Migne Reading Room

PG 20 · cols. 360–369 · Read from the page

Eusebius, Church History, Book IV

Eusebius, Church History, Book IV

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:360Read from the page
νεύεται, ὡς καὶ ὑπὸ τῶν ἐθνῶν ἐν παντὶ τόπῳ λαλεῖσθαι. » Τὰ μὲν δὴ κατὰ τὸν θαυμάσιον καὶ ἀποστολικὸν Πολύκαρπον, τοιούτου κατηξίωτο τέλους, τῶν κατὰ τὴν Σμυρναίων Ἐκκλησίαν ἀδελφῶν τὴν ἱστορίαν ἐν ᾗ δεδηλώκαμεν αὐτῶν ἐπιστολῇ κατατεθειμένων. Ἐν τῇ αὐτῇ δὲ περὶ αὐτοῦ γραφῇ καὶ
so as to be spoken of even by the Gentiles in every place." Such indeed was the end of which the affairs of the admirable and apostolic Polycarp were deemed worthy, the brethren of the Church of the Smyrnaeans having set down the history in their epistle which we have indicated. And in the same writing concerning him also
PG 20:361Read from the page
ἄλλα μαρτύρια συνῆπτο κατὰ τὴν αὐτὴν Σμύρναν πεπραγμένα ὑπὸ τὴν αὐτὴν περίοδον τοῦ χρόνου τῆς τοῦ Πολυκάρπου μαρτυρίας· μεθ' ὧν καὶ Μητρόδωρος τῆς κατὰ Μαρκίωνα πλάνης πρεσβύτερος δὴ εἶναι δοκῶν, πυρὶ παραδοθεὶς ἀνῄρηται. Τῶν γε μὴν τότε περιβόητος μάρτυς εἷς τις ἐγνωρίζετο Πιόνιος, οὗ τὰς κατὰ μέρος ὁμολογίας, τήν τε τοῦ λόγου παῤῥησίαν, καὶ τὰς ὑπὲρ τῆς πίστεως ἐπὶ τοῦ δήμου καὶ τῶν ἀρχόντων ἀπολογίας, διδασκαλικάς τε δημηγορίας, καὶ ἔτι τὰς πρὸς τοὺς ὑποπεπτωκότας τῷ κατὰ τὸν διωγμὸν πειρασμῷ δεξιώσεις, παραμυθίας τε ἃς ἐπὶ τῆς εἱρκτῆς τοῖς παρ' αὐτὸν εἰσαφικνουμένοις ἀδελφοῖς παρετίθετο, ἅς τε ἐπὶ τούτοις ὑπέμεινε βασάνους, καὶ τὰς ἐπὶ ταύταις ἀλγηδόνας, καθηλώσεις τε, καὶ τὴν ἐπὶ τῆς πυρᾶς καρτερίαν, τήν τε ἐφ' ἅπασι τοῖς παραδόξοις αὐτοῦ τελευτὴν, πληρέστατα τῆς περὶ αὐτοῦ γραφῆς περιεχούσης, τοὺς οἷς φίλον, ἐπὶ ταύτην ἀναπέμψομεν, τοῖς τῶν ἀρχαίων συναχθεῖσιν ἡμῖν μαρτυρίοις ἐντεταγμένην. Ἑξῆς δὲ καὶ ἄλλων ἐν Περγάμῳ πόλει τῆς Ἀσίας ὑπομνήματα με-
other martyrdoms were subjoined which had been accomplished in the same Smyrna about the same period of time as Polycarp's martyrdom; among whom also Metrodorus, who was reputed to be a presbyter of the error after Marcion, having been delivered to fire, was put to death. Moreover, of those at that time, one famous martyr was known, Pionius, whose particular confessions, and boldness of speech, and defences on behalf of the faith before the people and the rulers, and instructive public addresses, and furthermore his friendly receptions towards those who had fallen under temptation in the persecution, and the consolations which in prison he set before the brethren who came in to him, and the tortures which in addition to these things he endured, and the pains upon these, and the nailings, and his endurance upon the pyre, and his death after all the marvellous things, since the writing concerning him comprises them most fully, we shall refer those to whom it is pleasing to that writing, which has been inserted among the martyrdoms of the ancients collected by us. And next also memoirs of others in Pergamum, a city of Asia, who
Notes, col. 361

On the reading

Printed ἐντεταγμένην, for ἐντεταγμένῃ.

