PG 20:1289Read from the pageΘ ρῆνός τ' ἐκ πάντων ἔσται, καὶ βρυγμὸς ὀδόντων.
Both wailing from all shall there be, and gnashing of teeth.
Ε κλείψει σέλας ἠελίου, ἄστρων τε χορεῖαι.
The brightness of the sun shall fail, and the dances of the stars.
Ο ὑρανὸν εἰλίξει, μήνης δέ τε φέγγος ὀλεῖται.
He shall roll up heaven, and the light of the moon shall perish.
Υ ψώσει δὲ φάραγγας, ὀλεῖ δ' ὑψώματα βουνῶν.
And He shall exalt ravines, and destroy the heights of hills.
Υ ψος δ' οὐκέτι λυγρὸν ἐν ἀνθρώποισι φανεῖται·
And baneful height shall appear no longer among men;
Ι σά τ' ὄρη πεδίοις ἔσται· καὶ πᾶσα θάλασσα
and mountains shall be level with plains; and all the sea
Ο ὑκ εἰς πλοῦν ἕξει· γῆ γὰρ φρυχθεῖσα κεραυνῷ.
shall no longer serve for sailing; for earth [shall be] parched with thunderbolt.
Σ ὺν πηγαῖς ποταμοί τε καχλάζοντες λείψουσιν.
And plashing rivers together with springs shall fail.
Σ άλπιγξ δ' οὐρανόθεν φωνὴν πολύθρηνον ἀφήσει,
And a trumpet from heaven shall send forth a voice of much lamentation,
Ω ρύουσα μύσος μελεὸν καὶ πήματα κόσμου.
howling over wretched pollution and the woes of the world.
Τ αρταρόεν χάος δείξει ποτὲ γαῖα χανοῦσα.
Yawning earth shall one day show Tartarean chaos.
Η ξουσιν δ' ἐπὶ βῆμα Θεοῦ βασιλῆες ἅπαντες.
And all kings shall come unto the judgement-seat of God.
Ρ εύσει δ' οὐρανόθεν ποταμὸς πυρὸς, ἠδέ γε θείου.
And from heaven shall flow a river of fire, and indeed of brimstone.
Σ ῆμα δέτοι τότε πᾶσι βροτοῖς ἀριδείκετον, οἷον
And indeed a sign then most manifest to all mortals, such as
Τ ὸ ξύλον ἐν πιστοῖς τὸ κέρας τὸ ποθούμενον ἔσται·
the wood among the faithful, the longed-for horn, shall be:
Α νδρῶν εὐσεβέων ζωὴ, πρόσκομμά τε κόσμου,
life of godly men, and a stumbling-block of the world,
Υ δασι φωτίζον πιστοὺς ἐν δώδεκα πηγαῖς·
enlightening the faithful with waters in twelve springs;
Ρ άβδος ποιμαίνουσα σιδηρείη γε κρατήσει.
a shepherding rod of iron indeed shall prevail.
Ο ὗτος ὁ νῦν προγραφεὶς ἐν ἀκροστιχίοις Θεὸς ἡμῶν
This One now set forth beforehand in acrostics [is] our God,
Σ ωτὴρ, ἀθάνατος βασιλεὺς ὁ παθὼν ἕνεχ' ἡμῶν.
Saviour, immortal King Who suffered for our sake.
Καὶ ταῦτα τῇ παρθένῳ δηλαδὴ θεόθεν ἐπέστη προκηρύξαι. Μακαρίαν δ' αὐτὴν ἔγωγε κρίνω, ἣν ὁ Σωτὴρ ἐξελέξατο προφῆτιν τῆς ἑαυτοῦ περὶ ἡμῶν προμηθείας.
And these things manifestly came from God upon the virgin to proclaim beforehand. And for my part I judge her blessed, whom the Saviour chose as prophetess of His forethought concerning us.
ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ.
Chapter XIX.
Ὅτι ἡ περὶ τοῦ Σωτῆρος μαντεία παρ' οὐδενὸς τῶν τῆς Ἐκκλησίας πέπλασται, ἀλλὰ τῆς Ἐρυθραίας Σιβύλλης ἐστὶν, ἧς τὰς βίβλους Κικέρων ὁ ποιητὴς πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ Ῥωμαϊστὶ μετέφρασε· καὶ ὅτι Βιργίλιος μέμνηται αὐτῆς, καὶ τοῦ παρθενικοῦ τόκου, δι' αἰνιγμάτων, φόβῳ τῶν κρατούντων, ὑμνήσας τὸ μυστήριον.
