Migne Reading Room

PG 20 · cols. 1253–1264 · Read from the page

Constantine, Oration to the Assembly of the Saints

Constantine, Oration to the Assembly of the Saints

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:1253Read from the page
ἔστι καταριθμήσασθαι, ἐπὶ πᾶσιν οἷς ἀφθόνως ἡμῖν ἐδωρήσατο, τὸν τῶν ἀνθρώπων βίον πρὸς σωφροσύνην τε καὶ τὰς ἄλλας πάσας ἀρετὰς προτρεπομένης διαῤῥήδην, ἀπαγούσης δ' ἀπὸ τῆς ἀκαίρου πλεονεξίας. Ὧν πάντων ἐξιχνεύειν τὸν λόγον, μεῖζον ἔργον ἐστὶν ἢ κατὰ ἄνθρωπον. Πῶς γὰρ ἂν τις κατὰ ἀκρίβειαν ἀληθείας ἐφίκοιτο, ἡ φθαρτοῦ τε καὶ ἀσθενοῦς ζώου διάνοια; Πῶς ἂν τὴν ἐξ ἀρχῆς εἰλικρινῆ τοῦ Θεοῦ βούλησιν κατανοήσειεν;
is to be counted up, in addition to all the things which it has bestowed on us ungrudgingly, expressly urging the life of men towards temperance and all the other virtues, and leading it away from untimely covetousness. To trace out the account of all these things is a task greater than man can manage. For how could the mind of a perishable and weak living creature attain to accuracy of truth? How could it comprehend the will of God, pure from the beginning?
ΚΕΦΑΛΑΙΟΝ Θʹ.
CHAPTER 9.
Περὶ τῶν φιλοσόφων, οἳ διὰ τὸ πάντα βούλεσθαι εἰδέναι, περὶ τὰς δόξας ἐσφάλησαν, καὶ κινδύνοις ἔνιοι προσωμίλησαν· καὶ περὶ τῶν Πλάτωνος δογμάτων.
Concerning the philosophers who, through wishing to know everything, went astray in their opinions, and some of whom met with dangers; and concerning the doctrines of Plato.
Διὸ χρὴ τοῖς δυνατοῖς ἐγχειρεῖν, καὶ τοῖς κατὰ τὴν ἡμετέραν φύσιν. Τὸ γάρ τοι πιθανὸν τῶν ἐν τοῖς διαλόγοις γινομένων, ἀπάγει τὸ πλεῖστον ἡμῶν ἀπὸ τῆς τῶν ὄντων ἀληθείας· ὃ δὴ καὶ πολλοῖς τῶν φιλοσόφων συμβέβηκεν, ἀδολεσχοῦσι περὶ τοὺς λόγους, καὶ τὴν τῆς φύσεως τῶν ὄντων ἐξέτασιν. Ὁσάκις γὰρ ἂν τὸ μέγεθος τῶν πραγμάτων τῆς ἐξετάσεως αὐτῶν ἐπικρατήσῃ, διαφόροις τισὶ μεθόδοις τὸ ἀληθὲς ἀποκρύπτονται· συμβαίνει δὴ αὐτοῖς ἐναντία δοξάζειν, καὶ μάχεσθαι τοῖς ἀλλήλων δόγμασι, καὶ ταῦτα σοφοῖς εἶναι προσποιουμένοις. Ὅθεν στάσεις τε δήμων, καὶ δυναστευόντων χαλεπαὶ κρίσεις, οἰομένων τὸ πατρῷον ἔθος διαφθείρεσθαι· καὶ αὐτῶν ἐκείνων ὄλεθρος πολλάκις παρηκολούθησε. Σωκράτης γὰρ ὑπὸ διαλεκτικῆς ἐπαρθεὶς, καὶ τοὺς χείρονας λόγους βελτίους ποιῶν, καὶ παίζων παρέκαστα περὶ τοὺς ἀντιλογικοὺς λόγους, ὑπὸ τῆς τῶν ὁμοφύλων τε καὶ πολιτῶν βασκανίας ἀνῄρηται. Οὐ μὴν ἀλλὰ καὶ Πυθαγόρας σωφροσύνην ἀσκεῖν προσποιούμενος ἐξαιρέτως καὶ σιωπὴν, καταψευσάμενος ἑάλω· τὰ γὰρ ὑπὸ τῶν προφητῶν πάλαι ποτὲ προλεχθέντα, ἐπιδημήσας τῇ Αἰγύπτῳ, ὡς ἴδιά γε αὐτῷ ὑπὸ Θεοῦ ἀναπετασθέντα, τοῖς Ἰταλιώταις προ-
Therefore one must attempt the things that are possible, and those that accord with our nature. For the plausibility of what goes on in dialogues leads the greater part of us away from the truth of the things that are; which indeed has befallen many of the philosophers, who prate about words and the investigation of the nature of the things that are. For whenever the greatness of the matters overpowers their investigation, they hide the truth by various methods; and so it happens to them to hold contrary opinions, and to fight against one another's doctrines, and that while pretending to be wise. Hence came both factions of the people and harsh judgements of those in power, who thought the ancestral custom was being corrupted; and destruction often followed those very men. For Socrates, elated by dialectic, and making the worse arguments the better, and jesting on each occasion about contradictory arguments, was put to death by the envy of his fellow tribesmen and fellow citizens. Moreover Pythagoras too, who pretended to practise temperance and silence above all, was caught out lying; for the things foretold long ago by the prophets, having sojourned in Egypt, as things revealed by God to himself in particular, to the Italians pro- [a word continued in the next column]
Notes, col. 1253

