Migne Reading Room

PG 21 · cols. 240–249 · Read from the page

Preparation for the Gospel, Book IV

Preparation for the Gospel, Book IV

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:240Read from the page
ἐθαύμασα, ὅπως ἐν τοῖς Ἑλλήνων ἤθεσι τραφέντες ἐξέτι τῶν σπαργάνων, παῖς παρὰ πατρὸς θεοὺς εἶναι τοὺς δηλουμένους παρειληφότες, οὔθ' ἕτερα ληπτοὶ γεγόνασιν· ἀλλὰ κατὰ κράτος καὶ τὰ βοώμενα χρηστήρια, καὶ τὰ παρὰ πᾶσι μεταδιωκόμενα μαντεῖα οὐδὲν φέρειν ἀληθὲς ἀπήλεγξαν, ἀνωφελῆ τε εἶναι ἀπεφήναντο, καὶ μᾶλλον ἐπιβλαβῆ τυγχάνειν. Μυρίων δὲ ὄντων, καὶ διὰ πλειόνων τὴν τῶν μαντείων ἀνατροπὴν πεποιημένων, ἐξαρκεῖν ἔμοιγε μαρτυρίας χάριν τῶν εἰρημένων ἐπὶ τοῦ παρόντος ἡγοῦμαι καὶ μίαν ἑνὸς τούτων παράθεσιν ἀπαντῶσαν πρὸς τὰ Χρυσίππῳ περὶ εἱμαρμένης ἀπὸ τῆς τῶν μαντείων προῤῥήσεως κατασκευασθέντα. Γράφει δ' οὖν πρὸς αὐτὸν ὁ συγγραφεὺς, ἀπελέγχων, ὅτι κακῶς ἐκ τῶν μαντείων σημειοῦται τὴν εἱμαρμένην, καὶ ὅτι ἐν τοῖς πλείστοις τὰ τῶν Ἑλλήνων μαντεῖα διαψεύδονται, καὶ ὅτι σπανίως αὐτοῖς ἐκ συντυχίας ποτέ τινα συμβαίνει, ὅτι τε ἄχρηστος αὐτῶν καὶ ἐπιβλαβὴς ἡ πρόῤῥησις. Ἄκουε δ' οὖν, ἅ φησι κατὰ λέξιν.
have admired for how, having been brought up in the customs of the Greeks right from swaddling clothes, having received from father to son that the beings aforesaid are gods, they proved capturable on neither side; but with all their might both convicted the celebrated oracle-seats and the divinations pursued among all men of carrying nothing true, and declared them to be unprofitable, and rather to be harmful. And although there are countless writers who have accomplished the overthrow of the oracles at greater length, I deem even a single citation from one of these, by way of testimony to what has been said, to suffice for me at present, meeting the arguments constructed by Chrysippus concerning fate from the prediction of the oracles. The author writes against him, accordingly, refuting him on the ground that he wrongly infers fate from the oracles, and that in most cases the oracles of the Greeks play false, and that rarely for them do certain things ever happen by coincidence, and that their prediction is useless and harmful. Hear, then, what he says word for word.
ΚΕΦΑΛΑΙΟΝ Γʹ.
Chapter III.
Ἐκ τῶν Διογενιανοῦ, ὅτι ἀσύστατος αὐτῶν ἡ μαντικὴ καὶ τὰ πολλὰ ψευδομένη, καὶ ὅτι ἄχρηστος καὶ ἐπιβλαβὴς ἡ κατ' αὐτοὺς πρόῤῥησις.
From the writings of Diogenianus, that their art of divination is inconsistent and for the most part mendacious, and that prediction according to them is useless and harmful.
« Φέρει δὲ καὶ ἄλλην ἀπόδειξιν ἐν τῷ προειρημένῳ βιβλίῳ τοιαύτην τινά. Μὴ γὰρ ἂν τὰς τῶν μάντεων προῤῥήσεις ἀληθεῖς εἶναί φησιν, ει μὴ πάντα ὑπὸ τῆς εἱμαρμένης περιείχοντο· ὃ καὶ αὐτὸ πολλῆς εὐηθείας μεστόν ἐστιν. Ὡς γὰρ ἐναργοῦς ὄντος τοῦ πάσας ἀποβαίνειν τὰς τῶν καλουμένων μάντεων προῤῥήσεις, ἢ ὡς μᾶλλον ἂν ὑπό τινος τούτου συγχωρηθέντος, τοῦ πάντα γίνεσθαι καθ' εἱμαρμένην, καὶ οὐχὶ ὁμοίως ἂν ψευδοῦς ῥηθέντος καὶ αὐτοῦ, ἐπειδὴ καὶ τὸ ἐναντίον, λέγω δὲ τὸ μὴ πάντα ἀποβαίνειν τὰ
"Moreover, he brings forward also another proof of some such sort as this in the aforesaid book. For he says that the predictions of the seers would not be true, unless all things were encompassed by fate; which very thing is itself full of great silliness. For as though it were evident that all the predictions of the so-called seers come to pass, or as though someone would sooner concede this—namely, that all things come about according to fate—and as though this too would not likewise be called false, since the contrary too, I mean that not all things come to pass that are
Notes, col. 240

On the reading

Printed ει, for εἰ.

