Οἱ μὲν οὖν ἐξ ἔθους ὄμβροι τε καὶ ὑετοὶ, χειμαδίου τῆς ὥρας ὑπαρχούσης, τὴν ἐπὶ γῆς ἀνεῖχον συνήθη φορὰν, λιμὸς δ' ἀδόκητος ἐπισκήπτει, καὶ λοιμὸς ἐπὶ τούτῳ, καί τινος ἑτέρου νοσήματος, ἕλκος δὲ ἦν φερωνύμως τοῦ πυρώδους ἕνεκεν, ἄνθραξ προσαγορευόμενον, ἐπιφορά· ὃ καθ' ὅλων μὲν ἕρπον τῶν σωμάτων, σφαλεροὺς ἐνεποίει τοῖς πεπονθόσι κινδύνους, οὐ μὴν ἀλλὰ καὶ κατὰ τῶν ὀφθαλμῶν διαφερόντως ἐπὶ πλεῖστον γινόμενον, μυρίους ὅσους ἄνδρας ἅμα γυναξὶ καὶ παισὶ πηροὺς ἀπειργάζετο. Τούτοις προσεπανίσταται τῷ τυράννῳ ὁ πρὸς Ἀρμενίους πόλεμος, ἄνδρας ἐξ ἀρχαίου φίλους τε καὶ συμμάχους Ῥωμαίων· οὓς καὶ αὐτοὺς Χριστιανοὺς ὄντας, καὶ τὴν εἰς τὸ Θεῖον εὐσέβειαν διὰ σπουδῆς ποιουμένους, ὁ θεομισὴς εἰδώλοις θύειν καὶ δαίμοσιν ἐπαναγκάσαι πεπειραμένος, ἐχθροὺς ἀντὶ φίλων καὶ πολεμίους ἀντὶ συμμάχων κατεστήσατο. Ἀθρόως δὴ ταῦτα πάντα ὑφ' ἕνα καὶ τὸν αὐτὸν συῤῥεύσαντα καιρὸν, τῆς τοῦ τυράννου θρασύτητος τὴν κατὰ τοῦ θείου μεγαλαυχίαν διήλεγξεν, ὅτι δὴ τῆς περὶ τὰ εἴδωλα αὐτοῦ σπουδῆς καὶ τῆς καθ' ἡμῶν ἕνεκα πολιορκίας, μὴ λιμὸν, μηδὲ λοιμὸν, μηδὲ μὴν πόλεμον ἐπὶ τῶν αὐτοῦ συμβῆναι καιρῶν ἐθρασύνετο. Ταῦτα δ' οὖν ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ ἐπελθόντα, καὶ τῆς αὐτοῦ καταστροφῆς περιειλήφει τὰ προοίμια. Αὐτὸς μὲν οὖν περὶ τὸν πρὸς Ἀρμενίους πόλεμον ἅμα τοῖς αὐτοῦ στρατοπέδοις κατεπονεῖτο, τοὺς δὲ λοιποὺς τῶν τὰς ὑπ' αὐτὸν πόλεις οἰκούντων, δεινῶς ὁ λιμός τε ἅμα καὶ λοιμὸς κατετρυχέτην, ὥς ἑνὸς μέτρου πυρῶν, δισχιλίας καὶ πεντακοσίας Ἀττικὰς ἀντικαταλλάττεσθαι. Μυρίοι μὲν οὖν ἐτύγχανον οἱ κατὰ πόλεις θνήσκοντες, πλείους δὲ τούτων οἱ κατ' ἀγρούς τε καὶ κώμας, ὡς ἤδη καὶ τὰς πάλαι τῶν ἀγροίκων πολυάνδρους ἀπογραφὰς, μικροῦ δεῖν παντελῆ παθεῖν ἐξάλειψιν, ἀθρόως σχεδὸν ἁπάντων ἐνδείᾳ τροφῆς καὶ λοιμώδει νόσῳ διεφθαρμένων. Τινὲς μὲν οὖν τὰ ἑαυτῶν φίλτατα βραχυτάτης τροφῆς τοῖς εὐπορωτέροις ἀπεμπολεῖν ἠξίουν, ἄλλοι δὲ τὰς κτήσεις κατὰ βραχὺ διαπιπράσκοντες, εἰς ἐσχάτην ἐνδείας ἀπορίαν ἤλαυνον· ἤδη δέ τινες σμικρὰ χόρτου διαμασσώμενοι σπαράγματα, καί τινας ἀναίδην φθοροποιοὺς ἐσθίοντες πόας, τὴν τῶν σωμάτων ἕξιν λυμαινόμενα διώλλυντο. Καὶ γυναίων δὲ τῶν κατὰ πόλεις εὐγενίδων τινὲς, εἰς ἀναίσχυντον ἀνάγκην πρὸς τῆς ἀπορίας ἐλασθεῖσαι, μεταιτεῖν ἐπὶ τῶν ἀγορῶν προεληλύθεσαν, τῆς πάλαι ἐλευθερίου τροφῆς ὑπό-
Now the customary downpours and rains, though the season was winter, withheld their usual fall upon the earth, and an unexpected famine broke out, and upon this a pestilence, and an attack of another disease—it was an ulcer called carbuncle, bearing that name by reason of its fiery nature—which, creeping over men's whole bodies, brought perilous dangers upon the sufferers, and moreover, attacking the eyes especially in very large measure, rendered countless men along with women and children blind. In addition to these things there arose against the tyrant the war against the Armenians, men who from of old were friends and allies of the Romans; whom, since they too were Christians and earnestly cultivated piety towards the Divine, the God-hater, having attempted to compel them to sacrifice to idols and demons, made foes instead of friends and enemies instead of allies. All these things rushing together all at once at one and the same time refuted the boastfulness against the divine of the tyrant's audacity, in that he audaciously boasted that because of his zeal concerning idols and his siege against us, neither famine, nor pestilence, nor indeed war happened in his times. These things, then, coming on together and at the same moment, encompassed also the preludes of his overthrow. He himself, therefore, was being worn down along with his armies in the war against the Armenians, while the rest of those inhabiting the cities under him were terribly wasted by famine and pestilence together, so that two thousand five hundred Attic [drachmas] were exchanged for one measure of wheat. Countless, then, were those dying in the cities, and still more than these those in the fields and villages, so that now even the registers of the country-folk, once populous, suffered almost complete obliteration, nearly all having perished all at once through lack of nourishment and pestilential disease. Some, then, thought fit to sell off their dearest ones to the wealthier for the briefest nourishment, while others, selling away their possessions little by little, drove on into the utmost helplessness of want; and already some, chewing up small shreds of grass and recklessly eating certain destructive herbs that ruined their bodily frame, were perishing. And even some of the high-born women in the cities, driven by want to shameless necessity, had come forth to beg in the market-places, giving a token of their former liberal nurture