Migne Reading Room

PG 20 · cols. 832–840 · Read from the page

Eusebius, Church History, Book IX

Eusebius, Church History, Book IX

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:832Read from the page
ρασπονδήσας, πόλεμον ἄσπονδον αἴρεται· εἶτ' ἐν βραχεῖ τὰ πάντα κυκήσας. πᾶσάν τε πόλιν ἐκταράξας, καὶ πᾶν στρατόπεδον μυριάδων τὸ πλῆθος ἀνηρίθμων συναγαγὼν, ἔξεισιν εἰς μάχην αὐτῷ παραταξάμενος, δαιμόνων ἐλπίσιν ὧν δὴ ᾤετο θεῶν, καὶ ταῖς τῶν ὁπλιτῶν μυριάσιν, τὴν ψυχὴν ἐπηρμένος. Καὶ δὴ συμβαλὼν εἰς χεῖρας, ἔρημος τῆς ἐκ Θεοῦ καθίσταται ἐπισκοπῆς, Λικιννίῳ τῆς νίκης ἐξ αὐτοῦ τοῦ πάντων ἑνὸς καὶ μόνου Θεοῦ πρυτανευθείσης. Ἀπόλλυσι δὴ πρῶτον τὸ ἐφ' ᾧ ἐπεποίθει ὁπλιτικὸν, τῶν τε ἀμφ' αὐτὸν δορυφόρων γυμνὸν καὶ πάντων ἔρημον αὐτὸν καταλελοιπότων, καὶ τῷ τότε κρατοῦντι προσπεφευγότων, ὑπεκδὺς ὁ δείλαιος ὡς τάχιστα τὸν οὐ πρέποντα αὐτῷ βασιλικὸν κόσμον, δειλῶς καὶ δυσγενῶς καὶ ἀνάνδρως ὑποδύνει τὸ πλῆθος, κἄπειτα διαδιδράσκει κρυπταζόμενός τε ἀνὰ τοὺς ἀγροὺς καὶ τὰς κώμας, μόλις τῶν πολεμίων τὰς χεῖρας, τὰ τῆς σωτηρίας αὐτῷ προμνώμενος διέξεισιν, ἔργοις αὐτοῖς εὖ μάλα πιστοὺς καὶ ἀληθεῖς τοὺς θείους ἀποφήνας χρησμοὺς, ἐν οἷς εἴρηται· « Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ· ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν. » Οὕτω δῆτα αἰσχύνης ἔμπλεως ὁ τύραννος ἐπὶ τὰ καθ' ἑαυτὸν ἐλθὼν μέρη, πρῶτον μὲν ἐμμανεῖ θυμῷ, πολλοὺς ἱερεῖς καὶ προφήτας τῶν πάλαι θαυμαζομένων αὐτῷ θεῶν, ὧν δὴ τοῖς χρησμοῖς ἀναῤῥιπισθεὶς τὸν πόλεμον ἤρατο, ὡς ἂν γόητας καὶ ἀπατεῶνας καὶ ἐπὶ πᾶσι προδότας τῆς αὐτοῦ γενομένους σωτηρίας, ἀναιρεῖ, εἶτα δὴ δοὺς δόξαν τῷ τῶν Χριστιανῶν Θεῷ, νόμον τε τὸν ὑπὲρ ἐλευθερίας αὐτῶν τελεώτατα καὶ πληρέστατα διαταξάμενος, δυσθανατήσας αὐτίκα, μηδεμιᾶς αὐτῷ χρόνου δοθείσης προθεσμίας, τελευτᾷ τὸν βίον. Ὁ δὲ καταπεμφθεὶς ὑπ' αὐτοῦ νόμος, τοιοῦτος ἦν·
having broken the treaty, he takes up a truceless war; then in a brief space having thrown all things into confusion, and having thoroughly troubled every city, and having gathered together an entire army of countless myriads in multitude, he goes out to battle arrayed against him, lifted up in soul by hopes in demons whom indeed he supposed to be gods, and by the myriads of heavy-armed soldiers. And indeed having engaged at close quarters, he is rendered