PG 21:241Read from the page
προαγορευθέντα, μᾶλλον δὲ τὰ πλεῖστα αὐτῶν ἡ ἐνέργεια δείκνυσιν. Οὕτω τὴν ἀπόδειξιν ἡμῖν Χρύσιππος κεκόμικε, δι' ἀλλήλων κατασκευάζων ἑκάτερα. Τὸ μὲν γὰρ πάντα γίνεσθαι καθ' εἱμαρμένην ἐκ τοῦ μαντικὴν εἶναι δεικνύναι βούλεται· τὸ δὲ εἶναι μαντικὴν οὐκ ἂν ἄλλως ἀποδεῖξαι δύναιτο, εἰ μὴ προλάβοι τὸ πάντα συμβαίνειν καθ' εἱμαρμένην. Ποῖος δ' ἂν μοχθηρότερος τρόπος ἀποδείξεως τούτου γένοιτο; Τὸ γὰρ ἀποβαίνειν τινὰ κατὰ τὴν ἐνέργειαν ὧν προλέγουσιν οἱ μάντεις, οὐ τοῦ μαντικὴν ἐπιστήμην εἶναι σημεῖον ἂν εἴη, ἀλλὰ τοῦ τυχικῶς συμπίπτειν ταῖς προαγορεύσεσι συμφώνους τὰς ἐκβάσεις· ὅπερ οὐδεμίαν ἡμῖν ἐπιστήμην ὑποδείκνυσιν. Οὐδὲ γὰρ τοξότην ἂν εἴποιμεν ἐπιστήμονα τὸν ἅπαξ ποτὲ τυχόντα τοῦ σκοποῦ, πολλάκις δὲ ἀποτυγχάνοντα· οὐδὲ ἰατρὸν τὸν ἀναιροῦντα τοὺς πλείους τῶν θεραπευομένων ὑπ' αὐτοῦ, ἕνα δέ ποτε διασῶσαι δυνηθέντα· οὐδὲ ὅλως ἐπιστήμην λέγομεν τὴν μὴ πάντα, ἢ τά γε πλεῖστα τῶν οἰκείων ἔργων κατορθοῦσαν. Ὅτι δὲ ἀποτυγχάνεται τὰ πολλὰ τοῖς καλουμένοις μάντεσιν, ὁ πᾶς τῶν ἀνθρώπων βίος μάρτυς ἂν εἴη, καὶ οὗτοί γε αὐτοὶ, οἱ τὴν μαντικὴν ἐπαγγελλόμενοι τέχνην, οὐχὶ διὰ ταύτης ἑαυτοῖς βοηθοῦντες ἐν ταῖς κατὰ τὸν βίον χρείαις, ἀλλὰ γνώμῃ τε ἰδίᾳ ποτὲ χρώμενοι, καὶ συμβουλῇ καὶ συνεργείᾳ τῶν ἐν ἑκάστοις τῶν πραγμάτων ἐμπειρίαν κεκτῆσθαι νενομισμένων. Ἀλλὰ περὶ μὲν τοῦ μὴ συνεστάναι τοῦτο, ὃ προειλήφαμεν μαντικὴν καλεῖν, ἐν ἄλλοις ἀποδώσομεν πληρέστερον, παρατιθέμενοι τὰ Ἐπικούρῳ καὶ περὶ τούτου δοκοῦντα· νυνὶ δὲ τοσοῦτον τοῖς εἰρημένοις προσθήσομεν, ὅτι μάλιστα μὲν τὸ ἀληθεύειν ποτὲ τοὺς καλουμένους μάντεις ἐν ταῖς προαγορεύσεσιν, οὐκ ἐπιστήμης, ἀλλὰ τυχικῆς αἰτίας ἔργον ἂν εἴη. Οὐ γὰρ τὸ μηδὲ πώποτε τοῦ προκειμένου τυγχάνειν, ἀλλὰ τὸ μὴ πάντοτε μηδ' ὡς ἐπὶ τὸ πλεῖστον, μηδ' ἐξ ἐπιστήμης, ὅταν τις καί ποτε τυγχάνῃ, τύχης ἔργον καλεῖν προειλήφαμεν, οἱ διειληφότες τὰς ὑφ' ἕκαστον ὄνομα τεταγμένας ἐναργεῖς ἐννοίας ἑαυτῶν. Ἔπειτα εἰ καὶ καθ' ὑπόθεσιν ἦν ἀληθὲς, τὸ δὴ τὴν μαντικὴν τῶν μελλόντων ἁπάντων εἶναι θεωρητικήν τε καὶ προαγορευτικήν· τὸ μὲν πάντα καθ' εἱμαρμένην εἶναι συνήγετο ἂν οὕτως· τὸ μέντοι χρειῶδες αὐτῆς καὶ βιωφελὲς οὐκ ἄν ποτε ἐδείκνυτο, διὸ καὶ μάλιστα Χρύσιππος δοκεῖ ὑμνεῖν τὴν μαντικήν. Τί γὰρ ὄφελος ἡμῖν ἦν προμανθάνειν τὰ πάντως ἐσόμενα δυσχερῆ, ἃ οὐδὲ προφυλάξασθαι δυνατὸν ἂν εἴη; τὰ γὰρ καθ' εἱμαρμένην γενέσθαι, πῶς ἄν τις φυλάξασθαι δύναιτο; Ὥστ' οὐδὲν ὄφελος ἡμῖν τῆς μαντικῆς, μᾶλλον δὲ καὶ πρὸς κακοῦ τινος ἐγίνετο ἂν αὕτη, τὸ προλυπεῖσθαι μάτην παρέχουσα τοῖς ἀνθρώποις ἐπὶ ταῖς προλαβούσαις δυσχερείαις κατ' ἀνάγκην ἐσομέναις. Οὐ γὰρ τὴν ἴσην πάλιν εὐφροσύνην παρέχειν τις φήσει τὴν τῶν ἐσομένων ἀγαθῶν προαγόρευσιν· ἐπειδήπερ οὐχ οὕτως πέφυκεν ἄνθρω-
foretold, or rather most of them [do not], actual experience shows—thus has Chrysippus brought forward his proof for us, establishing each of the two through the other. For that all things come about according to fate he wishes to show from the existence of divination; yet that divination exists he could not otherwise prove, unless he first assumed that all things happen according to fate. And what mode of proof could be more vicious than this? For that some of the things which the seers foretell come to pass in actual experience would be a sign not that divination is a science, but that outcomes agreeing with the predictions coincide by chance; which indicates to us no science at all. For neither should we call skilled an archer who once at some time hit the mark, while often missing it; nor a physician one who destroys most of those treated by him, while having been able at some time to save a single man; nor at all do we call that a science which does not succeed in all, or at least most, of its proper works. And that the so-called seers fail for the most part, the whole life of mankind would be witness, and these very men themselves who profess the art of divination, since they do not help themselves by means of it in the needs of life, but use at times