Migne Reading Room

PG 20 · cols. 820–829 · Read from the page

Eusebius, Church History, Book IX

Eusebius, Church History, Book IX

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:820Read from the page
πρᾶγμα, Θεόν τε τῶν Χριστιανῶν δοξάζειν, εὐσεβεῖς τε καὶ μόνους θεοσεβεῖς τούτους ἀληθῶς, πρὸς αὐτῶν ἐλεγχθέντας τῶν πραγμάτων ὁμολογεῖν. Ἐφ' οἷς τοῦτον ἐπιτελουμένοις τὸν τρόπον, ὁ μέγας καὶ οὐράνιος Χριστιανῶν ὑπέρμαχος Θεὸς, τὴν κατὰ πάντων ἀνθρώπων διὰ τῶν δεδηλωμένων ἐπιδειξάμενος ἀπειλὴν καὶ ἀγανάκτησιν, ἀνθ' ὧν εἰς ἡμᾶς ὑπερβαλλόντως ἐνεδείξαντο, τὴν εὐμενῆ καὶ φαιδρὰν τῆς αὐτοῦ περὶ ἡμᾶς προνοίας αὖθις ἡμῖν αὐγὴν ἀπεδίδου, ὡς ἐν βαθεῖ σκότῳ παραδοξότατα φῶς ἡμῖν ἐξ αὐτοῦ καταλάμπων εἰρήνης, ἐκφανές τε τοῖς πᾶσι καθιστὰς, Θεὸν αὐτὸν τῶν καθ' ἡμᾶς ἐπίσκοπον διὰ παντὸς γεγονέναι πραγμάτων, μαστίζοντα μὲν καὶ διὰ τῶν περιστάσεων κατὰ καιρὸν ἐπιστρέφοντα τὸν αὐτοῦ λαὸν, πάλιν τ' αὖ μετὰ τὴν αὐτάρκη παιδείαν, ἵλεων καὶ εὐμενῆ τοῖς εἰς αὐτὸν τὰς ἐλπίδας ἔχουσιν ἀναφαινόμενον.
deed became renowned among all men, and they glorified the God of the Christians and confessed, convicted by the facts themselves, that these truly were pious and the only worshippers of God. Upon these things being accomplished in this manner, the great and heavenly champion of Christians, God, having displayed through the things set forth His threat and indignation against all men in return for what they had excessively displayed against us, restored to us again the kindly and bright beam of His providence towards us, most wonderfully shining down upon us from Himself a light of peace as in deep darkness, and making manifest to all that God Himself had continually been overseer of our affairs, at times scourging and through adversities turning back His people in season, and again after sufficient chastisement appearing propitious and kindly to those who have their hopes in Him.
ΚΕΦΑΛΑΙΟΝ Θʹ.
Chapter IX.
Περὶ τῆς τῶν τυράννων καταστροφῆς τοῦ βίου, καὶ οἵαις ἐχρήσαντο πρὸ τῆς τελευτῆς φωναῖς (Nic. H. E. VII, 29-31).
Concerning the overthrow of the life of the tyrants, and what utterances they used before their end (Nic. H. E. VII, 29-31).