That the prophecy concerning the Saviour has been fabricated by none of those of the Church, but is of the Erythraean Sibyl, whose books Cicero the poet translated into the Roman tongue before the sojourn of Christ; and that Virgil makes mention of her, and of the virgin birth, having hymned the mystery through riddles out of fear of those in power.
Ἀλλ' οἱ πολλοὶ τῶν ἀνθρώπων ἀπιστοῦσι, καὶ ταῦθ' ὁμολογοῦντες Ἐρυθραίαν γεγενῆσθαι Σιβύλλαν μάντιν, ὑποπτεύουσι δέ τινα τῶν τῆς ἡμετέρας θρησκείας, ποιητικῆς μούσης οὐκ ἄμοιρον, τὰ ἔπη ταῦτα πεποιηκέναι, νοθεύεσθαί τε αὐτὰ, καὶ Σιβύλλης θεσπίσματα εἶναι λέγεσθαι, ἔχοντα βιωφελεῖς γνώμας, τὴν πολλὴν τῶν ἡδονῶν περικοπτούσας ἐξουσίαν, καὶ ἐπὶ τὸν σώφρονά τε καὶ κόσμιον βίον ὁδηγούσας· ἐν προφανεῖ δ' ἀλήθεια, τῆς τῶν ἡμετέρων ἀνδρῶν ἐπιμελείας συλλεξάσης τοὺς χρόνους ἀκριβέστερον, ὡς πρὸς τὸ μηδένα τοπάζειν, μετὰ τὴν τοῦ Χριστοῦ κάθοδον καὶ κρίσιν γεγενῆσθαι τὸ ποίημα, καὶ
Yet the multitude of men disbelieve, even though confessing that the Erythraean Sibyl was a prophetess, and they suspect that someone of those of our religion, not without share in the poetic muse, composed these verses, and that they are spurious and are said to be oracles of the Sibyl, holding maxims useful for life that cut back the great licence of pleasures and guide towards a temperate and orderly life; yet truth [is] in the open, since the diligence of our men has gathered the times more accurately, so that no one may conjecture that the poem came into being after the descent and judgement of Christ, and
Notes, col. 1289
On the reading
Printed δέτοι, for δέ τοι.
PG 20:1292Read from the pageὡς πάλαι προλεχθέντων ὑπὸ Σιβύλλης τῶν ἐπῶν ψεῦδος διαφημίζεσθαι. Ὡμολόγηται γὰρ Κικέρωνα ἐντετυχηκότα τῷ ποιήματι, μετενεγκεῖν τε αὐτὸ εἰς τὴν Ῥωμαίων διάλεκτον, καὶ συντάξαι αὐτὸ τοῖς ἑαυτοῦ συντάγμασι· τοῦτον ἀναιρεῖσθαι κρατήσαντος Ἀντωνίου· Ἀντωνίου δ' αὖ πάλιν Αὔγουστον περιγεγενῆσθαι, ὃς ἓξ καὶ πεντήκοντα ἔτη ἐβασίλευσε. Τοῦτον Τιβέριος διεδέξατο· καθ' ὃν χρόνον ἡ τοῦ Σωτῆρος ἐξέλαμψε παρουσία, καὶ τὸ τῆς ἁγιωτάτης θρησκείας ἐπεκράτησε μυστήριον, ἥ τε νέα τοῦ δήμου διαδοχὴ συνέστη· περὶ ἧς οἶμαι λέγειν τὸν ἐξοχώτατον τῶν κατὰ τὴν Ἰταλίαν ποιητῶν·
that a falsehood is spread abroad as though the verses had been spoken long ago beforehand by the Sibyl. For it is agreed that Cicero, having lighted upon the poem, both translated it into the dialect of the Romans and incorporated it into his own treatises; that this man was slain when Antony gained mastery; and that Augustus in turn prevailed over Antony, who reigned fifty and six years. Tiberius succeeded this man; at which time the presence of the Saviour shone forth, and the mystery of the most holy religion prevailed, and the new succession of the people was established; concerning which I think the most eminent of the poets in Italy speaks:
Ἔνθεν ἔπειτα νέων πληθὺς ἀνδρῶν ἐφαάνθη.
Thence thereafter a multitude of new men shone forth.
