Migne Reading Room

PG 20 · cols. 384–393 · Read from the page

Eusebius, Church History, Book IV

Eusebius, Church History, Book IV

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:384Read from the page
Καὶ ἕτερα δὲ πλεῖστα γράφει, ὧν ἐκ μέρους ἤδη πρότερον ἐμνημονεύσαμεν, οἰκείως τοῖς καιροῖς τὰς ἱστορίας παραθέμενοι. Ἔκ τε τοῦ καθ' Ἑβραίους Εὐαγγελίου καὶ τοῦ Συριακοῦ, καὶ ἰδίως ἐκ τῆς Ἑβραΐδος διαλέκτου τινὰ τίθησιν, ἐμφαίνων ἐξ Ἑβραίων ἑαυτὸν πεπιστευκέναι· καὶ ἄλλα δὲ ὡς ἂν ἐξ Ἰουδαϊκῆς ἀγράφου παραδόσεως μνημονεύει· οὐ μόνος δὲ οὗτος, ἀλλὰ καὶ Εἰρηναῖος καὶ ὁ πᾶς τῶν ἀρχαίων χορὸς, πανάρετον Σοφίαν τὰς Σολομῶνος Παροιμίας ἐκάλουν. Καὶ περὶ τῶν λεγομένων δὲ ἀποκρύφων διαλαμβάνων, ἐπὶ τῶν αὐτοῦ χρόνων πρός τινων αἱρετικῶν ἀναπεπλάσθαι τινὰ τούτων ἱστορεῖ. Ἀλλὰ γὰρ ἐφ' ἕτερον ἤδη μεταβατέον.
And he writes very many other things also, of which we have already made mention in part before, setting forth the accounts suitably to the times. And from the Gospel according to the Hebrews and the Syriac, and particularly from the Hebrew tongue, he sets down certain things, indicating that he himself had come to believe from among the Hebrews; and he also mentions other matters as from unwritten Jewish tradition. And not only he, but also Irenaeus and the whole company of the ancients called the Proverbs of Solomon All-virtuous Wisdom. And in treating of the so-called apocrypha, he relates that some of these were fabricated in his own times by certain heretics. But now we must pass on to another subject.
ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ.
Chapter XXIII.
Περὶ Διονυσίου Κορινθίων ἐπισκόπου καὶ ὧν ἔγραψεν ἐπιστολῶν (Nic. H. E. IV, 8).
On Dionysius, bishop of the Corinthians, and the epistles which he wrote (Nic. H. E. IV, 8).
Καὶ πρῶτόν γε περὶ Διονυσίου φατέον, ὅτι τε τῆς ἐν Κορίνθῳ παροικίας τὸν τῆς ἐπισκοπῆς ἐγκεχείριστο θρόνον, καὶ ὡς τῆς ἐνθέου φιλοπονίας οὐ μόνον τοῖς ὑπ' αὐτὸν, ἀλλ' ἤδη καὶ τοῖς ἐπὶ τῆς ἀλλοδαπῆς ἀφθόνως ἐκοινώνει, χρησιμώτατον ἅπασιν ἑαυτὸν καθιστὰς, ἐν αἷς ὑπετυποῦτο καθολικαῖς πρὸς τας Ἐκκλησίας ἐπιστολαῖς. Ὧν ἐστιν ἡ μὲν πρὸς Λακεδαιμονίους, ὀρθοδοξίας κατηχητικὴ, εἰρήνης τε καὶ ἑνώσεως ὑποθετική· ἡ δὲ πρὸς Ἀθηναίους, διεγερτικὴ πίστεως καὶ τῆς κατὰ τὸ Εὐαγγέλιον πολιτείας· ἧς ὀλιγωρήσαντας ἐλέγχει, ὡς ἂν μικροῦ δεῖν ἀποστάντας τοῦ λόγου, ἐξ οὗπερ τὸν προεστῶτα αὐτῶν Πούπλιον μαρτυρῆσαι κατὰ τοὺς τότε συνέβη διωγμούς. Κοδράτου δὲ μετὰ τὸν μαρτυρήσαντα Πούπλιον καταστάντος αὐτῶν ἐπισκόπου μέμνηται, ἐπιμαρτυρῶν, ὡς διὰ τῆς αὐτοῦ σπουδῆς ἐπισυναχ-
And first we must speak of Dionysius, both that he had been entrusted with the throne of the episcopate of the diocese in Corinth, and how he generously shared his divinely inspired industry not only with those under him, but even with those in foreign lands, rendering himself most useful to all in the catholic epistles to the Churches which he drew up. Among these the one to the Lacedaemonians is catechetical in orthodoxy and hortatory to peace and unity; while that to the Athenians is rousing to faith and to the way of life according to the Gospel, for neglecting which he reproves them, as having well-nigh fallen away from the word since the time when it happened that their leader Publius suffered martyrdom during the persecutions of those days. And he makes mention of Quadratus as having been appointed their bishop after Publius had suffered martyrdom, bearing witness that through his zeal they were gathered together—
Notes, col. 384

On the reading

Printed τας, for τὰς.

