PG 21:252Read from the pageτων διετήρησα, εὐλαβούμενος τὴν ἐκ τούτων ἀσέβειαν μᾶλλον, ἢ τὴν ἐκ τῆς ἱεροσυλίας τιμωρὸν ἑπομένην δίκην. Ἕξει δὲ ἡ παροῦσα συναγωγὴ πολλῶν μὲν τῶν κατὰ φιλοσοφίαν δογμάτων ἀναγραφὴν, ὡς οἱ θεοὶ τἀληθὲς ἔχειν ἐθέσπισαν· ἐπ' ὀλίγον δὲ καὶ τῆς χρηστικῆς ἁψόμεθα πραγματείας, ἥτις πρός τε τὴν θεωρίαν ὀνήσει, καὶ τὴν ὅλην κάθαρσιν τοῦ βίου. Ἣν δ' ἔχει ὠφέλειαν ἡ συναγωγὴ, μάλιστα εἴσονται ὅσοιπερ τὴν ἀλήθειαν ὠδίναντες, ηὔξαντό ποτε, τῆς ἐκ θεῶν ἐπιφανείας τυχόντες, ἀνάπαυσιν λαβεῖν τῆς ἀπορίας διὰ τὴν τῶν λεγόντων ἀξιόπιστον διδασκαλίαν.» Τοιούτοις χρησάμενος προοιμίοις, μαρτύρεται καὶ προκαταγγέλλει, μὴ εἰς πολλοὺς ἐκφῆναι τὰ λεχθησόμενα, λέγων οὕτως.
ken, standing in awe of the impiety arising from these things rather than of the avenging justice that follows upon sacrilege. And the present collection will contain a record of many of the doctrines of philosophy, according as the gods declared the truth by oracle to stand; and to a brief extent we shall touch also upon the practice of divination, such as will avail both towards contemplation and the general purification of life. And what benefit the collection possesses, those especially will know as many as, travailing after the truth, prayed at some time that by obtaining the manifestation from the gods they might win rest from perplexity through the trustworthy teaching of the speakers." Having used such prefaces, he solemnly charges and gives warning beforehand not to disclose to the many the things about to be spoken, saying thus.
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
Ὅτι οὐ χρὴ τὰ λεχθησόμενα εἰς πάντα ἐκφαίνειν.
That one must not disclose the things about to be spoken unto everything.
«Σὺ δ', εἴπερ τι, καὶ ταῦτα πειρῶ μὴ δημοσιεύειν, μηδ' ἄχρι καὶ τῶν βεβήλων ῥίπτειν αὐτὰ δόξης ἕνεκα ἢ κέρδους, ἤ τινος ἄλλης οὐκ εὐαγοῦς κολακείας· κίνδυνος γὰρ οὐ σοὶ μόνον τὰς ἐντολὰς παραβαίνοντι ταύτας, ἀλλὰ κἀμοὶ ῥᾳδίως πιστεύσαντι, τῷ στέγειν παρ' ἑαυτῷ μὴ δυναμένῳ τὰς εὐποιίας. Δοτέον δὴ τοῖς τὸν βίον ἐνστησαμένοις πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν. Καὶ μεθ' ἕτερα ἐπιλέγει· « Ταῦτά μοι, ὡς ἀῤῥήτων τὰ ἀῤῥητότερα, κρυπτειν. Οὐδὲ γὰρ οἱ θεοι φανερῶς περὶ αὐτῶν ἐθέσπισαν, ἀλλὰ δι' αἰνιγμάτων. » Ἐπειδὴ τοίνυν τοιαῦτα ὁ λόγος ἀνετείνατο, φέρε, λοιπὸν, διὰ τῶν ἐνθέων καὶ πυθοχρήστων λογίων σκεψώμεθα, ποταπὰς εἶναι τὰς θεολογουμένας ἀφανεῖς δυνάμεις προσήκει λογίζεσθαι. Γένοιτο γὰρ καὶ ἀνδρὸς ἔλεγχος ἐκ τῶν οἰκείων λόγων τε καὶ ἐπιτηδευμάτων. Ὁ δὴ οὖν προδηλωθεὶς ἀνὴρ ἐν αὐτοῖς οἷς ἐπέγραψε Π⟨…⟩ρὶ τῆς ἐκ λογίων φιλοσοφίας, χρησμοὺς τίθησι τοῦ Ἀπόλλωνος, τὰς διὰ ζώων θυσίας ἐργάζεσθαι παρακελευομένου, καὶ μὴ μόνοις δαίμοσι, μηδὲ μόναις ταῖς περιγείοις δυνάμεσιν, ἀλλὰ καὶ ταῖς αἰθερίοις καὶ οὐρανίοις ζωοθυτεῖν. Ἐν ἑτέροις δὲ ὁ αὐτὸς δαίμονας, ἀλλ' οὐ θεοὺς εἶναι ὁμολογῶν ἅπαντας, οἷς Ἕλληνες τὰς δι' αἱμάτων καὶ ζώων ἀλόγων σφαγῆς ἐπετέλουν θυσίας, μὴ χρῆναι, μηδ' ὅσιον εἶναι θεοῖς ζωοθυτεῖν φησιν. Ἄκουε τοιγαροῦν τῶν πρώτων αὐτοῦ φωνῶν, δι' ὧν τὰ περὶ τῆς ἐκ λογίων φιλοσοφίας συνάγων, πῶς ὁ Ἀπόλλων χρῆναι θεραπεύειν τοὺς θεοὺς διδάσκει· ὃ καὶ παρατίθεται γράφων ὧδε.
