wicked daemons. For if these rejoiced in such human sacrifices and manslaughters, how would you not reasonably reckon them with the blood-guiltiness of the wicked spirits, whether they themselves should be said to rejoice in such things, or to permit and overlook their being done for others? For why ought they at all
PG 21:289Read from the page
ἐπιτρέπειν ἀνθρώποις ἱλάσκεσθαι τὰ πονηρὰ πνεύματα; Τί δὲ τοσοῦτον πλανᾶσθαι, ὡς θεραπεύειν καὶ κολακεύειν τοὺς φαύλους; Τί δὲ τοῖς πονηροῖς καταδουλοῦσθαι; δέον ἀγαθοὺς ὄντας καὶ θεοὺς, ποῤῥωτάτω τῆς ἀνθρώπων διατριβῆς, πᾶν ὅ τι φαῦλον καὶ πονηρὸν δυνάμει κρείττονι καὶ θειοτέρᾳ ἀπελαύνειν. Ἢ πατὴρ μὲν ἀγαθὸς οὐκ ἂν ὑπὸ φαύλοις ἀνδράσι φθειρόμενον περιίδοι ἂν τὸν αὐτοῦ παῖδα· οὐδὲ τὸν οἰκέτην σώφρων δεσπότης ὑπὸ τοῖς ἐχθροῖς ἀγόμενον περιόψεται· οὐδέ γε στρατηγὸς, πολέμου παρόντος τοὺς οἰκείους διασώσασθαι, τοῖς πολεμίοις αἰχμαλώτους ἀνήσει· οὐδὲ ποιμὴν τὰ θρέμματα τοῖς λύκοις· θεοὶ δὲ ἄρα καὶ ἀγαθοὶ δαίμονες ὑπὸ τοῖς μοχθηροῖς καὶ φαύλοις ἀνήσουσι τὸ τῶν ἀνθρώπων γένος;
to allow men to propitiate the wicked spirits? Why to go so far astray as to court and flatter the vile ones? And why to be enslaved to the wicked ones, when, being good and gods, they ought to drive away everything whatsoever that is vile and wicked very far from the haunt of men by a superior and more divine power? Or would a good father never overlook his child being ruined under vile men; nor will a prudent master overlook his household servant being carried off under enemies; nor indeed will a general, when war is at hand, to preserve his own men, abandon them captive to the enemy; nor a shepherd his flocks to the wolves; yet will gods, forsooth, and good daemons abandon the race of men under the wicked and vile ones?
Καὶ οἱ τρισμύριοι φύλακες μερόπων ἀνθρώπων,
And the thrice ten thousand guardians of mortal men,
οἱ δὴ ποιμένες καὶ σωτῆρες, βασιλεῖς τε καὶ πατέρες, καὶ κύριοι, τοῖς ἐχθροῖς καὶ πολεμίοις, καὶ ἀγρίοις θηρσὶν ἀνηλεῶς οὕτως καὶ ὠμῶς ἄγειν καὶ φέρειν τὰ φίλτατα παραδώσουσι; Οὐχὶ δὲ προπολεμήσουσιν ὑπερασπίζοντες τῶν προσφύγων, καὶ τοὺς μὲν ἐχθροὺς καὶ πονηροὺς δαίμονας τῆς ἀνθρώπων ἀγέλης, μακρὰν ὥσπερ τινὰς ὠμοβόρους καὶ ἀγρίους θῆρας ἀποδιώξουσι, διδάξουσι δὲ πάντα ἄνθρωπον μυρίων θεῶν καὶ δαιμόνων ἀγαθῶν πλήθει προσῳκειωμένον, ἐπιθαρσοῦντα τοῖς οὐ μόνον κρείττοσιν, ἀλλὰ καὶ πλείοσιν καὶ μεγίστοις θεοῖς καθωσιωμένον, σμικρὰ, μᾶλλον δὲ τὸ μηδὲν ἐπιστρέφεσθαι τῆς τῶν πονηρῶν δαιμόνων ἀσθενείας; Ὅτε δὲ τοῦτο μὴ ἔπραττον, συνήργουν δ' ἔμπαλιν τοῖς πονηροῖς αὐτοὶ, διὰ τῶν χρησμῶν τὰς δηλωθείσας ἀνιέντες ἀνθρωποθυσίας, χαίροντές τε αἰσχροῤῥημοσύναις ἁπάσαις καὶ ταῖς τούτων ἀκολούθοις πράξεσιν, ἔργῳ, φασὶ, δῆλον, ὡς οὐδέν τι καὶ αὐτοὶ φαύλων δαιμόνων τὴν φύσιν διέλαθον· μᾶλλον δὲ μιᾶς καὶ τῆς αὐτῆς ὑπῆρχον προαιρέσεως καὶ γνώμης· καὶ ἔτι μᾶλλον εἰπεῖν, ὡς οὐδὲ ὅλως θεός τις ἦν, οὐδέ τις ἀγαθὸς δαίμων, ὁ πάλαι πρὸς τῶν ἐθνῶν ἁπάντων κατὰ πόλεις τε καὶ χώρας προσκυνούμενος. Πῶς γὰρ ἂν γένοιτό ποτε τῷ ἀγαθῷ τὸ φαῦλον φίλον; εἰ μὴ καὶ φωτὸς, καὶ σκότους κρᾶσιν δύνασθαι μίαν φαίη τις ἂν γενέσθαι. Πόσῳ δὲ κρείττων ὁ παρ' ἀνθρώποις λογισμὸς τῶν νενομισμένων θεῶν, μηδὲ φαύλοις δαίμοσι χρῆναι
