Migne Reading Room

PG 20 · cols. 656–665 · Read from the page

Eusebius, Church History, Book VII

Eusebius, Church History, Book VII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:656Read from the page
στο, μὴ τοιοῦτον εἶναι, μηδὲ ὅλως ἔχειν τινὰ πρὸς τοῦτο κοινωνίαν· ἀσεβείας γὰρ ἐκεῖνο καὶ βλασφημιῶν πεπληρῶσθαι· λέγων δὲ πάνυ τι τὴν ψυχὴν κατανενύχθαι, καὶ μηδὲ παῤῥησίαν ἔχειν ἐπᾶραι τοὺς ὀφθαλμοὺς πρὸς τὸν Θεὸν, ἀπὸ τῶν ἀνοσίων ἐκείνων ῥημάτων καὶ πραγμάτων ὁρμώμενος· καὶ διὰ τοῦτο δεόμενος τῆς εἰλικρινεστάτης ταύτης καθάρσεως καὶ παραδοχῆς καὶ χάριτος τυχεῖν. Ὅπερ ἐγὼ μὲν οὐκ ἐτόλμησα ποιῆσαι φήσας αὐτάρκη τὴν πολυχρόνιον αὐτῷ κοινωνίαν εἰς τοῦτο γεγονέναι. Εὐχαριστίας γὰρ ἐπακούσαντα, καὶ συνεπιφθεγξάμενον τὸ Ἀμὴν, καὶ τραπέζῃ παραστάντα, καὶ χεῖρας εἰς ὑποδοχὴν τῆς ἁγίας τροφῆς προτείναντα, καὶ ταύτην καταδεξάμενον, καὶ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετασχόντα ἱκανῷ χρόνῳ, οὐκ ἂν ἐξ ὑπαρχῆς ἀνασκευάζειν ἔτι τολμήσαιμι· θαρσεῖν δὲ ἐκέλευον, καὶ μετὰ βεβαίας πίστεως καὶ ἀγαθῆς ἐλπίδος τῇ μετοχῇ τῶν ἁγίων προσιέναι. Ὁ δὲ οὔτε πενθῶν παύεται, πέφρικέ τε τῇ τραπέζῃ προσιέναι· καὶ μόλις παρακαλούμενος, συνεστάναι ταῖς προσευχαῖς ἀνέχεται. » Ἐπὶ ταῖς προειρημέναις, φέρεταί
tized, that it was not such as this, nor had anything at all in common with this; for that one was filled with impiety and blasphemies; and saying that his soul was altogether pricked with compunction, and that he had not even boldness to lift up his eyes towards God, setting out from those unholy words and deeds; and on this account begging to obtain this most sincere cleansing and reception and grace. Which very thing I indeed did not dare to do, saying that his long-continued communion had been sufficient for him for this. For one who had heard the thanksgiving, and had joined in uttering the Amen, and had stood beside the table, and had stretched forth his hands for the reception of the holy food, and had received it, and had partaken for a considerable time of the body and the blood of our Lord Jesus Christ, I would not dare to build up again anew from the beginning; but I bade him be of good courage, and approach the participation of the holy things with firm faith and good hope. Yet he does not cease mourning, and shudders to approach the table; and scarcely, when entreated, does he bear to stand together at the prayers." In addition to the aforesaid, there is extant
PG 20:657Read from the page
τις καὶ ἄλλη τοῦ αὐτοῦ περὶ βαπτίσματος ἐπιστολὴ, ἐξ αὐτοῦ καὶ ἧς ἡγεῖτο παροικίας, Ξύστῳ καὶ τῇ κατὰ Ῥώμην Ἐκκλησίᾳ προσπεφωνημένη· ἐν ᾗ διὰ μακρᾶς ἀποδείξεως, τὸν περὶ τοῦ ὑποκειμένου ζητήματος παρατείνει λόγον. Καὶ ἄλλη τέ τις αὐτοῦ μετὰ ταύτας φέρεται πρὸς τὸν κατὰ Ῥώμην Διονύσιον, ἡ περὶ Λουκιανοῦ. Καὶ περὶ μὲν τούτων τοσαῦτα.
