Migne Reading Room

PG 20 · cols. 396–404 · Read from the page

Eusebius, Church History, Book IV

Eusebius, Church History, Book IV

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:396Read from the page
καὶ συναρξαμένην Αὐγούστῳ φιλοσοφίαν· ἣν καὶ οἱ πρόγονοί σου πρὸς ταῖς ἄλλαις θρησκείαις ἐτίμησαν. Καὶ τοῦτο μέγιστον τεκμήριον τοῦ πρὸς ἀγαθοῦ τὸν καθ' ἡμᾶς λόγον συνακμάσαι τῇ καλῶς ἀρξαμένῃ βασιλείᾳ, ἐκ τοῦ μηδὲν φαῦλον ἀπὸ τῆς Αὐγούστου ἀρχῆς ἀπαντῆσαι, ἀλλὰ τοὐναντίον ἅπαντα λαμπρὰ καὶ ἔνδοξα κατὰ τὰς πάντων εὐχάς. Μόνοι πάντων ἀναπεισθέντες ὑπό τινων βασκάνων ἀνθρώπων, τὸν καθ' ἡμᾶς ἐν διαβολῇ καταστῆσαι λόγον ἠθέλησαν Νέρων καὶ Δομετιανός· ἀφ' ὧν καὶ τὸ τῆς συκοφαντίας ἀλόγῳ συνηθείᾳ περὶ τοὺς τοιούτους ῥυῆναι συμβέβηκε ψεῦδος. Ἀλλὰ τὴν ἐκείνων ἄγνοιαν οἱ σοὶ εὐσεβεῖς πατέρες ἐπηνωρθώσαντο, πολλάκις πολλοῖς ἐπιπλήξαντες ἐγγράφως, ὅσοι περὶ τούτων νεωτερίσαι ἐτόλμησαν. Ἐν οἷς ὁ μὲν πάππος σου Ἁδριανὸς, πολλοῖς μὲν καὶ ἄλλοις, καὶ Φουνδάνῳ δὲ τῷ ἀνθυπάτῳ ἡγουμένῳ τῆς Ἀσίας γράφων φαίνεται· ὁ δὲ πατήρ σου, καὶ σοῦ τὰ σύμπαντα διοικοῦντος αὐτῷ, ταῖς πόλεσι περὶ τοῦ μηδὲν νεωτερίζειν περὶ ἡμῶν ἔγραψεν· ἐν οἷς καὶ πρὸς Λαρισσαίους, καὶ πρὸς Θεσσαλονικεῖς καὶ Ἀθηναίους, καὶ πρὸς πάντας Ἕλληνας. Σὲ δὲ καὶ μᾶλλον περὶ τούτων τὴν αὐτὴν ἐκείνοις ἔχοντα γνώμην, καὶ πολύ γε φιλανθρωποτέραν καὶ φιλοσοφωτέραν, πεπείσμεθα πάντα πράσσειν ὅσα σου δεόμεθα. » Ἀλλὰ ταῦτα μὲν ἐν τῷ δηλωθέντι τέθειται λόγῳ. Ἐν δὲ ταῖς γραφείσαις αὐτῷ ἐκλογαῖς, ὁ αὐτὸς κατὰ τὸ προοίμιον ἀρχόμενος τῶν ὁμολογουμένων τῆς Παλαιᾶς Διαθήκης Γραφῶν ποιεῖται κατάλογον· ὃν καὶ ἀναγκαῖον ἐνταῦθα καταλέξαι ἡγούμεθα, ἔχοντα ἐπὶ λέξεως οὕτως· « Μελίτων Ὀνησίμῳ τῷ ἀδελφῷ χαίρειν. Ἐπειδὴ πολλάκις ἠξίωσας σπουδῇ τῇ πρὸς τὸν λόγον χρώμενος, γενέσθαι σοι ἐκλογὰς ἔκ τε τοῦ νόμου καὶ τῶν προφητῶν περὶ τοῦ Σωτῆρος καὶ πάσης τῆς πίστεως ἡμῶν, ἔτι δὲ καὶ μαθεῖν τὴν τῶν παλαιῶν βιβλίων ἐβουλήθης ἀκρίβειαν, πόσα τὸν ἀριθμὸν καὶ ὁποῖα τὴν τάξιν εἶεν, ἐσπούδασα τὸ τοιοῦτο πρᾶξαι, ἐπιστάμενός σου τὸ σπουδαῖον περὶ τὴν πίστιν, καὶ φιλομαθὲς περὶ τὸν λόγον, ὅτι τε μάλιστα πάντων πόθῳ τῷ πρὸς Θεὸν ταῦτα προκρίνεις, περὶ τῆς αἰωνίου σωτηρίας ἀγωνιζόμενος. Ἀνελθὼν οὖν εἰς τὴν ἀνατολὴν, καὶ ἕως τοῦ τόπου γενόμενος ἔνθα ἐκηρύχθη καὶ ἐπράχθη, καὶ ἀκριβῶς μαθὼν τὰ τῆς Παλαιᾶς Διαθήκης βιβλία, ὑποτάξας ἔπεμψά σοι· ὧν ἐστι τὰ ὀνόματα· Μωϋσέως πέντε, Γένεσις, Ἔξοδος, Λευϊτικὸν, Ἀριθμοὶ, Δευτερονόμιον· Ἰησοῦς Ναυῆ, Κριταὶ, Ῥοὺθ· Βασιλειῶν τέσσαρα· Παραλει-