the very shepherds and saviours, kings and fathers and lords, will hand over their dearest ones to enemies and foes and wild beasts to harry and plunder thus pitilessly and cruelly? Will they not rather fight in front, shielding their suppliants, and chase the hostile and wicked daemons far away from the flock of men like some raw-devouring and savage beasts, and teach every man who has been brought into fellowship with a multitude of countless gods and good daemons, taking courage in those who are not only superior, but also more numerous, and consecrated to the greatest gods, to pay little, or rather no heed at all, to the weakness of the wicked daemons? But since they did not do this, and on the contrary themselves cooperated with the wicked ones, permitting through their oracles the human sacrifices set forth above, and rejoicing in all foul-mouthedness and the practices consequent upon these, by deed, as the saying goes, it is plain that they themselves too in no way escaped the nature of vile daemons, or rather were of one and the same purpose and mind; and to speak still further, that there was not at all any god, nor any good daemon, who was worshipped of old by all the nations throughout cities and lands. For how could the vile ever become dear to the good, unless someone should say that a single mingling of light and of darkness can also come to be? And by how much better than the supposed gods is reasoning amongst men, urging that one ought not even to vile daemons
PG 21:292Read from the page
θύειν παρακελευόμενος; Λέγει δ' οὖν ὁ πρόσθεν εἰρημένος συγγραφεὺς, ἐν οἷς ἔφυσε μὴ δεῖν ζωοθυτεῖν, ὅτι μηδὲ φαύλοις δαίμοσι θυτέον, τοῦτον τὸν τρόπον.
to sacrifice? At all events, the writer mentioned beforehand, in the passages where he said that one ought not to sacrifice animals, says that one must not sacrifice even to vile daemons, in this manner.
ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ.
Chapter XVIII.
Ὅτι μὴ δεῖ τοῖς πονηροῖς δαίμοσι θύειν.
That one ought not to sacrifice to the wicked daemons.
«Διὸ συνετὸς ἀνὴρ καὶ σώφρων εὐλαβηθήσεται τοιαύταις χρῆσθαι θυσίαις, δι' ὧν ἐπισπάσεται πρὸς ἑαυτὸν τοὺς τοιούτους· σπουδάσει δὲ καθαίρειν τὴν ψυχὴν παντοίως· καθαρᾷ γὰρ ψυχῇ οὐκ ἐπιτίθενται διὰ τὸ αὐτοῖς ἀνόμοιον. Εἰ δὲ ταῖς πόλεσιν ἀναγκαῖον καὶ τούτους ἀπομειλίττεσθαι, οὐδὲν πρὸς ἡμᾶς. Ταύταις γὰρ καὶ πλοῦτος, καὶ τὰ ἐκτὸς, καὶ τὰ σωματικὰ, ἀγαθὰ εἶναι νενόμισται, καὶ τὰ ἐναντία, κακά· ὀλίγον δὲ ἐν αὐταῖς τὸ τῆς ψυχῆς ἐπιμελούμενον.» Τούτοις ἑξῆς ἐπάγει λέγων.