PG 20:385Read from the page
θέντων καὶ τῆς πίστεως ἀναζωπύρησιν εἰληφότων. Δηλοῖ δ' ἐπὶ τούτοις, ὡς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης ὑπὸ τοῦ ἀποστόλου Παύλου προτραπεὶς ἐπὶ τὴν πίστιν κατὰ τὰ ἐν ταῖς Πράξεσι δεδηλωμένα, πρῶτος τῆς Ἀθηναίων παροικίας τὴν ἐπισκοπὴν ἐγκεχείριστο. Ἄλλη δ' ἐπιστολή τις αὐτοῦ πρὸς Νικομηδέας φέρεται· ἐν ᾗ τὴν Μαρκίωνος αἵρεσιν πολεμῶν, τῷ τῆς ἀληθείας παρίσταται κανόνι. Καὶ τῇ Ἐκκλησίᾳ δὲ τῇ παροικούσῃ Γόρτυναν ἅμα ταῖς λοιπαῖς κατὰ Κρήτην παροικίαις ἐπιστείλας, Φίλιππον ἐπίσκοπον αὐτῶν ἀποδέχεται, ἅτε δὴ ἐπὶ πλείσταις μαρτυρουμένης ἀνδραγαθίαις τῆς ὑπ' αὐτὸν Ἐκκλησίας, τήν τε τῶν αἱρετικῶν διαστροφὴν ὑπομιμνήσκει φυλάττεσθαι. Καὶ τῇ Ἐκκλησίᾳ δὲ τῇ παροικούσῃ Ἄμαστριν ἅμα ταῖς κατὰ Πόντον ἐπιστείλας, Βακχυλίδου μὲν καὶ Ἐλπίστου, ὡς ἂν αὐτὸν ἐπὶ τὸ γράψαι προτρεψάντων μέμνηται, Γραφῶν τε θείων ἐξηγήσεις παρατέθειται, ἐπίσκοπον αὐτῶν ὀνόματι Πάλμαν ὑποσημαίνων· πολλὰ δὲ περὶ γάμου καὶ ἁγνείας τοῖς αὐτοῖς παραινεῖ. Καὶ τοὺς ἐξ οἵας δ' οὖν ἀποπτώσεως, εἴτε πλημμελείας, εἴτε μὴν αἱρετικῆς πλάνης ἐπιστρέφοντας, δεξιοῦσθαι προστάττει. Ταύταις ἄλλη ἐγκατείλεκται πρὸς Κνωσσίους ἐπιστολὴ, ἐν ᾗ Πινυτὸν τῆς παροικίας ἐπίσκοπον παρακαλεῖ, μὴ βαρὺ φορτίον ἐπάναγκες τὸ περὶ ἁγνείας τοῖς
and received a rekindling of their faith. Moreover he shows that Dionysius the Areopagite also, having been urged to the faith by the apostle Paul according to what is set forth in the Acts, was the first to be entrusted with the episcopate of the diocese of the Athenians. And another epistle of his to the Nicomedians is extant, in which, combating the heresy of Marcion, he stands by the rule of the truth. And writing also to the Church sojourning in Gortyna together with the remaining dioceses in Crete, he commends their bishop Philip, inasmuch as the Church under him was borne witness to for very many noble deeds, and he reminds them to guard against the perversion of the heretics. And writing also to the Church sojourning in Amastris together with those in Pontus, he makes mention of Bacchylides and Elpistus as having urged him to write, and sets forth expositions of the divine Scriptures, indicating by name their bishop Palmas; and he gives many exhortations to the same persons concerning marriage and chastity. And he enjoins them to receive kindly those who turn back from any fall whatsoever, whether of transgression or even of heretical error. Among these is included another epistle to the Cnossians, in which he exhorts Pinytus, bishop of the diocese, not to lay the heavy burden concerning chastity of necessity upon the