also a certain other epistle of the same on baptism, from himself and the diocese over which he presided, addressed to Xystus and the Church at Rome; in which through a long demonstration he extends his discourse concerning the question under consideration. And a certain other of his also after these is extant, to Dionysius at Rome, that concerning Lucian. And concerning these things so much.
ΚΕΦΑΛΑΙΟΝ Ιʹ.
Chapter X.
Περὶ Οὐαλεριανοῦ καὶ τοῦ κατ' αὐτὸν διωγμοῦ (Nic. H. E. VI, 10).
Concerning Valerian and the persecution under him (Nic. H. E. VI, 10).
Οἵ γε μὴν ἀμφὶ τὸν Γάλλον οὐδ' ὅλοις ἔτεσι δύο τὴν ἀρχὴν ἐπικατασχόντες, ἐκποδὼν μεθίστανται· Οὐαλεριανὸς δὲ ἅμα Γαλλιηνῷ παιδὶ διαδέχεται τὴν ἡγεμονίαν. Αὖθις δὴ οὖν ὁ Διονύσιος οἷα καὶ περὶ τούτου διέξεισιν, ἐκ τῆς πρὸς Ἑρμάμμωνα ἐπιστολῆς μαθεῖν ἐστὶν, ἐν ᾗ τοῦτον ἱστορεῖ τὸν τρόπον· « Καὶ τῷ Ἰωάννῃ δὲ ὁμοίως ἀποκαλύπτεται. Καὶ ἐδόθη γὰρ αὐτῷ, φησὶ, στόμα λαλοῦν μεγάλα καὶ βλασφημίαν· καὶ ἐδόθη αὐτῷ ἐξουσία καὶ μῆνες τεσσαράκοντα δύο. Ἀμφότερα δὲ ἔστιν ἐπὶ Οὐαλεριανοῦ θαυμάσαι· καὶ τούτων μάλιστα τὰ πρὸ αὐτοῦ, ὡς οὕτως ἔσχε, συννοεῖν, ἕως ἤπιος καὶ φιλόφρων ἦν πρὸς τοὺς ἀνθρώπους τοῦ Θεοῦ. Οὐδὲ γὰρ ἄλλος τις οὕτω τῶν πρὸ αὐτοῦ βασιλέων εὐμενῶς καὶ δεξιῶς πρὸς αὐτοὺς διετέθη, οὐδ' οἱ λεχθέντες ἀναφανδὸν Χριστιανοὶ γεγονέναι, ὡς ἐκεῖνος οἰκειότατα ἐν ἀρχῇ καὶ προσφιλέστατα φανερὸς ἦν αὐτοὺς ἀποδεχόμενος. Καὶ πᾶς ὁ οἶκος αὐτοῦ θεοσεβῶν πεπλήρωτο, καὶ ἦν Ἐκκλησία Θεοῦ. Ἀποσκευάσασθαι δὲ παρέπεισεν αὐτὸν ὁ διδάσκαλος καὶ τῶν ἀπ' Αἰγύπτου μάγων ἀρχισυνάγωγος, τοὺς μὲν καθα-
Now Gallus and those with him, having held the sovereignty not even two whole years, are removed out of the way; and Valerian, together with his son Gallienus, succeeds to the hegemony. What things, then, Dionysius relates concerning him also, it is possible to learn again from the epistle to Hermammon, in which he narrates in this manner: "And to John also it is similarly revealed: For there was given unto him, it says, a mouth speaking great things and blasphemy; and there was given unto him authority and forty-two months. And one may wonder at both in the case of Valerian; and of these especially to consider the things before him, how he was thus disposed, so long as he was gentle and friendly towards the men of God. For not even anyone else of the emperors before him was so kindly and favourably disposed towards them, not even those who were said to have been openly Christians, as he at the beginning was manifestly receiving them in the most familiar and affectionate manner. And all his house was filled with pious persons, and was a Church of God. But the teacher and archisynagogus of the magicians from Egypt persuaded him to put them away, bidding him indeed to slay and persecute the pure
Notes, col. 657

On the reading

Printed ἐστὶν, for ἐστιν.