Οὕτω δὴ Κωνσταντίνου, ὃν βασιλέα ἐκ βασιλέως, εὐσεβῆ τε ἐξ εὐσεβεστάτου καὶ πάντα σωφρονεστάτου γεγονέναι προειρήκαμεν, Λικιννίου τε τοῦ μετ' αὐτὸν συνέσει καὶ εὐσεβείᾳ τετιμημένων πρὸς τοῦ παμβασιλέως Θεοῦ τε τῶν ὅλων καὶ Σωτῆρος, δύο θεοφιλῶν κατὰ τῶν δύο δυσσεβεστάτων τυράννων ἀνεγηγερμένων, πολέμου τε νόμῳ παραταξαμένων, Θεοῦ συμμαχοῦντος αὐτοῖς, παραδοξότατα πίπτει μὲν ἐπὶ Ῥώμης ὑπὸ Κωνσταντίνου Μαξέντιος, ὁ δ' ἐπ' Ἀνατολῆς οὐ πολὺν ἐπιζήσας ἐκείνῳ χρόνον, αἰσχίστῳ καὶ αὐτὸς ὑπὸ Λικιννίου, οὔπω μανέντος τότε, καταστρέφει θανάτῳ. Πρότερός γε μὴν ὁ καὶ τιμῇ καὶ τάξει τῆς βασιλείας πρῶτος Κωνσταντῖνος, τῶν ἐπὶ Ῥώμης κατατυραννουμένων φειδὼ λαβὼν, Θεὸν τὸν οὐράνιον, τόν τε τούτου Λόγον, αὐτὸν δὴ τὸν πάντων Σωτῆρα Ἰησοῦν Χριστὸν σύμμαχον δι' εὐχῶν ἐπικαλεσάμενος, πρόεισι πανστρατιᾷ, Ῥωμαίοις τὰ τῆς ἐκ προγόνων ἐλευθερίας προμνώμενος. Μαξεντίου δῆτα μᾶλλον ταῖς κατὰ γοητείαν μηχαναῖς, ἢ τῇ τῶν ὑπηκόων ἐπιθαρσοῦντος εὐνοίᾳ, προελθεῖν γε μὴν οὐδ' ὅσον πυλῶν τοῦ ἄστεως ἐπιτολμῶντος, ὁπλιτῶν δ' ἀναρίθμῳ πλήθει καὶ στρατοπέδων λόχοις μυρίοις πάντα τόπον καὶ χώραν καὶ πόλιν, ὅση τις ἐν κύκλῳ τῆς Ῥωμαίων καὶ Ἰταλίας ἁπάσης ὑπ' αὐτῷ δεδούλωτο, φραξαμένου, ὁ τῆς ἐκ Θεοῦ συμμαχίας ἀνημμένος βασιλεὺς ἐπιὼν πρώτῃ
Thus indeed, when Constantine—whom we have previously said to have been Emperor born of an Emperor, pious born of one most pious and in all things most temperate—and Licinius next after him, both honoured for understanding and piety, had been stirred up by the All-Ruler, both God of all and Saviour, two men beloved of God against the two most impious tyrants, and had drawn up for battle by the law of war, with God fighting beside them, Maxentius falls at Rome most wonderfully at the hands of Constantine, while he in the East, having survived him no long time, himself too ends his life by a most shameful death under Licinius, who had not yet gone mad at that time. First, however, Constantine, who was first also in the honour and rank of the sovereignty, taking pity on those subjected to tyranny at Rome, and calling in prayer upon the heavenly God, and His Word, Jesus Christ Himself the Saviour of all, as ally, advances with his whole army, seeking to win for the Romans their ancestral freedom. Whereas Maxentius trusted rather in contrivances of sorcery than in the goodwill of his subjects, and did not dare to advance even beyond the gates of the city, having fortified with an innumerable multitude of men-at-arms and myriad companies of legions every place and district and city, whatsoever round about Rome and in all Italy had been enslaved under him, the Emperor who clung to the alliance from God, attacking the first
PG 20:821Read from the page
καὶ δευτέρᾳ καὶ τρίτῃ τοῦ τυράννου παρατάξει, εὖ μάλα τε πάσας ἑλὼν, πρόεισιν ἐπὶ πλεῖστον ὅσον τῆς Ἰταλίας, ἤδη τε αὐτῆς Ῥώμης ἄγχιστα ἦν· εἶθ' ὡς μὴ τοῦ τυράννου χάριν Ῥωμαίοις πολεμεῖν ἀναγκάζοιτο, Θεὸς αὐτὸς δεσμοῖς τισιν ὥσπερ τὸν τύραννον ποῤῥωτάτω πυλῶν ἐξέλκει, καὶ τὰ πάλαι δὴ κατὰ ἀσεβῶν ὡς ἐν μύθου λόγῳ παρὰ τοῖς πλείστοις ἀπιστούμενα, πιστά γε μὴν πιστοῖς ἐν ἱεραῖς Βίβλοις ἐστηλιτευμένα, αὐτῇ ἐνεργείᾳ πᾶσιν, ἁπλῶς εἰπεῖν, πιστοῖς καὶ ἀπίστοις, ὀφθαλμοῖς τὰ παράδοξα παρειληφόσιν ἐπιστώσατο. Ὥσπερ οὖν ἐπ' αὐτοῦ Μωϋσέως καὶ τοῦ πάλαι θεοσεβοῦς Ἑβραίων γένους, « ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔῤῥιψεν εἰς θάλασσαν, ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν θαλάσσῃ Ἐρυθρᾷ, πόντῳ ἐκάλυψεν αὐτοὺς, » κατὰ τὰ αὐτὰ δὴ καὶ Μαξέντιος, οἵ τε ἀμφ' αὐτὸν ὁπλῖται καὶ δορυφόροι ἔδυσαν εἰς βυθὸν ὡσεὶ λίθος, ὁπηνίκα νῶτα δοὺς τῇ ἐκ Θεοῦ μετὰ Κωνσταντίνου δυνάμει, τὸν πρὸ τῆς πορείας διῄει ποταμόν· ὃν αὐτὸς σκάφεσι ζεύξας καὶ εὖ μάλα γεφυρώσας, μηχανὴν ὀλέθρου καθ' ἑαυτοῦ συνεστήσατο. Ἐφ' ᾧ ἦν ἂν εἰπεῖν· « Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. » Ταύτῃ δῆτα τοῦ ἐπὶ τοῦ ποταμοῦ ζεύγματος διαλυθέντος, ὑφιζάνει μὲν ἡ διάβασις, χωρεῖ δ' ἀθρόως αὔτανδρα κατὰ τοῦ βυθοῦ τὰ σκάφη, καὶ αὐτός γε πρῶτος ὁ δυσσεβέστατος, εἶτα δὲ καὶ οἱ ἀμφ' αὐτὸν ὑπασπισταὶ, ᾗ τὰ θεῖα προαναφωνεῖ λόγια, « ἔδυσαν ὡσεὶ μόλυβδος ἐν ὕδατι σφοδρῷ· « ὥστε εἰκότως εἰ μὴ λόγοις, ἔργοις δ' οὖν ὁμοίως τοῖς ἀμφὶ τὸν μέγαν θεράποντα Μωϋσέα τοὺς παρὰ Θεοῦ τὴν νίκην ἀραμένους, αὐτὰ δὴ τὰ κατὰ τοῦ πάλαι δυσσεβοῦς τυράννου ὧδέ πως ἀνυμνεῖν καὶ λέγειν· « Ἄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται. Ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν· βοηθὸς καὶ σκεπαστής μου Κύριος ἐγένετό μοι εἰς σωτηρίαν· » καὶ· « Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε, τίς ὅμοιός σοι; δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα. » Ταῦτά γε καὶ ὅσα τούτοις ἀδελφά τε καὶ ἐμφερῆ Κωνσταντῖνος τῷ πανηγεμόνι καὶ τῆς νίκης αἰτίῳ Θεῷ αὐτοῖς ἔργοις ἀνυμνήσας, ἐπὶ Ῥώμης μετ' ἐπινικίων εἰσήλαυνε, πάντων ἀθρόως αὐτὸν ἅμα κομιδῆ νηπίοις καὶ γυναιξὶ, τῶν τε ἀπὸ τῆς συγκλήτου βουλῆς καὶ τῶν ἄλλων διασημοτάτων, σὺν
and second and third battle-line of the tyrant, and capturing them all right well, advances over a very great part of Italy, and was already very near Rome itself; then, so that he might not be forced for the tyrant's sake to wage war against Romans, God Himself as though with certain bonds drags the tyrant very far out from the gates, and the things of old against the ungodly that were disbelieved by most as in the manner of a myth, yet trustworthy to the faithful as inscribed in the sacred Books, He confirmed by the very efficacy of the deed to all—simply to say, to faithful and unfaithful alike—who received the wonders with their own eyes. Just as, therefore, in the time of Moses himself and the godly race of the Hebrews of old, "Pharaoh's chariots and his host He cast into the sea, chosen mounted captains of three He drowned in the Red Sea, with the deep He covered them," in the very same way also Maxentius and the men-at-arms and spearmen around him sank into the depth like a stone, when, turning his back before the power from God that was with Constantine, he was crossing the river that lay across his march, which he himself, having yoked with boats and bridged right well, had contrived into an engine of destruction against himself. Whereupon one might say: "He dug a pit and scooped it out, and he shall fall into the ditch which he wrought. His toil shall return upon his own head, and upon his crown shall his unrighteousness come down." In this way indeed, when the coupling upon the river parted, the crossing gave way, and the boats went down all at once with the men themselves into the depth, and first of all that most impious man himself, and after him the shield-bearers around him, even as the divine oracles foretell, "sank like lead in mighty water;" so that fittingly, if not in words, yet in deeds, in like manner with the followers of the great servant Moses, those who won the victory from God might hymn in some such wise the very words spoken against the impious tyrant of old and say: "Let us sing unto the Lord, for gloriously has He been glorified. Horse and rider He cast into the sea; my helper and protector, the Lord has become unto me for salvation;" and: "Who is like unto Thee among gods, O Lord, who is like unto Thee? glorified among saints, marvellous in glories, working wonders." Having hymned these things and whatsoever things are akin and like unto these to God the Sovereign of all and Author of the victory by his very deeds, Constantine rode into Rome with songs of triumph, while all in a body, together with utter infants and women, both those of the senate-council and the other most distinguished men, with
Notes, col. 821

On the reading

Printed σφοδρῷ· «, for σφοδρῷ· ».