PG 20:388Read from the page
ἀδελφοῖς ἐπιτιθέναι, τῆς δὲ τῶν πολλῶν καταστοχάζεσθαι ἀσθενείας. Πρὸς ἣν ὁ Πινυτὸς ἀντιγράφων, θαυμάζει μὲν καὶ ἀποδέχεται τὸν Διονύσιον, ἀντιπαρακαλεῖ δὲ στεῤῥοτέρας ἤδη ποτὲ μεταδιδόναι τροφῆς, τελειοτέροις γράμμασιν εἰσαῦθις τὸν ὑπ' αὐτῷ λαὸν ὑποθρέψαντα, ὡς μὴ διατέλους τοῖς γαλακτώδεσιν ἐνδιατρίβοντες λόγοις, τῇ νηπιώδει ἀγωγῇ λάθοιεν καταγηράσαντες. Δι' ἧς ἐπιστολῆς καὶ ἡ τοῦ Πινυτοῦ περὶ τὴν πίστιν ὀρθοδοξία τε καὶ φροντὶς τῆς τῶν ὑπηκόων ὠφελείας, τό τε λόγιον καὶ ἡ περὶ τὰ θεῖα σύνεσις, ὡς δι' ἀκριβεστάτης ἀναδείκνυται εἰκόνος. Ἔτι τοῦ Διονυσίου καὶ πρὸς Ῥωμαίους ἐπιστολὴ φέρεται, ἐπισκόπῳ τῷ τότε Σωτῆρι προσφωνοῦσα. Ἐξ ἧς οὐδὲν οἷον τὸ καὶ παραθέσθαι λέξεις, δι' ὧν τὸ μέχρι τοῦ καθ' ἡμᾶς διωγμοῦ φυλαχθὲν Ῥωμαίων ἔθος ἀποδεχόμενος, ταῦτα γράφει· « Ἐξ ἀρχῆς γὰρ ὑμῖν ἔθος ἐστὶ τοῦτο, πάντας μὲν ἀδελφοὺς ποικίλως εὐεργετεῖν, Ἐκκλησίαις τε πολλαῖς ταῖς κατὰ πᾶσαν πόλιν ἐφόδια πέμπειν, ὧδε μὲν τὴν τῶν δεομένων πενίαν ἀναψύχοντας, ἐν μετάλλοις δὲ ἀδελφοῖς ὑπάρχουσιν ἐπιχορηγοῦντας· δι' ὧν πέμπετε ἀρχῆθεν ἐφοδίων, πατροπαράδοτον ἔθος Ῥωμαίων Ῥωμαῖοι διαφυλάττοντες, ὃ οὐ μόνον διατετήρηκεν ὁ μακάριος ὑμῶν ἐπίσκοπος Σωτήρ, ἀλλὰ καὶ ἐπηύξηκεν, ἐπιχορηγῶν μὲν τὴν διαπεμπομένην δαψίλειαν τὴν εἰς τοὺς ἁγίους, λόγοις δὲ μακαρίοις τοὺς ἀνιόντας ἀδελφοὺς, ὡς τέκνα πατὴρ φιλόστοργος, παρακαλῶν. » Ἐν αὐτῇ δὲ ταύτῃ καὶ τῆς Κλήμεντος πρὸς Κορινθίους μέμνηται ἐπιστολῆς, δηλῶν ἀνέκαθεν ἐξ ἀρχαίου ἔθους ἐπὶ τῆς Ἐκκλησίας τὴν ἀνάγνωσιν αὐτῆς ποιεῖσθαι. Λέγει γοῦν· « Τὴν σήμερον οὖν Κυριακὴν ἁγίαν ἡμέραν διηγάγομεν, ἐν ᾗ ἀνεγνώκαμεν ὑμῶν τὴν ἐπιστολήν· ἣν ἕξομεν ἀεί ποτε ἀναγινώσκοντες νουθετεῖσθαι, ὡς καὶ τὴν προτέραν ἡμῖν διὰ Κλήμεντος γραφεῖσαν. » Ἔτι δὲ ὁ αὐτὸς καὶ περὶ τῶν ἰδίων ἐπιστολῶν, ὡς ῥᾳδιουργηθεισῶν, ταῦτά φησιν· « Ἐπιστολὰς γὰρ, ἀδελφῶν ἀξιωσάντων με γράψαι, ἔγραψα. Καὶ ταύτας οἱ τοῦ διαβόλου ἀπόστολοι ζιζανίων γεγέμικαν, ἃ μὲν ἐξαιροῦν-
to lay upon the brethren, but to have regard for the weakness of the many. Replying to this, Pinytus admires and welcomes Dionysius, yet exhorts him in turn to impart at length at some time more solid food, nourishing the people under him hereafter with more perfect letters, lest by lingering continually in milky words they should unawares grow old in an infantile training. Through this letter also Pinytus's orthodoxy in the faith and care for the benefit of those under him, his eloquence and his understanding in divine things, are displayed as if through a most exact image. Furthermore, there