PG 20:660Read from the page
ροὺς καὶ ὁσίους ἄνδρας κτίννυσθαι καὶ διώκεσθαι κελεύων, ὡς ἀντιπάλους καὶ κωλυτὰς τῶν παμμιάρων καὶ βδελυκτῶν ἐπαοιδῶν ὑπάρχοντας· καὶ γάρ εἰσι καὶ ἦσαν ἱκανοὶ παρόντες καὶ ὁρώμενοι, καὶ μόνον ἐμπνέοντες καὶ φθεγγόμενοι, διασκεδάσαι τὰς τῶν ἀλιτηρίων δαιμόνων ἐπιβουλάς· τελετὰς δὲ ἀνάγνους καὶ μαγγανείας ἐξαγίστους καὶ ἱερουργίας ἀκαλλιερήτους ἐπιτελεῖν ὑποτιθέμενος, παῖδας ἀθλίους ἀποσφάττειν, καὶ τέκνα δυστήνων πατέρων καταθύειν, καὶ σπλάγχνα νεογενῆ διαιρεῖν, καὶ τὰ τοῦ Θεοῦ διακόπτειν καὶ καταχορδεύειν πλάσματα, ὡς ἐκ τούτων εὐδαιμονήσοντα. » Καὶ τούτοις ἐπιφέρει λέγων· « Καλὰ γοῦν αὐτοῖς Μακριανὸς τῆς ἐλπιζομένης βασιλείας προσήνεγκε χαριστήρια· ὃς πρότερον μὲν ἐπὶ τῶν καθόλου λόγων λεγόμενος εἶναι βασιλέως, οὐδὲν εὔλογον οὐδὲ καθολικὸν
and holy men, as being adversaries and hinderers of the all-polluted and abominable incantations; for indeed they are and were able, by being present and seen, and merely breathing and uttering a sound, to scatter the plots of the baneful demons; while suggesting that he perform impure rites and accursed sorceries and ill-omened sacrifices, cut the throats of wretched boys, and sacrifice children of unhappy fathers, and divide newborn entrails, and cut up and mince the creatures of God, as though from these things they would prosper." And to these things he adds, saying: "Fair thank-offerings, at all events, did Macrianus present to them for the hoped-for sovereignty; who formerly indeed being said to be over the general accounts of the emperor, thought nothing reasonable or general,
PG 20:661Read from the page
ἐφρόνησεν, ἀλλ' ὑποπέπτωκεν ἀρᾷ προφητικῇ τῇ λεγούσῃ· Οὐαι τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέπουσιν. Οὐ γὰρ συνῆκε τὴν καθόλου πρόνοιαν, οὐδὲ τὴν κρίσιν ὑπείδετο τοῦ πρὸ πάντων καὶ διὰ πάντων καὶ ἐπὶ πᾶσι. Διὸ καὶ τῆς μὲν καθολικῆς αὐτοῦ Ἐκκλησίας γέγονε πολέμιος, ἠλλοτρίωσε δὲ καὶ ἀπεξένωσεν ἑαυτὸν τοῦ ἐλέους τοῦ Θεοῦ, καὶ ὡς ποῤῥωτάτω τῆς ἑαυτοῦ σωτηρίας ἐφυγάδευσεν, ἐν τούτῳ τὸ ἴδιον ἐπαληθεύων ὄνομα. » Καὶ πάλιν μεθ' ἕτερά φησιν· « Ὁ μὲν γὰρ Οὐαλεριανὸς εἰς ταῦτα ὑπὸ τούτου προαχθεὶς, εἰς ὕβρεις καὶ ὀνειδισμοὺς ἐκδοθεὶς κατὰ τὸ ῥηθὲν πρὸς Ἡσαΐαν· Καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησε· καὶ ἐγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν, καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοῖς. Οὗτος