Καὶ πάλιν ἐν ἑτέρῳ τινὶ τῶν Βουκολικῶν τόπῳ·
And again in a certain other place of the Bucolics:
Σικελίδες Μοῦσαι, μεγάλην φάτιν ὑμνήσωμεν.
Sicilian Muses, let us hymn a great utterance.
Τί τούτου φανερώτερον; Προστίθησι γάρ·
What [is] clearer than this? For he adds:
Ἦλυθε Κυμαίου μαντεύματος εἰς τέλος ὀμφή.
The voice of the Cumaean oracle has come to fulfilment.
Κυμαίαν αἰνιττόμενος δηλαδὴ τὴν Σιβύλλαν. Καὶ οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ περαιτέρω προεχώρησεν, ὡς τῆς χρείας τὴν αὐτοῦ μαρτυρίαν ἐπιποθούσης· τί λέγων αὖθις;
Plainly hinting at the Cumaean Sibyl. And he was not content with these things, but advanced further, as though need longed for his testimony; saying what again?
Οὗτος ἄρ' αἰώνων ἱερὸς στίχος ὄρνυται ἡμῖν·
Lo, this sacred file of ages arises for us;
Ἥκει παρθένος αὖθις, ἄγουσ' ἐρατὸν βασιλῆα.
the virgin comes again, bringing back the lovely King.
Τίς οὖν ἄρα εἴη παρθένος ἡ ἐπανήκουσα; Ἆρ' οὐχ ἡ πλήρης τε καὶ ἔγκυος γενομένη τοῦ θείου Πνεύματος; Καὶ τί τὸ κωλύον τὴν ἔγκυον τοῦ θείου Πνεύματος, κόρην εἶναι ἀεὶ καὶ διαμένειν παρθένον; Ἐπανήξει δὲ ἐκ δευτέρου, (καὶ) τὴν οἰκουμένην παραγενόμενος ἐπικουφίσει. Καὶ προστίθησιν ὁ ποιητής·
Who then might the virgin be who returns? [Is it] not she who became both full of and with child by the divine Spirit? And what [is] there that hinders her who is with child by the divine Spirit from being ever a maiden and remaining a virgin? And He shall return a second time, (and) having arrived He shall lighten the inhabited world. And the poet adds:
Τὸν δὲ νεωστί πω τεχθέντα φαεσφόρε μήνη,
And him newly born, O light-bearing moon,
Ἀντὶ σιδηρείης χρυσῆν γενεὴν ὀπάσαντα,
who in place of an iron race has bestowed a golden one,
Τοῦδε γὰρ ἄρχοντος, μενοεικέα πάντα βρότεια,
For while this one rules, all mortal things [are] pleasing to the spirit,
Ἄλγεά τε στοναχαί τε κατευνάζονται ἀλιτρῶν.
and both woes and groanings of sinners are lulled to rest.
Συνίεμεν δὴ φανερῶς τε ἅμα καὶ ἀποκρύφως δι' ἀλληγοριῶν τὰ λεχθέντα· τοῖς μὲν βαθύτερον ἐξ-
We understand indeed the things said at once plainly and secretly through allegories: to those on the one hand who more deeply
PG 20:1293Read from the pageετάζουσι τὴν τῶν ἐπῶν δύναμιν, ὑπ' ὄψιν τῆς τοῦ Χριστοῦ θεότητος· ὅπως δὲ μή τις τῶν δυναστευόντων ἐν τῇ βασιλευούσῃ πόλει, ἐγκαλεῖν ἔχῃ τῷ ποιητῇ, ὡς παρὰ τοὺς πατρῴους νόμους συγγράφοντι, ἐκβάλλοντί τε τὰ πάλαι ὑπὸ τῶν προγόνων περὶ τῶν θεῶν νομιζόμενα, ἐπικαλύπτεται τὴν ἀλήθειαν· ἠπίστατο γὰρ, οἶμαι, τὴν μακαρίαν καὶ ἐπώνυμον τοῦ Σωτῆρος τελετὴν, ἵνα δὲ τὸ ἄγριον τῆς ὠμότητος ἐκκλίνοι, ἤγαγε τὰς διανοίας τῶν ἀκουόντων πρὸς τὴν ἑαυτῶν συνήθειαν, καί φησι, χρῆναι βωμοὺς ἱδρύσθαι καὶ νεὼς κατασκευάζειν, θυσίας τ' ἐπιτελεῖσθαι τῷ νεωστὶ τεχθέντι· ἀκολούθως δὲ καὶ τὰ λοιπὰ ἐπήγαγε τοῖς φρονοῦσι. Φησὶ γάρ·
examine the force of the verses, [they are brought] before the sight of the godhead of Christ; but lest any of those holding power in the reigning city should be able to bring a charge against the poet, as writing contrary to ancestral laws and casting out the beliefs held of old by their forefathers concerning the gods, he veils the truth; for he knew, I think, the blessed mystery named after the Saviour, yet that he might turn aside the savagery of cruelty, he led the minds of his hearers towards their own custom, and says that altars ought to be set up and temples prepared, and sacrifices performed to the newly born; and conformably he also brought in what remained for those who have understanding. For he says:
Βιργιλίου Μάρωνος ἕτερα περὶ Χριστοῦ ἔπη, καὶ ἡ τούτων ἑρμηνεία, ἐφ' οἷς δείκνυται δι' αἰνιγμάτων, ὡς παρὰ ποιητοῦ μηνυθὲν τὸ μυστήριον.