"And you, if anything at all, endeavour not to make these things public either, nor to cast them even as far as the profane for the sake of glory or gain, or of any other unholy flattery; for there is danger not only for you if you transgress these injunctions, but also for me for having lightly trusted one unable to keep benefits close within himself. They must be given, then, to those who have ordered their life towards the salvation of the soul." And after other matters he adds: "Hide these things for me, as the most unutterable of unutterable mysteries; for neither did the gods declare them openly by oracle, but through riddles." Since, then, his discourse held forth such warnings, come, for the rest, let us examine through the inspired and Pythian-uttered oracles of what sort it befits us to reckon the invisible powers treated of in their theology to be. For the refutation of a man too might arise out of his own words and pursuits. Now the aforesaid man, in the very work which he entitled On Philosophy from Oracles, sets down oracles of Apollo exhorting men to perform sacrifices by means of living creatures, and to sacrifice animals not only to daemons, nor only to the terrestrial powers, but also to the ethereal and heavenly ones. Yet in other works the same man, confessing that all those to whom the Greeks offered sacrifices through blood and the slaughter of irrational animals are daemons and not gods, says that one must not, nor is it pious, sacrifice living creatures to gods. Hear, accordingly, his first utterances, wherein, compiling the matters concerning the philosophy from oracles, [he shows] how Apollo teaches that one ought to worship the gods; which indeed he cites, writing thus.
Ὅπως διὰ θυσιῶν θεραπεύειν ὁ Ἀπόλλων προστάττει τοὺς θεούς.
How Apollo commands men to worship the gods through sacrifices.
« Ἀκολούθως μετὰ τὰ ῥηθέντα περὶ εὐσεβείας, ἃ περὶ τῆς θεραπείας αὐτῶν ἔχρησαν ἀναγράφοιμεν ἂν, ὧν ἐκ μέρους κἀν τοῖς περὶ εὐσεβείας φθάσαντες παρατεθείκαμεν. Ἔστι δὲ ὁ χρησμὸς τοῦ Ἀπόλλω-
"Following upon what has been said concerning piety, we might record the oracles which they uttered concerning their worship, whereof in part we have already cited some beforehand even in the discussions concerning piety. And the oracle of Apollo,
Notes, col. 252
On the reading
Printed κρυπτειν, for κρύπτειν.
PG 21:253Read from the pageνος, ἅμα καὶ διαίρεσιν τῆς τῶν θεῶν περιέχων τάξεως·
containing at the same time also a division of the order of the gods, is this:
Ἐργάζευ, φίλε, τήνδε θεόσδοτον ἐς τρίβον ἐλθὼν,
Work, friend, having entered upon this god-given path,
Μηδ' ἐπιλήθεο τῶν μακάρων θυσίας ἐναρίζων,
nor be forgetful of the blessed ones when slaying sacrifices,
Πὴ μὲν ἐπιχθονίοις, πὴ δ' οὐρανίοις, ποτὲ δ' αἴθρης
now to those upon earth, now to the heavenly ones, and at times to the ether's
Αὐτοῖσιν βασιλεῦσι, καὶ ἠέρος ὑγροπόροιο,
kings themselves, and to those of the moist-pathed air,
Ἠδὲ θαλασσαίοις καὶ ὑποχθονίοισιν ἅπασι.
and to the marine and all the subterranean ones.
Πάντα γὰρ ἐνδέχεται φύσεως μεστώμασι, τῶνδε.
For all things are bound up by the plenitudes of the nature of these.
Ζώων δ' ὡς θέμις ἐστὶ τελευτῆσαι καθαγισμοὺς
And how it is lawful to accomplish consecrations of living creatures
Ἀείσω· δέλτοις δὲ χαράσσετε χρησμὸν ἐμοῖο.
I shall sing; and grave upon tablets the oracle of me.
Τρεῖς μὲν ἐπιχθονίοις, τρεῖς δ' οὐρανίοισι θεοῖσιν
Three indeed to those upon earth, and three to the heavenly gods:
Φαιδρὰ μὲν οὐρανίοις, χθονίοις δ' ἐναλίγκια χροιῇ.
bright ones to the heavenly, and to the earthly ones like in hue [to the earth].
Τῶν χθονίων διάειρε τριχῆ θυσίας ἐναρίζων,
Of the earthly ones divide in three parts the sacrifices when slaying them,
Νερτερίων κατάθαπτε, καὶ εἰς βόθρον αἷμα ἴαλλε.
those of the nether ones bury beneath, and cast the blood into a pit.