both their own judgement, and the counsel and cooperation of those reputed to possess experience in each several matter. However, concerning the non-existence of this thing which we have undertaken to call divination, we shall treat more fully elsewhere, setting forth the views of Epicurus also on this subject; for the present we shall add thus much to what has been said, that first of all, the fact that the so-called seers sometimes speak the truth in their predictions would be the work not of science, but of a fortuitous cause. For not never hitting the proposed mark at all, but hitting it neither always nor for the most part, nor from science whenever one does at times hit it, have we undertaken to call a work of chance, we who have distinguished the clear conceptions of our own ranged under each term. Next, even if by hypothesis it were true that divination is contemplative and predictive of all future things, that all things are according to fate would indeed be inferred in this way; yet its usefulness and profitableness for life would never be shown, on account of which above all Chrysippus seems to extol divination. For what benefit were it to us to learn beforehand the hardships that will altogether come to be, which it would not even be possible to guard against beforehand? For how could anyone guard against the coming to pass of things according to fate? Consequently there is no benefit to us from divination, nay rather it would even turn out for some harm, causing men to grieve beforehand in vain over anticipated hardships that will of necessity come to be. For again, no one will say that the prediction of future goods affords an equal gladness; inasmuch as not so by nature is a human
PG 21:244Read from the page
πος χαίρειν ἐπὶ τοῖς προσδοκωμένοις ἀγαθοῖς, ὡς ἐπὶ τοῖς κακοῖς ἀνιᾶσθαι. Ἄλλως τε καὶ ταῦτα μὲν οὐ πάνυ τι περὶ ἑαυτοὺς ἔσεσθαι πρὶν ἀκοῦσαι κατελπίζομεν· τὰ δ' ἀγαθὰ μᾶλλον ἅπαντες, ὡς εἰπεῖν, προσδοκῶμεν διὰ τὴν φυσικὴν οἰκείωσιν πρὸς αὐτά· οἱ μὲν γὰρ πολλοὶ καὶ μείζους τῶν δυνατῶν γενέσθαι κατηλπίκασιν· ἐξ οὗ συμβαίνει τὸ μὲν τὴν τῶν ἀγαθῶν προαγόρευσιν μὴ ἐπιτείνειν πάνυ τι τὴν χαρὰν, διὰ τὸ καὶ χωρὶς τῆς προαγορεύσεως ἕκαστον ἐξ ἑαυτοῦ τὰ κρείττω προσδοκᾷν, ἢ ἐπ' ὀλίγον ἐπιτείνειν τῇ δοκούσῃ βεβαιότητι· πολλάκις δὲ καὶ μειοῦν τὴν χαρὰν, ὅταν ἐλάττω τῶν ἐλπισθέντων ἀκουσθῇ· τὴν δὲ τῶν κακῶν προαγόρευσιν, καὶ διὰ τὸ ἀπόστρεπτον αὐτῶν φύσει, καὶ διὰ τὸ παρ' ἐλπίδας ἐνίοτε προλέγεσθαι μεγάλως ταράττειν. Ἀλλ' ὅμως, εἰ καὶ μὴ τοῦτο συνέβαινε, τό γε ἀχρεῖον ἔσεσθαι τὴν προαγόρευσιν παντί που δῆλον ἂν εἴη. Εἰ γὰρ φήσει τις σωθήσεσθαι τὸ χρήσιμον τῆς μαντικῆς, διὰ τὸ προλέγεσθαι τὸ πάντως ἐσόμενον δυσχερὲς, εἰ μὴ φυλαξαίμεθα, οὐκ ἔτι πάντα δείξει συμβησόμενα καθ' εἱμαρμένην, ἐφ' ἡμῖν ὄντος τοῦ φυλάξασθαί τε καὶ μὴ φυλάξασθαι. Εἰ γὰρ καὶ τοῦτο κατηναγκάσθαι φήσει τις, ὡς εἰς πάντα τὰ ὄντα διατείνειν τὴν εἱμαρμένην, πάλιν τὸ τῆς μαντικῆς χρήσιμον ἀναιρεῖται· φυλαξόμεθα γὰρ εἰ καθείμαρται, καὶ οὐ φυλαξόμεθα δῆλον ὡς, εἰ μὴ καθείμαρται φυλάξασθαι, κἂν πάντες οἱ μάντεις τὸ ἐσόμενον προαγορεύωσιν ἡμῖν. Τὸν γοῦν Οἰδίποδα, καὶ τὸν Ἀλέξανδρον τὸν τοῦ Πριάμου, καὶ αὐτὸς ὁ Χρύσιππός φησι πολλὰ μηχανησαμένων τῶν γονέων, ὥστε ἀποκτεῖναι, ἵνα τὸ ἀπ' αὐτῶν προῤῥηθὲν αὐτοῖς κακὸν φυλάξωνται, μὴ δυνηθῆναι. Οὕτως οὐδὲν ὄφελος οὐδὲ αὐτοῖς τῆς τῶν κακῶν προαγορεύσεώς φησιν εἶναι διὰ τὴν ἐκ τῆς εἱμαρμένης αἰτίαν. Τοῦτο μὲν οὖν ἐκ περιουσίας εἰρήσθω πρὸς τὸ μὴ μόνον ἀνυπόστατον, ἀλλὰ καὶ ἀχρεῖον τῆς μαντικῆς. » Ταῦτα μὲν ὁ φιλόσοφος· σύ γε μὴν παρὰ σαυτῷ σκέψαι, πῶς, Ἕλληνες ὄντες, καὶ τὴν Ἑλλήνων σύντροφον ἐκ νέας ἡλικίας κτησάμενοι παιδείαν, τά τε πάτρια περὶ θεῶν πάντων μᾶλλον διεγνωκότες, Ἀριστοτελικοὶ πάντες, Κυνικοί τε καὶ Ἐπικούρειοι, καὶ ὅσοι τούτοις ἐφρόνησαν τὰ παραπλήσια, τῶν παρ' αὐτοῖς Ἕλλησι βοωμένων μαντείων κατεγέλασαν. Καὶ μὴν εἴπερ ἦν ἀληθῆ τὰ θρυλλούμενα περὶ τῆς τῶν χρηστηρίων παραδοξοποιίας, εἰκὸς ἦν καὶ τούσδε καταπλαγῆναι Ἕλληνας ὄντας, καὶ τὰ πάτρια ἀκριβῶς ἐξεπισταμένους, μηδέν τε τῶν γνωσθῆναι ἀξίων ἐν δευτέρῳ τεθειμένους. Ταῦτα μὲν οὖν καὶ ὅσα τοιαῦτα συνάγειν εἰς ἀνασκευὴν τῆς περὶ τῶν χρηστηρίων ὑποθέσεως πλείστη τις ἦν περιουσία· ἀλλ' οὐ ταύτῃ μοι δοκεῖ τὸν παρόντα μεθοδεῦσαι λόγον, ἀλλ' ᾗπερ ὡρμήθημεν ἀρξάμενοι, ἀληθῆ λέγειν δόντες τοὺς ὑπὲρ αὐτῶν προϊσταμένους, ὡς ἂν ἐκ τῶν παρ' αὐτοῖς ὁμολογουμένων, μαντεῖά τε εἶναι ἀληθῆ καὶ πυθόχρηστα θεοπρόπια τὰ δηλούμενα φασκόντων, τὴν ἀκριβῆ τῶν δηλουμένων ἔκφανσιν καταμάθοιμεν.