PG 20:824Read from the page
παντὶ δήμῳ Ῥωμαίων, φαιδροῖς ὄμμασιν, αὐταῖς ψυχαῖς, οἷα λυτρωτὴν, σωτῆρά τε καὶ εὐεργέτην, μετ' εὐφημιῶν καὶ ἀπλήστου χαρᾶς ὑποδεχομένων. Ὁ δ' ὥσπερ ἔμφυτον τὴν εἰς Θεὸν εὐσέβειαν κεκτημένος, μηδ' ὅλως ἐπὶ ταῖς βοαῖς ὑποσαλευόμενος, μηδ' ἐπαιρόμενος τοῖς ἐπαίνοις, εὖ μάλα τῆς ἐκ Θεοῦ συνησθημένος βοηθείας, αὐτίκα τοῦ σωτηρίου τρόπαιον πάθους ὑπὸ χεῖρα ἰδίας εἰκόνος ἀνατεθῆναι προστάττει· καὶ δὴ τὸ σωτήριον τοῦ σταυροῦ σημεῖον ἐπὶ τῇ δεξιᾷ κατέχοντα αὐτὸν ἐν τῷ μάλιστα τῶν ἐπὶ Ῥώμης δεδημοσιευμένῳ τόπῳ στήσαντες, αὐτὴν δὴ ταύτην ὑπογραφὴν ἐντάξαι ῥήμασιν αὐτοῖς τῇ Ῥωμαίων ἐγκελεύεται φωνῇ· Τούτῳ τῷ σωτηριώδει σημείῳ, τῷ ἀληθινῷ ἐλέγχῳ τῆς ἀνδρίας, τὴν πόλιν ὑμῶν ἀπὸ ζυγοῦ τοῦ τυράννου διασωθεῖσαν ἠλευθέρωσα· ἔτι μὴν καὶ τὴν σύγκλητον καὶ τὸν δῆμον Ῥωμαίων, τῇ ἀρχαίᾳ ἐπιφανείᾳ καὶ τῇ λαμπρότητι, ἐλευθερώσας ἀποκατέστησα. Καὶ δὴ ἐπὶ τούτοις αὐτός τε Κωνσταντῖνος καὶ σὺν αὐτῷ βασιλεὺς Λικίννιος, οὔπω τότε ἐφ' ἣν ὕστερον ἐκπέπτωκε μανίαν, τὴν διάνοιαν ἐκτραπεὶς, Θεὸν τὸν τῶν ἀγαθῶν ἁπάντων αὐτοῖς αἴτιον εὐμενίσαντες ἄμφω, μιᾷ βουλῇ καὶ γνώμῃ νόμον ὑπὲρ Χριστιανῶν τελεώτατον πληρέστατα διατυποῦνται, καὶ τῶν πεπραγμένων εἰς αὐτοὺς ἐκ Θεοῦ τὰ παράδοξα, τά τε τῆς κατὰ τοῦ τυράννου νίκης, καὶ τὸν νόμον αὐτὸν Μαξιμίνῳ τῶν ἐπ' Ἀνατολῆς ἐθνῶν ἔτι δυναστεύοντι, φιλίαν τε πρὸς αὐτοὺς ὑποκοριζομένῳ διαπέμπονται. Ὁ δ' οἷα τύραννος, περιαλγὴς ἐφ' οἷς ἔγνω γεγενημένος, εἶτα μὴ δοκεῖν ἑτέροις εἴξαι βουλόμενος, μηδ' αὖ παρεκθέσθαι τὸ κελευσθὲν δέει τῶν προστεταχότων, ὡς ἂν ἐξ ἰδίας αὐθεντείας τοῖς ὑπ' αὐτὸν ἡγεμόσι τοῦτο πρῶτον ὑπὲρ Χριστιανῶν ἐπάναγκες διαχαράττει τὸ γράμμα, τὰ μηδέπω ποτὲ πρὸς αὐτοῦ πεπραγμένα, ἐπιπλάστως αὐτὸς καθ' ἑαυτοῦ ψευδόμενος.