On the reading

Printed 1255, for 1253.

PG 20:1256Read from the page
ηγόρευεν· αὐτός τε ὁ ὑπὲρ πάντας τοὺς ἄλλους ἠπιώτατος Πλάτων, καὶ τὰς διανοίας τῶν ἀνθρώπων πρῶτος ἀπὸ τῶν αἰσθήσεων ἐπὶ τὰ νοητὰ καὶ ἀεὶ ὡσαύτως ἔχοντα ἐθίσας ἀνακύψαι, ἀναβλέψαι τ' ἐπὶ τὰ μετάρσια διδάξας, πρῶτον μὲν Θεὸν ὑφηγήσατο τὸν ὑπὲρ τὴν οὐσίαν, καλῶς ποιῶν· ὑπέταξε δὲ τούτῳ καὶ δεύτερον, καὶ δύο οὐσίας τῷ ἀριθμῷ διεῖλε, μιᾶς οὔσης τῆς ἀμφοτέρων τελειότητος, τῆς τε οὐσίας τοῦ δευτέρου Θεοῦ τὴν ὕπαρξιν ἐχούσης ἐκ τοῦ πρώτου· αὐτὸς γάρ ἐστιν ὁ δημιουργὸς καὶ διοικητὴς τῶν ὅλων, δηλονότι ὑπεραναβεβηκώς· ὁ δὲ μετ' ἐκεῖνον, ταῖς ἐκείνου προστάξεσιν ὑπουργήσας, τὴν αἰτίαν τῆς τῶν πάντων συστάσεως εἰς ἐκεῖνον ἀναπέμπει. Εἷς ἂν οὖν εἴη κατὰ τὸν ἀκριβῆ λόγον, ὁ τὴν πάντων ἐπιμέλειαν ποιούμενος, προνοούμενός τε αὐτῶν Θεὸς λόγος, ὁ κατακοσμήσας τὰ πάντα· ὁ δὲ λόγος αὐτὸς Θεὸς ὢν, αὐτὸς τυγχάνει καὶ Θεοῦ παῖς· ποῖον γὰρ ἄν τις ὄνομα αὐτῷ περιτιθεὶς παρὰ τὴν προσηγορίαν τοῦ παιδὸς, οὐκ ἂν τὰ μέγιστα ἐξαμαρτάνοι; Ὁ γάρ τοι τῶν πάντων πατὴρ, καὶ τοῦ ἰδίου λόγου δικαίως ἂν πατὴρ νομίζοιτο. Μέχρι μὲν οὖν τούτου Πλάτων σώφρων ἦν· ἐν δὲ τοῖς ἑξῆς, εὑρίσκεται διαμαρτάνων τῆς ἀληθείας, πλῆθός τε θεῶν εἰσάγων, καὶ ἑκάστοις ἐπιτιθεὶς μορφὰς, ὅπερ καὶ παραίτιον ἐγένετο τῆς μείζονος πλάνης παρὰ τοῖς ἀλογίστοις τῶν ἀνθρώπων, πρὸς μὲν τὴν πρόνοιαν τοῦ ὑψίστου Θεοῦ μὴ ἀφορώντων, τὰς δ' εἰκόνας αὐτῶν ἀνθρωπείοις τε καὶ ἑτέρων ζώων τύποις μεταμορφουμένοις σεβόντων. Συμβέβηκε δὲ μεγίστην τινὰ μεγάλου τ' ἐπαίνου ἀξίαν φύσιν τε καὶ παιδείαν, τοιοῖσδέ τισι μεμιγμένην πταίσμασιν, ἀκαθάρτως τε καὶ μὴ εἰλικρινῶς ἔχειν. Δοκεῖ μοι δ' ὁ αὐτὸς ἐπιλαμβανόμενος ἑαυτοῦ διορθοῦν τὸν λόγον, τὸ πνεῦμα τοῦ Θεοῦ σαφῶς δηλῶν λογικὴν ψυχὴν ὑπάρχειν· διιστῶν δὲ τὰ πάντα εἰς δύο εἴδη νοητῶν τε καὶ αἰσθητῶν, τὸ συγκείμενον ἐκ σώματος ἁρμογῆς, καὶ τὸ μὲν νῷ καταληπτὸν, τὸ δὲ δόξῃ μετ' αἰσθήσεως δοξαστόν· ὥστε τὸ μὲν τοῦ ἁγίου πνεύματος μετέχον, ἅτε δὴ ἀσύγχυτον καὶ ἄϋλον, αἰώνιόν τε εἶναι, καὶ τὴν ἀΐδιον ζωὴν λελογχέναι· τὸ δὲ αἰσθητὸν, πάντῃ διαλυόμενον καθ' ὃν καὶ συνέστη λόγον, ἄμοιρον εἶναι τῆς ἀϊδίου ζωῆς. Θαυμαστῶς δὲ καὶ ἐν τοῖς ἑξῆς διδάσκει, τοὺς μὲν εὖ βιώσαντας, ψυχὰς δηλαδὴ τῶν ὁσίων τε καὶ ἀγαθῶν ἀνδρῶν, μετὰ τὴν ἀπὸ τοῦ σώματος ἀναχώρησιν ἐν τοῖς καλλίστοις τοῦ οὐρανοῦ καθιεροῦσθαι· τοῦτο δὲ οὐ μόνον θαυμαστὸν, ἀλλὰ καὶ βιωφελές· τίς γὰρ οὐκ ἂν πεισθεὶς αὐτῷ, καὶ τὴν εὐτυχίαν ταύτην προσδοκήσας, τὸν ἄριστον βίαν, δικαιοσύνην καὶ σωφροσύνην ἀσκήσει, τὴν δὲ