and begun together with Augustus; which your ancestors also honoured alongside the other religions. And the greatest proof that our word flourished for good along with the empire so well begun is from the fact that nothing evil has met it since the reign of Augustus, but on the contrary all things splendid and glorious according to the prayers of all. Alone of all, persuaded by certain malicious men, Nero and Domitian wished to bring our word into slander; from whom also it has come to pass by an unreasonable custom that the falsehood of calumny has flowed down concerning such persons. But their ignorance your pious fathers corrected, often rebuking in writing many who dared to make innovations concerning these men; among whom your grandfather Hadrian appears writing both to many others and also to Fundanus the proconsul governing Asia; and your father, while you also were administering all things with him, wrote to the cities about making no innovation concerning us, among them to the Larissaeans, and to the Thessalonians and Athenians, and to all the Greeks. And as for you, since you hold even more the same opinion concerning these things as they did, and indeed a much more humane and more philosophical one, we are persuaded that you will do all things whatsoever we ask of you. » Now these things are set down in the aforementioned treatise. But in the Extracts written by him, the same author, beginning in the preface, makes a catalogue of the acknowledged Scriptures of the Old Testament; which also we deem it necessary to set down here, running word for word thus: « Melito to Onesimus his brother, greeting. Since you have often requested, in your earnestness towards the word, that extracts should be made for you both from the Law and the Prophets concerning the Saviour and all our faith, and moreover you wished to learn the exact truth of the ancient books, how many in number and of what sort in order they are, I was eager to do such a thing, knowing your earnestness concerning the faith and love of learning concerning the word, and that above all things, through yearning towards God, you prefer these matters, striving for eternal salvation. Having gone up therefore to the East, and having come even to the place where these things were preached and done, and having accurately learned the books of the Old Testament, I have subjoined and sent them to you; of which the names are: of Moses five, Genesis, Exodus, Leviticus, Numbers, Deuteronomy; Joshua the son of Nun, Judges, Ruth; of Kingdoms four; of Chronicles
Notes, col. 396

On the reading

Printed Ῥοὺθ·, for Ῥούθ·.