Χεῦε μέλι νύμφαις Διονύσοιό τε δῶρα·
Pour honey to the nymphs and the gifts of Dionysus;
Ὅσσοι δ' ἀμφὶ γαῖαν πωτώμενοι αἰὲν ἔασι,
and as many as are ever flying round about the earth,
Τοῖσδε φόνου πλήσας πάντη πυριπληθέα βωμὸν,
for these, having filled the fire-laden altar all round with gore,
Ἐν πυρὶ βάλλε δέμας, θύσας, ζώοιο ποτανοῦ,
cast into the fire, once sacrificed, the body of a winged creature,
Καὶ μέλι φυρήσας δηΐῳ ἀλφίτῳ ἔνθεν.
and having kneaded honey with fiery barley-meal therefrom.
Ἀτμούς τε λιβάνοιο, καὶ οὐλοχύτας ἐπίβαλλε.
And cast thereon vapours of frankincense and sprinkled barley-groats.
Εὖτε δ' ἐπὶ ψαμάθοισιν ἴῃς, γλαυκὴν ἅλα χεύας,
And when you come upon the sands, having poured grey sea-water
Κὰκ κεφαλῆς θυσίαζε, καὶ ἐς βαθὺ κῦμα θαλάσσης
down over its head, sacrifice, and into the deep wave of the sea
Ζῶον ὅλον προΐαλλε. Τελευτήσας τάδε πάντα
hurl forth the whole living creature. Having accomplished all these things,
Ἐς πλατὺν ἠερίων χορὸν ἔρχεο οὐρανιώνων.
come unto the broad choir of the airy heavenly ones.
Ἀστραίοις δ' ἤπειτα καὶ αἰθερίοις ἐπὶ πᾶσιν
And thereafter for all the starry and ethereal ones,
Αἷμα μὲν ἐκ λαιμῶν κρουνώμασιν ἀμφὶ θυηλὰς
from their throats in streams round about the sacrificial cakes the blood
Λιμνάζει, τὰ δὲ γυῖα θεοῖς ἐν δαιτὶ πονεῖσθαι·
forms a pool, and prepare the limbs at a feast for the gods:
Ἄκρα μὲν Ἡφαίστῳ δόμεναι, τὰ δὲ λοιπὰ πάσασθαι,
to give the extremities to Hephaestus, and to partake of the rest,
Ἀτμοῖσιν λαροῖσιν ἐνιπλήσαντες ἅπαντα
filling with savoury vapours all
Ἠέρα ῥευσταλέον· ἐπὶ δ' εὐχὰς πέμπετε τοῖσδε. »
the fluid air; and send up prayers besides unto these."
Καὶ μετ' ὀλίγα ἐπεξηγεῖται τὸν χρησμὸν ἑρμηνεύων ὧδε· « Αἱ δὲ θυσίαι ἔχουσι τὸν τρόπον τοῦτον, κατὰ τὴν προῤῥηθεῖσαν διαίρεσιν τῶν θεῶν ἐκδεδομέναι. Ὄντων γὰρ ὑποχθονίων καὶ ἐπιχθονίων θεῶν, καὶ τῶν μὲν ὑποχθονίων καὶ νερτερίων καλουμένων, τῶν δ' ἐπιχθονίων καὶ χθονίων κληθέντων θεῶν· κοινῶς μὲν τούτοις ἱερεῖα τετράποδα μέλανα θύειν παρακελεύεται· περὶ δὲ τὸν τρόπον τῆς θυσίας ἐξαλλάττει· τοῖς μὲν γὰρ ἐπιχθονίοις σφάζειν ἐπὶ βωμῶν, τοῖς δ' ὑποχθονίοις ἐπὶ βόθρων παρακελεύεται, καὶ μέντοι καὶ θάπτειν τούτοις θύσαντας τὰ σώματα. Ὅτι γὰρ κοινὰ τούτων καὶ τὰ τετράποδα, αὐτὸς ἐρωτηθεὶς ἐπήγαγε·
And a little later he expounds the oracle, interpreting it thus: "And the sacrifices have this manner, delivered according to the aforesaid division of the gods. For inasmuch as there are subterranean and terrestrial gods, the subterranean ones being called also nether gods, while the terrestrial ones are called also chthonic gods, in common for these he exhorts men to sacrifice black four-footed victims; yet as regards the manner of the sacrifice he makes a distinction: for to the terrestrial ones he exhorts men to slaughter them upon altars, whereas to the subterranean ones over pits, and moreover having sacrificed to bury the bodies for these. For that four-footed creatures also are common to these, upon being asked he himself subjoined:
Ξυνὰ πέλει χθονίων καὶ ἐπιχθονίων τάδε μούνων,
Common to chthonic and terrestrial [gods] alone are these
Τετράποδα· χθονίοις ἀρνῶν νεοπηγέα γυῖα.
four-footed creatures: for the chthonic ones, newly-knit limbs of lambs.
PG 21:256Read from the pageΤοῖς δὲ ἀερίοις πτηνὰ θύειν παρακελεύεται ὁλοκαυτοῦντας, καὶ τὸ αἷμα ἐπὶ τῶν βωμῶν περιάγοντας· τοῖς δὲ θαλασσίοις, πτηνὰ μὲν, ζῶντα δὲ ἀφιέναι εἰς τὰ κύματα, μέλανα τὴν χρόαν ὄντα. Φησὶ γάρ·
And to the aerial ones he exhorts men to sacrifice winged creatures, burning them whole and carrying the blood round upon the altars; while to the marine ones, winged creatures indeed, yet to let them go alive into the waves, being black in hue. For he says:
Τοῖς δὲ θεοῖς τὰ πετεινὰ, θαλασσαίοις δὲ κελαινά.