PG 20:364Read from the page
μαρτυρηκότων φέρεται, Κάρπου καὶ Παπύλου, καὶ γυναικὸς Ἀγαθονίκης, μετὰ πλείστας καὶ διαπρεπεῖς ὁμολογίας ἐπιδόξως τετελειωμένων.
suffered martyrdom are extant, of Carpus and Papylus, and a woman Agathonice, who after very many and illustrious confessions were gloriously perfected.
ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ.
Chapter XVI.
Ὅπως Ἰουστῖνος ὁ φιλόσοφος τὸν Χριστοῦ λόγον ἐπὶ τῆς Ῥωμαίων πόλεως πρεσβεύων ἐμαρτύρησεν (Nic. H. E. III, 32).
How Justin the philosopher, while acting as ambassador for the word of Christ in the city of the Romans, suffered martyrdom (Nic. H. E. III, 32).
Κατὰ τούτους δὲ καὶ ὁ μικρῷ πρόσθεν ἡμῖν δηλωθεὶς Ἰουστῖνος, δεύτερον ὑπὲρ τῶν καθ' ἡμᾶς δογμάτων βιβλίον ἀναδοὺς τοῖς δεδηλωμένοις ἄρχουσι, θείῳ κατακοσμεῖται μαρτυρίῳ, φιλοσόφου Κρίσκεντος (τὸν φερώνυμον δὲ οὗτος τῇ Κυνικῇ προσηγορίᾳ βίον τε καὶ τρόπον ἐζήλου) τὴν ἐπιβουλὴν αὐτῷ καταρτύσαντος, ἐπείπερ πλεονάκις ἐν διαλόγοις ἀκροατῶν παρόντων εὐθύνας αὐτὸν, τὰ νικητήρια τελευτῶν ὑπὲρ ἧς ἐπρέσβευεν ἀληθείας, διὰ τοῦ μαρτυρίου τοῦ κατ' αὐτὸν ἀνεδήσατο. Τοῦτο δὲ καὶ αὐτὸς ὁ ταῖς ἀληθείαις φιλοσοφώτατος, ἐν τῇ δεδηλωμένῃ Ἀπολογίᾳ σαφῶς οὕτως, ὥσπερ οὖν καὶ ἔμελλεν ὅσον οὔπω περὶ αὐτὸν συμβήσεσθαι, προλαβὼν ἀποσημαίνει τούτοις αὐτοῖς τοῖς ῥήμασι· « Κἀγὼ οὖν προσδοκῶ ὑπό τινος τῶν ὠνομασμένων ἐπιβουλευθῆ-
And about the time of these men, Justin also, who was indicated by us a little before, after delivering a second book on behalf of our doctrines to the rulers indicated, is adorned with divine martyrdom, the philosopher Crescens (who emulated the life and manner answering to the Cynic appellation) having contrived the plot against him, since having often refuted him in dialogues when hearers were present, at the end he bound upon himself the prizes of victory on behalf of the truth for which he was an ambassador, through his martyrdom. And this very thing he himself, most truly a philosopher, in the aforesaid Apology clearly thus, just as indeed it was about to happen concerning him almost immediately, anticipates and signifies in these very words: "And I therefore expect to be plotted against by one of those named
Notes, col. 364

On the reading

Printed 564, for 364.