destitute of the oversight from God, the victory being dispensed to Licinius by the one and only God of all Himself. First indeed he loses the heavy-armed force upon which he had trusted, and when the bodyguards around him had left him naked and destitute of all, and had fled over to the one then prevailing, the wretched man, slipping off as quickly as possible the imperial attire that did not befit him, cowardly and ignobly and unmanly slips into the crowd, and thereafter runs away hiding himself throughout the fields and the villages, and scarcely escapes through the hands of the enemies, courting safety for himself, by the very deeds showing the divine oracles to be altogether trustworthy and true, in which it has been said: « A king is not saved through great power, and a giant shall not be saved in the multitude of his strength; false is a horse for safety, and in the multitude of his power it shall not be saved. Behold, the eyes of the Lord are upon those who fear Him, those who hope upon His mercy, to deliver their souls out of death. » Thus indeed full of shame the tyrant having come to his own parts, first in frantic rage slays many priests and prophets of the gods long marvelled at by him, fanned up by whose oracles indeed he had taken up the war, as being sorcerers and deceivers and above all having become traitors to his safety; then indeed having given glory to the God of the Christians, and having enacted most completely and most fully the law on behalf of their liberty, straightway dying a hard death, no respite of time being granted to him, he ends his life. And the law sent down by him was such as this:
Ἀντίγραφον ἑρμηνείας τῆς τοῦ τυράννου ὑπὲρ Χριστιανῶν διατάξεως, ἐκ Ῥωμαϊκῆς γλώττης εἰς τὴν Ἑλλάδα μεταληφθείσης.
Copy of a translation of the ordinance of the tyrant on behalf of Christians, rendered from the Roman tongue into the Greek.
« Αὐτοκράτωρ Καῖσαρ Γάϊος Οὐαλέριος Μαξιμῖνος, Γερμανικὸς, Σαρματικὸς, Εὐσεβὴς, Εὐτυχὴς, Ἀνίκητος, Σεβαστός. Κατά πάντα τρόπον ἡμᾶς διηνεκῶς τῶν ἐπαρχιωτῶν τῶν ἡμετέρων τοῦ χρησίμου προ-
« Emperor Caesar Gaius Valerius Maximinus, Germanicus, Sarmaticus, Pius, Felix, Invictus, Augustus. That in every way we continually for the advantage of our provincials should take fore-
Notes, col. 832