PG 20:397Read from the page
πομένων δύο· Ψαλμῶν Δαβίδ· Σολομῶνος Παροιμίαι, ἡ καὶ Σοφία, Ἐκκλησιαστὴς, Ἆσμα ᾀσμάτων. Ἰώβ· Προφητῶν, Ἠσαΐου, Ἱερεμίου· τῶν δώδεκα ἐν μονοβίβλῳ· Δανιὴλ, Ἰεζεκιὴλ, Ἔσδρας. Ἐξ ὧν καὶ τὰς ἐκλογὰς ἐποιησάμην, εἰς ἓξ βιβλία διελών. » Καὶ τὰ μὲν τοῦ Μελίτωνος τοσαῦτα.
two; of Psalms of David; of Solomon Proverbs, which is also Wisdom, Ecclesiastes, Song of Songs; Job; of Prophets, of Isaiah, of Jeremiah; of the Twelve in a single book; Daniel, Ezekiel, Esdras. From which also I made the extracts, dividing them into six books. » And so much for the matters of Melito.
ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ.
Chapter XXVII.
Περὶ Ἀπολιναρίου τοῦ τῆς Ἱεραπολιτῶν Ἐκκλησίας ἐπισκόπου (Nic. H. E. IV, 11).
On Apolinarius, bishop of the Church of the Hierapolitans (Nic. H. E. IV, 11).
Τοῦ δὲ Ἀπολιναρίου πολλῶν παρὰ πολλοῖς σωζομένων, τὰ εἰς ἡμᾶς ἐλθόντα ἐστὶ τάδε· Λόγος ὁ πρὸς τὸν προειρημένον βασιλέα, καὶ Πρὸς Ἕλληνας συγγράμματα πέντε. Καὶ Περὶ ἀληθείας πρῶτον καὶ δεύτερον. Καὶ Πρὸς Ἰουδαίους πρῶτον καὶ δεύτερον. Καὶ ἃ μετὰ ταῦτα συνέγραψε Κατὰ τῆς Φρυγῶν αἱρέσεως, μετ' οὐ πολὺν καινοτομηθείσης χρόνον· τότε γε μὴν ὥσπερ ἐκφύειν ἀρχομένης, ἔτι τοῦ Μοντανοῦ ἅμα ταῖς αὐτοῦ ψευδοπροφήτισιν ἀρχὰς τῆς παρεκτροπῆς ποιουμένου. Τοσαῦτα καὶ περὶ τοῦδε λεκτέον.
And of Apolinarius, while many works are preserved among many, those that have come down to us are these: the Treatise to the aforementioned emperor, and five treatises Against the Greeks; and On Truth, a first and a second; and Against the Jews, a first and a second; and the things which after these he composed Against the Heresy of the Phrygians, which was innovated not a long time afterwards, though at that time it was as it were just beginning to sprout, while Montanus together with his false prophetesses was still making the beginnings of the deviation. So much must be said concerning this man also.
ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ.
Chapter XXVIII.
Περὶ Μουσανοῦ καὶ ὧν οὗτος συνεγράψατο (Nic. H. E. IV, 11).
On Musanus and the works which he composed (Nic. H. E. IV, 11).
Καὶ Μουσανοῦ δὲ, ὃν ἐν τοῖς φθάσασι κατελέξαμεν, φέρεται τις ἐπιστρεπτικώτατος λόγος Πρός τι-
And of Musanus also, whom we reckoned among those gone before, there is extant a very forceful treatise To cer-
Notes, col. 397

On the reading

Printed φέρεται τις, for φέρεταί τις.

PG 20:400Read from the page
νας αὐτῷ γραφεὶς ἀδελφοὺς, ἀποκλίναντας ἐπὶ τὴν τῶν λεγομένων Ἐγκρατιτῶν αἵρεσιν, ἄρτι τότε φύειν ἀρχομένην, ξένην τε καὶ φθοριμαίαν ψευδοδοξίαν εἰσάγουσαν ἐν τῷ βίῳ, ἧς παρεκτροπῆς ἀρχηγὸν καταστῆναι Τατιανὸν λόγος ἔχει.
tain brethren written by him, who had turned aside to the heresy of the so-called Encratites, which was just then beginning to spring up, introducing into life a strange and corrupting false opinion, of which deviation report holds that Tatian became the leader.
ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ.
Chapter XXIX.