PG 20:365Read from the page
ναι, καὶ ξύλῳ ἐντιναγῆναι, ἢ καὶ ὑπὸ Κρίσκεντος τοῦ ἀφιλοσόφου καὶ φιλοκόμπου. Οὐ γὰρ φιλόσοφον εἰπεῖν ἄξιον τὸν ἄνδρα, ὅς γε περὶ ὧν μὴ ἐπίσταται δημοσίᾳ καταμαρτυρεῖ, ὡς ἀθέων καὶ ἀσεβῶν Χριστιανῶν ὄντων, πρὸς χάριν καὶ ἡδονὴν τῶν πολλῶν, πεπλανημένως τοῦτο πράττων. Εἴ τε γὰρ μὴ ἐντυχὼν τοῖς τοῦ Χριστοῦ διδάγμασι κατατρέχει ἡμῶν, παμπόνηρός ἐστι καὶ ἰδιωτῶν πολλῷ χείρων, οἳ φυλάττονται πολλάκις περὶ ὧν οὐκ ἐπίστανται διαλέγεσθαι καὶ ψευδομαρτυρεῖν. Καὶ ει ἐντυχὼν μὴ συνῆκε τὸ ἐν αὐτοῖς μεγαλεῖον, ἢ συνεὶς, πρὸς τὸ μὴ ὑποπτευθῆναι τοιοῦτος ταῦτα ποιεῖ, πολὺ μᾶλλον ἀγεννὴς καὶ παμπόνηρος, ἰδιωτικῆς καὶ ἀλόγου δόξης καὶ φόβου ἐλάττων ὤν. Καὶ γὰρ προθέντα με καὶ ἐρωτήσαντα αὐτὸν ἐρωτήσεις τινὰς τοιαύτας, μαθεῖν καὶ ἐλέγξαι ὅτι ἀληθῶς μηδὲν ἐπίσταται, ειδέναι ὑμᾶς βούλομαι. Καὶ ὅτι ἀληθῆ λέγω, ει μὴ ἀνηνέχθησαν ὑμῖν αἱ κοινωνίαι τῶν λόγων, ἕτοιμος καὶ ἐφ' ὑμῶν κοινωνεῖν τῶν ἐρωτήσεων πάλιν· βασιλικὸν δ' ἂν καὶ τοῦτο ἔργον εἴη. Εἰ δὲ καὶ ἐγνώσθησαν ὑμῖν αἱ ἐρωτήσεις μου καὶ αἱ ἐκείνου ἀποκρίσεις, φανερὸν ὑμῖν ἐστιν, ὅτι οὐδὲν τῶν ἡμετέρων ἐπίσταται· ἢ εἰ ἐπίσταται, διὰ τοὺς ἀκούοντας δὲ οὐ τολμᾷ λέγειν, ὡς πρότερον ἔφην, οὐ φιλόσοφος, ἀλλὰ φιλόδοξος ἀνὴρ δείκνυται, ὅς γε μηδὲ τὸ Σωκρατικὸν ἀξιέραστον ὂν τιμᾷ. » Ταῦτα μὲν οὖν ὁ Ἰουστῖ-
and to be thrust into the stocks, or even by Crescens the unphilosophical and boastful. For it is not worthy to call the man a philosopher, who publicly bears witness against things of which he has no knowledge, as though Christians were atheists and impious, doing this erringly for the favour and pleasure of the multitude. For if he inveighs against us without having met with the teachings of Christ, he is utterly wicked and much worse than unlearned men, who often beware of discoursing and bearing false witness concerning things of which they have no knowledge. And if having met with them he did not understand the majesty in them, or having understood it, does these things in order not to be suspected of being such, he is much more base and utterly wicked, being inferior to unlearned and irrational opinion and fear. For indeed I wish you to know that when I proposed and asked him certain questions of such a kind, I learned and proved that in truth he knows nothing. And that I speak true things, if the communications of the discussions were not reported to you, I am ready even before you to share in the questions again; and this also would be a royal work. But if both my questions and his answers were made known to you, it is manifest to you that he knows nothing of our affairs; or if he knows, yet on account of his hearers does not dare to speak, as I said before, he is shown to be not a philosopher, but a lover of vainglory, who does not even honour the admirable saying of Socrates." These things, then, Ju-
Notes, col. 365

On the reading

Printed ει ἐντυχὼν, for εἰ ἐντυχὼν.