And to the gods winged creatures, but to the marine ones dark ones.
Πᾶσι μὲν λέγων τοῖς θεοῖς πλὴν τῶν χθονίων τὰ πετεινὰ, μόνοις δὲ τοῖς θαλασσίοις τὰ κελαινά· οὐκοῦν τοῖς ἄλλοις λευκά. Τοῖς οὐρανίοις δὲ καὶ αἰθερίοις τὰ ἄκρα τῶν ἱερείων λευκῶν ὄντων ἀφιεροῦν, τὰ δὲ λοιπὰ μέρη ἐσθίειν· ἐκ μόνων γὰρ τούτων βρωτέον σοι, ἐκ δὲ τῶν ἄλλων μή. Οὓς δὲ εἴρηκεν ἐν τῇ διαιρέσει οὐρανίους, τούτους ἐνταῦθα ἀστραίους. Ἆρ' οὖν δεήσει ἐξηγήσασθαι τῶν θυσιῶν τὰ σύμβολα τῷ εὐσυνέτῳ δῆλα; Τετράποδα μὲν γὰρ τοῖς χθονίοις καὶ χερσαῖα· τῷ γὰρ ὁμοίῳ χαίρει τὸ ὅμοιον· χθόνιον δὲ τὸ πρόβατον, καὶ διὰ τοῦτο Δήμητρι φίλον, καὶ ἐν οὐρανῷ τὴν ἔκφανσιν ἐκ τῆς γῆς τῶν καρπῶν μεθ' ἡλίου λοχεύει· μέλανα δέ· τοιαύτη γὰρ ἡ γῆ φύσει σκοτεινή· τρία δέ· τοῦ γὰρ σωματικοῦ καὶ γεώδους τὰ τρία σύμβολα. Τοῖς μὲν οὖν ἐπιχθονίοις ἄνω ἐπὶ βωμὸν δεῖ θῦσαι· ἐπὶ γὰρ τῆς γῆς ἀναστρέφονται οὗτοι· τοῖς δ' ὑποχθονίοις ἐν βόθρῳ καὶ ἐν ταφῇ, ἔνθα διατρίβουσι· τὰ πτηνὰ δὲ τοῖς ἄλλοις, ὅτι πάντα θεῖ· καὶ γὰρ τὸ ὕδωρ ἀεικίνητον τῆς θαλάσσης, μέλαν δέ· διὸ καὶ τὰ τοιαῦτα ἱερεῖα πρόσφορα· τοῖς δὲ ἀερίοις λευκά· πεφώτισται γὰρ καὶ ὁ ἀὴρ φύσεως ὢν διαφανοῦς· οὐρανίοις δὲ καὶ αἰθερίοις τὰ ἐπὶ τῶν ζώων κουφότερα, ἅπερ ἐστὶν ἄκρα, οἷς κοινωνεῖν τῆς θυσίας δεῖ· δοτῆρες γὰρ οὗτοι ἀγαθῶν· οἱ δὲ ἄλλοι τῶν κακῶν κωλυτῆρες. » Τοιαῦτα μὲν τὰ ἀπὸ τῆς ἐκ Λογίων Φιλοσοφίας τοῦ θαυμαστοῦ θεοσόφου.
Meaning winged creatures for all the gods except the chthonic ones, and dark ones for the marine ones alone; therefore white ones for the rest. And to the heavenly and ethereal ones [he bids us] consecrate the extremities of the victims, these being white, and eat the remaining parts; for of these alone may you eat, and not of the others. And those whom in the division he called heavenly, these he here calls starry. Will there, then, be any need to explain the symbols of the sacrifices, which are plain to the person of good understanding? For four-footed and land animals [are offered] to the chthonic ones, since like delights in like; and the sheep is earthly, and on this account dear to Demeter, and in heaven together with the sun brings to birth the springing forth of the fruits out of the earth; and black ones, for such is the earth, dark by nature; and three, for the three are symbols of the bodily and earthy. To those upon earth, accordingly, one must sacrifice up above upon an altar, for these move upon the earth; whereas to the subterranean ones in a pit and in burial, where they dwell; and winged creatures to the rest, because all of them speed along: for the water of the sea too is ever-moving, yet black, wherefore victims of such a kind also are fitting; while to the aerial ones white ones, for the air too is illumined, being of a transparent nature; and to the heavenly and ethereal ones the lighter parts of the animals, which are the extremities, with whom one must share in the sacrifice, for these are givers of good things, whereas the others are averters of evils." Such are the extracts from the Philosophy from Oracles of the admirable theosophist.
Ὅτι οὐκ ἂν εἶεν θεοὶ, ταῖς διὰ ζώων θυσίαις χαίροντες.
That those who delight in sacrifices by means of living creatures could not be gods.