Other verses of Virgil Maro concerning Christ, and the interpretation of these, wherein the mystery is shown through riddles, as declared by a poet.
Λήψεται ἀφθάρτοιο Θεοῦ βίοτον, καὶ ἀθρήσει
He shall receive the life of incorruptible God, and shall behold
Ἥρωας σὺν ἐκείνῳ ἀολλέας· ἠδὲ καὶ αὐτὸς,
heroes gathered together with Him; and He Himself also,
δηλαδὴ τοὺς δικαίους.
that is to say, the righteous.
Πατρίδι καὶ μακάρεσσιν ἐελδομένοισι φανεῖται,
To fatherland and to the blessed who long [for Him] He shall appear,
Πατροδότῳ ἀρετῇ κυβερνῶν ἡνία κόσμου.
steering with Father-given virtue the reins of the world.
Σοὶ δ' ἄρα, παῖ, πρώτιστα φύει δωρήματα γαῖα
And for you then, O child, earth first brings forth gifts,
Κριθὴν ἠδὲ κύπειρον ὁμοῦ κολακάσσι' ἀκάνθῳ.
barley and galingale together, colocasia with acanthus.
Θαυμαστὸς ἀνὴρ καὶ πάσῃ παιδείᾳ κεκοσμημένος, ὃς ἀκριβῶς ἐπιστάμενος τὴν τῶν τότε καιρῶν ὠμότητα·
An admirable man and adorned with all learning, who, knowing accurately the cruelty of the times then:
Σοὶ δὲ πάϊς θαλεροὶ, φησὶ, μαστοὶ καταβεβριθυῖαι,
And for you, child, blooming breasts, says he, weighed down,
Αὐτόματοι γλυκὺ νᾶμα συνεκτελέουσι γάλακτος,
of their own accord accomplish together a sweet stream of milk,
Οὐδὲ θέμις ταρβεῖν βλοσυροὺς ἀγέλῃσι λέοντας.
nor [is it] lawful for herds to fear grim lions.
Ἀληθῆ λέγων· ἡ γὰρ πίστις, τῆς βασιλικῆς αὐλῆς τοὺς δυνάστας οὐ φοβηθήσεται.
Speaking true things; for faith shall not fear the potentates of the royal court.
Φύσει δ' εὐώδη τὰ σπάργανα, ἄνθεα αὐτά·
And the swaddling-bands shall naturally bring forth fragrant things, very flowers;
Ὄλλυται ἰοβόλου φύσις ἑρπετοῦ, ὄλλυται ποίη
the nature of the venom-shooting creeping thing perishes, there perishes the herb
Λοίγιος· Ἀσσύριον θάλλει κατὰ τέμπε' ἄμωμον.
of pestilence; Assyrian amomum blooms throughout the vales.
Τούτων οὐδὲν ἀληθέστερον, οὐδὲ τῆς τοῦ Σωτῆρος ἀρετῆς οἰκειότερον εἴποι τις ἄν· αὐτὰ γὰρ τὰ τοῦ Θεοῦ σπάργανα, Πνεύματος ἁγίου δυνάμει, εὐώδη τινὰ ἄνθη νεολαίᾳ ὤπασε γέννᾳ. Ὁ δὲ ὄφις
Nothing truer than these things, nor more fitting to the virtue of the Saviour, could anyone say; for the very swaddling-bands of God, by the power of the Holy Spirit, bestowed certain fragrant flowers upon a youthful generation. And the serpent
Notes, col. 1293
On the reading
Printed κολακάσσι', for κολοκάσι'.