declared; and Plato himself, gentlest beyond all the others, having first accustomed the minds of men to emerge from the senses towards the things that are intelligible and ever in the same state, and having taught them to look up towards the things on high, first set forth as guide the God Who is beyond essence, doing well; and to Him he subordinated also a second, and distinguished two essences in number, the perfection of both being one, and the essence of the second God having its existence from the first; for He Himself is the Maker and Governor of all things, clearly transcending them; while the One after Him, having ministered to His commands, refers back to Him the cause of the constitution of all things. According to exact reason, then, there would be One Who takes care of all things and exercises providence over them, God the Word, Who has set all things in order; and the Word, Himself being God, is Himself also the Child of God; for what name beside the appellation of Child could anyone assign to Him without sinning most grievously? For indeed the Father of all things would justly be deemed Father also of His own Word. Up to this point, then, Plato was sound of mind; but in what follows, he is found straying from the truth, introducing a multitude of gods, and assigning forms to each of them, which indeed became a contributory cause of the greater error among the unreasoning sort of men, who do not look towards the providence of the Most High God, but worship the images of them transformed into shapes both human and of other animals. Thus it has come to pass that a very great nature and learning, worthy too of great praise, being mingled with such stumblings as these, is in an impure and insincere state. Yet it seems to me that the same man, checking himself, corrects his teaching, clearly showing the Spirit of God to be a rational soul; and dividing all things into two kinds, of things intelligible and things perceptible, that which is compacted out of the joining together of body, the one being comprehensible by mind, and the other matter of opinion through opinion with sense-perception; so that that which partakes of the Holy Spirit, inasmuch as it is uncompounded and immaterial, is both eternal and has obtained everlasting life; whereas that which is perceptible, being wholly dissolved according to the same principle by which it was also put together, has no share in everlasting life. Admirably too in what follows he teaches that those who have lived well, namely the souls of holy and good men, after their departure from the body are consecrated in the fairest regions of heaven; and this is not only admirable, but also profitable for life; for who, having been persuaded by him and expecting this felicity, will not practise the best life, righteousness and temperance, and
Notes, col. 1256

On the reading

Printed βίαν, for βίον.