On the reading

Printed Κατά, for Κατὰ.

PG 20:833Read from the page
νοεῖσθαι δεῖ, καὶ ταῦτα αὐτοῖς βούλεσθαι παρέχειν οἷς τὰ λυσιτελῆ πάντων μάλιστα κατορθοῦται, καὶ ὅσα τῆς λυσιτελείας καὶ τῆς χρησιμότητός ἐστι τῆς κοινῆς αὐτῶν, καὶ ὁποῖα πρὸς τὴν δημοσίαν λυσιτέλειαν ἁρμόζει, καὶ ταῖς ἑκάστον διανοίαις προσφιλῆ τυγχάνει, οὐδένα ἀγνοεῖν, ἀλλ' ἕκαστον ἀνατρέχειν ἐπ' αὐτὸ τὸ γινόμενον, γινώσκειν τε ἕκαστον τῶν ἀνθρώπων καὶ ἔχειν ἐν ἑαυτῷ, δῆλον εἶναι πιστεύομεν. Ὁπότε τοίνυν πρὸ τούτου δῆλον γέγονε τῇ γνώσει τῇ ἡμετέρᾳ, ἐκ ταύτης τῆς προφάσεως ἐξ ἧς κεκελευσμένον ἦν ὑπὸ τῶν θειοτάτων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν γονέων τῶν ἡμετέρων, τὰς συνόδους τῶν Χριστιανῶν ἐξῃρῆσθαι, πολλοὺς σεισμοὺς καὶ ἀποστερήσεις ὑπὸ τῶν ὀφφικιαλίων γεγενῆσθαι, καὶ εἰς τοὐπιὸν δὲ τοῦτο προχωρεῖν κατὰ τῶν ἐπαρχιωτῶν τῶν ἡμετέρων, ὧν μάλιστα πρόνοιαν τὴν προσήκουσαν γίνεσθαι σπουδάζομεν, τῶν οὐσιῶν τῶν ἰδίων αὐτῶν κατατριβομένων, δοθέντων γραμμάτων πρὸς τοὺς ἡγεμόνας ἑκάστης ἐπαρχίας τῷ παρελθόντι ἐνιαυτῷ, ἐνομοθετήσαμεν, ἵν' ἐάν τις βούλοιτο τῷ τοιούτῳ ἔθει ἢ τῇ αὐτῇ φυλακῇ τῆς αὐτῆς θρησκείας ἕπεσθαι, τοῦτον ἀνεμποδίστως ἔχεσθαι τῆς προθέσεως τῆς ἑαυτοῦ, καὶ ὑπὸ μηδενὸς ἐμποδίζεσθαι μηδὲ κωλύεσθαι, καὶ εἶναι αὐτοῖς εὐχέρειαν, ἄνευ τινὸς φόβου καὶ ὑποψίας, τοῦθ' ὅπερ ἑκάστῳ ἀρέσκει ποιεῖν. Πλὴν οὐδὲ νῦν λαθεῖν ἡμᾶς ἐδυνήθη, ὅτι τινὲς τῶν δικαστῶν παρενεθυμοῦντο τὰς ἡμετέρας κελεύσεις, καὶ διστάζειν τοὺς ἡμετέρους ἀνθρώπους περὶ τὰ προστάγματα τὰ ἡμέτερα παρεσκεύασαν, καὶ ὀκνηρότερον προσιέναι ταύταις ταῖς θρησκείαις αἷς ἦν ἀρεστὸν αὐτοῖς, ἐποίησαν. Ἵνα τοίνυν εἰς τὸ ἑξῆς πᾶσα ὑποψία ἀμφιβολίας τοῦ φόβου περιαιρεθῇ, τοῦτο τὸ διάταγμα προτεθῆναι ἐνομοθετήσαμεν, ἵνα πᾶσι δῆλον γένηται, ἐξεῖναι τούτοις οἵ τινες ταύτην τὴν αἵρεσιν καὶ τὴν θρησκείαν μετιέναι βούλονται, ἐκ ταύτης τῆς δωρεᾶς τῆς ἡμετέρας καθὼς ἕκαστος βούλεται ἢ δέον αὐτῷ ἐστιν, οὕτως προσιέναι τῇ θρησκείᾳ ταύτῃ ἣν ἐξ ἔθους θρησκεύειν εἵλετο· καὶ τὰ Κυριακὰ δὲ τὰ οἰκεῖα ὅπως κατασκευάζοιεν, συγχωρεῖται. Ἵνα μέντοι καὶ μείζων
thought, and wish to furnish to them those things whereby what is profitable for all is best accomplished, and whatsoever belongs to their common profit and usefulness, and such things as are fitting towards the public profit and happen to be agreeable to the minds of each, we believe that no one is ignorant, but that each has recourse to the very fact as it occurs, and that each of mankind knows and holds within himself as manifest. Since therefore before this it became manifest to our knowledge that, out of this pretext whereby it had been commanded by the most divine Diocletian and Maximian our parents that the assemblies of the Christians should be abolished, many extortions and despoilments had been committed by the officials, and that for the future also this was advancing against our provincials, for whom above all we are zealous that fitting forethought should be taken, their own substances being worn away, letters having been given to the governors of each province in the past year, we enacted by law that if anyone should wish to follow such a custom or the same observance of the same religion, this person should hold unhindered to his own purpose, and be hindered or prevented by no one, and that they should have free leave, without any fear and suspicion, to do that very thing which pleases each. Yet not even now could it escape our notice that certain of the judges misconstrued our commands, and caused our people to hesitate concerning our injunctions, and made them approach more reluctantly those observances of religion which were pleasing to them. In order therefore that hereafter every suspicion of ambiguity of fear may be taken away, we have enacted by law that this edict be set forth, so that it may become manifest to all that it is lawful for those who wish to pursue this sect and religion, out of this our grant, according as each wishes or is fitting for him, so to approach this religion which from custom he chose to observe; and also that they may build their own Lord's houses, is permitted. In order however that even greater
Notes, col. 833