being disposed to rejoice at expected goods, as to be grieved at evils. Besides, we do not very much expect that evils will happen around ourselves before we hear of them; whereas goods all of us, so to speak, rather look forward to because of our natural affinity towards them; for most men have even hoped to become greater than is possible; whence it comes about that the prediction of goods does not intensify joy very much, because even apart from the prediction each person of himself expects the better things, or intensifies it only slightly through its seeming certainty, and oftentimes even diminishes the joy, whenever less than what was hoped for is heard; whereas the prediction of evils, both because of their naturally repulsive character, and because they are sometimes foretold contrary to expectation, greatly disturbs us. Yet nevertheless, even if this did not happen, that the prediction will at any rate be useless would surely be plain to everyone. For if someone shall say that the usefulness of divination will be preserved through the foretelling of the hardship that will altogether come to be unless we guard against it, he will no longer show that all things will happen according to fate, since both guarding and not guarding against it are in our power. For if someone shall say that this too has been necessitated, inasmuch as fate extends unto all things that exist, again the usefulness of divination is destroyed; for we shall guard against it if it has been fated, and plainly we shall not guard against it if it has not been fated to guard against it, even though all the seers foretell to us what will be. Oedipus, at any rate, and Alexander the son of Priam, even Chrysippus himself says that although their parents contrived many things so as to kill them, in order that they might guard against the evil foretold to them from them, they were not able. Thus he says there was no benefit even to them from the prediction of evils, because of the cause arising from fate. Let this much, then, be said over and above with regard to the not only unsubstantial, but also useless character of divination." So much says the philosopher; do you however consider within yourself how, though they were Greeks, and had acquired from early youth the native education of the Greeks, and had thoroughly learned the ancestral traditions concerning the gods more than all men, all the Aristotelians, both Cynics and Epicureans, and as many as held views similar to theirs, laughed to scorn the oracles celebrated among the Greeks themselves. And yet if the things rumoured concerning the wonder-working of the oracle-seats had been true, it were reasonable that these men too should have been struck with awe, seeing that they were Greeks, and knew the ancestral traditions accurately, and counted nothing worthy to be known in second place. Now to collect these and all such arguments for the refutation of the hypothesis concerning the oracles there were abundant material; yet it does not seem good to me to pursue the present discourse by this route, but rather in the way we set out when we began, granting that those who champion their cause speak the truth, so that from the things admitted among them, when they affirm that the things set forth are true divinations and Pythian-uttered prophecies, we might learn thoroughly the exact manifestation of the things set forth.