PG 20:1257Read from the page
κακίαν ἀποστραφήσεται; Ἀκολούθως δὲ τούτοις ἐπήνεγκε, τὰς τῶν πονηρῶν ψυχὰς, Ἀχέροντός τε καὶ Πυριφλεγέθοντος ῥεύματι, ναυαγίων τρόπον φερομένας πλανᾶσθαι.
turn away from wickedness? And conformably to these things he added that the souls of the wicked wander, borne along like shipwrecks in the stream of Acheron and Pyriphlegethon.
ΚΕΦΑΛΑΙΟΝ Ιʹ.
Chapter X.
Περὶ τῶν μὴ μόνον τὰ Γραφικὰ δόγματα, ἀλλὰ καὶ τὰ φιλόσοφα διαπτυόντων, καὶ περὶ τοῦ δεῖν ἢ πάντα πιστεύειν τοῖς ποιηταῖς, ἢ πάντα ἀπιστεῖν.
Concerning those who spurn not only the Scriptural doctrines, but also the philosophical, and concerning the necessity of either believing the poets in all things, or disbelieving them in all.
Εἰσὶ μέντοι γέ τινες ἐπὶ τοσοῦτον τὴν διάνοιαν βεβλαμμένοι, ὥσθ' ὅταν τούτοις αὐτοῖς ἐντυγχάνωσι, μήτ' ἐπιστρέφεσθαι μήτε δεδοικέναι, καταφρονεῖν δὲ καὶ ἐγγελᾷν, ὡς πεπλασμένων τινῶν μύθων ἀκούοντες· καὶ τὸ μὲν ποικίλον τῆς εὐγλωττίας ἐγκωμιάζουσι, τὸ δὲ στεῤῥὸν τοῦ δόγματος ἀποστρέφονται· μύθοις δὲ πιστεύουσι ποιητικοῖς, καὶ πᾶσαν μὲν Ἑλλάδα, πᾶσαν δὲ Βάρβαρον, ἑώλοις τε καὶ ψευδέσι φήμαις διαβοῶσιν. Οἱ γάρ τοι ποιηταὶ παῖδας θεῶν ἀνθρώπους μετὰ τὴν τελευτὴν φασὶ κρίνειν τὰς ψυχὰς, κρίσεις τε καὶ δικαιωτήρια ὑμνοῦντες, καὶ τῶν κατοιχομένων ἐπόπτας ἐφιστάντες· οἱ δ' αὐτοὶ ποιηταὶ μάχας δαιμόνων, καὶ πολεμικούς τινας ἐξαγγέλλουσι νόμους, εἱμαρμένας τε αὐτῶν διαφημίζουσι· καὶ τοὺς μέν τινας φύσει πικροὺς, τοὺς δὲ τῆς τῶν ἀνθρώπων ἐπιμελείας ἀλλοτρίους, τοὺς δέ τινας δυσχερεῖς ἀποφαίνονται. Εἰσάγουσι δὲ καὶ ὀδυρομένους τὰς τῶν οἰκείων παίδων σφαγὰς, ὡς μὴ δυνατὸν αὐτοῖς μὴ ὅτι γ' ἀλλοτρίοις, ἀλλὰ μηδὲ τοῖς φιλτάτοις ἐπαρκεῖν· ἀνθρωποπαθεῖς τ' αὐτοὺς εἰσάγουσι, πολέμους καὶ τρώσεις, χαράς τε καὶ ὀδυρμοὺς ᾄδοντες· καὶ εἰσὶν ἀξιόπιστοι, λέγοντες. Εἰ γὰρ ἐπιπνοίᾳ θείᾳ μετέρχονται τὴν ποιητικὴν, πιστεύειν αὐτοῖς καὶ πείθεσθαι προσήκει, περὶ ὧν λέγουσιν ἐνθουσιάζοντες· λέγουσι δὲ παθήματα θεῶν τε καὶ δαιμόνων· τὰ ἄρα παθήματα τούτων, παντοίας ἀληθείας ἐφῆπται. Ἀλλ' ἐρεῖ τις, ἐξεῖναι ποιηταῖς ψεύδεσθαι· θέλγειν γὰρ τὰς τῶν ἀκουόντων ψυχὰς, ἴδιον εἶναι ποιητικῆς, τὸ δ' ἀληθὲς εἶναι, ἡνίκα ἂν τὰ λεγόμενα μὴ ἄλλως ἔχῃ, ἀλλ' ὡς λέγεται. Ἔστω τοῦτο ἴδιον ποιήσεως, τὸ τὴν ἀλήθειαν ἔσθ' ὅτε ἀφαρπάζειν· ἀλλ' οἱ τὰ ψευδῆ λέγοντες, οὐ μάτην ψεύδονται· ἢ γὰρ κέρδους καὶ ὠφελείας χάριν τοῦτο ποιοῦσιν, ἢ κακήν τινα πρᾶξιν, ὡς ἔοικε, συνειδότες ἑαυτοῖς, διὰ τὸν ἐφεστηκότα ἐκ τῶν νόμων κίνδυνον
