νες οἱ πανταχοῦ προεστῶτες, χαίροντες καθ' ὑπερβολὴν ἐπὶ τῇ παρὰ προσδοκίαν εἰρήνῃ γενομένῃ· Δημητριανὸς ἐν Ἀντιοχείᾳ, Θεόκτιστος ἐν Καισαρείᾳ, Μαζαβάνης ἐν Αἰλίᾳ, κοιμηθέντος Ἀλεξάνδρου Μαρῖνος ἐν Τύρῳ· Ἡλιόδωρος ἐν Λαοδικείᾳ ἀναπαυσαμένου Θηλυμίδρου, Ἕλενος ἐν Ταρσῷ καὶ πᾶσαι αἱ τῆς Κιλικίας Ἐκκλησίαι, Φιρμιλιανὸς, καὶ πᾶσα Καππαδοκία. Τοὺς γὰρ περιφανεστέρους μόνους τῶν ἐπισκόπων ὠνόμασα, ἵνα μήτε μῆκος τῇ ἐπιστολῇ, μήτε βάρος προσάψω τῷ λόγῳ. Αἱ μέντοι Συρίαι ὅλαι καὶ ἡ Ἀραβία οἷς ἐπαρκεῖτε ἑκάστοτε, καὶ οἷς νῦν ἐπεστείλατε, ἥ τε Μεσοποταμία, Πόντος τε καὶ Βιθυνία, καὶ συνελόντι εἰπεῖν, ἀγαλλιῶνται πάντες πανταχοῦ τῇ ὁμονοίᾳ καὶ φιλαδελφίᾳ, δοξάζοντες τὸν Θεόν. » Ταῦτα μὲν ὁ Διονύσιος. Στέφανον δ' ἐπὶ δυσὶν ἀποπλήσαντα τὴν λειτουργίαν ἔτεσι Ξύστος διαδέχεται. Τούτῳ δευτέραν ὁ Διονύσιος Περὶ βαπτίσματος χαράξας ἐπιστολὴν, ὁμοῦ τὴν Στεφάνου καὶ τῶν λοιπῶν ἐπισκόπων γνώμην τε καὶ κρίσιν δηλοῖ, περὶ τοῦ Στεφάνου λέγων ταῦτα· « Ἐπεστάλκει μὲν οὖν πρότερον καὶ περὶ Ἑλένου καὶ
mind, rejoicing exceedingly at the peace which has come about contrary to expectation: Demetrian in Antioch, Theoctistus in Caesarea, Mazabanes in Aelia after Alexander fell asleep, Marinus in Tyre, Heliodorus in Laodicea after Thelymidres rested, Helenus in Tarsus and all the Churches of Cilicia, Firmilian and all Cappadocia. For I have named only the more illustrious of the bishops, that I may attach neither length to my letter nor heaviness to my discourse. Yet the whole of the Syrias and Arabia, whom you constantly succour, and to whom you have now written, and Mesopotamia, and Pontus and Bithynia, and to speak briefly, all everywhere exult in unanimity and brotherly love, glorifying God." Thus far Dionysius. And after Stephen had fulfilled his ministry for two years, Xystus succeeds him. To him Dionysius, having penned a second letter On Baptism, declares at once the opinion and judgement both of Stephen and of the rest of the bishops, saying these things concerning Stephen: "He had therefore written previously both concerning Helenus and