λέγων αὐτὴν Χριστιανὴν εἶναι. Καὶ ἡ μὲν βιβλίδιόν σοι τῷ αὐτοκράτορι ἀναδέδωκε, πρότερον συγχωρηθῆναι αὐτῇ διοικήσασθαι τὰ ἑαυτῆς ἀξιοῦσα, ἔπειτα ἀπολογήσασθαι περὶ τοῦ κατηγορήματος μετὰ τὴν τῶν πραγμάτων αὐτῆς διοίκησιν ὑπέσχετο. Καὶ συνεχώρησας τοῦτο. Ὁ δὲ ταύτης ποτὲ ἀνὴρ πρὸς ἐκείνην μὲν μὴ δυνάμενος τανῦν ἔτι λέγειν, πρὸς Πτολεμαῖόν τινα, ὃν Οὐρβίκιος ἐκολάσατο, διδάσκαλον ἐκείνης τῶν Χριστιανῶν μαθημάτων γενόμενον, ἐτράπετο διὰ τοῦδε τοῦ τρόπου. Ἑκατόνταρχον εἰς δεσμὰ ἐμβαλόντα τὸν Πτολεμαῖον, φίλον αὐτῷ ὑπάρχοντα, ἔπεισε λαβέσθαι τοῦ Πτολεμαίου καὶ ἀνερωτῆσαι, εἰ αὐτὸ τοῦτο μόνον Χριστιανός ἐστι. Καὶ τὸν Πτολεμαῖον φιλαλήθη, ἀλλ' οὐκ ἀπατηλὸν οὐδὲ ψευδολόγον τὴν γνώμην ὄντα, ὁμολογήσαντα ἑαυτὸν εἶναι Χριστιανὸν, ἐν δεσμοῖς γενέσθαι ὁ ἑκατόνταρχος πεποίηκε, καὶ ἐπὶ πολὺν χρόνον ἐν τῷ δεσμωτηρίῳ ἐκολάσατο. Τελευταῖον δὲ, ὅτε ἐπὶ Οὐρβίκιον ἦλθεν ὁ ἄνθρωπος, ὁμοίως αὐτὸ τοῦτο μόνον ἐξητάσθη, εἰ εἴη Χριστιανός. Καὶ πάλιν τὰ καλὰ ἑαυτῷ συνεπιστάμενος διὰ τὴν ἀπὸ τοῦ Χριστοῦ διδαχὴν, τὸ διδασκάλιον τῆς θείας ἀρετῆς ὡμολόγησεν. Ὁ γὰρ ἀρνούμενος ὅτι οὐκ εἴη, ἢ κατεγνωκὼς τοῦ πράγματος ἔξαρνος γίνεται, ἢ ἑαυτὸν ἀνάξιον ἐπιστάμενος καὶ ἀλλότριον τοῦ πράγματος, τὴν ὁμολογίαν φεύγει· ὧν οὐδὲν πρόσεστι τῷ ἀληθινῷ Χριστιανῷ. Καὶ τοῦ Οὐρβικίου κελεύσαντος αὐτὸν ἀπαχθῆναι, Λούκιός τις, καὶ αὐτὸς ὢν Χριστιανὸς, ὁρῶν τὴν ἀλόγως οὕτως γενομένην κρίσιν, πρὸς τὸν Οὐρβίκιον ἔφη· Τίς ἡ αἰτία τοῦ μήτε μοιχὸν, μήτε πόρνον, μήτε ἀνδροφόνον, μήτε λωποδύτην, μήτε ἅρπαγα, μήτε ἁπλῶς ἀδίκημά τι πράξαντα ἐλεγχόμενον, ὀνόματος δὲ Χριστιανοῦ προσωνυμίαν ὁμολογοῦντα τὸν ἄνθρω-
saying that she was a Christian. And she presented a petition to you, the emperor, asking that she first be permitted to set her own affairs in order, and she promised to make her defence concerning the accusation afterwards, after the arrangement of her affairs. And you granted this. But her former husband, being unable for the present to say anything further against her, turned against a certain Ptolemaeus, whom Urbicius punished, and who had been her teacher in the Christian teachings, in the following manner. He persuaded a centurion, who was a friend of his and had cast Ptolemaeus into bonds, to take hold of Ptolemaeus and question him on this very point alone, whether he was a Christian. And when Ptolemaeus, being a lover of truth and not deceitful or false in disposition, confessed himself to be a Christian, the centurion caused him to be put in fetters, and punished him for a long time in the prison. And finally, when the man came before Urbicius, he was likewise examined on this very point alone, whether he were a Christian. And again, being conscious within himself of his good things through the teaching from Christ, he confessed the school of divine virtue. For he who denies that he is one either becomes a denier because he has condemned the matter, or, knowing himself to be unworthy and alien to the matter, shuns the confession; neither of which belongs to the true Christian. And when Urbicius ordered him to be led away, a certain Lucius, who was himself also a Christian, seeing the judgement that had so unreasonably been passed, said to Urbicius: What is the reason that a man who has been convicted neither as an adulterer, nor a fornicator, nor a murderer, nor a clothes-stealer, nor a robber, nor simply as having committed any wrong at all, but who confesses the appellation of the Christian name—