PG 20:1296Read from the pageἀπόλλυται, καὶ ὁ ἰὸς τοῦ ὄφεως ἐκείνου, ὃς τοὺς πρωτοπλάστους πρῶτος ἐξηπάτα, παράγων τὰς διανοίας αὐτῶν ἀπὸ τῆς ἐμφύτου σωφροσύνης ἐπὶ τὴν τῶν ἡδονῶν ἀπόλαυσιν, ὅπως μὴ γνοῖεν τὸν ἐπηρτημένον αὐτοῖς ὄλεθρον. Πρὸ γάρτοι τῆς κατελεύσεως τοῦ Σωτῆρος, τῆς ἀθανασίας τῶν δικαίων ἀγνοίᾳ, τὰς ψυχὰς τῶν ἀνθρώπων ἐπὶ μηδεμιᾷ χρηστῇ ἐλπίδι ἐρειδομένας, ἔθραυε· παθόντος δὲ αὐτοῦ, καὶ πρὸς καιρὸν τοῦ περιτεθέντος σώματος χωρισθέντος ἐκ τῆς κοινωνίας τοῦ ἁγίου Πνεύματος, ἀπεκαλύφθη τοῖς ἀνθρώποις τὸ δυνατὸν τῆς ἀναστάσεως, καὶ εἴ τις ἰλὺς ἀνθρωπίνων ἀδικημάτων κατελείπετο, αὕτη πᾶσα λουτροῖς ἁγίοις ἐσμήχετο. Τότε δὴ παρακελεύεται τοῖς ὑπηκόοις θαῤῥεῖν, καὶ ἐκ τῆς αὐτοῦ σεμνῆς διασήμου τε ἀναστάσεως, τὰ ὅμοια ἐλπίζειν ἐκέλευσεν. Οὐκοῦν δικαίως ἐτελεύτα τῶν ἰοβόλων ἡ φύσις, ἐτελεύτα δὲ καὶ θάνατος, ἐπεσφραγίσθη καὶ ἡ ἀνάστασις, ἀπώλετο δὲ καὶ τὸ τῶν Ἀσσυρίων γένος, ὃ παραίτιον ἐγένετο τῆς πίστεως τοῦ Θεοῦ· φύεσθαί τε πανταχοῦ φάσκων τὸ ἄμωμον, πλῆθος τῶν θρησκευόντων προαγορεύει· οἷον γὰρ ἐκ μιᾶς ῥίζης πλῆθος κλάδων εὐώδεσι θάλλον ἄνθεσιν, ἀρδόμενον συμμετρίᾳ δρόσου, βλαστάνει. Πεπαιδευμένως δὲ, ὦ σοφώτατε ποιητὰ Μάρων, καὶ τὰ ἐξῆς ἅπαντα καὶ ἀκολούθως ἔχει·
perishes, and the venom of that serpent which first deceived the first-formed humans, leading their minds aside from innate temperance unto the enjoyment of pleasures, so that they might not know the destruction hanging over them. For indeed before the descent of the Saviour, through ignorance of the immortality of the righteous, it shattered the souls of men resting upon no good hope; but when He had suffered, and for a season the body put around [Him] was separated from the communion of the Holy Spirit, the possibility of the resurrection was revealed to men, and if any mire of human iniquities was left behind, all this was cleansed away by holy washings. Then indeed He exhorts His subjects to take courage, and from His august and illustrious resurrection He commanded [them] to hope for the like things. Rightly therefore did the nature of venomous creatures come to an end, and death also came to an end, and the resurrection was sealed, and the race of the Assyrians also perished, which had become a contributory cause of faith in God; and in affirming that amomum grows everywhere, he foretells a multitude of worshippers; for as from one root a multitude of branches blooming with fragrant flowers, watered by due measure of dew, sprouts forth. And learnedly, O wisest poet Maro, all the following things also stand, and consistently:
Αὐτίκα δ' ἡρώων ἀρετὰς, πατρός τε μεγίστου
And straightway the virtues of heroes, and of the greatest Father
Ἔργ' ὑπερηνορίῃσι κεκασμένα πάντα, μαθήσῃ.
the works all adorned with surpassing prowess, you shall learn.
