καὶ Παῦλον, ἐπελθόντες τινὲς τῶν Μαρεωτῶν, ἄκοντας καὶ μηδὲ ἑπομένους, βίᾳ τε σύροντες ἀφήρπασαν. Ἐγὼ δὲ νῦν καὶ Γάϊος καὶ Πέτρος, μόνοι τῶν ἄλλων ἀδελφῶν ἀπορφανισθέντες, ἐν ἐρήμῳ καὶ αὐχμηρῷ τῆς Λιβύης τόπῳ κατακεκλείσμεθα, τριῶν ἡμερῶν ὁδὸν τοῦ Παραιτονίου διεστηκότες. » Καὶ ὑποκαταβάς φησιν· « Ἐν δὲ τῇ πόλει καταδεδύκασιν ἀφανῶς ἐπισκεπτόμενοι τοὺς ἀδελφούς· πρεσβύτεροι μὲν, Μάξιμος, Διόσκορος, Δημήτριος καὶ Λούκιος· οἱ γὰρ ἐν τῷ κόσμῳ προφανέστεροι Φαυστῖνος καὶ Ἀκύλας, ἐν Αἰγύπτῳ πλανῶνται. Διάκονοι δὲ οἱ μετὰ τοὺς ἐν τῇ νόσῳ τελευτήσαντας ὑπολειφθέντες, Φαῦστος, Εὐσέβιος, Χαιρήμων· Εὐσέβιος ὃν ἐξ ἀρχῆς ὁ Θεὸς ἐνεδυνάμωσε καὶ παρεσκεύασε τὰς ὑπηρεσίας τῶν ἐν ταῖς φυλακαῖς γενομένων ὁμολογητῶν ἐναγωνίως ἀποπληροῦν, καὶ τὰς τῶν σωμάτων περιστολὰς τῶν τελείων καὶ μακαρίων μαρτύρων οὐκ ἀκινδύνως ἐκτελεῖν. Καὶ γὰρ μέχρι νῦν οὐκ ἀνίησιν ὁ ἡγούμενος, τοὺς μὲν ἀναιρῶν, ὡς προεῖπον, ὠμῶς τῶν προσαγομένων· τοὺς δὲ βασάνοις καταξαίνων, τοὺς δὲ φυλακαῖς καὶ δεσμοῖς ἐκτήκων, προστάσσων τε μηδένα τούτοις προσιέναι, καὶ ἀνερευνῶν μή τις φανείη. Καὶ ὅμως ὁ Θεὸς τῇ προθυμίᾳ καὶ λιπαρίᾳ τῶν ἀδελφῶν διαναπαύει τοὺς πεπιεσμένους. » Καὶ τοσαῦτα μὲν ὁ Διονύσιος, καὶ ἐν ταύτῃ τέθειται τῇ γραφῇ. Ἰστέον δὲ ὡς ὁ μὲν Εὐσέβιος ὃν διάκονον προσεῖπεν, σμικρὸν ὕστερον ἐπίσκοπος Ἐκκλησίας τῆς κατὰ Συρίαν Λαοδικείας καθίσταται, ὁ δὲ Μάξιμος ὃν τότε πρεσβύτερον εἴρηκε, μετ' αὐτὸν Διονύσιον, τὴν λειτουργίαν τῶν κατ' Ἀλεξάνδρειαν ἀδελφῶν διαδέχε-
and Paul—certain men of the Mareotis came up and carried us off against our will and even refusing to follow, dragging us away by force. And now I and Gaius and Peter, alone bereft of the other brethren, have been shut up in a desert and parched place of Libya, three days' journey distant from Paraetonium." And further down he says: "And in the city there have hidden themselves, secretly visiting the brethren, of presbyters, Maximus, Dioscorus, Demetrius, and Lucius; for Faustinus and Aquila, being more prominent in the world, are wandering in Egypt. And of deacons, those left behind after those who died in the pestilence are Faustus, Eusebius, and Chaeremon—Eusebius, whom God from the beginning strengthened and prepared to fulfil strenuously the ministrations for the confessors who were in prison, and to perform not without peril the arraying of the bodies of the perfected and blessed martyrs. For even until now the governor does not cease, cruelly putting to death, as I said before, some of those who are brought before him, tearing others to pieces with tortures, and wasting others away in prisons and bonds, ordering that no one approach them, and searching out lest anyone should appear. And yet God by the zeal and persistence of the brethren gives relief to the oppressed." So much, then, has Dionysius set down in this letter also. Now it is to be known that Eusebius, whom he called a deacon, was a little later appointed bishop of the Church of Laodicea in Syria, and Maximus, whom he spoke of as then a presbyter, succeeded after Dionysius himself to the ministry of the brethren in Alexandria—