On the reading

Printed ἑκάστον, for ἑκάστου.

PG 20:836Read from the page
γένηται ἡ ἡμετέρα δωρεὰ, καὶ τοῦτο νομοθετῆσαι κατηξιώσαμεν, ἵν' εἴ τινες οἰκίαι καὶ χωρία τοῦ δικαίου τῶν Χριστιανῶν πρὸ τούτου ἐτύγχανον ὄντα, ἐκ τῆς κελεύσεως τῶν γονέων τῶν ἡμετέρων εἰς τὸ δίκαιον μετέπεσε τοῦ φίσκου, ἢ ὑπό τινος κατελήφθη πόλεως, εἴτε διάπρασις τούτων γεγένηται, εἴτε εἰς χάρισμα δέδοταί τινι, ταῦτα πάντα εἰς τὸ ἀρχαῖον δίκαιον τῶν Χριστιανῶν ἀνακληθῆναι ἐκελεύσαμεν, ἵνα καὶ ἐν τούτῳ τῆς ἡμετέρας εὐσεβείας καὶ τῆς προνοίας αἴσθησιν πάντες λάβωσιν. » Αὗται τοῦ τυράννου φωναὶ, οὐδ' ὅλον ἐνιαυτὸν τῶν κατὰ Χριστιανῶν ἐν στήλαις ἀνατεθειμένων αὐτῷ διαταγμάτων ὑστερίσασαι. Καὶ παρ' ᾧ γε μικρῷ πρόσθεν δυσσεβεῖς ἐδοκοῦμεν καὶ ἄθεοι καὶ παντὸς ὄλεθροι τοῦ βίου, ὡς μὴ ὅτι γε πόλιν, ἀλλ' οὐδὲ χώραν οὐδ' ἐρημίαν οἰκεῖν ἐπιτρέπεσθαι, παρὰ τούτῳ διατάξεις ὑπὲρ Χριστιανῶν καὶ νομοθεσίαι συνετάττοντο, καὶ οἱ πρὸ βραχέος πυρὶ καὶ σιδήρῳ, θηρίων τε καὶ οἰωνῶν βορᾷ πρὸ ὀφθαλμῶν αὐτοῦ τοῦ τυράννου διαφθειρόμενοι, καὶ πᾶν εἶδος κολάσεως καὶ τιμωρίας, ἀπαλλαγῆς τε βίου οἰκτρότατα, ὡς ἂν ἄθεοι καὶ δυσσεβεῖς, ὑπομένοντες, οὗτοι νῦν πρὸς αὐτοῦ καὶ θρησκεύειν ὁμολογοῦνται θρησκείαν, καὶ ἐπισκευάζειν Κυριακὰ ἐπιτρέπονται, καὶ δικαίων τινῶν αὐτοῖς μετεῖναι, αὐτὸς ὁ τύραννος μαρτυρεῖ καὶ ὁμολογεῖ. Καὶ δὴ τοιαῦτα ἐξομολογησάμενος, ὥσπερ τινὸς τυχὼν εὐεργεσίας, τούτων δὴ αὐτῶν ἕνεκα, ἧττον ἢ παθεῖν αὐτὸν ἐχρῆν δήπου παθὼν, ἀθρόᾳ Θεοῦ πληγεὶς μάστιγι, ἐν δευτέρᾳ τοῦ πολέμου συμβολῇ καταστρέφει. Γίνεται δ' αὐτῷ τὰ τῆς καταστροφῆς οὐχ οἷα στρατηγοῖς πολεμάρχαις, ὑπὲρ ἀρετῆς καὶ γνωρίμων πολλάκις ἀνδριζομένοις ἐν πολέμῳ, τὴν εὐκλεῆ τελευτὴν εὐθαρσῶς ὑπομεῖναι συνέβη, ἀλλὰ γὰρ ἅτε τις δυσσεβὴς καὶ θεομάχος, τῆς παρατάξεως ἔτ' αὐτῷ πρὸ τοῦ πεδίου συνεστώσης, οἴκοι μένων αὐτὸς καὶ κρυπταζόμενος, τὴν προσήκουσαν τιμωρίαν ὑπέχει, ἀθρόα Θεοῦ πληγεὶς καθ' ὅλου τοῦ σώματος μάστιγι, ὡς ἀλγηδόσι δειναῖς καὶ περιωδυνίαις ἐλαυνόμενον, πρηνῆ καταπεσεῖν λιμῷ φθειρόμενον, τας τε σάρκας ὅλας ἀοράτῳ καὶ θεηλάτῳ πυρὶ τηκόμενον διαῤῥευσάσας, ὡς τὸ μὲν πᾶν εἶδος τῆς παλαιᾶς μορφῆς ἀφανισθῆναι, ξηρῶν δ' αὐτῷ μόνον ὀστέων οἷόν τι μακρῷ χρόνῳ κατεσκελετευμένον εἴδωλον ὑπολειφθῆναι· ὡς μηδ' ἄλλο τι νομίζειν τοὺς παρόντας, ἢ τάφον αὐτῷ τῆς ψυχῆς γεγονέναι τὸ σῶμα, ἐν ἤδη νεκρῷ καὶ παντελῶς ἀποῤῥεύσαντι κατορωρυγμένης. Σφοδρότερον δ' ἔτι μᾶλλον τῆς θέρμης αὐτὸν ἐκ βάθους μυελῶν καταφλεγούσης, προπηδῶσι μὲν αὐτῷ τὰ ὄμματα, καὶ τῆς ἰδίας λήξεως ἀπο-