δὲ τῇ βασιλείᾳ παρὰ τὴν ἀξίαν ἐπιμανεὶς, καὶ τὸν βασίλειον ὑποδῦναι κόσμον ἀδυνατῶν ἀναπήρῳ τῷ σώματι, τοὺς δύο παῖδας τὰς πατρῴας ἀναδεξαμένους ἁμαρτίας προεστήσατο. Ἐναργὴς γὰρ ἐπὶ τούτων ἡ πρόῤῥησις ἣν εἶπεν ὁ Θεός· Ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσί με. Τὰς γὰρ ἰδίας πονηρὰς ἐπιθυμίας ὧν ἠτύχει, ταῖς τῶν υἱῶν κεφαλαῖς ἐπιβαλὼν, εἰς ἐκείνους τὴν ἑαυτοῦ κακίαν καὶ τὸ πρὸς τὸν Θεὸν μῖσος ἐξωμόρξατο. » Καὶ περὶ μὲν τοῦ Οὐαλεριανοῦ τοσαῦτα ὁ Διονύσιος.
but fell under the prophetic curse which says: Woe unto them that prophesy from their own heart, and see not the general whole. For he did not understand the general providence, nor did he suspect the judgement of Him Who is before all things and through all things and over all things. Wherefore he both became an enemy of His Catholic Church, and alienated and estranged himself from the mercy of God, and banished himself as far as possible from his own salvation, verifying in this his own name." And again after other things he says: "For Valerian indeed, having been led on into these things by him, was given over to insults and reproaches, according to what was spoken to Isaiah: Yea, they have chosen their own ways and their abominations, which their soul delighted in; I also will choose their mockings, and will recompense their sins unto them. And this man, being madly desirous of the sovereignty beyond his desert, and being unable to put on the royal attire with his maimed body, set forward his two sons, who took upon themselves their father's sins. For clear in their case was the prediction which God spoke: Visiting the sins of the fathers upon the children unto the third and fourth generation of them that hate Me. For having cast upon the heads of his sons his own wicked desires in which he failed, he wiped off upon them his own wickedness and hatred towards God." And concerning Valerian indeed so much says Dionysius.
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ.
Chapter XI.
Περὶ τῶν τότε Διονυσίῳ καὶ τοῖς κατ' Αἴγυπτον συμβάντων (Nic. H. E. VI, 10).
Concerning the things that then befell Dionysius and those in Egypt (Nic. H. E. VI, 10).
Περὶ δὲ τοῦ κατ' αὐτὸν διωγμοῦ σφοδρότατα πνεύ-
But since the persecution under him blew most violently
Notes, col. 661