the whole Roman people, received him with bright eyes and with their very souls as a redeemer, saviour, and benefactor, with acclamations and insatiable joy. Yet he, possessing piety towards God as though inborn, neither shaken at all at the shouts nor lifted up by the praises, being right well conscious of the help from God, straightway orders a trophy of the saving Passion to be set up beneath the hand of his own statue; and indeed when they set him up holding the saving sign of the cross in his right hand in the most frequented public place in Rome, he bids them engrave this very inscription in these very words in the tongue of the Romans: By this saving sign, the true proof of valour, I freed your city, saved from the yoke of the tyrant; furthermore, freeing both the senate and the people of the Romans, I restored them to their ancient distinction and splendour. And thereupon Constantine himself, and with him the Emperor Licinius, not yet having had his mind turned aside at that time into the madness into which he afterwards fell, both propitiating God the Author of all their good things, with one counsel and mind frame in fullest measure a most complete law on behalf of Christians, and send word across of the wonderful things wrought for them by God and the matters of the victory against the tyrant, together with the law itself, to Maximinus, who still ruled the nations in the East and feigned friendship towards them. And he, tyrant that he was, having become deeply grieved at what he learned, and then wishing neither to seem to yield to others nor on the other hand to put aside what was commanded out of fear of those who had enjoined it, as though of his own authority perforce inscribes to the governors under him this first rescript on behalf of Christians, feignedly lying against himself regarding things never yet done by him.
Ἀντίγραφον ἑρμηνείας ἐπιστολῆς τοῦ τυράννου Μαξιμίνου.
Copy of a translation of the epistle of the tyrant Maximinus.
« Ἰόβιος Μαξιμῖνος Σεβαστὸς, Σαβίνῳ. Καὶ παρὰ τῇ σῇ στιβαρότητι καὶ παρὰ πᾶσιν ἀνθρώποις
"Jovius Maximinus Augustus, to Sabinus. Both with your steadfastness and with all men
Notes, col. 824

On the reading

Printed εἴξαι, for εἶξαι.

PG 20:825Read from the page
φανερὸν εἶναι πέποιθα, τοὺς δεσπότας ἡμῶν Διοκλητιανὸν καὶ Μαξιμιανὸν τοὺς ἡμετέρους πατέρας, ἡνίκα συνεῖδον σχεδὸν ἅπαντας ἀνθρώπους, καταλειφθείσης τῆς τῶν θεῶν θρησκείας, τῷ ἔθνει τῶν Χριστιανῶν ἑαυτοὺς συμμεμιχότας, ὀρθῶς διατεταχέναι, πάντας ἀνθρώπους τοὺς ἀπὸ τῆς τῶν αὐτῶν θεῶν τῶν ἀθανάτων θρησκείας ἀναχωρήσαντας, προδήλῳ κολάσει καὶ τιμωρίᾳ εἰς τὴν θρησκείαν τῶν θεῶν ἀνακληθῆναι. Ἀλλ' ὅτε ἐγὼ εὐτυχῶς τὸ πρῶτον εἰς τὴν Ἀνατολὴν παρεγενόμην, καὶ ἔγνων εἴς τινας τόπους πλείστους τῶν ἀνθρώπων τὰ δημόσια ὠφελεῖν δυναμένους, ὑπὸ τῶν δικαστῶν διὰ τὴν προειρημένην αἰτίαν ἐξορίζεσθαι, ἑκάστῳ τῶν δικαστῶν ἐντολὰς δέδωκα, ὥστε μηδένα τούτων τοῦ λοιποῦ προσφέρεσθαι τοῖς ἐπαρχιώταις ἀπηνῶς, ἀλλὰ μᾶλλον κολακείαις καὶ προτροπαῖς πρὸς τὴν τῶν θεῶν θρησκείαν αὐτοὺς ἀνακαλεῖν. Τηνικαῦτα οὖν ὅτε ἀκολούθως τῇ κελεύσει τῇ ἐμῇ ὑπὸ τῶν δικαστῶν ἐφυλάττετο τὰ προστεταγμένα, συνέβαινε μηδένα ἐκ τῶν τῆς Ἀνατολῆς μερῶν, μήτε ἐξόριστον μήτε ἐνύβριστον γενέσθαι, ἀλλὰ μᾶλλον ἐκ τοῦ μὴ βαρέως κατ' αὐτῶν τι γίνεσθαι, εἰς τὴν τῶν θεῶν θρησκείαν ἀνακεκλῆσθαι. Μετὰ δὲ ταῦτα ὅτε τῷ παρελθόντι ἐνιαυτῷ εὐτυχῶς ἐπέβην εἰς τὴν Νικομήδειαν κἀκεῖ διετέλουν, παρεγένοντο πολῖται τῆς αὐτῆς πόλεως πρὸς μὲ ἅμα μετὰ τῶν ξοάνων τῶν θεῶν, μειζόνως δεόμενοι, ἵνα παντὶ τρόπῳ τὸ τοιοῦτον ἔθνος μηδαμῶς ἐπιτρέποιτο ἐν τῇ αὐτῶν πατρίδι οἰκεῖν. Ἀλλ' ὅτε ἔγνων πλείστους τῆς αὐτῆς θρησκείας ἄνδρας ἐν αὐτοῖς τοῖς μέρεσιν οἰκεῖν, οὕτως αὐτοῖς τὰς ἀποκρίσεις ἀπένειμον, ὅτι τῇ μὲν αἰτήσει αὐτῶν ἀσμένως χάριν ἔσχηκα, ἀλλ' οὐ παρὰ πάντων τοῦτο αἰτηθὲν κατεῖδον· εἰ μὲν οὖν τινες εἶεν τῇ αὐτῇ δεισιδαιμονίᾳ διαμένοντες, οὕτως ἕνα ἕκαστον ἐν τῇ ἰδίᾳ προαιρέσει τὴν βούλησιν ἔχειν, καὶ εἰ βούλοιντο τὴν τῶν θεῶν θρησκείαν ἐπιγινώσκειν. Ὅμως καὶ τοῖς τῆς αὐτῆς πόλεως Νικομηδεῦσι, καὶ ταῖς λοιπαῖς πόλεσιν αἳ καὶ αὐταὶ εἰς τοσοῦτον τὴν ὁμοίαν αἴτησιν περισπουδάστως πρὸς μὲ πεποιήκασιν, δηλονότι ἵνα μηδὲ εἷς τῶν Χριστιανῶν ταῖς πόλεσιν ἐνοικοίη, ἀνάγκην ἔσχον προσφιλῶς ἀποκρίνασθαι, ὅτι δὴ αὐτὸ τοῦτο καὶ οἱ ἀρχαῖοι αὐτοκράτορες πάντες διεφύλαξαν, καὶ αὐτοῖς τοῖς θεοῖς δι' οὓς πάντες ἄνθρωποι καὶ αὐτὴ ἡ τῶν δημοσίων διοίκησις συνίσταται, ἤρεσεν οὖν,
I am persuaded that it is manifest that our lords Diocletian and Maximian, our fathers, when they perceived that nearly all men, abandoning the worship of the gods, had mingled themselves with the nation of the Christians, rightly ordained that all men who had withdrawn from the worship of those same immortal gods should by open punishment and penalty be recalled to the worship of the gods. Yet when I auspiciously arrived for the first time in the East, and learned that into certain places very many men able to benefit the public weal were being banished by the judges for the aforesaid cause, I gave instructions to each of the judges that henceforth none of them should deal harshly with the provincials, but rather by flatteries and exhortations recall them to the worship of the gods. At that time, therefore, when in accordance with my command the things enjoined were observed by the judges, it came to pass that no one from the parts of the East was either banished or subjected to outrage, but rather, from nothing harsh being done against them, that they had been recalled to the worship of the gods. Afterwards, when in the past year I auspiciously entered Nicomedia and was staying there, citizens of the same city came to me together with the images of the gods, earnestly entreating that by every means such a nation should in no way be permitted to dwell in their native city. Yet when I learned that very many men of the same religion dwelt in those very parts, I assigned them my replies thus: that I gladly took pleasure in their petition, yet did not perceive that this was asked by all; if, then, there were some abiding in the same superstition, each single one thus had his wish in his own choice, and if they wished to recognize the worship of the gods. Nevertheless, both to the Nicomedians of the same city and to the remaining cities which themselves also have so earnestly made the like petition to me—namely, that not a single one of the Christians should dwell in the cities—I was under necessity to reply kindly, seeing that all the ancient Emperors observed this very thing, and to the gods themselves, through whom all men and the very administration of public affairs subsist, it was pleasing accordingly,