may become our grant, we have deigned to enact this also by law, that if any houses and lands previously happened to belong to the right of the Christians, and by the command of our parents fell over into the right of the treasury, or were seized by any city, whether a sale of these has taken place, or whether they have been given to anyone as a free gift, all these we have commanded to be recalled to the ancient right of the Christians, so that in this also all may perceive our piety and forethought. » These were the words of the tyrant, coming not even a whole year behind the edicts against Christians set up by him on pillars. And by the very one before whom a little earlier we seemed impious and godless and pests of all life, so as not only not to be permitted to inhabit a city, nor even country nor wilderness, by this man ordinances and legislation on behalf of Christians were composed; and those who shortly before were being destroyed by fire and iron, and as prey for wild beasts and birds before the eyes of the tyrant himself, and were enduring every form of punishment and vengeance, and most pitiable departures from life, as though godless and impious, these are now acknowledged by him both to observe their religion and are permitted to repair Lord's houses, and the tyrant himself bears witness and confesses that they have a share in certain rights. And indeed having made such confessions, as though meeting with some benefaction on account of these very things, having suffered less, no doubt, than it behoved him to suffer, struck by a sudden scourge of God, in the second engagement of the war he comes to his end. Yet the circumstances of his end happen to him not such as befell generals and war-leaders who, often playing the man in war on behalf of valour and friends, courageously endured a glorious end; for as one impious and a fighter against God, while his battle-line was still standing for him before the plain, staying at home himself and hiding, he undergoes the fitting vengeance, struck over his whole body by a sudden scourge of God, so that driven by terrible pains and racking agonies he fell prone, wasting away with famine, and melting in an invisible and God-sent fire as to all his flesh which flowed away, so that the whole appearance of his ancient form vanished, and of dry bones alone there was left to him as it were some phantom reduced to a skeleton by a long space of time; so that those present thought his body to have become nothing else for him than a tomb of the soul, buried in what was already dead and altogether wasted away. And as the heat still more vehemently burned him down from the depth of his marrow, his eyes leap forth, and from their own socket fall-
Notes, col. 836

On the reading

Printed ὑστερίσασαι, for ὑστερήσασαι.

