τέρας ἐκ τῶν ἥλων ἀσφαλείας, ἀσκύλτως ἐπιμεῖναι τῇ πυρᾷ. » Οἱ δὲ οὐ καθήλωσαν, προσέδησαν δὲ αὐτόν. Ὁ δὲ ὀπίσω τὰς χεῖρας ποιήσας, καὶ προσδεθεὶς ὥσπερ κριὸς ἐπίσημος ἀναφερόμενος ἐκ μεγάλου ποιμνίου ὁλοκαύτωμα δεκτὸν Θεῷ παντοκράτορι, εἶπεν· « Ὁ τοῦ ἀγαπητοῦ καὶ εὐλογητοῦ Παιδός σου Ἰησοῦ Χριστοῦ Πατὴρ, δι' οὗ τὴν περὶ σὲ ἐπίγνωσιν εἰλήφαμεν, ὁ Θεὸς ἀγγέλων καὶ δυνάμεων, καὶ πάσης τῆς κτίσεως, παντός τε τοῦ γένους τῶν δικαίων οἳ ζῶσιν ἐνώπιόν σου, εὐλογῶ σε ὅτι ἠξίωσάς με τῆς ἡμέρας καὶ ὥρας ταύτης, τοῦ λαβεῖν μέρος ἐν ἀριθμῷ τῶν μαρτύρων, ἐν τῷ ποτηρίῳ τοῦ Χριστοῦ εἰς ἀνάστασιν ζωῆς αἰωνίου ψυχῆς τε καὶ σώματος, ἐν ἀφθαρσίᾳ Πνεύματος ἁγίου· ἐν οἷς προσδεχθείην ἐνώπιόν σου σήμερον ἐν θυσίᾳ πίονι καὶ προσδεκτῇ, καθὼς προητοίμασας προφανερώσας καὶ πληρώσας ὁ ἀψευδὴς καὶ ἀληθινὸς Θεός. Διὰ τοῦτο καὶ περὶ πάντων σε αἰνῶ, σὲ εὐλογῶ, σὲ δοξάζω, διὰ τοῦ αἰωνίου ἀρχιερέως Ἰησοῦ Χριστοῦ τοῦ ἀγαπητοῦ σου Παιδὸς, δι' οὗ σοι σὺν αὐτῷ ἐν Πνεύματι ἁγίῳ δόξα, καὶ νῦν καὶ εἰς τοὺς μέλλοντας αἰῶνας, ἀμήν. » Ἀναπέμψαντος δὲ αὐτοῦ τὸ Ἀμὴν, καὶ πληρώσαντος τὴν προσευχὴν, οἱ τοῦ πυρὸς ἄνθρωποι ἐξῆψαν τὸ πῦρ μεγάλης δὲ ἐκλαμψάσης φλογὸς, θαῦμα εἴδομεν οἷς ἰδεῖν ἐδόθη, οἳ καὶ ἐτηρήθησαν εἰς τὸ ἀναγγεῖλαι τοῖς λοιποῖς τὰ γενόμενα. Τὸ γὰρ πῦρ καμάρας εἶδος ποιῆσαν, ὥσπερ ὀθόνης πλοίου ὑπὸ πνεύματος πληρουμένης, κύκλῳ περιετείχισε τὸ σῶμα τοῦ μάρτυρος· καὶ ἦν εἰς μέσον οὐχ ὡς σὰρξ καιομένη, ἀλλ' ὡς χρυσὸς καὶ ἄργυρος ἐν καμίνῳ πυρούμενος. Καὶ γὰρ εὐωδίας τοσαύτης ἀντελαβόμεθα, ὡς λιβανωτοῦ πνέοντος, ἢ ἄλλου τινὸς τῶν τιμίων ἀρωμάτων. Πέρας γοῦν ἰδόντες οἱ ἄνομοι μὴ δυνάμενον τὸ σῶμα ὑπὸ τοῦ πυρὸς δαπανηθῆναι, ἐκέλευσαν προσελθόντα αὐτῷ κομφέκτορα, παραβύσαι τὸ ξίφος. Καὶ τοῦτο ποιήσαντος, ἐξῆλθε πλῆθος αἵματος, ὥστε κατασβέσαι τὸ πῦρ, καὶ θαυμάσαι πάντα τὸν ὄχλον, εἰ τοσαύτη τις διαφορὰ μεταξὺ τῶν τε ἀπίστων καὶ τῶν ἐκλεκτῶν· ὧν εἷς καὶ οὗτος γέγονεν ὁ θαυμασιώτατος ἐν τοῖς καθ' ἡμᾶς χρόνοις διδάσκαλος ἀποστολικὸς καὶ προφητικὸς, γενόμενος ἐπίσκοπος τῆς ἐν Σμύρνῃ καθολικῆς Ἐκκλησίας. Πᾶν γὰρ ῥῆμα ὃ ἀφῆκεν ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἐτελειώθη καὶ τελειωθήσεται. Ὁ δὲ ἀντίζηλος καὶ βάσκανος καὶ πονηρὸς ὁ ἀντικείμενος τῷ γένει τῶν δικαίων, ἰδὼν τὸ μέγεθος αὐτοῦ τῆς μαρτυρίας καὶ τὴν ἀπαρχῆς
security from the nails, to remain unmoved upon the pyre." And they did not nail him, but bound him to it. And he, having put his hands behind him, and having been bound to it like a distinguished ram offered up out of a great flock as an acceptable whole burnt-offering to God Almighty, said: "O Father of Thy beloved and blessed Servant Jesus Christ, through Whom we have received the full knowledge concerning Thee, the God of angels and of powers, and of all the creation, and of all the race of the righteous who live before Thee, I bless Thee because Thou hast deemed me worthy of this day and hour, to take a part in the number of the martyrs, in the cup of Christ unto resurrection of eternal life both of soul and of body, in incorruption of the Holy Spirit; among whom may I be received before Thee today in a rich and acceptable sacrifice, even as Thou, the unlying and true God, hast prepared beforehand, having manifested it beforehand and fulfilled it. Wherefore also concerning all things I praise Thee, I bless Thee, I glorify Thee, through the eternal High Priest Jesus Christ Thy beloved Servant, through Whom to Thee with Him in the Holy Spirit be glory, both now and unto the ages to come, amen." And when he had sent up the Amen, and had fulfilled the prayer, the men of the fire kindled the fire, and as a great flame blazed forth, we saw a wonder, we to whom it was given to see, who also were preserved to report to the rest the things that came to pass. For the fire, having made the form of a vaulted chamber, like a ship's sail filled by the wind, walled round in a circle the body of the martyr; and it was in the midst not like flesh burning, but like gold and silver being refined in a furnace. For indeed we perceived so great a sweet odour, as of frankincense breathing forth, or of some other of the precious spices. At length, therefore, the lawless ones, seeing that the body could not be consumed by the fire, commanded a confector to come up to him and plunge in his sword. And when he had done this, there came forth a multitude of blood, so as to extinguish the fire, and so that all the crowd marvelled if there were so great a difference between the unbelievers and the elect; of whom this man also became one, the most admirable apostolic and prophetic teacher in our times, having been bishop of the catholic Church in Smyrna. For every word which he uttered out of his mouth both was fulfilled and shall be fulfilled. But the jealous and envious and wicked one, the adversary of the race of the righteous, having seen the greatness of his martyrdom and his from the beginning