Printed ειδέναι, for εἰδέναι.

Printed ει μὴ, for εἰ μὴ.

PG 20:368Read from the page
νος. Ὅτι δὲ κατὰ τὴν αὐτοῦ πρόῤῥησιν πρὸς τοῦ Κρίσκεντος συσκευασθεὶς ἐτελειώθη, Τατιανὸς ἀνὴρ τὸν πρῶτον αὐτοῦ βίον σοφιστεύσας ἐν τοῖς Ἑλλήνων μαθήμασι, καὶ δόξαν οὐ σμικρὰν ἐν αὐτοῖς ἀπενηνεγμένος, πλεῖστά τε συγγράμμασιν αὐτοῦ καταλιπὼν μνημεῖα, ἐν τῷ Πρὸς Ἕλληνας ἱστορεῖ λέγων ὧδέ πως· « Καὶ ὁ θαυμασιώτατος Ἰουστῖνος ὀρθῶς ἐξεφώνησεν, ἐοικέναι τοὺς προειρημένους λῃσταῖς. » Εἶτ' ἐπειπών τινα περὶ τῶν φιλοσόφων, ἐπιλέγει ταῦτα· « Κρίσκης γοῦν ὁ ἐννεοττεύσας τῇ μεγάλῃ πόλει, παιδεραστία μὲν πάντας ὑπερήνεγκε, φιλαργυρίᾳ δὲ πάνυ προσεχὴς ἦν. Θανάτου δὲ ὁ καταφρονεῖν συμβουλεύων, οὕτως αὐτὸς ἐδεδίει τὸν θάνατον, ὡς καὶ Ἰουστῖνον καθάπερ μεγάλῳ κακῷ, τῷ θανάτῳ περιβαλεῖν πραγματεύσασθαι, διότι κηρύττων τὴν ἀλήθειαν, λίχνους τοὺς φιλοσόφους καὶ ἀπατεῶνας ἐξήλεγχε. » Καὶ τὸ μὲν κατὰ Ἰουστῖνον μαρτύριον τοιαύτην εἴληχε τὴν αἰτίαν.
stin. And that according to his own prediction he was perfected after having been plotted against by Crescens, Tatian, a man who in his early life lectured as a sophist in the learning of the Greeks, and carried off no small glory in them, and left very many memorials in his writings, relates in his work Against the Greeks, speaking somehow thus: "And the most admirable Justin rightly exclaimed that the aforesaid men are like robbers." Then, after saying some things about the philosophers, he adds these words: "Crescens, at any rate, who made his nest in the great city, surpassed all in pederasty, and was altogether devoted to love of money. And he who counselled to despise death, himself so feared death as even to busy himself to encompass Justin with death as with a great evil, because in preaching the truth he convicted the philosophers of being gluttons and deceivers." And the martyrdom of Justin obtained such a cause as this.
ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ.
Chapter XVII.
Περὶ ὧν Ἰουστῖνος ἐν ἰδίῳ συγγράμματι μνημονεύει μαρτύρων (Nic. H. E. III, 33).
Concerning the martyrs whom Justin mentions in his own writing (Nic. H. E. III, 33).
Ὁ δ' αὐτὸς ἀνὴρ πρὸ τοῦ κατ' αὐτὸν ἀγῶνος, ἑτέρων πρὸ αὐτοῦ μαρτυρησάντων ἐν τῇ προτέρᾳ αὐτοῦ μνημονεύει Ἀπολογίᾳ, χρησίμως τῇ ὑπο-
And the same man, before his own contest, makes mention in his first Apology of others who suffered martyrdom before him, usefully to our
Notes, col. 368

On the reading

Printed παιδεραστία, for παιδεραστίᾳ.