Περὶ τῆς κατὰ Τατιανὸν αἱρέσεως (Nic. H. E. IV, 11).
On the heresy of Tatian (Nic. H. E. IV, 11).
Οὗ μικρῷ πρόσθεν τὰς περὶ τοῦ θαυμασίου Ἰουστίνου παρατεθείμεθα λέξεις, μαθητὴν αὐτὸν ἱστοροῦντες τοῦ μάρτυρος. Δηλοῖ δὲ τοῦτο Εἰρηναῖος ἐν τῷ πρώτῳ τῶν Πρὸς τὰς αἱρέσεις, ὁμοῦ τά τε περὶ αὐτοῦ καὶ τῆς κατ' αὐτὸν αἱρέσεως οὕτω γράφων· « Ἀπὸ Σατορνίνου καὶ Μαρκίωνος οἱ καλούμενοι Ἐγκρατεῖς ἀγαμίαν ἐκήρυξαν, ἀθετοῦντες τὴν ἀρχαίαν πλάσιν τοῦ Θεοῦ, καὶ ἠρέμα κατηγοροῦντες τοῦ ἄῤῥεν καὶ θῆλυ εἰς γένεσιν ἀνθρώπων πεποιηκότος· καὶ τῶν λεγομένων παρ' αὐτοῖς ἐμψύχων ἀποχὴν εἰσηγήσαντο, ἀχαριστοῦντες τῷ πάντα πεποιηκότι Θεῷ· ἀντιλέγουσί τε τῇ τοῦ πρωτοπλάστου σωτηρίᾳ. Καὶ τοῦτο νῦν ἐξευρέθη παρ' αὐτοῖς, Τατιανοῦ τινος πρώτως ταύτην εἰσενέγκαντος τὴν βλασφημίαν· ὃς Ἰουστίνου ἀκροατὴς γεγονὼς, ἐφόσον μὲν συνῆν ἐκείνῳ, οὐδὲν ἐξέφηνε τοιοῦτον, μετὰ δὲ τὴν ἐκείνου μαρτυρίαν ἀποστὰς τῆς Ἐκκλησίας, οἰήματι διδασκάλου ἐπαρθεὶς καὶ τυφωθεὶς ὡς διαφέρων τῶν λοιπῶν, ἴδιον χαρακτῆρα διδασκαλείου συνεστήσατο, Αἰῶνάς τινας ἀοράτους ὁμοίως τοῖς ἀπὸ Οὐαλεντίνου μυθολογήσας· τὸν γάμον τε, φθορὰν καὶ πορνείαν παραπλησίως Μαρκίωνι καὶ Σατορνίνῳ ἀναγορεύσας, τῇ δὲ τοῦ Ἀδὰμ σωτηρίᾳ παρ' ἑαυτοῦ τὴν αἰτιολογίαν ποιησάμενος. » Ταῦτα μὲν ὁ Εἰρηναῖος τότε· σμικρῷ δὲ ὕστερον Σεουῆρός τις ὄνομα, κρατύνας τὴν προδεδηλωμένην αἵρεσιν, αἴτιος τοῖς ἐξ αὐτῆς ὡρμημένοις τῆς ἀπ' αὐτοῦ παρηγμένης Σεουηριανῶν προσηγορίας γέγονε. Χρῶνται μὲν οὖν οὗτοι Νόμῳ καὶ Προφήταις καὶ Εὐαγγελίοις, ἰδίως ἑρμηνεύοντες τῶν ἱερῶν τὰ νοήματα Γραφῶν· βλασφη-
Whose words concerning the admirable Justin we set down a little before, relating that he was a disciple of the martyr. And Irenaeus shows this in the first book of his work Against Heresies, writing thus at once concerning him and the heresy after him: « From Saturninus and Marcion the so-called Encratites preached celibacy, setting at naught the ancient creation of God, and obliquely accusing Him Who made male and female for the generation of men; and they introduced abstinence from things called by them animate, being ungrateful to God Who made all things; and they gainsay the salvation of the first-formed man. And this has now been devised among them, a certain Tatian having first brought in this blasphemy; who having been a hearer of Justin, so long indeed as he was with him, brought forth nothing of the kind, but after his martyrdom, having fallen away from the Church, lifted up with the conceit of a teacher and puffed up as superior to the rest, established his own peculiar stamp of