ῥωννύντα σὺν θείᾳ χάριτι τὴν ἔμφυτον περὶ τὸν θάνατον τοῦ σώματος δειλίαν. Βουλομένου γέ τοι τοῦ ἀνθυπάτου πείθειν αὐτὸν, προβαλλομένου τε τὴν ἡλικίαν καὶ ἀντιβολοῦντος κομιδῇ νέον ὄντα καὶ ἀκμαῖον, οἶκτον ἑαυτοῦ λαβεῖν, μὴ μελλῆσαι, προθύμως δὲ ἐπισπάσασθαι εἰς ἑαυτὸν τὸ θηρίον, μονονουχὶ βιασάμενον καὶ παροξύναντα, ὡς ἂν τάχιον τοῦ ἀδίκου καὶ ἀνόμου βίου αὐτῶν ἀπαλλαγείη. Τούτου δὲ ἐπὶ τῷ διαπρεπεῖ θανάτῳ τὸ πᾶν πλῆθος ἀποθαυμάσαν τῆς ἀνδρείας τὸν θεοφιλῆ μάρτυρα, καὶ τὴν καθόλου τοῦ γένους τῶν Χριστιανῶν ἀρετὴν, ἀθρόως ἐπιβοᾷν ἄρξασθαι· « Αἶρε τοὺς ἀθέους· ζητείσθω Πολύκαρπος. » Καὶ δὴ πλείστης ἐπὶ ταῖς βοαῖς γενομένης ταραχῆς, Φρύγα τινὰ τὸ γένος Κόϊντον τοὔνομα, νεωστὶ ἐκ τῆς Φρυγίας ἐπιστάντα, ἰδόντα τοὺς θῆρας, καὶ τὰς ἐπὶ τούτοις ἀπειλὰς, καταπτῆξαι τὴν ψυχήν μαλακισθέντα, καὶ τέλος τῆς σωτηρίας ἐνδοῦναι. Ἐδήλου δὲ τοῦτον ὁ τῆς προειρημένης γραφῆς λόγος προπετέστερον, ἀλλ' οὐ κατ' εὐλάβειαν ἐπιπηδῆσαι τῷ δικαστηρίῳ σὺν ἑτέροις, ἁλόντα δ' οὖν ὅμως, καταφανὲς ὑπόδειγμα τοῖς πᾶσι παρασχεῖν, ὅτι μὴ δέοι τοῖς τοιούτοις ῥιψοκινδύνως καὶ ἀνευλαβῶς κατατολμᾷν. Ἀλλὰ ταύτῃ μὲν εἶχε πέρας τὰ κατὰ τούτους. Τόν γε μὴν θαυμασιώτατον Πολύκαρπον, τὰ μὲν πρῶτα τούτων ἀκούσαντα, ἀτάραχον διαμεῖναι, εὐσταθὲς τὸ ἦθος καὶ ἀκίνητον φυλάξαντα, βούλεσθαί τε αὐτοῦ κατὰ τὴν πόλιν περιμένειν· πεισθέντα γε μὴν ἀντιβολοῦσι τοῖς ἀμφ' αὐτὸν, καὶ ὡς ἂν ὑπεξέλθοι παρακαλοῦσι, προελθεῖν εἰς οὐ πόῤῥω διεστῶτα τῆς πόλεως ἀγρὸν διατρίβειν τε σὺν ὀλίγοις ἐνταῦθα, νύκτωρ καὶ μεθ' ἡμέραν οὔ τι ἕτερον πράττοντα, ἢ ταῖς πρὸς τὸν Κύριον διακαρτεροῦντα εὐχαῖς, δι' ὧν δεῖσθαι καὶ ἱκετεύειν, εἰρήνην ἐξαιτούμενον ταῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην Ἐκκλησίαις· τοῦτο γὰρ καὶ εἶναι ἐκ τοῦ παντὸς αὐτῷ σύνηθες. Καὶ δὴ εὐχόμενον, ἐν ὀπτασίᾳ τριῶν πρότερον ἡμερῶν τῆς συλλήψεως, νύκτωρ ἰδεῖν τὸ ὑπὸ κεφαλῆς αὐτοῦ στρῶμα ἀθρόως οὕτως ὑπὸ πυρὸς φλεχθὲν δεδαπανῆσθαι, ἔξυπνον δὲ ἐπὶ τούτῳ γενόμενον, εὐθὺς ὑφερμηνεῦσαι τοῖς παροῦσι τὸ φανὲν, μονονουχὶ τὸ μέλλον προθεσπίσαντα, σαφῶς τε ἀνειπόντα τοῖς ἀμφ' αὐτὸν, ὅτι δέοι αὐτὸν διὰ Χριστὸν πυρὶ τὴν ζωὴν μεταλλάξαι. Ἐπικειμένων δὴ οὖν σὺν πάσῃ σπουδῇ τῶν ἀναζητούντων αὐτὸν, αὖθις ὑπὸ τῆς τῶν ἀδελφῶν διαθέσεως καὶ στοργῆς ἐκβεβιασμένον, μεταβῆναί φασιν εἰς ἕτερον ἀγρὸν, ἔνθα μετ' οὐ πλεῖστον τοὺς συνελαύνοντας ἐπελθεῖν, δύο τε τῶν αὐτόθι συλλαβεῖν παίδων, ὧν θάτερον αἰκισαμένους, ἐπιστῆναι δι' αὐτοῦ τῇ τοῦ Πολυκάρπου καταγωγῇ. Ὀψὲ δὲ τῆς ὥρας
ening with divine grace the innate cowardice concerning the death of the body. Indeed, when the proconsul wished to persuade him, and put forward his age and entreated him, as he was very young and in his prime, to take pity on himself, he did not hesitate, but eagerly dragged the wild beast to himself, all but forcing and provoking it, so that he might the more quickly be released from their unjust and lawless life. And upon his illustrious death, the whole multitude, marvelling at the God-beloved martyr for his courage and at the general virtue of the race of the Christians, began to shout out all together: "Away with the atheists; let Polycarp be sought!" And when a very great tumult arose at the shouts, a certain Phrygian by race, Quintus by name, lately arrived from Phrygia, seeing the wild beasts and the threats besides these, was cowed in soul, having grown faint-hearted, and finally gave up his salvation. Now the account of the aforesaid writing showed that this man had rushed forward to the tribunal with others rather rashly and not out of reverence, yet when seized provided a manifest example to all that one ought not to dare such things foolhardily and irreverently. Thus, then, the matters concerning these men had their end. But the most admirable Polycarp, when he first heard of these things, remained undisturbed, keeping his character firm and immovable, and wished to remain right there in the city; yet, being persuaded by those around him who entreated and exhorted him to withdraw, he went out to a country estate not far distant from the city and stayed there with a few companions, night and day doing nothing else than persevering in prayers to the Lord, through which he besought and supplicated, begging peace for the Churches throughout the whole world; for this was altogether his custom. And while praying, in a vision three days before his arrest, by night he saw the pillow under his head all of a sudden thus kindled and consumed by fire; and having awakened at this, he straightway interpreted the vision to those present, all but foretelling the future, and plainly declaring to those around him that it was necessary for him for Christ's sake to exchange this life by fire. When therefore those who were seeking him pressed on with all zeal, they say that, constrained once more by the affection and love of the brethren, he removed to another country estate, where not long afterwards the pursuers came up and seized two of the boys there, and having tortured the one of them, came through him upon Polycarp's lodging. And late in the day