PG 21:245Read from the page
ΚΕΦΑΛΑΙΟΝ Δʹ.
Chapter IV.
Ὅτι μεγίστων ἡμᾶς κακῶν τούτων αὐτῶν ἠλευθέρωσεν ἡ τοῦ Σωτῆρος ἡμῶν εὐαγγελικὴ διδασκαλία.
That the evangelical teaching of our Saviour has freed us from these very greatest evils.
Οἶμαι δὲ παντί τῳ εἶναι σαφὲς, ὡς ὁ τῶν προκειμένων ἔλεγχος οὐ μικρὸν, ἀλλὰ καὶ μέγιστον ὁμοῦ καὶ ἀναγκαιότατον περιέξει μέρος τῆς εὐαγγελικῆς ὑποθέσεως. Εἰ γὰρ οἱ πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας πανταχῆ πάντες Ἕλληνες καὶ βάρβαροι δειχθεῖεν μὴ τὸν ἀληθῆ Θεὸν ἐπεγνωκότες, ἀλλ' ἤτοι τὰ μὴ ὄντα ὡς ὄντα δοξάζοντες, ἢ ὑπό τινων μοχθηρῶν καὶ θεομάχων πνευμάτων, δαιμόνων τε πονηρῶν καὶ ἀκαθάρτων, τυφλῶν δίκην ὧδε κἀκεῖσε περιηγμένοι, καὶ βυθῷ κακίας πρὸς αὐτῶν καθειλκυσμένοι· (καὶ τί γὰρ ἄλλ' ἢ δαιμονῶντες;) πῶς οὐ μειζόνως ἂν ὀφθείη τὸ μέγα τῆς εὐαγγελικῆς οἰκονομίας μυστήριον, πάντας πανταχόθεν ἐκ τῆς πατροπαραδότου πλάνης τῆς τῶν δαιμόνων καταδυναστείας διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν φωνῆς ἀνακεκλημένους, καὶ τοὺς μέχρις ἐσχατιῶν γῆς οἰκοῦντας ἀνθρώπους τῆς ἐξ αἰῶνος κατασχούσης τὸν πάντα βίον ἀπάτης λελυτρωμένους; ὥστε ἐξ ἐκείνου καὶ εἰς δεῦρο λελύσθαι μὲν καὶ καθῃρῆσθαι αὐτοῖς ναοῖς καὶ ξοάνοις τὰ πεπαλαιωμένα τῆς τῶν ἐθνῶν ἁπάντων πλάνης ἱδρύματα, ἱερὰ δὲ ὄντως σεμνὰ καὶ εὐσεβείας διδασκαλεῖα τῷ παμβασιλεῖ καὶ δημιουργῷ τῶν ὅλων ἐν μέσαις πόλεσί τε καὶ κώμαις δυνάμει καὶ ἀρετῇ τοῦ Σωτῆρος ἡμῶν ἀνὰ τὸν σύμπαντα κόσμον ἀνεγηγέρθαι, θυσίας τε τὰς θεοπρεπεῖς εὐχαῖς ὁσίων διακεκαθάρθαι κακίας ἁπάσης, ἔν τε ἀπαθείᾳ ψυχῆς καὶ πάσης ἀρετῆς ἀναλήψει, κατὰ τὰ θεῖα καὶ σωτηριώδη παιδεύματα, ἐξ ἁπάντων ὁσημέραι διηνεκῶς τῶν ἐθνῶν ἐπιτελεῖσθαι· τὰς δὴ καὶ μόνας ἀρετὰς οὔσας, καὶ προσηνεῖς θυσίας τῷ ἐπὶ πάντων Θεῷ. Τούτων δὲ οὕτως ἐχόντων, πῶς οὐκ ἂν εἴημεν ἐν ταυτῷ δεδειχότες, καὶ ὅτι μετὰ σώφρονος λογισμοῦ, οὐχὶ δὲ ἀλογίᾳ ἑαυτοὺς ἐπιδόντες, ἀποστάται τῆς πατροπαραδότου γεγόναμεν δεισιδαιμονίας· κρίσει δὲ δικαίᾳ, καὶ ἀληθεῖ τὸ κρεῖττον ἀγαπήσαντες, καὶ τῆς ἐνθέου καὶ ἀληθοῦς εὐσεβείας ἐρασταὶ γεγενημένοι; Ἀλλὰ τούτων μὲν ἅλις, ἁπτέον δὲ λοιπὸν προκειμένων.