school, telling myths of certain invisible Aeons in like manner as the followers of Valentinus, and proclaiming marriage to be corruption and fornication similarly to Marcion and Saturninus, and making from himself the argument against the salvation of Adam. » Thus far Irenaeus at that time; and a little later a certain man by name Severus, having strengthened the aforesaid heresy, became to those who sprang from it the cause of the appellation of Severians derived from him. Now these men use the Law and the Prophets and the Gospels, interpreting in their own peculiar way the meanings of the sacred Scriptures; yet blasphem-
PG 20:401Read from the page
μοῦντες δὲ Παῦλον τὸν ἀπόστολον, ἀθετοῦσιν αὐτοῦ τὰς Ἐπιστολὰς, μηδὲ τὰς Πράξεις τῶν ἀποστόλων καταδεχόμενοι· ὁ μέντοι γε πρότερος αὐτῶν ἀρχηγὸς ὁ Τατιανὸς συνάφειάν τινα καὶ συναγωγὴν οὐκ οἶδ' ὅπως τῶν Εὐαγγελίων συνθεὶς, τὸ Διὰ τεσσάρων τοῦτο προσωνόμασεν· ὃ καὶ παρά τισιν εἰσέτι νῦν φέρεται. Τοῦ δὲ Ἀποστόλου φασὶ τολμῆσαί τινας αὐτὸν μεταφράσαι φωνὰς, ὡς ἐπιδιορθούμενον αὐτῶν τὴν τῆς φράσεως σύνταξιν. Καταλέλοιπε δὲ οὗτος πολύ τι πλῆθος συγγραμμάτων. Ὧν μάλιστα παρὰ πολλοῖς μνημονεύεται διαβόητος αὐτοῦ λόγος, ὁ Πρὸς Ἕλληνας, ἐν ᾧ καὶ τῶν ἀνέκαθεν χρόνων μνημονεύσας, τῶν παρ' Ἕλλησιν εὐδοκίμων ἁπάντων προγενέστερον Μωϋσέα τε καὶ τοὺς Ἑβραίων προφήτας ἀπέφηνεν, ὃς δὴ καὶ δοκεῖ τῶν συγγραμμάτων ἁπάντων αὐτοῦ κάλλιστός τε καὶ ὠφελιμώτατος ὑπάρχειν. Καὶ τὰ μὲν κατὰ τούσδε, τοιαῦτα ἦν.
ing Paul the apostle, they reject his Epistles, nor do they accept even the Acts of the Apostles. However, their former leader Tatian, having put together I know not how a certain combination and collection of the Gospels, named this the Diatessaron, which even now is still current among some. And they say that he dared to paraphrase certain expressions of the Apostle, as though correcting the arrangement of their phrasing. And he has left behind a very great multitude of writings, of which above all there is mentioned among many his celebrated treatise, that Against the Greeks, in which, having made mention of the ancient times, he demonstrated that Moses and the prophets of the Hebrews were older than all those held in repute among the Greeks; which treatise indeed seems to be the finest and most useful of all his writings. And the matters concerning these men were such.
ΚΕΦΑΛΑΙΟΝ Λʹ.
Chapter XXX.
Περὶ Βαρδησάνου τοῦ Σύρου, καὶ τῶν φερομένων αὐτοῦ λόγων (Nic. H. E. IV, 16, 17).
On Bardesanes the Syrian, and his extant treatises (Nic. H. E. IV, 16, 17).