Τοὺς μὲν τῶν ἡρώων ἐπαίνους, τὰ τῶν δικαίων ἀνδρῶν ἔργα σημαίνων, τὰς δὲ ἀρετὰς τοῦ Πατρὸς, τὴν
Signifying by the praises of the heroes on the one hand the works of righteous men, and by the virtues of the Father on the other, the
Notes, col. 1296
PG 20:1297Read from the pageτοῦ κόσμου σύνταξιν καὶ τὴν εἰς αἰώνιον διαμονὴν ἀπεργασίαν λέγων, ἴσως δὲ καὶ τοὺς νόμους οἷς ἡ θεοφιλὴς Ἐκκλησία χρῆται, ἐπιτηδεύουσα τὸν μετὰ δικαιοσύνης τε καὶ σωφροσύνης βίον. Θαυμαστὴ δὲ καὶ ἡ τοῦ μεταξὺ τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν βίου ἐπὶ τὸ ἀνηγμένον παραύξησις, τὸ ἀθρόον τῆς αἰφνιδίου μεταβολῆς παραιτουμένου·
ordering of the world and its fashioning unto eternal permanence, as he means, and perhaps also the laws which the Church dear to God uses, practising the life accompanied by righteousness and temperance. And admirable also [is] the gradual growth towards what is elevated of the life [that lies] between good things and bad, declining the suddenness of an abrupt change:
Πρῶτον μὲν, ἀνθερίκων ξανθῶν ἤγοντο ἀλωαί·
First indeed, threshing-floors of golden ears of corn were brought in;
τουτέστιν, ὁ καρπὸς τοῦ θείου νόμου ἤγετο εἰς χρείαν.
that is, the fruit of the divine law was brought into use.
Ἐν δ' ἐρυθροῖσι βάτοισι παρήορος ἤλδανε βότρυς.
And on red brambles the hanging grape-cluster grew plump.
Ἅπερ οὐκ ἦν κατὰ τὸν ἄθεσμον βίον.
Which things were not [so] during the lawless life.
Σκληρῶν δὴ πεύκης λαγόνων, μέλιτος ῥέε νᾶμα.
Truly from the hard flanks of the pine flowed a stream of honey.
Τὴν ἠλιθιότητα τῶν τότε ἀνθρώπων καὶ τὸ κατεσκληκὸς ὑπογράφων ἦθος· ἴσως δὲ καὶ τὸν ὑπὲρ τοῦ Θεοῦ πόνον ἀσκοῦντας, τῆς ἑαυτῶν καρτερίας γλυκύν τινα καρπὸν λήψεσθαι διδάσκων·
Sketching out the folly of the men of that time and their hardened character; and perhaps also teaching that those who practise toil on behalf of God shall receive a certain sweet fruit of their endurance:
Παῦρα δ' ὅμως ἴχνη προτέρας περιλείπεται ἄτης·
Yet a few traces remain behind of former bane:
Πόντον ἐπαῗξαι, περί τ' ἄστεα τείχεσι κλεῖσαι,
to rush over the sea, and to enclose cities round about with walls,
Ῥῆξαί τ' εἰλιπόδων ἑλκύσμασι τέλσον ἀρούρης·
and to cleave the headland of the ploughland with the draughts of shambling oxen;
Ἄλλος ἔπειτ' ἔσται Τίφυς, καὶ Θεσσαλὶς Ἀργὼ,
another Tiphys shall there be thereafter, and a Thessalian Argo,
Ἀνδράσιν ἡρώεσσιν ἀγαλλομένη· πολέμου δὲ
exulting in hero men; and of war
Τρώων καὶ Δαναῶν πειρήσεται αὖθις Ἀχιλλεύς.
between Trojans and Danaans shall Achilles make trial again.