is also extant a letter of Dionysius to the Romans, addressed to Soter, who was then bishop. From it there is nothing better than to quote words by which, commending the custom of the Romans preserved down to the persecution in our own time, he writes thus: « For from the beginning you have had this custom, of doing good in manifold ways to all the brethren, and of sending supplies to many Churches in every city, here refreshing the poverty of the needy, and ministering to brethren who are in the mines; through the supplies which you send from the beginning, preserving as Romans an ancestral custom of the Romans, which your blessed bishop Soter has not only maintained, but has even increased, ministering the abundance sent out to the saints, and comforting with blessed words the brethren who come up, as an affectionate father his children. » And in this same letter he makes mention also of the letter of Clement to the Corinthians, showing that from of old, by an ancient custom, the reading of it was made in the Church. He says accordingly: « Today, therefore, we kept the holy Lord's day, on which we read your letter; which we shall ever have to read and be admonished, even as also the former one written to us through Clement. » Moreover, the same writer says these things also concerning his own letters, as having been tampered with: « For letters I wrote, since brethren requested me to write. And these the apostles of the devil have filled with tares, taking away some things
PG 20:389Read from the page
τες, ἃ δὲ προστιθέντες. Οἷς τὸ οὐαὶ κεῖται. Οὐ θαυμαστὸν ἄρα εἰ καὶ τῶν Κυριακῶν ῥᾳδιουργῆσαί τινες ἐπιβέβληνται Γραφῶν, ὁπότε καὶ ταῖς οὐ τοιαύταις ἐπιβεβλήκασι. » Καὶ ἄλλη δέ τις παρὰ ταύτας ἐπιστολὴ τοῦ Διονυσίου φέρεται, Χρυσοφόρᾳ πιστοτάτῃ ἀδελφῇ ἐπιστείλαντος, ᾗ τὰ κατάλληλα γράφων, τῆς προσηκούσης καὶ αὐτῇ μετεδίδου λογικῆς τροφῆς. Καὶ τὰ μὲν τοῦ Διονυσίου τοσαῦτα.
and adding others. For whom the woe is laid up. It is no wonder, then, if some have attempted to tamper with the Scriptures of the Lord also, when they have made attempts even upon writings that are not such. » And besides these, another letter of Dionysius is extant, sent to Chrysophora, a most faithful sister, writing suitable things to whom, he imparted to her also the spiritual food that was fitting. And so much for the matters of Dionysius.
ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ.
Chapter XXIV.
Περὶ Θεοφίλου τῶν Ἀντιοχέων ἐπισκόπου (Nic. H. E. IV, 9).
On Theophilus, bishop of the Antiochenes (Nic. H. E. IV, 9).