And I think it is plain to everyone that the refutation of the matters before us will comprise no small, nay rather at once the greatest and most necessary part of the evangelical argument. For if prior to the coming of our Saviour Jesus Christ all Greeks and barbarians everywhere should be shown not to have known the true God, but either supposing things that are not as though they were, or led about hither and thither like blind men by certain wicked and God-fighting spirits, evil and unclean daemons, and dragged down by them into an abyss of wickedness (and what else indeed than possessed by daemons?), how should not the great mystery of the evangelical dispensation be seen all the more greatly, in that all men from everywhere have been recalled through the voice of our Saviour out of the ancestral error of the tyranny of the daemons, and the human beings dwelling unto the ends of the earth have been ransomed from the deceit that from of old had held fast all life—so that from that time even until now the antiquated foundations of the error of all the nations have been dissolved and cast down together with their very temples and carved images, while truly reverend sanctuaries and schools of piety to the all-sovereign King and Maker of all things have been raised up in the midst of cities and villages throughout the whole world by the power and virtue of our Saviour, and sacrifices befitting God have been cleansed of all wickedness through the prayers of holy men, and in passionlessness of soul and taking up of every virtue, according to the divine and saving teachings, are daily and continually offered up out of all the nations—the very ones that alone are virtues and acceptable sacrifices to the God over all? And since these things are so, how should we not at the same time have shown also that with sober reasoning, and not through giving ourselves over to unreason, we have become renegades from ancestral superstition, having by a just and true judgement loved the better part, and having become lovers of divinely inspired and true piety? But enough of these things; for the rest, we must lay hold of the matters before us.
ΚΕΦΑΛΑΙΟΝ Εʹ.
Chapter V.
Τίς ἡ διαίρεσις τῆς καθ' Ἕλληνας θεολογίας.
What is the division of theology among the Greeks.
Οἱ μὲν δὴ τὴν Ἑλληνικὴν θεολογίαν ἐξηκριβωκότες καθ' ἕτερον παρὰ τοὺς προειρημένους ἡμῖν τρόπους, εἰς γένη τέτταρα πάντα τὸν λόγον διαιροῦντες, πρώτιστα πάντων τὸν πρῶτον ἀφορίσαντες Θεὸν, εἰδέναι φασὶ τοῦτον εἶναι τὸν ἐπὶ πᾶσι πρῶτόν τε ὄντα καὶ πάντων Θεὸν, πατέρα τε καὶ βασιλέα· μεθ' ὃν γένος
Now those who have accurately worked out Greek theology in another way besides the modes already mentioned by us, dividing the whole account into four classes, and first of all having set apart the first God, say they know Him to be the One Who is over all, both first and God of all, both Father and King; after Whom a race
PG 21:248Read from the page
τὸ θεῶν ὑπάρχειν δεύτερον, ἑπόμενον δὲ τὸ δαιμόνων, τὸ δὲ ἡρώων τέταρτον· ἅπαντα, τῆς τοῦ κρείττονος ἰδέας μετασχόντα, πὴ μὲν ἄγειν, πὴ δὲ ἄγεσθαι, καὶ φῶς ἅπαν προσαγορεύεσθαι τὸ τοιόνδε φωτὸς μετοχῇ. Ἀλλὰ καὶ τῆς τοῦ χείρονος οὐσίας τὸ κακὸν ἡγεῖσθαί φασι. Τοῦτο δὲ εἶναι μοχθηρῶν δαιμόνων γένος, ψιλῷ μὲν οὐδαμῶς χρώμενον τἀγαθῷ, δύναμίν γε μὴν ἐν τῇ τῶν ἐναντίων φύσει κεκτημένον πρώτην, καθάπερ ἐν τοῖς κρείττοσιν ὁ Θεός· πᾶν δὲ τὸ τοιόνδε σκότος προσαγορεύεσθαι. Ταῦτα τοῦτον διαστειλάμενοι τὸν τρόπον, θεοῖς μὲν οὐρανὸν καὶ τὸν ἄχρι σελήνης αἰθέρα φασὶν ὑποτετάχθαι· δαίμοσι δὲ τὰ περὶ σελήνην καὶ ἀέρα· ψυχαῖς δὲ τὰ περὶ γῆν καὶ ὑπόγεια. Τοιούτῳ δ' ἀφορισμῷ κεχρημένοι, πρῶτον ἁπάντων φασὶ τοὺς οὐρανίους δεῖν καὶ αἰθερίους θεοὺς θεραπεύειν, δεύτερον, τοὺς ἀγαθοὺς δαίμονας, τρίτον, τὰς τῶν ἡρώων ψυχὰς, τέταρτον τοὺς φαύλους καὶ πονηροὺς ἀπομειλίσσεσθαι δαίμονας. Ταῦτα δὲ λόγῳ διαιροῦντες, ἔργῳ συγχέουσι τὰ πάντα, μόνας ἀντὶ τῶν εἰρημένων πάντων τὰς πονηρὰς δυνάμεις θεραπεύοντες, καὶ ὅλοι ταύταις καταδουλούμενοι, ὡς ὁ λόγος προϊὼν ἀπελέγξει. Πάρεστι γοῦν σοι τὰς διὰ τῶν ξοάνων ἐνεργούσας δυνάμεις, ὁποίας χρῆν ἀποφαίνεσθαι, σκοπεῖν, πότερα θεοὺς ἢ δαίμονας, καὶ εἴτε φαύλους, εἴτε ἀγαθοὺς, ἐκ τῶν παρατεθησομένων. Τὰ μὲν γὰρ παρ' ἡμῖν θεῖα Λόγια οὐδ' ὅλως ἀγαθὸν οἶδεν ὀνομάζειν