PG 20:828Read from the page
ὥστε τὴν τοσαύτην αἴτησιν ἣν ὑπὲρ τῆς θρησκείας τοῦ θείου αὐτῶν ἀναφέρουσι, βεβαιώσαιμι. Τοιγαροῦν εἰ καὶ τὰ μάλιστα καὶ τῇ σῇ καθοσιώσει πρὸ τούτου τοῦ χρόνου διὰ γραμμάτων ἐπέσταλται, καὶ δι' ἐντολῶν ὁμοίως κεκέλευσται, ἵνα μὴ κατὰ τῶν ἐπαρχιωτῶν τὸ τοιοῦτον ἔθος διαφυλάξαι ἐπιμεληθέντων, μηδὲν τραχέως, ἀλλὰ ἀνεξικάκως καὶ συμμέτρως συμπεριφέροιντο αὐτοῖς, ὅμως ἵνα μήτε ὑπὸ τῶν βενεφικιαλίων, μήτε ὑπ' ἄλλων τῶν τυχόντων, ὕβρεις μήτε σεισμοὺς ὑπομένοιεν, ἀκόλουθον ἐνόμισα, καὶ τούτοις τοῖς γράμμασι τὴν σὴν στιβαρότητα ὑπομνῆσαι, ὅπως ταῖς κολακείαις καὶ ταῖς προτροπαῖς μᾶλλον τὴν τῶν θεῶν ἐπιμέλειαν τοὺς ἡμετέρους ἐπαρχιώτας ποιήσειας ἐπιγινώσκειν. Ὅθεν εἴ τις τῇ αὐτοῦ προαιρέσει τὴν θρησκείαν τῶν θεῶν ἐπιγνωστέον προσλάβοι, τούτους ὑποδέξασθαι προσήκει· εἰ δέ τινες τῇ ἰδίᾳ θρησκείᾳ ἀκολουθεῖν βούλοιντο, ἐν τῇ αὐτῶν ἐξουσίᾳ καταλίποις. Διόπερ ἡ σὴ καθοσίωσις τὸ ἐπιτραπέν σοι διαφυλάττειν ὀφείλει, καὶ μηδενὶ ἐξουσία δοθῇ, ὥστε τοὺς ἡμετέρους ἐπαρχιώτας ὕβρεσι καὶ σεισμοῖς ἐπιτρίψαι, ὁπότε, ὥσπερ προγέγραπται, ταῖς προτροπαῖς μᾶλλον καὶ ταῖς κολακείαις πρὸς τὴν τῶν θεῶν θρησκείαν τοὺς ἡμετέρους ἐπαρχιώτας προσήκει ἀνακαλεῖν. Ἵνα δὲ αὕτη ἡμῶν ἡ κέλευσις εἰς γνῶσιν πάντων τῶν ἐπαρχιωτῶν τῶν ἡμετέρων ἔλθῃ, διατάγματι ὑπὸ σοῦ προτεθέντι τὸ κεκε-
that I should confirm so great a petition as they bring forward on behalf of the worship of their deity. Wherefore, although before this time instructions have most especially been sent by letters to your devotion also, and commands have likewise been given through mandates, that against the provincials who took care to observe such a custom they should deal with them in nothing harshly, but forbearingly and moderately, nevertheless, so that neither from the beneficiarii nor from any chance others may they suffer outrages or extortions, I deemed it fitting by these letters also to remind your steadfastness, that rather by flatteries and exhortations you cause our provincials to recognize attention to the gods. Hence, if anyone of his own choice should take it up that the worship of the gods ought to be recognized, it is fitting to welcome these men; whereas if some wish to follow their own religion, you should leave them in their own power. On this account your devotion ought to observe closely what has been entrusted to you, and let licence be given to no one to crush our provincials with outrages and extortions, seeing that, as has been written above, it is fitting rather by exhortations and flatteries to recall our provincials to the worship of the gods. And in order that this our command may come to the knowledge of all our provincials, in an edict set forth by you what has been com-
PG 20:829Read from the page