Τοῦ δὲ Θεοφίλου ὃν τῆς Ἀντιοχέων Ἐκκλησίας ἐπίσκοπον δεδηλώκαμεν, τρία τὰ Πρὸς Αὐτόλυκον στοιχειώδη φέρεται συγγράμματα. Καὶ ἄλλο Πρὸς τὴν αἵρεσιν Ἑρμογένους τὴν ἐπιγραφὴν ἔχον, ἐν ᾧ ἐκ τῆς Ἀποκαλύψεως Ἰωάννου κέχρηται μαρτυρίαις· καὶ ἕτερα δέ τινα κατηχητικὰ αὐτοῦ βιβλία. Τῶν γε μὴν αἱρετικῶν οὐδὲν χεῖρον καὶ τότε, ζιζανίων δίκην, λυμαινομένων τὸν εἰλικρινῆ τῆς ἀποστολικῆς διδασκαλίας σπόρον, οἱ πανταχόσε τῶν Ἐκκλησιῶν ποιμένες, ὥσπερ τινὰς θῆρας ἀγρίους τῶν τοῦ Χριστοῦ προβάτων ἀποσοβοῦντες αὐτοὺς ἀνεῖργον, τοτὲ μὲν, ταῖς πρὸς τοὺς ἀδελφοὺς νουθεσίαις καὶ παραινέσεσι, τοτὲ δὲ, πρὸς αὐτοὺς γυμνότερον ἀποδυόμενοι, ἀγράφοις τε εἰς πρόσωπον ζητήσεσι καὶ ἀνατροπαῖς, ἤδη δὲ καὶ δι' ἐγγράφων ὑπομνημάτων τὰς δόξας αὐτῶν ἀκριβεστάτοις ἐλέγχοις διευθύνοντες. Ὅ γέ τοι Θεόφιλος σὺν τοῖς ἄλλοις κατὰ τούτων στρατευσάμενος δῆλός ἐστιν, ἀπό τινος οὐκ ἀγεννῶς αὐτῷ κατὰ Μαρκίωνος πεπονημένου λόγου. Ὅς καὶ αὐτὸς μεθ' ὧν ἄλλων εἰρήκαμεν, εἰσέτι νῦν διασέσωσται. Τοῦτον μὲν οὖν ἕβδομος ἀπὸ τῶν ἀποστόλων τῆς Ἀντιοχέων Ἐκκλησίας διαδέχεται Μαξιμῖνος.
And of Theophilus, whom we have shown to have been bishop of the Church of the Antiochenes, three elementary treatises To Autolycus are extant; and another having the title Against the Heresy of Hermogenes, in which he has used testimonies from the Apocalypse of John; and also certain other catechetical books of his. Moreover, since the heretics even then were no less, like tares, spoiling the pure seed of the apostolic teaching, the pastors of the Churches everywhere, driving them off like wild beasts from the sheep of Christ, held them back, at one time by admonitions and exhortations to the brethren, at another time stripping more openly against them in unwritten face-to-face inquiries and refutations, and now also through written memoirs correcting their opinions with most exact proofs. At any rate, Theophilus is manifestly one who campaigned along with the others against these men, from a certain treatise not ignobly laboured upon by him against Marcion. Which treatise itself also, along with the others of which we have spoken, has been preserved even until now. Him, then, Maximinus succeeds as seventh from the apostles in the Church of the Antiochenes.
ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ.
Chapter XXV.
Περὶ Φιλίππου καὶ Μοδέστου (Nic. H. E. IV, 9).
On Philip and Modestus (Nic. H. E. IV, 9).
Φίλιππός γε μὴν ὃν ἐκ τῶν Διονυσίου φωνῶν τῆς ἐν Γορτύνῃ παροικίας ἐπίσκοπον ἔγνωμεν, πάνυ γε σπουδαιότατον πεποίηται καὶ αὐτὸς κατὰ Μαρκίωνος λόγον· Εἰρηναῖός τε ὡσαύτως καὶ Μόδεστος, ὃς καὶ διαφερόντως παρὰ τοὺς ἄλλους τὴν τοῦ ἀνδρὸς ἔκδηλον τοῖς πᾶσι κατεφώρασε πλάνην· καὶ ἄλλοι δὲ πλείους, ὧν παρὰ πλείστοις τῶν ἀδελφῶν εἰσέτι νῦν πόνοι διαφυλάττονται.
Philip, moreover, whom from the words of Dionysius we know to have been bishop of the parish in Gortyna, himself also made a very most earnest treatise against Marcion; and Irenaeus likewise, and Modestus, who also pre-eminently beyond the others exposed the man's error so as to be manifest to all; and many others also, whose labours are still even now preserved among very many of the brethren.
Notes, col. 389

On the reading

Printed Ὅς, for Ὃς.

PG 20:392Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ.
Chapter XXVI.