Φέρε δὲ, αὐτοῦ τὰς ἐναντίας τούτου φωνὰς σύγκρινον, ἃς τέθειται ἐν οἷς ἐπέγραψε Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς. Ἔνθα δὴ ὀρθῷ λογισμῷ κινούμενος, πρῶτον ἁπάντων ὁμολογεῖ μὴ δεῖν τὸ καθόλου μηδὲν μήτε θυμιᾷν, μήτε θύειν τῷ ἐπὶ πᾶσι Θεῷ· ἀλλὰ μηδὲ ταῖς μετ' αὐτὸν θείαις καὶ οὐρανίαις δυνάμεσιν. Εἶτα δὲ ἐπεξιὼν τὰς τῶν πολλῶν ὑπολήψεις, ἀνασκευάζει, μὴ χρῆναι φάσκων θεοὺς ὑπολαμβάνειν τοὺς ταῖς διὰ ζώων θυσίαις χαίροντας· εἶναι γάρ φησι πάντων ἀδικώτατον τὸ ζωοθυτεῖν, καὶ ἀνόσιον καὶ μυσαρὸν, καὶ βλαβερὸν, καὶ διὰ τοῦτο μηδὲ
Come now, compare with this the contrary utterances of the man himself, which he has set down in the work that he entitled On Abstinence from Animate Beings. There indeed, moved by right reasoning, first of all he confesses that one ought in general neither to burn incense nor to sacrifice anything at all to the God over all, nor yet to the divine and heavenly powers after Him. Next, going over the opinions of the multitude, he refutes them, asserting that one must not suppose those who delight in sacrifices by means of living creatures to be gods; for he says that sacrificing animals is most unjust of all things, and unholy and abominable, and harmful, and on this account not even
PG 21:257Read from the pageθεοῖς προσφιλές. Ταῦτα λέγων, δῆλος ἂν εἴη τὸν ἑαυτοῦ Θεὸν ἀπελέγχων· προστάττειν γὰρ ἀρτίως ἔφησε τὸν χρησμὸν μὴ μόνον τοῖς ὑποχθονίοις θεοῖς, ἀλλὰ καὶ τοῖς ἀερίοις, οὐρανίοις τε καὶ αἰθερίοις ζῶα θύειν. Καὶ ὁ μὲν Ἀπόλλων τοιαῦτα· ὁ δὲ τὸν Θεόφραστον μαρτυρόμενος, θεοῖς μὲν οὔ φησιν ἁρμόζειν τὴν διὰ ζώων θυσίαν, δαίμοσι δὲ μόνοις· ὥστε κατὰ τὸν αὐτοῦ καὶ Θεοφράστου λόγον δαίμονα εἶναι, ἀλλ' οὐ θεὸν τὸν Ἀπόλλωνα· οὐ μὴν ἀλλὰ καὶ πάντας τοὺς παρὰ πᾶσι τοῖς ἔθνεσι νενομισμένους θεοὺς, οἷς τὰς διὰ ζώων θυσίας πανδημεὶ πάντες ἄρχοντές τε καὶ ἀρχόμενοι κατά τε πόλεις καὶ χώρας ἐκτελοῦσι· τούτους γὰρ οὐδ' ἄλλο τι τυγχάνειν ἡγεῖσθαι χρὴ κατὰ τοὺς εἰρημένους ἢ δαίμονας. Εἰ δὲ ἀγαθοὺς εἶναί φασιν αὐτοὺς, καὶ πῶς, εἴπερ ἀνόσιος ἦν καὶ μυσαρὰ καὶ ἐπιβλαβὴς ἡ δι' αἱμάτων θυσία, ἀγαθοὶ ἂν εἶεν οἱ τοῖς τοιοῖσδε χαίροντες; Εἰ δὲ καὶ μὴ μόναις ταῖς τοιαύταις δὴ θυσίαις, καθ' ὑπερβολὴν δὲ ὠμότητος καὶ ἀπανθρωπίας φανεῖν ἀνδροκτασίαις καὶ ἀνθρωποθυσίαις ἡδόμενοι, πῶς οὐκ ἄντικρυς εἶεν ἂν μιαιφόνοι, καὶ πάσης ὠμότητος καὶ ἀπανθρωπίας οἰκεῖοι, καὶ οὐδὲν ἄλλο ἢ πονηροὶ δαίμονες; Τούτων δὲ ἡμῖν τὴν ἀπόδειξιν εἰληχότων, οἶμαι τῆς ἡμετέρας ἐκ τῶν δηλουμένων ἀναχωρήσεως τὸ εὔλογον ἀποδεδόσθαι. Μὴ γὰρ εἶναι ὅσιον, μηδ' εὐσεβὲς, μὴ ὅτι τὴν τοῦ Θεοῦ σεβάσμιον προσηγορίαν, καὶ τὴν ἀνωτάτω τιμὴν ἐπὶ τὰ πονηρὰ πνεύματα καταβάλλειν, ἀλλὰ μηδὲ τοῦ παρ' ἀνθρώποις τὴν βασίλειον ἐπιειμένου ἀξίαν λησταῖς καὶ τυμβωρύχοις περιτιθέναι. Ὅθεν ἡμεῖς μόναν τὸν ἐπὶ πάντων σέβειν δεδιδαγμένοι Θεὸν, τιμᾷν τε κατὰ τὸ προσῆκον καὶ τὰς ἀμφ' αὐτὸν θεοφιλεῖς τε καὶ μακαρίας δυνάμεις, οὐδὲν μὲν γεῶδες καὶ νεκρὸν, οὐδὲ λύθρους καὶ αἵματα, οὐδέ τι τῆς φθαρτῆς καὶ ὑλικῆς οὐσίας ἐπαγόμεθα· νῷ δὲ πάσης κεκαθαρμένῳ κακίας καὶ σώματι τὸν ἐξ ἁγνείας καὶ σωφροσύνης κόσμον, πάσης λαμπρότερον ὄντα στολῆς περιβεβλημένῳ, δόγμασί τε ὀρθοῖς καὶ θεοπρεπέσι καὶ ἐπὶ πᾶσι τούτοις διαθέσει γνησίᾳ τὴν ὑπὸ τοῦ Σωτῆρος ἡμῶν παραδοθεῖσαν εὐσέβειαν μέχρι καὶ θανάτου φυλάττειν εὐχόμεθα. Ἀλλὰ γὰρ τούτων ἡμῖν προδιηρθρωμένων, ὥρα πρὸς τὰς ἀποδείξεις τῶν εἰρημένων χωρεῖν. Πρῶτα δὲ πάντων διελθεῖν εὔλογον, δι' ὧν ὁ προειρημένος συγγραφεὺς, ἐν οἷς ἐπέγραψε Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς, μὴ χρῆναί φησι μήτε τῷ ἐπὶ πάντων Θεῷ, μήτε ταῖς μετ' αὐτὸν θείαις δυνάμεσι γεῶδες μηδὲν, μήτε θυμιᾷν, μήτε θύειν· ἀλλότρια γὰρ τὰ τοιαῦτα ἢ κατὰ τὴν πρέπουσαν εὐσέβειαν.