"Wherefore an intelligent and temperate man will beware of using such sacrifices, through which he will draw such beings towards himself; and he will strive in every way to purify his soul; for they do not attack a pure soul, because of its unlikeness to them. And if it is necessary for cities to appease these beings also, that is nothing to us. For by these both wealth, and external things, and bodily things are accounted to be goods, and their opposites, evils; and small in them is that which cares for the soul." Next after these things he adds, saying.
ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ.
Chapter XIX.
Ὅπως ἀνακεῖσθαι δεῖ τῷ ἐπὶ πάντων Θεῷ.
How one ought to be dedicated to the God Who is over all.
«Ἡμεῖς δὲ κατὰ δύναμιν οὐ δεησόμεθα ὧν οὗτοι παρέχουσιν· ἀλλ' ἔκ τε ψυχῆς ἔκ τε τῶν ἄλλων πᾶσαν σπουδὴν ποιούμεθα, Θεῷ μὲν καὶ τοῖς ἀμφ' αὐτὸν ὁμοιοῦσθαι· (ὃ δὴ γίνεται δι' ἀπαθείας καὶ τῆς περὶ τῶν ὄντως ὄντων διηρθρωμένης διαλήψεως, καὶ πρὸς αὐτὰ καὶ κατ' αὐτὰ ζωῆς·) πονηροῖς δὲ ἀνθρώποις καὶ δαίμοσι, καὶ ὅλως παντὶ τῷ χαίροντι τῷ θνητῷ καὶ ὑλικῷ ἀνομοιοῦσθαι. Ὃν δὲ ἡμεῖς ὑπογράφομεν φιλόσοφον ἀφιστάμενον τῶν ἐκτὸς, εἰκότως φαμὲν μὴ ἐνοχλήσειν δαίμοσι, μηδὲ μάντεων δεήσεσθαι, μηδὲ σπλάγχνων ζώων. Ὧν γὰρ ἕνεκα αἱ μαντεῖαι, τούτων οὗτος μεμέληκεν ἀφίστασθαι. Οὔτε γὰρ εἰς γάμον καθίησιν, ἵνα περὶ γάμου τῷ μάντει ἐνοχλήσῃ· οὐκ εἰς ἐμπορίαν, οὐ περὶ οἰκέτου, οὐ περὶ κλοπῆς, καὶ τῆς ἄλλης παρὰ ἀνθρώποις δοξοκοπίας. Περὶ ὧν δὲ ζητεῖ, μάντις μὲν οὐδεὶς, οὐδὲ σπλάγχνα ζώων μηνύσει τὸ σαφές· αὐτὸς δὲ δι' ἑαυτοῦ, ὡς ἐλέγομεν, προσιὼν τῷ Θεῷ, ὃς ἐν τοῖς ἀληθινοῖς αὐτοῦ σπλάγχνοις ἵδρυται, περὶ τοῦ αἰωνίου βίου λήψεται τὰς ὑποθήκας, ὅλως ἐκεῖ συῤῥεύσας.»
"But we, so far as lies in our power, shall not stand in need of the things which these beings provide; rather, both from our soul and from other things we make every effort to be made like unto God and those around Him (which indeed comes about through passionlessness, and an articulated conception concerning the things that truly are, and a life directed towards them and according to them), and to be made unlike wicked men and daemons, and altogether everything that rejoices in what is mortal and material. And the philosopher whom we sketch as standing aloof from external things, we reasonably say will not trouble daemons, nor stand in need of diviners, nor of the entrails of animals. For those things for the sake of which divinations exist are the very things from which he has practised standing aloof. For neither does he enter into marriage, that he should trouble the diviner concerning marriage; nor into commerce; nor concerning a household servant, nor concerning theft, and the rest of the vainglory amongst men. And concerning the things about which he seeks, no diviner, nor entrails of animals, will show what is clear; but he himself by himself, as we were saying, approaching God, Who is established in his true inward parts, will receive instructions concerning eternal life, having wholly flowed together thither."
Σαφέστατα δὴ διὰ τούτων ὁ λόγος ἐξέφηνε, τίνων ἡγεῖσθαι χρὴ τὰ μαντεῖα, καὶ τὰς διὰ τῆς θυτικῆς ἐρωτήσεις, τάς τε παρὰ τοῖς πολλοῖς θαυμαζομένας περὶ τῶν ἀδήλων προγνώσεις. Ταῦτα γὰρ πάντα δοξοκοπίας ὀνόματα, ὡς ἂν ὑπὸ δαιμόνων πονηρῶν ἐνεργουμένας ἀποβάλλει. Τὸν γοῦν περὶ φαύλων
Most clearly indeed through these words the argument has brought to light whose work one ought to consider the oracles, and the inquiries through sacrificial divination, and the foreknowledges concerning uncertain things admired amongst the multitude. For all these, names of vainglory, he rejects as being wrought by wicked daemons. At all events, going through the account concerning vile
Notes, col. 292

On the reading

Printed ἔφυσε, for ἔφησε.