Περὶ Μελίτωνος καὶ ὧν αὐτὸς ἐμνημόνευσεν (Nic. H. E. IV, 10).
On Melito and the things which he himself mentioned (Nic. H. E. IV, 10).
Ἐπὶ τῶνδε καὶ Μελίτων τῆς ἐν Σάρδεσι παροικίας ἐπίσκοπος, Ἀπολινάριός τε τῆς ἐν Ἱεραπόλει διαπρεπῶς ἤκμαζον· οἳ καὶ τῷ δηλωθέντι κατὰ τοὺς χρόνους Ῥωμαίων βασιλεῖ λόγους ὑπὲρ τῆς πίστεως ἰδίως ἑκάτερος ἀπολογίας προσεφώνησαν. Τούτων εἰς ἡμετέραν γνῶσιν ἀφῖκται τὰ ὑποτεταγμένα· Μελίτωνος τὰ Περὶ τοῦ πάσχα δύο, καὶ τὰ Περὶ πολιτείας καὶ Προφητῶν, καὶ ὁ Περὶ Ἐκκλησίας, καὶ ὁ Περὶ Κυριακῆς λόγος. Ἔτι δὲ ὁ Περὶ φύσεως ἀνθρώπου, καὶ ὁ Περὶ πλάσεως, καὶ ὁ Περὶ ὑπακοῆς πίστεως αἰσθητηρίων, καὶ πρὸς τούτοις ὁ Περὶ ψυχῆς καὶ σώματος ἢ νοός, καὶ ὁ Περὶ λουτροῦ, καὶ ὁ Περὶ ἀληθείας, καὶ Περὶ κτίσεως καὶ γενέσεως Χριστοῦ. Καὶ λόγος αὐτοῦ Περὶ προφητείας, καὶ ὁ Περὶ φιλοξενίας, καὶ Ἡ κλείς. Καὶ τὰ Περὶ τοῦ διαβόλου, καὶ τῆς Ἀποκαλύψεως Ἰωάννου, καὶ ὁ Περὶ ἐνσωμάτου Θεοῦ, ἐπὶ πᾶσι καὶ τὸ πρὸς Ἀντωνῖνον βιβλίδιον.
In their time also Melito, bishop of the parish in Sardis, and Apolinarius of that in Hierapolis flourished with distinction; who also addressed treatises of defence on behalf of the faith, each separately, to the aforementioned emperor of the Romans at that time. Of their works the following have come to our knowledge: of Melito, the two books On the Pascha, and the work On Conduct of Life and the Prophets, and the treatise On the Church, and the treatise On the Lord's Day; furthermore, the treatise On the Nature of Man, and that On Formation, and that On the Obedience of Faith of the Senses, and in addition to these that On Soul and Body or Mind, and that On the Laver, and that On Truth, and On the Creation and Generation of Christ; and his treatise On Prophecy, and that On Hospitality, and The Key; and the books On the Devil, and On the Apocalypse of John, and the treatise On the Embodied God, and above all the little book to Antoninus.
PG 20:393Read from the page
Ἐν μὲν οὖν τοῖς Περὶ τοῦ Πάσχα, τὸν χρόνον καθ' ὃν συνέταττεν, ἀρχόμενος σημαίνει ἐν τούτοις· « Ἐπὶ Σερουϊλίου Παύλου ἀνθυπάτου τῆς Ἀσίας, ᾧ Σάγαρις καιρῷ ἐμαρτύρησεν, ἐγένετο ζήτησις πολλὴ ἐν Λαοδικείᾳ περὶ τοῦ Πάσχα, ἐμπεσόντος κατὰ καιρὸν ἐν ἐκείναις ταῖς ἡμέραις, καὶ ἐγράφη ταῦτα. » Τούτου δὲ τοῦ λόγου μέμνηται Κλήμης ὁ Ἀλεξανδρεὺς ἐν ἰδίῳ Περὶ τοῦ Πάσχα λόγῳ, ὃν ἐξ αἰτίας τῆς τοῦ Μελίτωνος γραφῆς φησιν ἑαυτὸν συντάξαι. Ἐν δὲ τῷ πρὸς τὸν αὐτοκράτορα βιβλίῳ, τοιαῦτά τινα καθ' ἡμῶν ἐπ' αὐτοῦ γεγονέναι ἱστορεῖ· « Τὸ γὰρ οὐδὲ πώποτε γενόμενον, νῦν διώκεται τὸ τῶν θεοσεβῶν γένος, καινοῖς ἐλαυνόμενον δόγμασι κατὰ τὴν Ἀσίαν. Οἱ γὰρ ἀναιδεῖς συκοφάνται καὶ τῶν ἀλλοτρίων ἐρασταὶ, τὴν ἐκ τῶν διαταγμάτων ἔχοντες ἀφορμὴν, φανερῶς λῃστεύουσι, νύκτωρ καὶ μεθημέραν διαρπάζοντες τοὺς μηδὲν ἀδικοῦντας. » Καὶ μεθ' ἕτερά φησι· « Καὶ εἰ μὲν σοῦ κελεύσαντος ταῦτα πράττεται, ἔστω καλῶς γινόμενον. Δίκαιος γὰρ βασιλεὺς οὐκ ἂν ἀδίκως βουλεύσαιτο πώποτε. Καὶ ἡμεῖς ἡδέως φέρομεν τοῦ τοιούτου θανάτου τὸ γέρας. Ταύτην δέ σοι μόνην προσφέρομεν δέησιν, ἵνα αὐτὸς πρότερον ἐπιγνοὺς τοὺς τῆς τοιαύτης φιλονεικίας ἐργάτας, δικαίως κρίνειας εἰ ἄξιοι θανάτου καὶ τιμωρίας, ἢ σωτηρίας καὶ ἡσυχίας, εἰσίν. Εἰ δὲ καὶ παρὰ σοῦ μὴ εἴη ἡ βουλὴ αὕτη καὶ τὸ καινὸν τοῦτο διάταγμα, ὃ μηδὲ κατὰ βαρβάρων πρέπει πολεμίων, πολὺ μᾶλλον δεόμεθά σου, μὴ περιιδεῖν ἡμᾶς ἐν τοιαύτῃ δημώδει λεηλασίᾳ. » Τούτοις αὖθις ἐπιφέρει λέγων· « Ἡ γὰρ καθ' ἡμᾶς φιλοσοφία πρότερον μὲν ἐν βαρβάροις ἤκμασεν· ἐπανθήσασα δὲ τοῖς σοῖς ἔθνεσι κατὰ τὴν Αὐγούστου τοῦ σοῦ προγόνου μεγάλην ἀρχὴν, ἐγενήθη μάλιστα τῇ σῇ βασιλείᾳ αἴσιον ἀγαθόν. Ἔκτοτε γὰρ εἰς μέγα καὶ λαμπρὸν τὸ Ῥωμαίων ηὐξήθη κράτος· οὗ σὺ διάδοχος εὐκταῖος γέγονάς τε καὶ ἔσῃ μετὰ τοῦ παιδὸς, φυλάσσων τῆς βασιλείας τὴν σύντροφον
Now in the books On the Pascha, at the beginning he indicates the time at which he was composing it in these words: « Under Servilius Paulus, proconsul of Asia, at the time when Sagaris suffered martyrdom, there arose much controversy in Laodicea concerning the Pascha, which fell according to season in those days, and these things were written. » And Clement of Alexandria makes mention of this treatise in his own treatise On the Pascha, which he says that he himself composed by occasion of Melito's writing. And in the book to the emperor he relates that such things as these happened against us in his time: « For what has never at any time happened before, the race of the godly is now persecuted, being driven about by new decrees throughout Asia. For shameless informers and lovers of other men's goods, taking occasion from the edicts, openly rob, night and day plundering those who do no wrong. » And after other things he says: « And if indeed this is done at your command, let it stand as well done. For a just king would never at any time take counsel unjustly; and we gladly bear the prize of such a death. Yet this request alone we bring to you, that having yourself first examined the workers of such strife, you may justly judge whether they are worthy of death and punishment, or of safety and quiet. But if this counsel and this new decree, which is not fitting even against barbarian enemies, be not from you, much more do we entreat you not to overlook us in such public brigandage. » To these words he again adds, saying: « For the philosophy among us flourished formerly among barbarians; and having blossomed forth among your nations during the great reign of your ancestor Augustus, it became especially to your kingdom an auspicious good. For from that time the power of the Romans grew to greatness and splendour; of which you have become and will be the desired successor together with your son, guarding the philosophy that was reared together with the empire