pleasing to gods. In saying these things, he would plainly be refuting his own god; for just now he said that the oracle commands men to sacrifice living creatures not only to the subterranean gods, but also to the aerial, heavenly, and ethereal ones. And Apollo indeed utters such commands; whereas he, calling Theophrastus to witness, says that sacrifice by means of living creatures befits not gods, but daemons alone; so that according to the argument of himself and of Theophrastus Apollo is a daemon and not a god—and not only he, but also all the gods recognized among all the nations, to whom all rulers and ruled in full assembly throughout cities and country districts perform sacrifices by means of living creatures; for according to the men mentioned one must hold these to be nothing else at all than daemons. And if they say that they are good, how indeed, if sacrifice through blood was unholy and abominable and harmful, could those who delight in such things be good? And if they should appear taking pleasure not only in sacrifices of such a kind, but through an excess of cruelty and inhumanity in manslaughters and human sacrifices, how would they not be outright blood-stained murderers, akin to every cruelty and inhumanity, and nothing else than evil daemons? Now that these points have received their demonstration for us, I think that the reasonableness of our withdrawal from the beings indicated has been established. For it is neither holy nor pious—not to speak of casting down the venerable appellation of God and supreme honour upon evil spirits—even to bestow that of one invested among men with royal dignity upon brigands and grave-robbers. Whence we, having been taught to worship the God over all alone, and to honour in fitting manner also the God-loving and blessed powers around Him, bring forward nothing earthy and dead, nor gore and blood, nor anything of corruptible and material substance; rather, with a mind purified of every wickedness and a body clothed in the adornment of chastity and temperance, which is brighter than any robe, by upright and God-befitting doctrines and above all these by a genuine disposition, we pray to guard even unto death the piety delivered by our Saviour. Now since these matters have been articulated beforehand by us, it is time to advance to the demonstrations of what has been stated. And first of all it is reasonable to go through the passages whereby the aforesaid author, in the work which he entitled On Abstinence from Animate Beings, says that one must neither burn incense nor sacrifice anything earthy either to the God over all or to the divine powers after Him; for such things are too alien for fitting piety.
Notes, col. 257
On the reading
Printed φανεῖν, for φανεῖεν.
Printed μόναν, for μόνον.
PG 21:260Read from the pageΚΕΦΑΛΑΙΟΝ ΙΑʹ.
Chapter XI.
Ὅτι οὐδὲν τῶν ἀπὸ γῆς χρὴ τῷ ἐπὶ πάντων Θεῷ οὔτε θυμιᾷν οὔτε θύειν.
That one must neither burn incense nor sacrifice anything of the things from the earth to the God over all.