δαίμονα, πάντας δὲ πονηροὺς εἶναι τοὺς τῆς λέξεως ταύτης, καὶ δὴ καὶ τῆς προσηγορίας μετειληχότας, ὡς οὐδ' ἕτερον Θεὸν ἀληθῶς καὶ κυρίως, πλὴν ἕνα τῶν πάντων αἴτιον· τὰς δὲ ἀστείας καὶ ἀγαθὰς δυνάμεις, ⟨…⟩τε τὴν φύσιν γενητὰς οὔσας, καὶ πολλῷ τὸν ἀγέννητον καὶ σφῶν αὐτῶν ποιητὴν Θεὸν ἀφυστερούσας, οὐ μὴν ἀλλὰ καὶ τοῦ τῶν δαιμόνων μοχθηροῦ γένους ἀφωρισμένας, οὔτε θεοὺς, οὔτ⟨…⟩ δαίμονας ἀποκαλεῖν ἀξιοῖ· μέσας δὲ οὔσας Θεοῦ καὶ δαιμόνων, εὐθυβόλῳ καὶ μέσῃ προσηγορίᾳ, ἀγγέλους Θεοῦ καὶ πνεύματα λειτουργικὰ, δυνάμεις τε θείας καὶ ἀρχαγγέλους, καί τισιν ἄλλαις ἐπωνυμίαις φερωνύμως τοῖς ἐπιτηδεύμασιν αὐτῶν ὀνομάζειν εἴωθε· τοὺς δὲ δαίμονας (εἰ δὴ καὶ τούτων ἡμᾶς προσήκει τὴν ἐτυμολογίαν ἐξειπεῖν·) οὐχ ᾗπερ Ἕλλησι δοκεῖ, παρὰ τὸ δαήμονας εἶναι καὶ ἐπιστήμονας, ἀλλ' ἢ παρὰ τὸ δειμαίνειν, ὅπερ ἐστὶ φοβεῖσθαι καὶ ἐκφοβεῖν, δαίμονάς τινας προσφυῶς ὀνομάζεσθαι· τάς γέ τοι θείας καὶ ἀγαθὰς δυνάμεις, ὥσπερ οὖν τοῦ τρόπου, οὑτωσὶ δὲ καὶ τῆς προσηγορίας τῆς δαιμονικῆς ἀλλοτρίας τυγχάνειν· ἐπεὶ καὶ πάντων ἂν εἴη παραλογώτατον, τὰς μήτε τὴν προαίρεσιν, μήτε τὴν ἐκ τοῦ τρόπου φύσιν ὁμοίας, μιᾶς καὶ τῆς αὐτῆς ἐπωνυμίας ἀξιοῦν.
that of gods is second, following upon it that of daemons, and that of heroes fourth; and that all these, partaking of the idea of the better, in part lead and in part are led, and everything of such a kind is called light by participation in light. Yet they say that evil too presides over the worse substance, and that this is a race of wicked daemons, in no way making use of the pure good, yet possessing supreme power in the nature of the opposites, just as God does among the better things; and that everything of such a kind is called darkness. Having distinguished these matters in this manner, they say that heaven and the ether as far as the moon have been assigned to gods; the regions around the moon and the air to daemons; and the regions around the earth and beneath the earth to souls. Making use of such a demarcation, they say that first of all one must worship the heavenly and ethereal gods, second, the good daemons, third, the souls of the heroes, and fourth propitiate the base and evil daemons. Yet while distinguishing these things in word, in deed they confound everything, worshipping instead of all those mentioned only the evil powers, and enslaving themselves wholly to these, as our discourse will prove as it advances. It is open to you, at all events, from what will be set forth, to examine of what sort one ought to declare the powers working through the carved images to be, whether gods or daemons, and whether base or good. For the divine Oracles among us do not know at all how to call any daemon good, holding rather that all who share in this term and indeed in this appellation are evil, just as they know no other God truly and properly save One, the Cause of all things; whereas the noble and good powers, inasmuch as they are created in nature and fall far short of the unbegotten God Who is their own Maker, and moreover are separated from the wicked race of daemons, they see fit to call neither gods nor daemons; rather, as they are intermediate between God and daemons, they are accustomed to name them by a well-aimed and intermediate appellation angels of God and ministering spirits, divine powers and archangels, and by certain other titles fittingly named after their offices; while as for the daemons (if indeed it befits us to state the etymology of these also), not as seems good to the Greeks, from being knowing [daēmonas] and skilled, but rather from dreading [deimainein], which is to fear and to terrify, they are aptly named daemons of a sort; whereas the divine and good powers are alien alike to the daemonic character and to the daemonic appellation; since it would indeed be most unreasonable of all to deem worthy of one and the same title powers that are alike neither in deliberate choice nor in the nature arising from their character.
PG 21:249Read from the page
ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.
Chapter VI.
Ὅτι μὴ ἀφ' ἑαυτῶν ἀλλ' ἐκ τῶν Ἑλληνικῶν παραθέσεων τὰς τῶν ἐλέγχων μαρτυρίας πιστούμεθα.
That we confirm the testimonies of our refutations not from ourselves, but out of the Greek citations.