PG 21:293Read from the page
δαιμόνων διεξιὼν λόγον, καὶ φάσκων τὸν συνετὸν ἄνδρα καὶ σώφρονα μήποτε τούτοις ἑαυτὸν ἐπιδοῦναι, μηδ' ἐπισπάσασθαι εἰς ἑαυτὸν διὰ τῶν θυσιῶν τοὺς τοιούτους· ἑξῆς ἐπισυνάπτει, λέγων, τὸν φιλόσοφον μηδὲ μαντείων δεήσεσθαι, μηδὲ σπλάγχνων ζώων, καὶ τῶν παραπλησίων, ὡς ἂν τῆς δαιμονικῆς ὄντων κακοτεχνίας. Εἰ δὴ οὖν κατὰ ταῦτα εὐλαβητέον τῷ συνετῷ καὶ σώφρονι τοιαύταις χρῆσθαι θυσίαις, δι' ὧν ἐπισπάσεται πρὸς ἑαυτὸν τοὺς δαίμονας· (αὗται δ' ἦσαν αἱ δι' αἱμάτων ἐκχύσεως καὶ δι' ἀλόγων ζώων σφαγῆς·) οὐδεὶς ἂν ἐνδίκως ῥηθείη σώφρων καὶ συνετὸς τῶν πάλαι ζωοθυτούντων τοῖς δαίμοσι, καὶ πολὺ μᾶλλον τῶν ἀνθρωποθυτούντων. Ἥλω δὲ τὰ πανταχοῦ πάντα, σχεδὸν εἰπεῖν, ἔθνη πρόσθεν ἢ τὸν ἡμέτερον Χριστὸν εἰς ἀνθρώπους ἀναδειχθῆναι, τοὺς φαύλους ἱλεούμενα δαίμονας ταῖς κατὰ πάντα τόπον ἐπιτελουμέναις ἀνθρωποθυσίαις. Οὐδεὶς ἄρα τούτων συνετὸς ἦν καὶ σώφρων. Ὁ μὲν οὖν κοινὸς καὶ ἀνθρώπινος λογισμὸς, ἑπόμενος ὀρθῷ λόγῳ, παντὶ τῷ συνετῷ καὶ σώφρονι διαῤῥήδην κηρύττει μὴ χρῆσθαι θυσίαις ἐπὶ θεραπείᾳ τῶν πονηρῶν δαιμόνων· σπουδάζειν δὲ καθαίρειν τὴν ψυχὴν παντοίως. Καθαρᾷ γὰρ ψυχῇ μὴ ἐπιτίθεσθαι, διὰ τὸ αὐτοῖς ἀνόμοιον· ὁ δὲ θεὸς αὐτοῖς ὁ Ἀπόλλων (πάλιν γὰρ ἀνθρώποις τοῦτον παραβλητέον, καὶ δεικτέον ὅσον τοῦ ὀρθοῦ λείπεται λογισμοῦ,) προστάττει τῷ πονηρῷ δαίμονι θύειν, οὐκ ἄλλως, ἢ δηλαδὴ φίλος ὢν αὐτῷ· κακῷ δὲ τὸ ὅμοιον φίλον. Τούτου δὲ μάρτυς ὁ καὶ πρόσθεν, ἐν οἷς ἐπέγραψε τῆς ἐκ Λογίων Φιλοσοφίας, ὧδε ἱστορῶν κατὰ λέξιν.
daemons, and saying that the intelligent and temperate man would never give himself over to these, nor draw such beings unto himself through sacrifices, he next subjoins, saying that the philosopher will stand in need neither of oracles, nor of entrails of animals, and the like things, as belonging to daemonic mischievousness. If then according to these words the intelligent and temperate man must beware of using such sacrifices, through which he will draw the daemons towards himself (and these were those performed through shedding of blood and through slaughter of irrational animals), no one could justly be called temperate and intelligent of those who of old sacrificed animals to the daemons, and much less of those who sacrificed men. Yet everywhere almost all nations, so to speak, were caught, before our Christ was manifested unto men, propitiating the vile daemons with the human sacrifices performed in every place. No one of these, therefore, was intelligent and temperate. Now common and human reasoning, following right reason, expressly proclaims to every intelligent and temperate man not to use sacrifices for the service of the wicked daemons, and to strive in every way to purify the soul; for they do not attack a pure soul, because of its unlikeness to them; whereas their god Apollo (for again one must compare him with men, and show by how much he falls short of right reasoning) commands men to sacrifice to the wicked daemon, on no other ground than manifestly as being a friend to him; and like is dear to evil. And witness of this is the same writer as before, in what he entitled Philosophy from Oracles, relating thus word for word.
ΚΕΦΑΛΑΙΟΝ Κʹ.
Chapter XX.
Ὡς ὁ Ἀπόλλων τῷ πονηρῷ δαίμονι προστάττει θύειν.
How Apollo commands men to sacrifice to the wicked daemon.
«Σπεύδοντος γοῦν τοῦ προφήτου αὐτοπτῆσαι τὸ θεῖον, καὶ ἐπειγομένου, ὁ Ἀπόλλων ἀδύνατον ἔφη τὸ τοιοῦτον, πρὶν λύτρα τῷ πονηρῷ δαίμονι δοῦναι. Λέγει δὲ ὧδε·
"When the prophet, at all events, was eager to behold the deity with his own eyes, and was pressing on, Apollo said that such a thing was impossible before giving ransom to the wicked daemon. And he speaks thus:
Λύτρα δίδου γαίης πατέρης οἰκήτορι σεμ⟨ν⟩ῷ,
Give ransom to the august inhabitant of the paternal land,
Πρῶτα χοὰς, μετέπειτα πυρὴν ἠδ' αἷμα κελαινὸν,
First libations, thereafter a pyre and dark blood,
Οἴνου παμμέλανος, ὀΐων θ' ἅμα λευκὰ ῥέεθρα.
Of all-black wine, and together white streams of ewes.
Καὶ σαφέστερον εἶπε περὶ τῶν αὐτῶν·
And more clearly he spoke concerning the same things:
Οἶνον καὶ γάλα βάλλε, καὶ ὕδατος ἀγλαὸν εἶδος,
Cast wine and milk, and bright form of water,
Καὶ ξύλα καρπὸν ἔχοντα διογνήτων ἀκυλαίων·
And woods bearing fruit of Zeus-born acorns;
Σπλάγχνα δὲ κατθέμενος λιπαροῖς ἅμα νάμασι σπένδε.
And laying down entrails, pour libation together with rich streams.
Μετὰ ποίας δὲ εὐχῆς ἐρωτηθεὶς, ἤρξατο μὲν, οὐ μὴν ἐπλήρωσεν, οὕτως εἰπών·
And when asked with what sort of prayer, he began indeed, yet did not complete it, speaking thus:
Δαῖμον ἀλιτρονόων ψυχῶν διάδημα λελογχὼς,
O daemon who have obtained the diadem of sin-minded souls,
Ἠερίων ὑπένερθε μυχῶν, χθονίων τ' ἐφύπερθεν.»
Beneath the airy recesses, and above the earthly ones."
PG 21:296Read from the page
Ταῦτα μὲν ὁ θαυμάσιος θεὸς, μᾶλλον δὲ τὸ πολυπλανὲς δαιμόνιον· τὰ δὲ τοῦ κατὰ φύσιν λογισμοῦ τἀναντία, καθαίρειν τὴν ψυχὴν, ἀλλὰ μή θυσίαις ἐπισπᾶσθαι τοὺς πονηροὺς δαίμονας, παρακελευόμενα· καθαρᾷ γὰρ ψυχῇ μὴ ἐπιτίθεσθαι διὰ τὸ αὐτοῖς ἀνόμοιον. Εἰ δὲ δὴ συνετὸς εἶναι καὶ σώφρων ἀνὴρ ὀρθῶς ἐκρίθη τε εὐλαβὴς καὶ μὴ θύων δαίμοσιν· ὁ τοῖς πονηροῖς θύειν διὰ τοῦ χρησμοῦ παραινῶν τίς ἂν εὐλόγως καὶ ποδαπὸς νομισθείη, σοὶ καταλείπω σκοπεῖν. Ἐντεῦθεν δὲ ἀναδραμόντι προφανὲς ἔσται, ποῖοί τινες ὑπῆρχον τὴν τοῦ τρόπου φύσιν οἱ ταῖς ἀνθρωποθυσίαις χαίροντες, ἢ οἱ τούτοις πᾶν τὸ ἀνθρώπινον γένος πάλαι πρότερον καταδεδουλωμένοι. Εἰ δὲ λέγοι τις μὴ φαῦλον εἶναι τὸν τῆς ἀνθρωποθυσίας τρόπον, ὀρθότατα δ' ὑπὸ τῶν παλαιῶν τελεῖσθαι, ὥρα τοῖς νῦν καταμέμφεσθαι πᾶσιν, ὅτι μηδεὶς ὁμοίως τοῖς πατράσιν εὐσεβεῖ.