On the reading

Printed Οὐαι, for Οὐαὶ.

PG 20:664Read from the page
σαντος, οἷα σὺν ἑτέροις ὁ αὐτὸς διὰ τὴν εἰς τὸν τῶν ὅλων Θεὸν εὐσέβειαν ὑπέστη, δηλώσουσι αἱ αὐτοῦ φωναὶ ἃς πρὸς Γερμανὸν τῶν κατ' αὐτὸν ἐπισκόπων κακῶς ἀγορεύειν αὐτὸν πειρώμενον ἀποτεινόμενος, τοῦτον παρατίθεται τὸν τρόπον· « Εἰς ἀφροσύνην δὲ κινδυνεύω πολλὴν καὶ ἀναισθησίαν ὄντως ἐμπεσεῖν, εἰς ἀνάγκην συμβιβαζόμενος τοῦ διηγεῖσθαι τὴν θαυμαστὴν περὶ ἡμᾶς οἰκονομίαν τοῦ Θεοῦ. Ἀλλ' ἐπεὶ μυστήριόν φησι βασιλέως κρύψαι καλὸν, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνακηρύττειν ἔνδοξον, ὁμόσε χωρήσω τῇ Γερμανοῦ βίᾳ. Ἦκον πρὸς Αἰμιλιανὸν οὐ μόνος· ἠκολούθησαν δέ μοι συμπρεσβύτερός τε μου Μάξιμος, καὶ διάκονοι, Φαῦστος καὶ Εὐσέβιος καὶ Χαιρήμων. Καί τις τῶν ἀπὸ Ῥώμης παρόντων ἀδελφῶν ἡμῖν συνεισῆλθεν. Αἰμιλιανὸς δὲ οὐκ εἶπέ μοι προηγουμένως, μὴ σύναγε. Περιττὸν γὰρ τοῦτο ἦν αὐτῷ καὶ τὸ τελευταῖον ἐπὶ τὸ πρῶτον ἀνατρέχοντι. Οὐ γὰρ περὶ τοῦ μὴ συνάγειν ἑτέρους ὁ λόγος ἦν αὐτῷ, ἀλλὰ περὶ τοῦ μηδ' αὐτοὺς ἡμᾶς εἶναι Χριστιανούς· καὶ τούτου προσέταττε πεπαῦσθαι, εἰ μεταβαλοίμην ἔγωγε, καὶ τοὺς ἄλλους ἕψεσθαί μοι νομίζων. Ἀπεκρινάμην δὲ οὐκ ἀπεοικότως, οὐδὲ μακράν· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Ἀλλ' ἄντικρυς διεμαρτυράμην, ὅτι τὸν Θεὸν τὸν ὄντα μόνον, καὶ οὐδένα ἕτερον σέβων οὐδ' ἂν μετατεθείμην, οὐδὲ παυσαίμην ποτὲ Χριστιανὸς ὤν. Ἐπὶ τούτοις ἐκέλευσεν ἡμᾶς ἀπελθεῖν εἰς κώμην πλησίον τῆς ἐρήμου καλουμένην Κεφρώ. Αὐτῶν δὲ ἐπακούσατε τῶν ὑπ' ἀμφοτέρων λεχθέντων ὡς ὑπεμνηματίσθη. Εἰσαχθέντων Διονυσίου καὶ Φαύστου καὶ Μαξίμου καὶ Μαρκέλλου καὶ Χαιρήμονος, Αἰμιλιανὸς διέπων τὴν ἡγεμονίαν εἶπε· καὶ ἀγραφως ὑμῖν διελέχθην περὶ τῆς φιλανθρωπίας τῶν κυρίων ἡμῶν ᾗ περὶ ὑμᾶς κέχρηνται. Δεδώκασι γὰρ ἐξουσίαν ὑμῖν σωτηρίας εἰ βούλοισθε ἐπὶ τὸ κατὰ φύσιν τρέπεσθαι, καὶ θεοὺς τοὺς σώζοντας αὐτῶν
what things he himself with others endured for the sake of piety towards the God of all, his own words will show, which, addressing Germanus, one of the bishops of his time who was trying to speak ill of him, he sets forth in this manner: "And I am in danger of falling truly into great folly and insensibility, being forced into the necessity of recounting the wonderful dispensation of God concerning us. But since, it says, it is good to hide the secret of a king, while to proclaim the works of God is glorious, I will come to close quarters with the violence of Germanus. I came to Aemilianus not alone; there followed me both my fellow-presbyter Maximus, and the deacons Faustus and Eusebius and Chaeremon. And a certain one of the brethren present from Rome entered in with us. And Aemilianus did not say to me at the outset, 'Do not hold assemblies.' For this was superfluous for him, and the last thing to one hastening back to the first. For his discourse was not about not assembling others, but about our not even being Christians ourselves; and from this he commanded me to cease, thinking that if I myself should change, the others also would follow me. And I answered not inappropriately, nor far from the mark: 'We must obey God rather than men.' Nay, I openly testified that, worshipping the only God Who is, and no other, I would neither change nor ever cease being a Christian. Upon this he commanded us to depart to a village near the desert called Cephro. But hear the very words that were spoken by both sides, as they were recorded in the minutes: Dionysius and Faustus and Maximus and Marcellus and Chaeremon having been brought in, Aemilianus, administering the prefecture, said: 'Unwrittenly also I discoursed with you concerning the humanity of our lords which they have used towards you. For they have given you the power of safety, if you should wish to turn to that which is according to nature, and worship the gods who preserve their
Notes, col. 664

On the reading

Printed ἀγραφως, for ἀγράφως.