Εὖγ', ὦ σοφώτατε ποιητά. Τὴν γὰρ ποιητικὴν ἐξουσίαν μέχρι τοῦ προσήκοντος ἐταμιεύσω· οὐ γὰρ ἦν σοι προκείμενον ἀποθεσπίσαι, μὴ ὄντι γε προφήτῃ, ἐκώλυε δέ τις, οἶμαι, καὶ κίνδυνος, τοῖς ἐλέγχοισι τὰ ὑπὸ τῶν προγόνων νομισθέντα ἐπηρτημένος. Πεφραγμένως δὴ καὶ ἀκινδύνως κατὰ τὸ δυνατὸν, τοῖς συνιέναι δυναμένοις παραστήσας τὴν ἀλήθειαν, πύργους καὶ πόλεμον αἰτιασάμενος, ἅπερ ἀληθῶς ἔτι καὶ νῦν ἐξετάζεται κατὰ τὸν τῶν ἀνθρώπων βίον, χαρακτηρίζει τὸν Σωτῆρα ὁρμῶντα ἐπὶ τὸν Τρωικὸν πόλεμον· τὴν δὲ Τροίαν, τὴν οἰκουμένην πᾶσαν. Ἐπολέμησε γοῦν ἄντικρυς τῆς ἀντικειμένης πονηρᾶς δυνάμεως, πεμφθεὶς ἐξ οἰκείας τε προνοίας, καὶ παραγγελίας μεγίστου Πατρός· τί δὴ μετὰ ταῦτα ὁ ποιητὴς λέγει;
Well done, O wisest poet! For you husbanded poetic licence as far as was fitting; for it was not set before you to utter prophecies, since indeed you were not a prophet, and some danger also, I think, stood in the way, hanging over refutations [of] the things held in custom by the forefathers. Guardedly indeed and safely so far as possible having set the truth beside those able to understand, alleging towers and war, things which truly even now are still found throughout the life of men, he characterizes the Saviour setting out for the Trojan war; and [by] Troy, the whole inhabited world. At all events He waged war straight against the opposing evil power, sent forth both out of His own forethought and by the command of the greatest Father; what indeed after these things does the poet say?
Ἀλλ' ὅτ' ἂν ἠνορέης ὥρη καὶ καρπὸς ἵκηται·
But whenever the season and fruit of manhood comes:
τουτέστιν, ἐπειδὰν ἀνδρωθεὶς, τὰ περιέχοντα τὸν βίον τῶν ἀνθρώπων ῥιζόθεν ἐξέλῃ, τήν τε ξύμπασαν γῆν
that is, whenever, having grown to manhood, He takes away from the root the things encompassing the life of men, and the whole earth
PG 20:1300Read from the pageεἰρήνῃ κατακοσμήσῃ·
adorns with peace:
Οὐχ ὁσίη ναύτησιν ἀλιτροτάτοισιν ἀλᾶσθαι,
It is not lawful for most sinful sailors to roam,
Φυομένων ἄμυδις γαίης ἄπο πίονι μέτρῳ·
since things grow all together from the earth in rich measure;
Αὐτὴ δ' ἄσπαρτος καὶ ἀνήροτος· οὐδὲ μὲν ἀκμὴν
and she herself [is] unsown and unploughed; nor indeed the edge
Ὀτραλέου δρεπάνοιο ποθησέμεν ἄμπελον οἶμαι.
of the nimble sickle will the vine desire, I think.
Οὐδ' ἐρίου δεύοιτο βροτὸς πόκον· αὐτόματος δὲ
Nor would a mortal dye a fleece of wool; but of itself
Ἀρνειὸς Τυρίοισι πάρα πρέψει λιβάδεσσιν,
the ram shall shine forth beside Tyrian drops,
Σάνδυκι πορφυρέῳ λάχνην ῥυπόεσσαν ἀμείβων.
exchanging its soiled wool for purple vermilion.
Ἀλλ' ἄγε τιμῆεν σκῆπτρον βασιλήϊδος ἀρχῆς,
But come, the honoured sceptre of royal rule
Δεξιτερῆς ἀπὸ πατρὸς ἐριβρεμέταο δέδεξο.
receive from the right hand of the loud-thundering father.
Κόσμου κητώεντος ὅρα εὔπηκτα θέμεθλα,
Behold the well-framed foundations of the vast world,
Χαρμοσύνην γαίης τε καὶ οὐρανοῦ ἠδὲ θαλάσσης,
the gladness of earth and heaven and sea,
Γηθόσυνόν τ' αἰῶνος ἀπειρεσίου· λάσιον κῆρ
and joyful at the boundless age; a shaggy heart
Εἴθε με γηραλέον, ζῶντά τ' ἔχενήδυμος ἰσχὺς,
would that sweet strength might hold me aged and living,
Σὴν ἀρετὴν κελαδεῖν ἐφ' ὅσον δύναμίς γε παρείη·
to sing your virtue so far as power might be present;
Οὐκ ἄν με πλήξειεν ὁ Θρακῶν δῖος ἀοιδός·
the divine bard of the Thracians would not smite me;
Οὐ Λίνος, οὐ Πὰν αὐτὸς, ὃν Ἀρκαδίη τέκετο χθών·
not Linus, not Pan himself, whom the Arcadian land bore;
Ἀλλ' οὐδ' αὐτὸς ὁ Πὰν ἀνθέξεται εἵνεκα νίκης.
nay, not even Pan himself shall hold out for the sake of victory.