Thus speaks the marvellous god, or rather the much-deceiving demon; whereas the precepts of natural reason enjoin the opposite, to purify the soul, and not by sacrifices to draw down the wicked demons, since they do not attack a pure soul on account of its unlikeness to them. Now if indeed a man has been rightly judged intelligent and temperate and devout even without sacrificing to demons, who and of what sort he might reasonably be deemed who through his oracle exhorts men to sacrifice to the wicked ones, I leave to you to consider. And if one goes back from this point, it will be evident of what sort in the nature of their character were those who delighted in human sacrifices, or those who long ago enslaved the whole human race to these rites. And if anyone should say that the custom of human sacrifice is not base, but was most rightly performed by the ancients, it is high time to blame all men of the present day, because no one practises piety in the same way as the fathers.
ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ.
Chapter XXI.
Ὡς οὐδεὶς ἄλλος τῶν ἐξ αἰῶνος ἢ μόνος ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τὸ πᾶν ἀνθρώπων γένος τῆς δαιμονικῆς ἠλευθέρωσε πλάνης.
How no one else of all since time began, save our Saviour and Lord alone, freed the whole race of men from demonic error.
Εἰ δ' ἐμφρόνως οἱ καθ' ἡμᾶς τῆς ἀπηνοῦς καὶ ἀγρίας ὠμότητος τὴν ἀποστροφὴν ἐποιήσαντο, τῶν παλαιῶν οὐδεὶς ἦν ἄρα σοφὸς, τοὺς πονηροὺς δαίμονας ταῖς ἀνθρωποκτονίαις μειλισσόμενος. Ἀλλὰ γὰρ καὶ τυφλῷ, φασὶ, δῆλον, ὡς οὔτε θεοὶ ἂν εἶεν οὔτε δαίμονες ἀγαθοὶ οἱ πάλαι πρὸς τῶν ἐθνῶν ἁπάντων θεολογούμενοι· ποῤῥωτάτω δὲ τοῦ ἀγαθοῦ ἐξωκισμένοι. Διὸ καὶ ἐνδίκως θεομάχοι τινὲς καὶ ἀσεβεῖς λεχθεῖεν, τὸν πάντα λυμηνάμενοι βίον, ὧν ἐξ αἰῶνος οὐδεὶς ἢ μόνος ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ πᾶσιν ἀνθρώποις τὴν φυγὴν προεκήρυξεν, εὐαγγελιζόμενος ὁμοῦ πάντας Ἕλληνάς τε καὶ βαρβάρους θεραπειαν τῆς πατρικῆς νόσου, καὶ τῆς πικρᾶς καὶ παλαιοτάτης δουλείας ἐλευθερίαν· ἐφ' ἣν σπεύδειν ὁ τῆς εὐαγγελικῆς ἀποδείξεως παρορμᾷ λόγος, μεγάλῃ τῇ φωνῇ πᾶσιν εἰς ἐξάκουστον βοῶν· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν· καὶ πάλιν· Ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδημένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. Ταῦτα γὰρ ἄνωθεν ἐκ παλαιοῦ τὰ θεῖα ὡς ἀληθῶς παρ' Ἑβραίοις ἐθέσπιζε λόγια, τὴν ἡμῶν τῶν πάλαι τυφλῶν τὰς ψυχὰς, καὶ δαιμόνων πονηρῶν πολυπλόκοις δεσμοῖς πεπεδημένων ἀπολύτρωσιν εὐαγγελιζόμενα. Ὅθεν εἰκότως τοὺς τῆς διανοίας ὀφθαλμοὺς πρὸς τοῦ σωτηρίου λόγου καταυγασθέντες, σώφρονές τε καὶ εὐλαβεῖς καὶ συνετοὶ γε-
But if the men of our day prudently turned away from ruthless and savage cruelty, none of the ancients, then, was wise in propitiating the wicked demons by human slaughters. For indeed it is plain even to a blind man, as the saying goes, that those reckoned as gods of old by all the nations could be neither gods nor good demons, being banished very far from the good. Wherefore they might justly be called fighters against God and impious, having ruined the whole of human life; flight from whom no