μεγάλου Πατρὸς μεγίστη πρόνοια, σώζοντί τ' ἐκ τῶν κακῶν, καὶ τὴν μακαριωτάτην διδασκαλίαν διδάσκοντι· οὐ γὰρ ἐγκωμιάζων ταῦτα, ἀλλ' εὐχαριστῶν λέγω. Τίς γὰρ ἄν σε κατ' ἀξίαν ὑμνήσοι ἐν ἀνθρώποις; Σὲ μὲν γὰρ λόγος ἐξ οὐκ ὄντων τὰ ὄντα γεννῆσαι, τό τε φῶς αὐτοῖς ἀνάψαι, καὶ τὴν ἄτακτον τῶν στοιχείων σύγχυσιν κατακοσμῆσαι τάξει καὶ μέτρῳ. Τὸ δὲ φιλανθρωπίας ἐξαίρετον ἐν τῷ τοὺς εὖ πεφυκότας τῶν ἀνθρώπων, θείου καὶ μακαρίου ζηλωτὰς ποιῆσαι βίου· κατανοεῖν θ' ὅπως τῶν ὄντως ἀγαθῶν ἔμποροι γεγενημένοι, πλείοσι τῆς ἑαυτῶν σοφίας τε καὶ συντυχίας μεταδιδοῖεν, αὐτοί τ' ἀρετῆς καρπὸν αἰώνιον κομίζοιντο, ἀπηλλαγμένοι μὲν ἀκολασίας, μετέχοντες δὲ φιλανθρωπίας, οἶκτον μὲν πρὸ ὀφθαλμῶν ἔχοντες, πίστεως δὲ προσδοκίαν ἐλπίζοντες, αἰδὼ δὲ καὶ παντοίαν ἀρετὴν ἀσπαζόμενοι, ἣν ὁ προτοῦ βίος ἀνθρωπίνων ἠθῶν ἐκβεβλήκει, τὴν ὑπὲρ πάντων ποιουμένῳ πρόνοιαν· οὐδεὶς γὰρ ἂν τῶν τοσούτων κακῶν, καὶ τῆς ἐπικρατησάσης κατ' ἐκεῖνον τὸν βίον ἀδικίας ἰατρὸς ἀξιόχρεως εὑρέθη. Ἡ γοῦν Πρόνοια μέχρι τῶν τῇδε διήκουσα, πάνθ' ὅσα ὑφ' ὕβρεως καὶ ἀκολασίας ἀκόσμητα ἦν, κατεκόσμησε ῥᾷστα. Καὶ οὐδὲ τοῦτο ἀποκρύφως· ᾔδει γὰρ τοὺς μὲν τῶν ἀνθρώπων, φρονήσει καὶ νῷ τὴν ἑαυτοῦ δύναμιν θεωροῦντας, τοὺς δὲ, ἅτε τοῖς ἀλόγοις τῶν ζώων ἀπεικασμένους τὴν φύσιν, μᾶλλον ταῖς αἰσθήσεσιν ἐπιβάλλοντας· διὸ φανερῶς, ἵνα μηδεὶς ἀμφιβάλλοι, μὴ σπουδαῖος, μὴ φαῦλος, τὴν εὐδαιμονίαν καὶ θαυμαστὴν θεραπείαν ὑπ' ὄψιν ἦγε, τοῖς μὲν παυσαμένοις τοῦ βίου, ἀποκαθιστὰς τὸ ζῇν ἐκ δευτέρου, τοὺς δὲ ἐστερημένους τῶν αἰσθήσεων, ὑγιῶς κελεύων πάλιν αἰσθάνεσθαι· στηρίξαι δὲ θάλασσαν, καὶ νηνεμίαν ἐπιτάξαι ἐκ χειμῶνος, καὶ τέλος θαυμαστοῖς ἔργοις ἐπιχειρήσαντα, καὶ ἐξ ἀπιστίας τοὺς ἀνθρώπους εἰς πίστιν ἰσχυρὰν προκαλεσάμενον, εἰς οὐρανὸν ἀναπτῆναι, τίνος ἄλλου, πλὴν τοῦ Θεοῦ τῆς τε ἐξοχωτάτης δυνάμεως ἔργον τοῦτο; Οὐ μὴν οὐδὲ ὁ προσεχὴς τοῦ παθήματος καιρὸς, τῶν θαυμαστῶν ἐκείνων θεαμάτων ἀλλότριος ἦν· ἡνίκα νύκτες ἡμερινὸν φῶς ἐπικαλύπτουσαι, τὸν ἥλιον ἠφάνιζον· κατειλήφει γὰρ δέος τοὺς πανταχοῦ δήμους, τὴν τῶν πάντων πραγμάτων συντέλειαν ἥκειν, καὶ
supreme Providence of the great Father, both saving from evils and teaching the most blessed teaching; for I say these things not praising, but giving thanks. For who among men could worthily hymn Thee? For reason affirms Thee to have begotten the things that are out of things that are not, and to have kindled the light for them, and to have ordered the disorderly confusion of the elements with order and measure. And the chief excellence of love for mankind lies in making those of men who are well-disposed zealous followers of a divine and blessed life, and taking care that, having become merchants of the things truly good, they might impart their own wisdom and good fortune to many more, and themselves reap an eternal fruit of virtue, freed from licentiousness and partaking of humanity, keeping pity before their eyes and hoping for the expectation of faith, and embracing reverence and every kind of virtue—which the former manner of life had cast out of human morals—unto Him Who exercises providence over all; for no one else would have been found a sufficient physician of so great evils and of the unrighteousness that had prevailed in that life. Providence, at all events, reaching even unto the things here below, most easily set in order all things that had been disordered by insolence and licentiousness. Nor even this secretly; for He knew that some men behold His power by prudence and mind, while others, inasmuch as they are likened in nature to the irrational animals, apply themselves rather to the senses; wherefore openly, so that no one might doubt, whether earnest or base, He brought the felicity and marvellous healing before their sight, restoring living a second time to those who had ceased from life, and commanding those deprived of their senses to perceive soundly again; and to make firm the sea, and to enjoin calm out of tempest, and finally, having set His hand to marvellous works and called men forth out of unbelief into strong faith, to fly up into heaven—whose work was this save God's and that of the most transcendent power? Nay more, neither was the season immediately attending the Passion devoid of those marvellous spectacles, when nights, veiling the daylight, hid the sun from sight; for fear had seized the peoples everywhere, that the consummation of all things had come, and