Yet there are indeed some so damaged in mind that, when they light upon these very things, they neither pay heed nor are afraid, but despise and mock them, as though listening to certain fabricated myths; and they praise the variety of the eloquence, while they turn away from the solidity of the doctrine; yet they put faith in poetic myths, and fill all Greece and every barbarian land with stale and false rumours. For the poets say that men who are children of gods judge souls after death, celebrating judgements and places of punishment, and setting them as overseers over the departed; and the same poets proclaim battles of daemons and certain laws of war, and bruit abroad their fates; and they declare some to be bitter by nature, others strangers to the care of men, and some harsh. They also bring them in lamenting the slaughters of their own children, as though it were impossible for them to succour not merely strangers, nay, not even those dearest to them; and they bring them in subject to human passions, singing of wars and woundings, joys and lamentations; and they are trustworthy when they speak. For if they pursue the poetic art by divine inspiration, it is fitting to believe them and be persuaded concerning the things they speak under inspiration; now they speak of sufferings of gods and daemons; therefore the sufferings of these lay hold of every kind of truth. But someone will say that it is permissible for poets to lie; for to charm the souls of the hearers is proper to the poetic art, whereas truth is when the things said are not otherwise than as they are said. Grant that this is proper to poetry, at times to snatch away the truth; yet those who speak falsehoods do not lie for nothing; for either they do this for the sake of gain and advantage, or else, being conscious to themselves, as it seems, of some evil deed, because of the danger impending from the laws
PG 20:1260Read from the page
ἐπικαλύπτονται. Ἦν γὰρ δυνατὸν, οἶμαι, μηδὲν παρὰ τὴν ἀλήθειαν περὶ τῆς κρείττονος φύσεως ἱστοροῦντας, μὴ ψεύδεσθαι μηδὲ δυσσεβεῖν.
they cloak it over. For it was possible, I think, by relating nothing contrary to the truth concerning the higher nature, neither to lie nor to act impiously.
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ.
Chapter XI.
Περὶ τῆς κατὰ σάρκα τοῦ Κυρίου παρουσίας, τίς, καὶ ἐπὶ τίσι γεγένηται.
Concerning the coming of the Lord according to the flesh, what it was, and for what ends it came to pass.
