νου σοφίας γενέσθαι. Πυθαγόρας γὰρ τὴν ἐκείνου σοφίαν μιμησάμενος, εἰς τοσοῦτον ἐπὶ σωφροσύνῃ διαβεβόηται, ὥστε καὶ τῷ σωφρονεστάτῳ Πλάτωνι παράδειγμα τὴν ἑαυτοῦ ἐγκράτειαν καταστῆσαι. Δανιὴλ δ' ὁ θεσπίσας τὰ μέλλοντα, καὶ τῆς ἐξοχωτάτης μεγαλοψυχίας ἐργάτης, ἠθῶν τε καὶ παντὸς βίου κάλλει διαπρέψας, πόσην τινὰ καὶ πῶς τραχεῖαν κατηγωνίσατο δυσχέρειαν τοῦ κατὰ Συρίαν τότε τυράννου; Ὄνομα δ' ἐκείνῳ Ναβουχοδονόσορ ἦν, οὗ πάσης τῆς γενεᾶς ἐξαλειφθείσης, ἡ σεμνὴ καὶ ὑπερμεγέθης ἐκείνη δύναμις πρὸς τοὺς Πέρσας διῆλθε. Διαβόητος γὰρ ἦν καὶ ἄχρι νῦν ἐστὶν ὁ πλοῦτος τοῦ τυράννου, καὶ ἡ ἄκαιρος περὶ τὴν μὲν δέουσαν θρησκείαν ἐπιμέλεια, μετάλλων τε παντοδαπῶν οὐρανομήκη ὑψώματα, φρικτοί τε καὶ πρὸς ὠμότητα οἱ τῆς θρησκείας συντεθέντες νόμοι· ὧν πάντων ὁ Δανιὴλ καταφρονήσας διὰ τὴν ἄχραντον πρὸς τὸν ὄντως Θεὸν εὐσέβειαν, τὴν ἄκαιρον τοῦ τυράννου σπουδὴν, μεγάλου τινὸς κακοῦ ἐσομένην αἰτίαν ἐμαντεύετο· ἀλλ' οὐκ ἔπειθε τὸν τύραννον· ὁ γὰρ ἄφθονος πλοῦτος ἐμπόδιον πρὸς τὸ καλῶς φρονεῖν ὑπάρχει. Τέλος γοῦν τὸ ἄγριον τῆς ἑαυτοῦ διανοίας ὁ δυνάστης ἐξέφηνε, θηρσὶν ἀγρίοις διαλυμανθῆναι τὸν δίκαιον κελεύσας. Γενναία γε μὴν καὶ ἡ τῶν ἀδελφῶν ἐν τῷ μαρτυρεῖν ὁμοδοξία· οὓς οἱ μετὰ ταῦτα ζηλώσαντες, ὑπερμεγέθη δόξαν τῆς πρὸς τὸν Σωτῆρα πίστεως ἤραντο· πυρὶ καὶ καμίνῳ καὶ τοῖς εἰς τὸ φαγεῖν αὐτοὺς τεταγμένοις δεινοῖς ἀδήῳτοι φανέντες, ἁγνῇ τε σωμάτων προσβολῇ τὸ ἐμπεριεχόμενον τῇ καμίνῳ πῦρ ἀπωθούμενα. Δανιὴλ δὲ κατὰ τὴν κατάλυσιν τῆς Ἀσσυρίων βασιλείας, ἀναιρεθείσης κεραυνῶν βολαῖς, ἐπὶ Καμβύσην τὸν Περσῶν βασιλέα μετῆλθεν ἐκ θείας προνοίας· φθόνος δὲ κἀνταῦθα, καὶ πρός γε τῷ φθόνῳ, ὀλέθριοι Μάγων ἐπιβουλαὶ, διαδοχαί τε κινδύνων μεγάλων τε καὶ πολλῶν· ἐξ ὧν πάντων, συναιρομένης τῆς Χριστοῦ προνοίας σωθεὶς εὐχερῶς παντοίας ἀρετῆς πείρᾳ διέπρεψεν. Οἱ γάρτοι Μάγοι, τρὶς τῆς ἡμέρας εὐχομένου τοῦ ἀνδρὸς, μεγάλας τε καὶ ἐξαισίους ἀρετὰς ἀξιομνημονεύτων ἔργων κατορθοῦντος, αὐτὴν τὴν τῶν εὐχῶν ἐπίτευξιν φθόνῳ διέβαλλον· ἐπικίνδυνον δὲ σφόδρα τὴν τοσαύτην αὐτοῦ δύναμιν διαβάλλοντες πρὸς τὸν δυνάστην, ἔπεισαν αὐτὸν, τὸν τοσούτων ἀγαθῶν δημοσίᾳ παραίτιον τοῖς Πέρσαις γενόμενον, λεόντων ἀγρίων θοίνῃ κατακριθῆναι. Κα-
wisdom. For Pythagoras, having imitated his wisdom, became so renowned for temperance as to establish his own self-control as a pattern even for the most temperate Plato. And Daniel, who prophesied things to come, and was a worker of the most excellent magnanimity, having shone forth in beauty of character and of his whole life, how great and how harsh a difficulty of the tyrant then ruling in Syria did he overcome in struggle? Now his name was Nabuchodonosor, whose whole race having been wiped out, that august and immense power passed over to the Persians. For renowned was, and even until now is, the wealth of the tyrant, and his untimely diligence concerning undue worship, and sky-high elevations of metals of every sort, and the laws of worship composed so as to be dreadful and tending towards cruelty; despising all of which on account of his undefiled piety towards the true God, Daniel prophesied that the untimely zeal of the tyrant would be the cause of some great evil; yet he did not persuade the tyrant; for abundant wealth is a hindrance towards thinking rightly. At last, then, the ruler displayed the savagery of his own mind, commanding the righteous man to be torn apart by wild beasts. Noble indeed too was the unanimity of the brothers in bearing witness; whom those coming after emulated, and won an exceedingly great glory of faith towards the Saviour; appearing unravaged by fire and furnace and the terrors appointed to devour them, and by the pure contact of their bodies thrusting back the fire contained in the furnace. And Daniel, at the dissolution of the kingdom of the Assyrians, after it had been destroyed by strokes of thunderbolts, passed over by divine providence to Cambyses the king of the Persians; and here too was envy, and besides envy, deadly plots of the Magi, and successions of dangers both great and many; out of all of which, being easily saved as the providence of Christ lent aid, he shone forth in the trial of every kind of virtue. For indeed the Magi, while the man prayed thrice a day and accomplished great and extraordinary virtues of memorable deeds, through envy slandered the very success of his prayers; and slandering so great a power of his to the ruler as exceedingly dangerous, they persuaded him that the man who had publicly become the cause of so many good things for the Persians should be condemned as a feast for wild lions. And