Φέρε οὖν, ἐπισκεψώμεθα, τίς ὁ κατ' αὐτοὺς τῶν χρηστηρίων τρόπος, ὡς ἂν μάθοιμεν ποίας χρὴ δυνάμεως αὐτοὺς ἀποφήνασθαι, καὶ εἴτε ὀρθῶς αὐτῶν ἀνεχωρήσαμεν, εἴτε καὶ μή. Εἰ δὲ μέλλοιμι παρ' ἐμαυτοῦ τοὺς ἐλέγχους τῶν δηλουμένων προφέρειν, εὖ οἶδ' ὅτι μηδ' ἀνεπίληπτον παρέξω τοῖς φιλεγκλήμοσι τὸν λόγον. Διόπερ αὐτὸς οὐδὲν οἴκοθεν εἰπὼν, αὖθις ταῖς τῶν ἔξωθεν ἀποχρήσομαι μαρτυρίαις. Μυρίων δὲ ὄντων παρ' Ἕλλησι λογογράφων τε καὶ φιλοσόφων, πρὸ πάντων ἐπιτήδειον εἰς τὰ προκείμενα ἐγκρίνω τὸν δαιμόνων φίλον αὐτὸν ἐκεῖνον, ὃς δὴ καθ' ἡμᾶς γεγονὼς, ταῖς καθ' ἡμῶν ἐλλαμπρύνεται ψευδηγορίαις. Μάλιστα γὰρ φιλοσόφων οὗτος τῶν καθ' ἡμᾶς δοκεῖ καὶ δαίμοσι, καὶ οἷς φησι θεοῖς ὡμιληκέναι, ὑπέρ τε τούτων πρεσβεῦσαι, καὶ πολλῷ μᾶλλον τὰ παρ' ἑαυτῶν ἀκριβέστερον διηρευνηκέναι. Οὗτος τοιγαροῦν ἐν οἷς ἐπέγραψε περὶ τῆς ἐκ λογίων φιλοσοφίας, συναγωγὴν ἐποιήσατο χρησμων τοῦ τε Ἀπόλλωνος καὶ τῶν λοιπῶν θεῶν τε καὶ ἀγαθῶν δαιμόνων· οὓς καὶ μάλιστα ἐκλεξάμενος αὐτῷ ἡγήσατο ἱκανοὺς εἶναι εἴς τε ἀπόδειξιν τῆς τῶν θεολογουμένων ἀρετῆς, εἴς τε προτροπὴν τῆς, ὡς αὐτῷ φίλον ὀνομάζειν, θεοσοφίας. Ἐκ δὴ τούτων τοιγαροῦν τῶν ἐκκριθέντων καὶ μνήμης ἀξιωθέντων λογίων διακρῖναι καλὸν τοὺς χρησμολόγους, καὶ σκέψασθαι ποίας ποτὲ ὄντες τυγχάνουσι δυνάμεως. Πρῶτον δὲ θεασώμεθα, ὅπως τῆς γραφῆς ὁ δηλωθεὶς ἀνὴρ ἀρχόμενος ἦ μὴν ἀληθεύειν ἐπόμνυται, λέγων οὕτως.
Come then, let us examine what is the manner of the oracles according to them, so that we may learn of what sort of power we ought to pronounce them to be, and whether we withdrew from them rightly or not. Yet if I were about to bring forward the refutations of the matters indicated from myself, I know well that I shall not render my argument irreproachable before those fond of cavilling. Wherefore, speaking nothing from my own store, I shall again make full use of testimonies from outsiders. And while there are countless prose-writers and philosophers among the Greeks, above all I judge suitable for the matters before us that very friend of daemons himself, who, having lived in our own day, prides himself upon his falsehoods against us. For most of all the philosophers of our time this man seems to have conversed with daemons and with those whom he calls gods, to have acted as an advocate on their behalf, and much more accurately to have investigated their own affairs. Accordingly, in the work which he entitled On Philosophy from Oracles, this man made a collection of oracles both of Apollo and of the rest of the gods and good daemons, which above all he selected for himself and deemed sufficient both for a demonstration of the excellence of the beings theologized about, and for an exhortation to what it pleases him to call theosophy. Out of these chosen oracles, therefore, deemed worthy of remembrance, it is well to judge the oracle-givers and to consider of what sort of power they happen to be. First, however, let us behold how at the beginning of his treatise the man indicated swears solemnly that he will assuredly speak the truth, saying thus.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Περὶ τῶν κατὰ χρησμοὺς ἀποῤῥήτων ἐκ τῆς Ἑλληνικῆς παραθέσεως, καὶ ὅρκος περὶ τῶν χρησμῶν, ἐκ τῶν Πορφυρίου.
Concerning the secret mysteries in the oracles out of the Greek citation, and an oath concerning the oracles, from the writings of Porphyry.
« Βέβαιος δὲ καὶ μόνιμος ὁ ἐντεῦθεν, ὡς ἂν ἐκ μόνου βεβαίου τὰς ἐλπίδας τοῦ σωθῆναι ἀρυτόμενος, οἷς δὴ καὶ μεταδώσεις μηδὲν ὑφαιρούμενος. Ἐπεὶ κἀγώ τι θεοὺς μαρτύρομαι, ὡς οὐδὲν οὔτε προστέθεικα, οὔτε ἀφεῖλον τῶν χρησθέντων νοημάτων· εἰ μή που λέξιν ἡμαρτημένην διώρθωσα, ἢ πρὸς τὸ σαφέστερον μεταβέβληκα, ἢ τὸ μέτρον ἐλλεῖπον ἀνεπλήρωσα, ἤ τι τῶν μὴ πρὸς τὴν πρόθεσιν συντεινόντων διέγραψα. Ὡς τόν τε νοῦν ἀκραιφνῆ τῶν ῥηθέν-
"Sure and steadfast is he who from this source, as drawing his hopes of being saved from that alone which is sure—to such indeed you also shall impart them, holding nothing back. Since I too call the gods to witness in some measure, that I have neither added anything to, nor taken away from, the meanings uttered in the oracles; unless perhaps somewhere I corrected a faulty expression, or altered it towards greater clearness, or filled up the metre where defective, or struck out something of what did not conduce to the purpose. So that I preserved the sense unalloyed of the things spo-
Notes, col. 249

On the reading

Printed χρησμων, for χρησμῶν.