Κόσμου κητώεντος ὅρα, φησὶ, καὶ τῶν στοιχείων ἁπάντων χαράν.
Behold, says he, the joy of the vast world and of all the elements.
ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ.
Chapter XXI.
Ὅτι οὐ δυνατὸν περὶ ψιλοῦ ἀνθρώπου ταῦτα λέγεσθαι· καὶ ὅτι οἱ ἀπιστοῦντες ἀγνοίᾳ θεοσεβείας, καὶ ὅθεν τὸ εἶναι αὐτοῖς ἀγνοοῦσιν.
That it is not possible for these things to be said concerning a mere man; and that those who disbelieve through ignorance of godliness are ignorant even of whence their being [comes] to them.
Ταῦτα δόξειεν ἄν τις τῶν οὐκ εὖ φρονούντων, περὶ γενεᾶς ἀνθρώπου λέγεσθαι. Παιδὸς δὲ τεχθέντος ἀνθρώπου, ποῖον δὴ ἔχει λόγον, γῆν ἄσπαρτον καὶ ἀνήροτον, καὶ τήν γε ἄμπελον μὴ ἐπιποθεῖν τὴν δρεπάνου ἀκμὴν, μηδὲ τὴν ἄλλην ἐπιμέλειαν; Πῶς ἂν νοηθείη λεχθὲν ἐπὶ γενεᾶς ἀνθρωπίνης; Ἡ γάρτοι φύσις θείας ἐστὶ προστάξεως διάκονος, οὐκ ἀνθρωπίνης κελεύσεως ἐργάτις. Ἀλλὰ καὶ στοιχείων χαρὰ Θεοῦ κάθοδον, οὐκ ἀνθρώπου τινὸς χαρακτηρίζει κύησιν· τό τε εὔχεσθαι τὸν ποιητὴν, τοῦ βίου τὸ τέλος αὐτῷ μηκύνεσθαι, θείας ἐπικλήσεως σύμβολον· παρὰ γὰρ Θεοῦ τὸν βίον καὶ τὸ σώζεσθαι ἀξιοῦν εἰθίσμεθα, οὐ πρὸς ἀνθρώπου. Ἡ γοῦν Ἐρυθραία πρὸς τὸν Θεόν· τί δή μοι, φησὶν, ὦ δέσποτα, τὴν τῆς μαντείας ἐπισκήπτεις ἀνάγκην, καὶ οὐχὶ μᾶλλον ἀπὸ τῆς γῆς μετέωρον ἀρθεῖσαν διαφυλάττεις, ἄχρι τῆς μακαριωτάτης σῆς ἐλεύσεως ἡμέρας; Ὁ δὲ Μάρων πρὸς τοῖς εἰρημένοις ἐπιφέρει καὶ τάδε·
Someone of those who do not think soundly might suppose these things to be said concerning the birth of a man. Yet when a human child has been born, what reason indeed does it have that the earth [should be] unsown and unploughed, and that the vine should not long for the edge of the sickle, nor for the rest of tending? How could it be understood as spoken of a human birth? For indeed nature is a minister of divine command, not a worker of human bidding. Moreover, the joy of the elements characterizes the descent of God, not the conception of some man; and the poet's praying that the end of life be lengthened for him [is] a token of divine invocation; for from God we are accustomed to ask life and preservation, not from man. At all events the Erythraean [Sibyl says] towards God: why indeed, says she, O Master, dost Thou lay upon me the necessity of prophecy, and dost not rather keep me, lifted up on high from the earth, until the day of Thy most blessed coming? And Maro besides the things already said brings forward these things also:
Ἄρχεο μειδιόωσαν ὁρῶν τὴν μητέρα κεδνὴν
Begin, seeing your trusty mother smiling,
Notes, col. 1300
On the reading
Printed ἔχενήδυμος, for ἔχε νήδυμος.