«Θεῷ μὲν τῷ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς ἔφη, μηδὲν τῶν αἰσθητῶν μήτε θυμιῶντες, μήτ' ἐπονομάζοντες. Οὐδὲν γὰρ ἔνυλον, ὃ μὴ τῷ ἀΰλῳ εὐθύς ἐστιν ἀκάθαρτον. Διὸ οὐδὲ λόγος τούτῳ ὁ κατὰ φωνὴν οἰκεῖος· οὐδ' ὁ ἔνδον, ὅταν πάθει ψυχῆς ᾖ μεμολυσμένος· διὰ δὲ σιγῆς καθαρᾶς, καὶ τῶν περὶ αὐτοῦ καθαρῶν ἐννοιῶν θρησκεύσωμεν αὐτόν. Δεῖ ἄρα συναφθέντας καὶ ὁμοιωθέντας αὐτῷ, τὴν αὐτῶν ἀναγωγὴν θυσίαν ἱερὰν προσάγειν τῷ Θεῷ, τὴν αὐτὴν δὲ καὶ ὕμνον οὖσαν, καὶ ἡμῶν σωτηρίαν. Ἐν ἀπαθείᾳ ἄρα τῆς ψυχῆς, τοῦ Θεοῦ δὲ θεωρίᾳ ἡ θυσία αὕτη τελεῖται. »
"To the God over all, as a certain wise man said, let us neither burn as incense nor dedicate in name anything of perceptible things. For there is nothing material which is not straightway impure to Him Who is immaterial. Wherefore neither speech uttered by the voice is fitting for Him, nor even that within, whenever it has been defiled by a passion of the soul; rather through pure silence and pure thoughts concerning Him let us worship Him. Having been united and assimilated to Him, therefore, we must offer up to God the elevation of ourselves as a sacred sacrifice, the same being both a hymn and our salvation. In passionlessness of the soul, therefore, and in contemplation of God is this sacrifice accomplished."
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ.
Chapter XII.
Ὅτι οὐδὲ ταῖς θείαις δυνάμεσι τῶν ἀπὸ γῆς τι θυμιᾷν, ἢ θύειν προσήκει.
That it befits us neither to burn as incense nor to sacrifice anything of the things from the earth even to the divine powers.
« Τοῖς δὲ αὐτοῦ ἐκγόνοις, νοητοῖς δὴ θεοῖς, ἤδη καὶ τὴν ἐκ τοῦ λόγου ὑμνῳδίαν προσθετέον· ἀπαρχὴ γὰρ ἑκάστῳ ὧν δέδωκεν ἡ θυσία, καὶ δι' ὧν ἡμῶν τρέφει, καὶ εἰς τὸ εἶναι συνέχει τὴν οὐσίαν. Ὡς οὖν γεωργὸς δραγμάτων ἀπάρχεται καὶ τῶν ἀκροδρύων, οὕτως ἡμεῖς ἀπαρξώμεθα αὐτοῖς ἐννοιῶν, τῶν περὶ αὐτῶν καλῶν, εὐχαριστοῦντες ὧν ἡμῖν δεδώκασι τὴν θεωρίαν· καὶ ὅτι ἡμᾶς διὰ τῆς αὐτῶν θέας ἀληθινῶς τρέφουσι, συνόντες καὶ φαινόμενοι, καὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ ἐπιλάμποντες. » Ταῦτα μὲν οὖν οὕτως· ἀδελφὰ δὲ αὐτῷ καὶ συγγενῆ περὶ τοῦ πρώτου καὶ μεγάλου Θεοῦ ἐν τῷ Περὶ θυσιῶν, ὁ παρὰ τοῖς πολλοῖς ᾀδόμενος αὐτὸς ἐκεῖνος ὁ Τυανεὺς Ἀπολλώνιος τοιάδε γράφειν λέγεται.
"And to His offspring, the intelligible gods indeed, we must now add also hymn-singing arising from reason; for sacrifice is a first-fruits to each of the things which he has given, and whereby he nourishes our essence and holds it together in being. Just as a husbandman, therefore, offers first-fruits of sheaves and of tree-fruits, so let us offer them first-fruits of thoughts, noble ones concerning them, giving thanks for the things whereof they have given us contemplation, and because they truly nourish us through the vision of themselves, being present with us, appearing to us, and shining upon our salvation." Thus, then, speaks this author; and things akin and cognate to him concerning the first and great God that very Apollonius of Tyana himself, celebrated among the many, is said to write after this manner in his book On Sacrifices.
PG 21:261Read from the pageΚΕΦΑΛΑΙΟΝ ΙΓʹ.
Chapter XIII.
Ἔτι περὶ τοῦ μὴ χρῆναι τῷ ἐπὶ πάντων Θεῷ τῶν ἀπὸ γῆς τι προσφέρειν.
Further concerning why one must not offer anything of the things from the earth to the God over all.