one since time began, save alone our Saviour and Lord Jesus Christ the Son of God, proclaimed to all men, preaching good tidings alike to all, both Greeks and barbarians, of healing from their ancestral disease and freedom from bitter and most ancient slavery; towards which the word of the evangelical demonstration urges men to hasten, crying aloud with a great voice so as to be heard by all: The Spirit of the Lord is upon Me, wherefore He has anointed Me; He has sent Me to preach good tidings to the poor, to proclaim release to captives, and recovery of sight to the blind, to heal the broken in heart; and again: To bring forth from bonds those who are fettered, and from the prison-house those who sit in darkness. For from above of old the truly divine oracles among the Hebrews foretold these things, preaching the good tidings of redemption for us who of old were blind in our souls and fettered in the intricate bonds of wicked demons. Hence, having with good reason had the eyes of our understanding illumined by the saving word, temperate and devout and intelligent having
Notes, col. 296

On the reading

Printed μή, for μὴ.

Printed θεραπειαν, for θεραπείαν.

PG 21:297Read from the page
νόμενοι, καὶ πάντων ἐλεύθεροι κακῶν, οὔτε θύσομεν, οὔτε δουλεύσομεν τοῖς τῶν ἐθνῶν νενομισμένοις θεοῖς, οἳ δὴ καὶ ἡμῶν τὸ πρὶν κατετυράννουν· ἀχθέντες δὲ καὶ προσαχθέντες, ὑπὸ τῆς τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας, τῷ μόνῳ καὶ ἀληθεῖ Θεῷ, τῷ δὴ καὶ δεσπότῃ καὶ τροφεῖ, σωτῆρί τε καὶ εὐεργέτῃ, καὶ ἔτι ποιητῇ καὶ δημιουργῷ, καὶ παμβασιλεῖ τῶν ὅλων, μόνον τοῦτον ἀληθῆ Θεὸν ἡγησόμεθα, καὶ μόνῳ τὸ προσῆκον ἀπονεμοῦμεν σέβας, μόνον γεραίροντες, καὶ μόνον αὐτὸν εὐσεβοῦντες, οὐχ ᾗ τοῖς δαίμοσι φίλον, ἀλλ' ᾗ τῷ πρὸς αὐτοῦ καταπεμφθέντι πάντων ανθρώπων Σωτῆρι διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας παραδέδοται. Ταύτῃ δὲ θεοσεβοῦντες διώξομεν καὶ ἀπελάσομεν ἑαυτῶν, πολλοῦ δεῖ φοβηθησόμεθα, τοὺς πονηροὺς δαίμονας, δι' ἁγνείας καὶ καθαροῦ τρόπου, βίου τε σώφρονος καὶ παναρέτου, τοῦ δὴ πρὸς τοῦ Σωτῆρος ἡμῶν διωρισμένου. Καθαρᾷ γὰρ μὴ δύνασθαι ψυχῇ πλησιάζειν διὰ τὸ ἀνόμοιον, ὡμολόγηται. Ἀλλ' οὐδὲ μαντείας καὶ χρησμῶν δεησόμεθα, οὐδὲ σπλάγχνα ζώων διερευνήσομεν, οὐδέ τι τῶν διὰ δαιμονικῆς κινήσεως ἐνεργουμένων πολυπραγμονήσομεν. Ὧν γὰρ ἕνεκα ταῦτα τοῖς πολλοῖς σπουδάζεται, τούτων ἡμῖν ἀφίστασθαι μελετᾷν ὁ τοῦ Χριστοῦ λόγος διεστείλατο· μόνων δὲ ἐκείνων ἐφίεσθαι προὔτρεψε, περὶ ὧν ἀληθῶς μάντις μὲν οὐδεὶς οὐδὲ σπλάγχνα ζώων μηνύσει τὸ σαφές· αὐτὸς δὲ μόνος ὁ τοῦ Θεοῦ Λόγος, ὁ ἐν τοῖς ἀληθινοῖς ἐνοικῶν σπλάγχνοις, τῶν οἵων τε αὐτὸν, δι' ἄκραν ψυχῆς καθαρότητα, ἔνδον ἐν ἑαυτοῖς χωρεῖν. Περὶ ὧν φησί που ἐν τοῖς ἱεροῖς γράμμασιν· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Ταῦτα μὲν οὖν τὰ ἀπὸ τοῦ περὶ θυσιῶν τόπου ἀπελεγκτικὰ τῆς τῶν δαιμόνων μοχθηρίας. Ἄκουε δ' οἷα περὶ τῶν αὐτῶν αὖθις ὁ τῆς περὶ τῶν ἐμψύχων ἀποχῆς συγγραφεὺς ἱστορεῖ, διαῤῥήδην ὁμολογῶν τοὺς πονηροὺς δαίμονας ἐν σχήμασι πλείοσιν ἐντυπουμένους, καὶ παντοίαις μορφαῖς χαρακτηρίζοντας, λανθάνειν καὶ ἐξαπατᾶν τοὺς πολλοὺς τῶν ἀνθρώπων. « Ἀγαθῶν γὰρ, φησὶν, ὑποδυόμενοι πρόσωπα, καὶ προσεταιριζόμενοι τὰ πλήθη, διὰ τοῦ τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐκκαίειν, τοὺς ἀνωτάτω θεοὺς ἑαυτοὺς ἐπινομίζεσθαι βούλονται. » Τοσοῦτόν τέ φησιν αὐτοὺς ἰσχῦσαι, ὥς ἀπατῆσαι καὶ τοὺς σοφωτάτους τῶν Ἑλλήνων ποιητὰς καὶ φιλοσόφους, οὓς καὶ ὁμολογεῖ τῆς τοῦ πλήθους γεγονέναι διαστροφῆς αἰτίους· ὅτι γε ἐξ αὐτῶν πᾶσα γοητεία συνέστη, καὶ τὰ πρὸς ἡδονὴν ἀνθρώποις δι' αὐ-