λευσμένον ὀφείλεις δηλῶσαι. » Ταῦθ' ὑπὸ τῆς ἀνάγκης ἐκβεβιασμένος, ἀλλ' οὐ κατὰ γνώμην τὴν αὐτοῦ διακελευσάμενος, οὐκέτ' ἀληθὴς, οὐδ' ἀξιόπιστος παρὰ τοῖς πᾶσιν ἦν, τῆς πρόσθεν ἤδη μετὰ τὴν ὁμοίαν συγχώρησιν παλιμβόλου καὶ διεψευσμένης αὐτοῦ γνώμης ἕνεκα. Οὔκουν ἐτόλμα τις τῶν ἡμετέρων σύνοδον συγκροτεῖν, οὐδ' αὐτὸν ἐν φανερῷ καταστήσασθαι, ὅτι μηδὲ τοῦτ' ἤθελεν αὐτῷ τὸ γράμμα, αὐτὸ μόνον τὸ ἀνεπηρέαστον ἡμῖν ἐπιτρέπον φυλάττεσθαι, οὐ μὴν συνόδους ἐπικελεῦον ποιεῖσθαι, οὐδ' οἴκους ἐκκλησιῶν οἰκοδομεῖν, οὐδ' ἄλλο τι τῶν συνήθων ἡμῖν διαπράττεσθαι. Καί τοί γε ταῦθ' οἱ τῆς εἰρήνης προήγοροι καὶ εὐσεβείας Κωνσταντῖνος καὶ Λικίννιος, αὐτῷ τε ἐπιτρέπειν ἐπεστάλκεσαν, καὶ τοῖς ὑπ' αὐτοὺς ἅπασι διὰ προγραμμάτων καὶ νόμων συγκεχωρήκεσαν. Οὐ μὴν ὁ ἐπὶ τοῦτ' ἤχθη.
manded you ought to make known." Having enjoined these things under compulsion of necessity, and not according to his own mind, he was no longer accounted truthful or trustworthy among all, because of his fickle and deceitful mind formerly shown already after a similar concession. Accordingly none of our people dared to convene an assembly or present himself in public, because the rescript did not even wish this for him, permitting only that freedom from molestation be preserved for us, yet not bidding assemblies to be held, nor church-buildings to be built, nor anything else of our customary practices to be performed. And yet Constantine and Licinius, the advocates of peace and piety, had written to him to permit these things, and had granted them to all those under them through edicts and laws. Yet the [man] was not brought to this.
ΚΕΦΑΛΑΙΟΝ Ιʹ.
Chapter X.
Περὶ τῆς τῶν θεοφιλῶν βασιλέων νίκης. (Nic. H. E. VII, 37, 38).
Concerning the victory of the Emperors beloved of God. (Nic. H. E. VII, 37, 38).
Ἐκπεριῆλθε δ' αὐτὸν τοιαύτη τις αἰτία· τὸ μέγεθος τῆς οὐ κατ' ἀξίαν ἐπιτραπείσης ἡγεμονίας αὐτῷ μηκέθ' οἷός τε φέρειν, ἀλλὰ δι' ἀπειρίαν σώφρονος λογισμοῦ καὶ βασιλικοῦ, ἀπειροκάλως τοῖς πράγμασιν ἐγχειρῶν, ἐπὶ πάσῃ τε ὑπερηφανίας μεγαλαυχίᾳ τὴν ψυχὴν ἀλόγως ἀρθεὶς, ἤδη καὶ κατὰ τῶν τῆς βασιλείας κοινωνῶν, τὰ πάντα αὐτοῦ διαφερόντων γένει τε καὶ παιδείᾳ, ἀξιώματί τε καὶ συνέσει, καὶ τῷ γε πάντων κορυφαιοτάτῳ, σωφροσύνῃ, καὶ τῇ περὶ τὸν ἀληθῆ Θεὸν εὐσεβείᾳ, τολμᾷν ὥρμητο θρασύνεσθαι, καὶ πρῶτον ἑαυτὸν ταῖς τιμαῖς ἀναγορεύειν. Ἐπιτείνας δὲ εἰς ἀπόνοιαν τὰ τῆς μανίας, συνθήκας ἃς πρὸς Λικίννιον πεποίητο πα-
Now some such cause as this came round upon him: being no longer able to bear the greatness of the sovereignty undeservedly entrusted to him, but for want of temperate and imperial reasoning taking affairs in hand tastelessly, and having his soul unreasonably lifted up in every boastfulness of arrogance, he had by now rushed headlong into daring to behave insolently even against his partners in the sovereignty—men who surpassed him in all things, in birth and upbringing, in dignity and understanding, and in what is crowning above all, temperance and piety towards the true God—and to proclaim himself first in honours. And straining his madness to the pitch of frenzy, the treaties which he had made with Licinius he trans-