PG 20:369Read from the page
θέσει καὶ ταῦτα ἱστορῶν. Γράφει δὲ ὧδε· « Γυνή τις συνεβίου ἀνδρὶ ἀκολασταίνοντι, ἀκολασταίνουσα καὶ αὐτὴ πρότερον. Ἐπειδὴ δὲ τὰ τοῦ Χριστοῦ διδάγματα ἔγνω, ἐσωφρονίσθη, καὶ τὸν ἄνδρα ὁμοίως σωφρονεῖν πείθειν ἐπειρᾶτο, τὰ διδάγματα ἀναφέρουσα, τήν τε μέλλουσαν τοῖς οὐ σωφρόνως καὶ μετὰ λόγου ὀρθοῦ βιοῦσιν ἔσεσθαι ἐν αἰωνίῳ πυρὶ κόλασιν ἀπαγγέλλουσα. Ὁ δὲ ταῖς αὐταῖς ἀσελγείαις ἐπιμένων, ἀλλοτρίαν διὰ τῶν πράξεων ἐποιεῖτο τὴν γαμετήν. Ἀσεβὲς γὰρ ἡγουμένη τὸ λοιπὸν ἡ γυνὴ, συγκατακλίνεσθαι ἀνδρὶ παρὰ τὸν τῆς φύσεως νόμον καὶ παρὰ τὸ δίκαιον πόρους ἡδονῆς ἐκ παντὸς πειρωμένῳ ποιεῖσθαι, τῆς συζυγίας χωρισθῆναι ἐβουλήθη. Καὶ ἐπεὶ ἐξεδυσωπεῖτο ὑπὸ τῶν αὐτῆς, ἔτι προσμένειν συμβουλευόντων, ὡς εἰς ἐλπίδα μεταβολῆς ἥξοντός ποτε τοῦ ἀνδρὸς, βιαζομένη ἑαυτὴν ἐπέμενεν. Ἐπειδὴ δὲ ὁ ταύτης ἀνὴρ εἰς τὴν Ἀλεξάνδρειαν πορευθεὶς, χαλεπώτερα πράττειν ἀπηγγέλθη, ὅπως μὴ κοινωνὸς τῶν ἀδικημάτων καὶ ἀσεβημάτων γένηται, μένουσα ἐν τῇ συζυγίᾳ, καὶ ὁμοδίαιτος καὶ ὁμόκοιτος γινομένη, τὸ λεγόμενον παρ' ἡμῖν ῥεπούδιον δοῦσα, ἐχωρίσθη. Ὁ δὲ καλὸς κἀγαθὸς ταύτης ἀνὴρ, δέον αὐτὸν χαίρειν, ὅτι ἃ πάλαι μετὰ τῶν ὑπηρετῶν καὶ τῶν μισθοφόρων εὐχερῶς ἔπραττε, μέθαις χαίρουσα καὶ κακίᾳ πάσῃ, τούτων μὲν τῶν πράξεων πέπαυτο, καὶ αὐτὸν τὰ αὐτὰ παύσασθαι πράττοντα ἐβούλετο· μὴ βουλομένου ἀπαλλαγείσης, κατηγορίαν πεποίηται,
subject relating these things also. And he writes thus: "A certain woman lived with an intemperate husband, having herself also formerly been intemperate. But when she came to know the teachings of Christ, she became temperate, and endeavoured to persuade her husband likewise to be temperate, reporting the teachings, and declaring the punishment in eternal fire that shall be for those who do not live temperately and with right reason. But he, continuing in the same licentiousnesses, alienated his wife through his deeds. For the woman, considering it impious henceforth to lie down with a husband who tried by every means to procure ways of pleasure contrary to the law of nature and contrary to what is right, wished to be separated from the marriage. And since she was earnestly entreated by her own people, who counselled her still to wait, as though her husband would at some time come to a hope of change, doing violence to herself she remained. But when her husband, having gone to Alexandria, was reported to be doing worse things, in order that she might not become a partner in his iniquities and impieties by remaining in the marriage and sharing his table and bed, she gave him what among us is called a bill of divorce, and was separated. And her noble and good husband—when he ought to have rejoiced that those things which formerly she lightly did with the servants and the hirelings, rejoicing in drunkennesses and every wickedness, she had ceased from these deeds, and wished him also to cease doing the same things—when she departed from him against his will, brought an accusation,