Printed ἀθρόα, for ἀθρόᾳ.

Printed τας, for τάς.

PG 20:837Read from the page
πεσόντα, πηρὸν αὐτὸν ἀφίησιν. Ὁ δ' ἐπὶ τούτοις ἔτι ἐμπνέων, ἀνθομολογούμενος τῷ Κυρίῳ, θάνατον ἐπ-
ing out, leave him blind. And he, still breathing upon these things, making confession to the Lord, death up-
ψυχὴν ἀφίησιν.
gives up his soul.
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ.
Chapter XI.
Περὶ τῆς ὑστάτης ἀπωλείας τῶν τῆς θεοσεβείας ἐχθρῶν (Nic. H. E. VII, 39).
Concerning the final destruction of the enemies of godliness (Nic. H. E. VII, 39).
Οὕτω δῆτα Μαξιμίνου ἐκποδὼν γενομένου, ὡς μόνος ἔτι λείπων τῶν τῆς θεοσεβείας ἐχθρῶν, ἁπάντων χείριστος ἀναπέφηνε, τὰ μὲν τῆς τῶν ἐκκλησιῶν ἀνανεώσεως ἐκ θεμελίων χάριτι Θεοῦ τοῦ παντοκράτορος ἠγείρετο, ὅ τε Χριστοῦ λόγος εἰς δόξαν τοῦ τῶν ὅλων Θεοῦ διαλάμπων, μείζονα τὴν πρόσθεν ἀπελάμβανε παῤῥησίαν, τὰ δὲ τῆς δυσσεβείας τῶν τῆς θεοσεβείας ἐχθρῶν αἰσχύνης καὶ ἀτιμίας ἐσχάτης ἐνεπίμπλατο. Πρῶτός τε γὰρ αὐτὸς ἐκεῖνος Μαξιμῖνος, ἁπάντων πολεμιώτατος ὑπὸ τῶν κρατούντων ἀναγορευθεὶς, δυσσεβέστατος καὶ δυσωνυμώτατος καὶ θεομισέστατος τύραννος διὰ προγραμμάτων δημοσίων ἀνεστηλίτευτο, γραφαί τε ὅσαι εἰς τιμὴν αὐτοῦ καὶ τῶν αὐτοῦ παίδων κατὰ πᾶσαν ἀνέκειντο πόλιν, αἱ μὲν ἐξ ὕψους εἰς ἔδαφος ῥιπτούμεναι συνετρίβοντο, αἱ δὲ τὰς προσόψεις ἠχρειοῦντο, σκοτεινῷ χρώματι καταμελανούμεναι, ἀνδριάντων τε ὁμοίως ὁπόσοι εἰς τὴν αὐτοῦ τιμὴν διανεστήκεσαν, ὡσαύτως ῥιπτούμενοι συνετρίβοντο, γέλως καὶ παιδιὰ τοῖς ἐνυβρίζειν καὶ ἐμπαροινεῖν ἐθέλουσιν ἐκκείμενοι. Εἶτα δὲ καὶ τῶν ἄλλων τῆς θεοσεβείας ἐχθρῶν πᾶσαι αἱ τιμαὶ περιῃροῦντο, ἐκτείνοντο δὲ καὶ πάντες οἱ τὰ Μαξιμίνου φρονοῦντες, ὅσοι μάλιστα τῶν ἐν ἀρχικοῖς ἀξιώμασιν ὑπ' αὐτοῦ τετιμημένοι, τῇ πρὸς αὐτὸν κολακείᾳ σοβαρῶς ἐνεπαρῴνησαν τῷ καθ' ἡμᾶς λόγῳ· οἷος ἦν ὁ παρὰ πάντας αὐτῷ τιμιώτατος καὶ αἰδεσιμώτατος, ἑταίρων τε γνησιώτατος, Πευκέτιος, δισύπατος καὶ τρισύπατος, καὶ τῶν καθόλου λόγων ἔπαρχος πρὸς αὐτοῦ καθεσταμένος, Κουλκια-
Thus indeed when Maximinus had been put out of the way, who, alone still remaining of the enemies of godliness, had shown himself worst of all, the work of the renewal of the churches from their foundations was being raised up by the grace of God the Almighty, and the word of Christ, shining forth unto the glory of the God of all, was recovering greater boldness of speech than before, while the affairs of the impiety of the enemies of godliness were being filled with shame and uttermost dishonour. For first Maximinus himself, having been proclaimed by the rulers most hostile of all, was publicly pilloried through public proclamations as a most impious and most execrable and