Οὐκοῦν εἴ τίς ἐστιν ἀνάξιος χρηστοῦ βίου, σύνοιδέ τε ἑαυτῷ πλημμελῶς καὶ ἀτάκτως τὸν βίον βεβιωκότι, ἐὰν μετάθηται καὶ πρὸς τὸ Θεῖον ἀπίδῃ, τὸ τῆς ψυχῆς ὄμμα καθαρθεὶς, καὶ ἀλλότριος γενόμενος τῆς πάλαι κακίστης διαίτης· ἀλλ' ὅμως ἀγαπητὸν, εἰ κἂν ἐν τῇ τῆς ἀκμῆς ἡλικίᾳ τὴν σοφίαν εὐτυχήσειεν· ἡμῖν δὲ παιδεία μὲν ἡ ἐξ ἀνθρώπων οὐδεμία πώποτε συνήρατο· Θεοῦ δέ ἐστιν ἅπαντα τὰ δωρήματα, ὅσα ἐν ἤθεσι καὶ τρόποις εὐδοκιμεῖ παρὰ τοῖς νοῦν ἔχουσιν. Ἔχω δὲ καὶ οἷον προβέβλημαι δηλητηρίων ἄντικρυς ὁπόσα τεκταίνεται ὁ πονηρὸς, οὐ μετρίαν ἀσπίδα, τὴν γνῶσιν τῶν ἀρεσκόντων τῷ Θεῷ· ἐξ ἧς τὰ πρὸς τὸν προκείμενον λόγον χρήσιμα ἐκλεξάμενος, ὑμνήσω τὸν Πατέρα πάντων. Αὐτός τε συναιρόμενος τῇ τῆς καθοσιώσεως σπουδῇ, πάριθι, Χριστὲ, Σῶτερ ἀπάντων, καὶ τὸν περὶ τῆς ἀρετῆς κατακόσμει λόγον, τὸν τρόπον τῆς σεμνολογίας ὑφηγούμενος. Καὶ μηδεὶς προσδοκάτω κομψείᾳ τινὶ κεκαλλωπισμένων ὀνομάτων τε καὶ ῥημάτων ἀκούσεσθαι· οἶδα γὰρ ἀκριβῶς τὴν ἔκλυτον καὶ πρὸς ἡδονὴν ἀπειργασμένην δημηγορίαν τοῖς εὖ φρονοῦσιν ἀπαρέσκειν· ὅταν οἱ λέγοντες, κρότου μᾶλλον, ἢ σώφρονος διαλέξεως ἐπιμελῶνται. Φασὶ δή τινες ἀνόη-
Therefore if anyone is unworthy of a good life, and is conscious to himself of having lived his life faultily and disorderly, should he change his course and look away towards the Divine, having been cleansed in the eye of his soul and having become estranged from his former most evil way of living—yet even so one must be content if even in the age of full vigour he should attain unto wisdom; whereas to us no instruction from men ever gave aid; rather, all things are gifts of God, as many as win approval in morals and manners among men of sense. And I hold and, as it were, have set before myself right against all the poisons that the evil one devises, no slight shield, namely the knowledge of the things pleasing to God; out of which, having chosen the things serviceable for the discourse set before us, I shall hymn the Father of all. And do Thou Thyself, assisting our zeal of devotion, be present, O Christ, Saviour of all, and adorn the discourse concerning virtue, guiding the manner of solemn speech. And let no one expect that he will hear nouns and phrases embellished with some subtlety; for I know accurately that loose harangue wrought for pleasure displeases those who think soundly, whenever the speakers care for applause rather than for sober discourse. Indeed, there say some senseless
Notes, col. 1260