« Οὕτως τοίνυν μάλιστα ἄν τις, οἶμαι, τὴν προσήκουσαν ἐπιμέλειαν ποιοῖτο τοῦ θείου, τυγχάνοι τε αὐτόθεν ἵλεώ τε καὶ εὐμενοῦς αὐτοῦ παρ' ὅντινα οὖν μόνος ἀνθρώπων· εἰ Θεῷ μὲν, ὃν δὴ πρῶτον ἔφαμεν, ἑνί τε ὄντι κεχωρισμένῳ πάντων, μεθ' ὃν γνωρίζεσθαι τοὺς λοιποὺς ἀναγκαῖον, μὴ θύοι τι τὴν ἀρχὴν, μήτε ἀνάπτοι πῦρ, μήτε καθόλου τι τῶν αἰσθητῶν ἐπονομάζοι· [δεῖται γὰρ οὐδενὸς, οὐδὲ παρὰ τῶν κρειττόνων ἤπερ ἡμεῖς· οὐδ' ἔστιν ὃ τὴν ἀρχὴν ἀνίησι γῆ φυτὸν, ἢ τρέφει ζῶον, ἢ ἀὴρ, ὃ μὴ πρὸς αὐτόν γέ τι μίασμα·] μόνῳ δὲ χρῷτο πρὸς αὐτὸν αἰεὶ τῷ κρείττονι λόγῳ· [λέγω δὲ τῷ μὴ διὰ στόματος ἰόντι·] καὶ παρὰ τοῦ καλλίστου τῶν ὄντων, διὰ τοῦ καλλίστου τῶν ἐν ἡμῖν αἰτοίη τἀγαθά· νοῦς δέ ἐστιν οὗτος, ὀργάνου μὴ δεόμενος. » Οὐκοῦν κατὰ ταῦτα οὐδαμῶς τῷ μεγάλῳ καὶ ἐπὶ πάντων Θεῷ θυτέον. Τούτων ὧδε ἐχόντων, θέα δὴ λοιπὸν ὁποῖα περὶ τοῦ ζωοθυτεῖν ὁ πρότερος ἱστορεῖ συγγραφεὺς, μάρτυρα τοῦ λόγου τὸν Θεόφραστον ἀνακαλούμενος.
"In this way, then, I think, a man would best pay fitting heed to the divine, and from that very fact would alone of men beyond anyone else obtain Him propitious and gracious: if to God, Whom indeed we called first, Who is both One and separated from all things, after Whom the rest must needs be known, he should sacrifice nothing at all, nor kindle fire, nor in general dedicate in name any perceptible thing (for He stands in need of nothing, not even from beings better than we are; nor is there any plant at all which the earth sends up, or animal which it or the air nourishes, to which there does not attach some defilement in relation to Him), but should ever use towards Him solely the better speech (I mean that which does not pass through the mouth), and from the fairest of beings should ask good things through the fairest of the things in us; and this is mind, which needs no instrument." According to these words, therefore, one must in no wise sacrifice to the great God Who is over all. Since these matters stand thus, behold now for the rest what sort of things the former writer relates concerning sacrificing animals, calling upon Theophrastus as witness to his account.
ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ
Chapter XIV.
Ὅτι παράνομόν ἐστι, καὶ βλαβερὸν, καὶ ἀνόσιον, τὸ θύειν ζῶα θεοῖο, καὶ ὅτι κατάραις ὑποβεβλημένον.
That sacrificing living creatures to gods is unlawful, and harmful, and unholy, and that it is subject to curses.
«Πόρρω δὲ των περὶ τὰς θυσίας ἀπαρχῶν τοῖς ἀνθρώποις προϊουσῶν παρανομίας ἡ τῶν δεινοτάτων θυμάτων παράληψις ἐπεισήχθη ὠμότητος πλήρης· ὡς δοκεῖν τὰς πρόσθεν ἡμῖν ἐλεγχθείσας ἀρὰς νῦν τέλος εἰληφέναι, σφαξάντων τῶν ἀνθρώπων, καὶ τοὺς βωμοὺς αἱμαξάντων, ἀφ' οὗ λιμῶν τε καὶ πολέμων πειραθέντες, αἱμάτων ἥψαντο. Τοιγαροῦν τὸ δαιμόνιον, ὥς φησιν ὁ Θεόφραστος, τούτων ἑκατέρων νεμεσῆσαν, ἐπιθεῖναι τὴν πρέπουσαν ἔοικε τιμωρίαν· καθὸ οἱ μὲν ἄθεοι γεγόνασι τῶν ἀνθρώπων· οἱ δὲ κακόφρονες μᾶλλον, ἢ κακόθεοι λεχθέντες ἂν ἐν δίκῃ, διὰ τὸ φαύλους καὶ μηδὲν ἡμῶν βελτίους ἡγεῖσθαι τὴν φύσιν εἶναι τοὺς θεούς. Οὕτως οἱ μὲν ἄθυτοι φαίνονται γενέσθαι τινὲς, οἱ δὲ κακόθυτοι, καὶ παρανόμων ἁψάμενοι θυμάτων.» Πάλιν δὲ ὁ αὐ-
"And as the first-fruits connected with sacrifices advanced far in lawlessness among men, the adoption of the most dreadful victims, full of cruelty, was brought in besides; so that the curses previously proved by us seem now to have received fulfilment, when men slaughtered victims and stained the altars with blood, from the time when, having experienced famines and wars, they touched blood. Accordingly the deity, as Theophrastus says, feeling indignation at both of these things, seems to have inflicted the fitting punishment: inasmuch as some men have become atheists, while others would more justly be called evil-minded than impious towards the gods, because they deem the gods to be base by nature and in no way better than we are. Thus some are seen to have become non-sacrificers, and others evil-sacrificers, having laid hands upon unlawful victims." And again the sa-
Notes, col. 261
On the reading
Printed θεοῖο, for θεοῖς.