most God-hated tyrant; and whatsoever pictures had been set up in every city in honour of him and of his children, some being cast down from on high to the ground were smashed to pieces, while others were rendered useless in their countenances, blackened over with dark colour; and of statues likewise, as many as had been erected in his honour, being in the same manner cast down were smashed to pieces, exposed as laughter and sport to those wishing to insult and abuse them. Next also all the honours of the other enemies of godliness were stripped away, and all those who favoured the cause of Maximinus were slain, above all as many among those in ruling dignities as, honoured by him, out of flattery towards him had arrogantly raged against our doctrine: such as was the one honoured and revered by him beyond all, and truest of comrades, Peucetius, twice consul and thrice consul, and appointed by him prefect of the general accounts, Culcia-
PG 20:840Read from the page
νός τε ὡσαύτως διὰ πάσης ἀρχικῆς προελθὼν ἐξουσίας, ὁ καὶ αὐτὸς μυρίοις τοῖς κατ' Αἴγυπτον Χριστιανῶν ἐλλαμπρυνόμενος αἵμασιν, ἄλλοι τε ἐπὶ τούτοις οὐκ ὀλίγοι, δι' ὧν μάλιστα τὰ τῆς Μαξιμίνου τυραννίδος ἐκραταιοῦτό τε καὶ ηὔξετο. Ἐκάλει δὲ ἄρα καὶ Θεότεκνον ἡ δίκη, οὐδαμῶς τὰ κατὰ Χριστιανῶν αὐτῷ πεπραγμένα λήθη παραδιδοῦσα. Ἐπὶ μὲν γὰρ τῷ κατ' Ἀντιόχειαν ἱδρυθέντι παρ' αὐτοῦ ξοάνῳ δόξας εὐημερεῖν, ἤδη καὶ ἡγεμονίας ἠξίωτο παρὰ Μαξιμίνου. Λικίννιος δ' ἐπιβὰς τῆς Ἀντιοχέων πόλεως, φωράν τε γοήτων ποιησάμενος, τοὺς τοῦ νεοπαγοῦς ξοάνου προφήτας καὶ ἱερεῖς βασάνοις ᾐκίζετο, τίνι λόγῳ τὴν ἀπάτην καθυπεκρίνοντο πυνθανόμενος. Ὡς δ' ἐπικρύπτεσθαι αὐτοῖς πρὸς τῶν βασάνων συνελαυνομένοις ἀδύνατον ἦν, ἐδήλουν δὲ τὸ πᾶν μυστήριον ἀπάτην τυγχάνειν τέχνῃ τῇ Θεοτέκνου μεμηχανημένην, τοῖς πᾶσι τὴν ἀξίαν ἐπιθεὶς δίκην, πρῶτον αὐτὸν Θεότεκνον, εἶτα δὲ καὶ τοὺς τῆς γοητείας κοινωνοὺς, μετὰ πλείστας ὅσας αἰκίας θανάτῳ παραδίδωσι. Τούτοις ἅπασι προσετίθεντο καὶ οἱ Μαξιμίνου παῖδες οὓς ἤδη καὶ τῆς βασιλικῆς τιμῆς, τῆς τε ἐν πίναξι καὶ γραφαῖς ἀναθέσεως πεποίητο κοινωνούς· καὶ οἱ συγγενεῖς δὲ τοῦ τυράννου τὸ πρὶν αὐχοῦντες, καὶ πάντας ἀνθρώπους καταδυναστεύειν ἐπηρμένοι, τὰ αὐτὰ τοῖς προδεδηλωμένοις μετὰ τῆς ἐσχάτης ἀτιμίας ἔπασχον, ἐπεὶ μὴ ἐδέξαντο παιδείαν, μηδὲ ἔγνωσαν μηδὲ συνῆκαν τὴν φάσκουσαν ἐν ἱεροῖς λόγοις παρακέλευσιν· « Μὴ πεποίθετε ἐπ' ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστὶ σωτηρία· ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ἀποστρέψει εἰς τὴν γῆν αὐτοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν. » Οὕτω δῆτα τῶν δυσσεβῶν ἐκκαθαρθέντων, μόνοις ἐφυλάττετο τὰ τῆς προσηκούσης βασιλείας βέβαιά τε καὶ ἀνεπίφθονα, Κωνσταντίνῳ καὶ Λικιννίῳ· οἳ τὸ πρόσθεν ἁπάντων ἐκκαθάραντες τοῦ βίου τὴν θεοεχθρίαν, τῶν ἐκ Θεοῦ πρυτανευθέντων ἀγαθῶν αὐτοῖς ᾐσθημένοι, τὸ φιλάρετον καὶ θεοφιλὲς, τό τε πρὸς τὸ Θεῖον εὐσεβὲς καὶ εὐχάριστον διὰ τῆς ὑπὲρ Χριστιανῶν ἐνεδείξαντο νομοθεσίας.