On the reading

Printed ἀπάντων, for ἁπάντων.

PG 20:1261Read from the page
τοι καὶ δυσσεβεῖς ἄνθρωποι, δικαιωθῆναι τὸν Χριστὸν ἡμῶν καὶ τὸν παραίτιον τοῦ βίου τοῖς ζῶσιν, αὐτὸν τοῦ ζῇν ἐστερῆσθαι. Τοὺς δ' ἀσεβεῖν ἅπαξ τολμήσαντας, καὶ μήτε δεδιέναι, μήτ' ἐγκαλύπτεσθαι τὴν ἑαυτῶν πονηρίαν κατανοοῦντας, οὐδὲν θαυμαστὸν τοῦτο λέγειν· ἐκεῖνο δὲ πᾶσαν ὑπερβέβηκεν εὐήθειαν, τὸ δοκεῖν πεπεικέναι ἑαυτοὺς, ὑπ' ἀνθρώπου Θεὸν ἄφθαρτον βεβιᾶσθαι, καὶ οὐχ ὑπὸ μόνης τῆς φιλανθρωπίας, μηδ' ἐννοεῖν, ὅτι τὸ μεγαλόψυχον [καὶ ἀνεξίκακον] οὔθ' ὑπὸ ὕβρεως διατρέπεται, οὔθ' ὑπὸ προπηλακισμοῦ τῆς φυσικῆς στεῤῥότητος ἐξίσταται, ἀλλ' ἀεὶ γίγνεται, τῶν ἐπεμβαινόντων τὴν ἀγριότητα, λογισμοῦ τε καὶ μεγαλοψυχίας φρονήματι θραῦον καὶ διωθούμενον. Προήρητο μὲν ἡ τοῦ Θεοῦ φιλανθρωπία, ἀδικίαν μὲν ἐξαλεῖψαι, κοσμιότητα δὲ καὶ δίκην ἐπᾶραι· διὸ καὶ τοὺς σοφωτάτους τῶν ἀνδρῶν συναθροίσας, καλλίστην καὶ βιωφελεστάτην διδασκαλίαν συνεστήσατο, ζηλῶσαι τοὺς ἀγαθοὺς τε καὶ εὐδαίμονας τὴν ἑαυτοῦ περὶ τὰ κόσμια πρόνοιαν· οὗ μεῖζον ἀγαθὸν τί ἄν τις εἴποι, Θεοῦ δικαιοσύνην βραβεύοντος, καὶ ἐξομοιοῦντος ἑαυτῷ τοὺς ἀξίους τῆς αὐτοῦ παιδεύσεως, ὅπως διαδοθείσης εἰς πάντας τῆς ἀγαθότητος, τὸ εὐτυχεῖν τοῖς ἀνθρώποις εἰς ἅπαντα τὸν αἰῶνα περιγένηται; Αὕτη ἐστὶν ἡ σεμνὴ νίκη, τόδ' ἀληθὲς κράτος, τὸ μέγιστον ἔργον ἁρμόζον, ὁ τῶν συμπάντων δήμων σωφρονισμός· καὶ τούτων μέν σοι τὰ νικητήρια δίδομεν εὐφημοῦντες, ὦ Σῶτερ τῶν ὅλων· σὺ δ', ὦ πονηρὰ καὶ ἐπονείδιστε βλασφημία, ψεύδεσιν ἐπαιρομένη, φήμαις τε καὶ διαβοήσεσιν, ἐξαπατᾷς μὲν νέους, πείθεις δὲ μειράκια, καὶ τῶν ἀνδρῶν τοὺς μειρακιώδη τινὰ τρόπον ἔχοντας, ἀπάγουσα μὲν αὐτοὺς ἀπὸ τῆς θρησκείας τοῦ ὄντος Θεοῦ, συνιστάνουσα δ' ἀγαλμάτων πλάσματα, οἷς εὔχοιντο καὶ προσκυνοῖεν· ὥστε ἐξαπατηθέντας, μένειν τὰ ἐπίχειρα τῆς αὐτῶν ἀναισθησίας. Αἰτιῶνται γὰρ
and ungodly men, that our Christ was justly condemned, and that the Author of life to the living was Himself deprived of living. Now that those who have once dared to act impiously, and neither fear nor veil their faces when perceiving their own wickedness, should say this is nothing wonderful; but this has surpassed all folly, to seem to have persuaded themselves that the incorruptible God was forced by man, and not by His love for mankind alone, and not to consider that greatness of soul [and forbearance] is neither turned aside by insolence nor displaced by contumely from its natural steadfastness, but ever abides, breaking and thrusting back the savagery of assailants by the spirit of reason and greatness of soul. God's love for mankind had purposed to blot out unrighteousness, and to raise up orderliness and justice; wherefore also, having gathered together the wisest of men, He established a most noble and life-profiting teaching, that the good and blessed might emulate His own providence over the things of the world; than which what greater good could anyone name, when God awards righteousness and assimilates to Himself those worthy of His training, in order that, goodness having been diffused unto all, well-being may accrue to mankind for all eternity? This is the august victory, this the true sovereignty, the greatest fitting work, the bringing of all peoples to soundness of mind; and for these things we give the prizes of victory to Thee with praises, O Saviour of the universe; whereas you, O wicked and shameful blasphemy, lifted up by falsehoods, rumours, and clamours, deceive youths, and persuade striplings, and among men those who have a somewhat childish disposition, leading them away from the worship of the God Who is, and setting up fabrications of statues, to which they might pray and do obeisance; so that, having been deceived, the wages of their insensibility await them. For they accuse
Notes, col. 1261

On the reading

Printed ἀγαθοὺς τε, for ἀγαθούς τε.