PG 20:665Read from the page
τὴν βασιλείαν προσκυνεῖν, ἐπιλαθέσθαι τε τῶν παρὰ φύσιν. Τί οὖν φατε πρὸς ταῦτα; Οὐδὲ γὰρ ἀχαρίστους ὑμᾶς ἔσεσθαι περὶ τὴν φιλανθρωπίαν αὐτῶν προσδοκῶ, ἐπειδήπερ ἐπὶ τὰ βελτίω ὑμᾶς προτρέπονται. Διονύσιος ἀπεκρίνατο· Οὐ πάντες πάντας προσκυνοῦσι θεοὺς, ἀλλ' ἕκαστοί τινας, οὓς νομίζουσιν. Ἡμεῖς τοίνυν τὸν ἕνα Θεὸν καὶ Δημιουργὸν τῶν ἁπάντων, τὸν καὶ τὴν βασιλείαν ἐγχειρήσαντα τοῖς θεοφιλεστάτοις Οὐαλεριανῷ καὶ Γαλλιηνῷ σεβαστοῖς, τοῦτον καὶ σέβομεν καὶ προσκυνοῦμεν, καὶ τούτῳ διηνεκῶς ὑπὲρ τῆς βασιλείας αὐτῶν ὅπως ἀσάλευτος διαμένῃ, προσευχόμεθα. Αἰμιλιανὸς διέπων τὴν ἡγεμονίαν, αὐτοῖς εἶπε· Τίς γὰρ ὑμᾶς κωλύει καὶ τοῦτον εἴπερ ἐστὶ Θεὸς, μετὰ τῶν κατὰ φύσιν θεῶν προσκυνεῖν; θεοὺς γὰρ σέβειν ἐκελεύσθητε, καὶ θεοὺς οὓς πάντες ἴσασι. Διονύσιος ἀπεκρίνατο· Ἡμεῖς οὐδένα ἕτερον προσκυνοῦμεν. Αἰμιλιανὸς διέπων τὴν ἡγεμονίαν, αὐτοῖς εἶπεν· Ὁρῶ ὑμᾶς ὁμοῦ καὶ ἀχαρίστους ὄντας καὶ ἀναισθήτους τῆς πραότητος τῶν σεβαστῶν ἡμῶν. Διόπερ οὐκ ἔσεσθε ἐν τῇ πόλει ταύτῃ. Ἀλλὰ ἀποσταλήσεσθε εἰς τὰ μέρη τῆς Λιβύης, καὶ ἐν τόπῳ λεγομένῳ Κεφρώ· τοῦτον γὰρ τὸν τόπον ἐξελεξάμην ἐκ τῆς κελεύσεως τῶν σεβαστῶν ἡμῶν. Οὐδαμῶς δὲ ἐξέσται οὔτε ὑμῖν οὔτε ἄλλοις τισὶν, ἢ συνόδους ποιεῖσθαι, ἢ εἰς τὰ καλούμενα κοιμητήρια εἰσιέναι. Εἰ δέ τις φανείη μὴ γενόμενος εἰς τὸν τόπον τοῦτον ὃν ἐκέλευσα, ἢ ἐν συναγωγῇ τινι εὑρεθείη, ἑαυτῷ τὸν κίνδυνον ἐπαρτήσει. Οὐ γὰρ ἐπιλείψει ἡ δέουσα ἐπιστρέφεια. Ἀπόστητε οὖν ὅπου ἐκελεύσθητε. — Καὶ νοσοῦντα δέ με κατήπειξεν, οὐδὲ μιᾶς ὑπέρθεσιν δοὺς ἡμέρας. Ποίαν οὖν ἔτι τοῦ συνάγειν ἢ μὴ συνάγειν εἶχον σχολήν; » Εἶτα μεθ' ἕτερά φησιν· « Ἀλλ' οὐδὲ τῆς αἰσθητῆς ἡμεῖς μετὰ τοῦ Κυρίου συναγωγῆς ἀπέστημεν. Ἀλλὰ τοὺς μὲν ἐν τῇ πόλει σπουδαιότερον συνεκρότουν ὡς συνὼν, ἀπὼν μὲν τῷ σώματι, ὡς εἰπεῖν, παρὼν δὲ τῷ πνεύματι. Ἐν δὲ τῇ Κεφροῖ, καὶ πολλὴ συνεπεδήμησεν ἡμῖν ἐκκλησία, τῶν μὲν ἀπὸ τῆς πόλεως ἀδελφῶν ἑπομένων, τῶν δὲ συνόντων ἀπ' Αἰγύπτου. Κἀκεῖ θύραν ἡμῖν ὁ Θεὸς ἀνέῳξε τοῦ λόγου. Καὶ τὸ μὲν πρῶτον ἐδιώχθημεν, ἐλιθοβολήθημεν, ὕστερον δέ τινες οὐκ ὀλίγοι τῶν ἐθνῶν τὰ εἴδωλα καταλιπόντες, ἐπέστρεψαν ἐπὶ τὸν Θεόν. Οὐ πρότερον γὰρ παραδεξαμένοις αὐτοῖς, τότε πρῶτον δι' ἡμῶν ὁ λόγος ἐπεσπάρη. Καὶ ὥσπερ τούτου ἕνεκεν ἀπαγαγὼν ἡμᾶς πρὸς αὐτοὺς ὁ Θεὸς, ἐπεὶ τὴν διακονίαν ταύτην ἐπληρώσαμεν, πάλιν ἀπαγήοχεν. Ὁ γὰρ Αἰμιλιανὸς