Ἐπὶ δὲ τῆς αὐτῆς βασιλείας πληθυουσῶν τῶν αἱρέσεων ἐπὶ τῆς μέσης τῶν ποταμῶν, Βαρδησάνης ἱκανώτατός τις ἀνὴρ, ἔν τε τῇ Σύρων φωνῇ διαλεκτικώτατος, πρὸς τοὺς κατὰ Μαρκίωνα καί τινας ἑτέρους διαφόρων προϊσταμένους δογμάτων, δια-
Now in the same reign, as heresies were multiplying in Mesopotamia, Bardesanes, a most able man and a most skilled disputant in the tongue of the Syrians, against the followers of Marcion and certain others who championed various doctrines, dia-
PG 20:403Read from the page
αʹ. Ὅσοι καὶ ὅπως κατὰ Οὐῆρον ἐπὶ τῆς Γαλλίας τὸν ὑπὲρ τῆς εὐσεβείας διεξῆλθον ἀγῶνα.
I. How many and in what manner in the time of Verus in Gaul went through the contest on behalf of godliness.
βʹ. Ὡς οἱ θεοφιλεῖς μάρτυρες τοὺς ἐν τῷ διωγμῷ διαπεπτωκότας ἐθεράπευον δεξιούμενοι.
II. How the martyrs beloved of God healed by welcoming those who had fallen away in the persecution.
PG 20:404Read from the page
λόγους συστησάμενος, τῇ οἰκείᾳ παρέδωκε γλώττῃ τε καὶ γραφῇ, μετὰ καὶ πλείστων αὐτοῦ συγγραμμάτων· οὓς οἱ γνώριμοι (πλεῖστοι δὲ ἦσαν αὐτῷ δυνατῶς τῷ λόγῳ παρισταμένῳ) ἐπὶ τὴν Ἑλλήνων ἀπὸ τῆς Σύρων μεταβεβλήκασι φωνῆς. Ἐν οἷς ἐστι καὶ ὁ πρὸς Ἀντωνῖνον ἱκανώτατος αὐτοῦ Περὶ εἱμαρμένης διάλογος, ὅσα τε ἄλλα φασὶν αὐτὸν προφάσει τοῦ τότε διωγμοῦ συγγράψαι. Ἦν δ' ἄρα οὗτος πρότερον τῆς κατὰ Οὐαλεντῖνον σχολῆς, καταγνοὺς δὲ ταύτης, πλεῖστά τε τῆς κατὰ τοῦτον μυθοποιΐας ἀπελέγξας, ἐδόκει μέν πως αὐτὸς ἑαυτῷ ἐπὶ τὴν ὀρθοτέραν γνώμην μετατεθεῖσθαι, οὐ μήν γε παντελῶς ἀπεῤῥύψατο τὸν τῆς παλαιᾶς αἱρέσεως ῥύπον. Ἐν τούτῳ γε μὴν καὶ ὁ τῆς Ῥωμαίων Ἐκκλησίας ἐπίσκοπος Σωτὴρ τελευτᾷ.
having composed discourses, he handed them down both in his own tongue and script, along with very many treatises of his; which his acquaintances (and he had very many, as he powerfully championed the word) translated from the tongue of the Syrians into that of the Greeks. Among which is also his most capable dialogue On Fate addressed to Antoninus, and whatever else they say that he composed by occasion of the persecution at that time. Now this man had formerly belonged to the school of Valentinus, but having condemned this, and having refuted very much of the myth-making according to this man, he seemed somehow to himself to have gone over to the more orthodox opinion, yet he did not altogether wash off the filth of his old heresy. At this time, indeed, Soter, the bishop of the Church of the Romans, also dies.
Τοῦ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας λόγου τετάρτου τέλος.
End of the fourth book of the Ecclesiastical History.
γʹ. Ὁποία τῷ μάρτυρι Ἀττάλῳ δι' ὀνείρου γέγονεν ἐπιφάνεια.
III. What sort of manifestation came through a dream to the martyr Attalus.
δʹ. Ὅπως οἱ μάρτυρες τὸν Εἰρηναῖον δι' ἐπιστολῆς παρετίθεντο.
IV. How the martyrs commended Irenaeus by letter.