PG 20:1264Read from the page
τὸν τῶν ἀγαθῶν παραίτιον πάντων, Χριστὸν, Θεόν τε καὶ Θεοῦ παῖδα. Ἆρ' οὖν οὐχ ὑπὸ σωφρονεστάτων ἐθνῶν τε καὶ δήμων οὗτος ὁ Θεὸς καταξίαν σέβεται; Παντοίας μὲν δυνάμεως ἐπειλημμένος, αὐτὸς δ' ἐν τῇ οἰκείᾳ προαιρέσει μένων, οὐδοτιοῦν τῆς ἐμφύτου φιλανθρωπίας ἐμείωσεν. Ἄπιτε δὴ, δυσσεβεῖς, ἐφεῖται γὰρ ὑμῖν διὰ τὴν ἀτιμώρητον ἁμαρτίαν, ἐπὶ τὰς τῶν ἱερείων σφαγὰς, θοίνας τε καὶ ἑορτὰς καὶ μέθας· προσποιούμενοι μὲν θρησκείαν, ἐπιτηδεύοντες δὲ ἡδονὰς καὶ ἀκολασίας· καὶ θυσίας μὲν ἐπιτελεῖν σκηπτόμενοι, ταῖς θ' αὑτῶν ἡδοναῖς δουλεύοντες. Οὐ γὰρ ἴστε ἀγαθὸν οὐδὲν, οὐδὲ τὸ πρῶτον τοῦ μεγάλου Θεοῦ πρόσταγμα, διατάσσοντός τε τῷ τῶν ἀνθρώπων γένει, καὶ ἐπισκήπτοντος τῷ Παιδὶ, τὴν τούτων διακυβερνᾷν βίον, ὅπως οἱ δεξιῶς καὶ σωφρόνως βιώσαντες, κατὰ τὴν τοῦ Παιδὸς κρίσιν, δεύτερον βίον μακάριόν τε καὶ εὐδαίμονα λαγχάνωσιν. Ἐγὼ μὲν οὖν τὸ τοῦ Θεοῦ δόγμα περὶ τῆς τῶν ἀνθρώπων βιώσεως διεξῆλθον, οὐ μὴν ἀγνοῶν, καθάπερ οἱ πολλοὶ, οὐδὲ ἐξ εἰκασίας, οὐδὲ στοχασμοῦ. Τάχα δ' ἄν τις εἴποι· Πόθεν ἡ προσηγορία τοῦ παιδὸς, ποία δὲ γένεσις, εἴπερ εἷς μόνος ὢν Θεὸς τυγχάνει, πάσης δὲ μίξεως οὗτός ἐστιν ἀλλότριος; Ἀλλὰ τὴν γένεσιν διπλῆν τινα νοεῖσθαι χρή· τὴν μὲν ἐξ ἀποκυήσεως, τὴν συνεγνωσμένην ταύτην, ἑτέραν δὲ τὴν ἐξ ἀϊδίου αἰτίας, ἧς τὸν λόγον Θεοῦ πρόνοια θεᾶται, καὶ ἀνδρῶν ὃς ἐκείνῳ φίλος ὑπάρχει· σοφὸς γάρ τις τὴν αἰτίαν τῆς τῶν ὅλων διακοσμήσεως εἴσεται. Ὄντος τοίνυν ἀναιτίου μηδενὸς, προϋπάρχειν τῶν ὄντων, τὴν αἰτίαν αὐτῶν ἀνάγκη. Ὄντος ἄρα κόσμου καὶ τῶν ἐν αὐτῷ, οὔσης τε αὐτῶν σωτηρίας, τὸν Σωτῆρα τῶν ὄντων προϋπάρχειν ἀνάγκη· ὡς εἶναι τὸν μὲν Χριστὸν, τῆς σωτηρίας αἰτίαν, τὴν δὲ σωτηρίαν τῶν ὄντων τὸ αἰτιατόν· καθάπερ αἰτία μὲν Υἱοῦ ὁ Πατὴρ, αἰτιατὸν δ' ὁ Υἱός. Καὶ τὸ μὲν προϋπάρχειν
the Author of all good things, Christ, Who is both God and Child of God. Is not this God, then, worthily worshipped by the most sound-minded nations and peoples? Having laid hold of all manner of power, yet abiding in His own purpose, He lessened nothing whatever of His innate love for mankind. Begone then, ungodly ones—for it is permitted to you on account of your unpunished sin—to the slaughters of victims, feasts, festivals, and drunkennesses, pretending worship while pursuing pleasures and licentiousnesses, and feigning to perform sacrifices while serving your own pleasures. For you know nothing good, nor even the first ordinance of the great God, Who both gives ordinances to the race of men and enjoins upon His Child to steer their life, in order that those who have lived uprightly and temperately may, according to the judgement of the Child, obtain a second life blessed and happy. I indeed, then, have gone through the decree of God concerning the manner of men's living, yet not in ignorance like the many, nor from conjecture, nor from guesswork. Yet perhaps someone might say: Whence comes the appellation of Child, and what sort of generation is there, seeing that God is one alone, and He is alien from all mingling? Nay, generation must be understood as somehow twofold: the one by birth from travail, this familiar one, and another from an everlasting cause, whereof the reason God's providence beholds, and among men he who is dear to Him; for a wise man will know the cause of the ordering of all things. Since, therefore, nothing is uncaused, it is necessary that the cause of the things that are pre-exist the things that are. Since, then, the world and the things in it exist, and their salvation exists, it is necessary that the Saviour of the things that are pre-exist; so that Christ is the cause of salvation, and the salvation of the things that are is the effect; just as the Father is the cause of the Son, and the Son is the effect. And as to the pre-existing
Notes, col. 1264

On the reading

Printed τὴν, for τὸν.