become, and free from all evils, we shall neither sacrifice nor serve the supposed gods of the nations, who indeed formerly tyrannized over us also; but having been led and brought near, by the teaching of our Saviour, to the only and true God, Who is indeed Lord and nourisher, Saviour and benefactor, and moreover Maker and Demiurge, and universal King of all things, Him alone we shall deem the true God, and to Him alone render fitting worship, honouring Him alone, and reverencing Him alone, not in the way pleasing to the demons, but in the way handed down through His evangelical teaching by the Saviour of all men sent down by Him. And worshipping God in this way we shall chase and drive away from ourselves—far from fearing—the wicked demons, through purity and a clean character, and a temperate and all-virtuous life, even that ordained by our Saviour. For it has been acknowledged that they cannot approach a pure soul on account of its unlikeness. Nor indeed shall we stand in need of divination and oracles, nor examine the entrails of animals, nor busy ourselves with any of the things wrought through demonic motion. For those things for the sake of which such practices are eagerly pursued by the multitude, from these the word of Christ has charged us to practise abstaining; and He exhorted us to desire those things alone, concerning which in truth no diviner nor entrails of animals will disclose anything clear, save alone the Word of God Himself, Who dwells in the true inward parts of such as are able, through supreme purity of soul, to contain Him within themselves. Concerning whom He says somewhere in the sacred Scriptures: I will dwell in them, and walk among them, and I will be their God, and they shall be to Me a people. Such, then, are the proofs from the passage on sacrifices refuting the wickedness of the demons. Now hear what the author of the treatise On Abstinence from Animate Things relates again concerning the same beings, expressly confessing that the wicked demons, imprinting themselves in many shapes and stamping themselves with all manner of forms, escape notice and deceive the multitude of men. "For slipping into the masks of good beings," he says, "and winning over the multitudes through inflaming the desires of men, they wish themselves to be accounted the supreme gods." And he says that they prevailed so far as to deceive even the wisest poets and philosophers of the Greeks, whom he also confesses to have become the causes of the perversion of the multitude; since out of them all sorcery was put together, and the things that make for pleasure to men through
Notes, col. 297

On the reading

Printed ανθρώπων, for ἀνθρώπων.

Printed ὥς, for ὡς.