empire, and to forget those things that are contrary to nature. What then do you say to these things? For neither do I expect that you will be ungrateful regarding their humanity, seeing that they urge you on to better things.' Dionysius answered: 'Not all men worship all gods, but each worship some whom they think to be such. We therefore both reverence and worship the one God and Creator of all things, Who also committed the sovereignty to the most God-beloved Augusti Valerian and Gallienus, and to Him we continually pray for their empire, that it may remain unshaken.' Aemilianus, administering the prefecture, said to them: 'Why, who hinders you from worshipping this one also, if indeed he is a god, together with the gods that are according to nature? For you were commanded to reverence gods, and gods whom all know.' Dionysius answered: 'We worship no other.' Aemilianus, administering the prefecture, said to them: 'I see that you are at once both ungrateful and insensible of the clemency of our Augusti. Wherefore you shall not be in this city. But you shall be sent away into the parts of Libya, and in a place called Cephro; for this place I chose at the command of our Augusti. And it shall in no wise be lawful either for you or for any others either to hold assemblies, or to enter into the so-called cemeteries. And if anyone should appear not to have gone to this place which I commanded, or should be found in any assembly, he will bring the danger upon himself. For the needful severity will not be wanting. Depart therefore whither you were commanded.' — And even though I was sick he hurried me away, not granting a postponement of even a single day. What leisure, then, had I still for holding or not holding assemblies?" Then after other things he says: "Yet not even from the visible assembly with the Lord did we abstain. Nay, those in the city I marshalled all the more earnestly as though present with them, being absent indeed in body, so to speak, but present in spirit. And at Cephro also a large church sojourned with us, some of the brethren following us from the city, and others joining us from Egypt. And there God opened unto us a door of the word. And at first indeed we were persecuted, we were stoned, but afterwards not a few of the Gentiles, leaving their idols, turned unto God. For to them, who had not previously received it, the word was then for the first time sown through us. And, as it were, having led us away to them for this purpose, God, when we had fulfilled this ministry, led us away again. For Aemilianus
Notes, col. 665

On the reading

Printed ἐγχειρήσαντα, for ἐγχειρίσαντα.