nus too likewise, having advanced through every ruling authority, who himself also gloried in countless blood-sheddings of Christians in Egypt, and not a few others besides these, through whom above all the power of Maximinus's tyranny was strengthened and increased. Justice summoned Theotecnus also, in nowise consigning to oblivion the things perpetrated by him against Christians. For having seemed to prosper over the wooden idol set up by him at Antioch, he had already even been deemed worthy of a governorship by Maximinus. But Licinius, having set foot in the city of the Antiochenes and made a search for sorcerers, tormented with tortures the prophets and priests of the newly fashioned idol, inquiring on what account they were play-acting the deceit. And when it was impossible for them, hard pressed by the tortures, to conceal it, and they declared the whole mystery to be a deceit contrived by the art of Theotecnus, imposing upon all the deserved penalty, he delivers over to death, after very many outrages, first Theotecnus himself, and next also the partners in the sorcery. To all these were added also the children of Maximinus, whom he had already made sharers even of imperial honour and of dedication on tablets and pictures; and the kinsfolk also of the tyrant, formerly boasting and lifted up to lord it over all men, suffered the same things as those aforementioned with uttermost dishonour, since they did not receive instruction, neither knew nor understood the exhortation speaking in the sacred words: « Do not trust in rulers, in sons of men, in whom there is no salvation; his spirit shall go forth and shall return into his earth; in that day all their thoughts shall perish. » Thus indeed, the impious having been purged away, the rights of fitting sovereignty were preserved firm and unenvied for Constantine and Licinius alone; who, having before all things purged away enmity towards God from life, sensible of the good things dispensed to them from God, displayed their love of virtue and love of God, and their piety and gratitude towards the Divine, through their legislation on behalf of Christians.
Τέλος τοῦ θʹ λόγου τῆς Ἐκκλησιαστικῆς Ἱστορίας.
End of the ninth book of the Ecclesiastical History.
Notes, col. 840

On the reading

Printed λήθη, for λήθῃ.

Printed ἔστὶ, for ἔστι.