ἐπισκοπικῆς διαδοχῆς ἀπὸ τῶν ἀποστόλων ἔχοντος, ἐδίδαξε τὸν ὑπὸ τοῦ νόμου καὶ προφητῶν κεκηρυγμένον Θεὸν μὴ εἶναι Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· τὸν μὲν γὰρ γνωρίζεσθαι, τὸν δὲ ἀγνῶτα εἶναι· καὶ τὸν μὲν δίκαιον, τὸν δὲ ἀγαθὸν ὑπάρχειν. Διαδεξάμενος δὲ αὐτὸν Μαρκίων ὁ Ποντικὸς, ηὔξησε τὸ διδασκαλεῖον, ἀπηρυθριασμένως βλασφημῶν. » Ὁ δὲ αὐτὸς Εἰρηναῖος τὸν ἄπειρον βυθὸν τῆς Οὐαλεντίνου πολυπλανοῦς ὕλης εὐτονώτατα διαπλώσας, ἑρπετοῦ δίκην φωλεύοντος ἀπόκρυφον οὖσαν αὐτοῦ καὶ λεληθυῖαν ἀπογυμνοῖ τὴν κακίαν. Πρὸς τούτοις καὶ ἄλλον τινὰ, Μάρκος αὐτῷ ὄνομα, κατ' αὐτοὺς γενέσθαι λέγει μαγικῆς κυβείας ἐμπειρότατον. Γράφει δὲ καὶ τὰς ἀτελέστους αὐτῶν τελετὰς, μυσαράς τε μυσταγωγίας ἐμφαίνων, αὐτοῖς δὴ τούτοις τοῖς γράμμασιν· « Οἱ μὲν γὰρ αὐτῶν νυμφῶνα κατασκευάζουσι, καὶ μυσταγωγίαν ἐπιτελοῦσι μετ' ἐπιῤῥήσεών τινων τοῖς τελουμένοις, καὶ πνευματικὸν γάμον φάσκουσιν εἶναι τὸ ὑπ' αὐτῶν γινόμενον, κατὰ τὴν ὁμοιότητα τῶν ἄνω συζυγιῶν. Οἱ δὲ ἄγουσιν ἐφ' ὕδωρ, καὶ βαπτίζοντες, οὕτως ἐπιλέγουσιν· Εἰς ὄνομα ἀγνώστου Πατρὸς τῶν ὅλων, εἰς Ἀλήθειαν μητέρα τῶν πάντων, εἰς τὸν κατελθόντα εἰς τὸν Ἰησοῦν. Ἄλλοι δὲ Ἑβραϊκὰ ὀνόματα ἐπιλέγουσι πρὸς τὸ μᾶλλον καταπλήξασθαι τοὺς τελουμένους. » Ἀλλὰ γὰρ μετὰ τέταρτον τῆς ἐπισκοπῆς ἔτος Ὑγίνου τελευτήσαντος, Πῖος ἐπὶ Ῥώμης ἐγχειρίζεται τὴν λειτουργίαν. Κατά γε μὴν τὴν Ἀλεξάνδρειαν Μάρκος ἀναδείκνυται ποιμὴν, Εὐμενοῦς ἔτη τὰ πάντα δέκα πρὸς τρισὶν ἐκπλήσαντος. Τοῦ τε Μάρκου ἐπὶ δέκα ἔτη τῆς λειτουργίας ἀναπαυσαμένου, Κελαδίων τῆς Ἀλεξανδρέων Ἐκκλησίας τὴν λειτουργίαν παραλαμβάνει. Καὶ κατὰ τὴν Ῥωμαίων δὲ πόλιν πεντεκαιδεκάτῳ τῆς ἐπισκοπῆς ἐνιαυτῷ Πίου μεταλλάξαντος, Ἀνίκητος τῶν ἐκεῖσε προΐσταται. Καθ' ὃν Ἡγήσιππος ἱστορεῖ ἑαυτὸν ἐπιδημῆσαι τῇ Ῥώμῃ, παραμεῖναί τε αὐτόθι μέχρι τῆς ἐπισκοπῆς Ἐλευθέρου. Μάλιστα δὲ ἤκμαζεν ἐπὶ τῶνδε Ἰουστῖνος, ἐν φιλοσόφου σχήματι πρεσβεύων τὸν θεῖον λόγον, καὶ τοῖς ὑπὲρ τῆς πίστεως ἐναγωνιζόμενος συγγράμμασιν. Ὅς δὴ καὶ γράψας κατὰ Μαρ-
episcopal succession from the apostles, taught that the God proclaimed by the law and the prophets is not the Father of our Lord Jesus Christ; for the one is known, whereas the other is unknown; and the one is just, whereas the other is good. And Marcion of Pontus, having succeeded him, enlarged the school, shamelessly blaspheming." And the same Irenaeus, having most vigorously unfolded the boundless abyss of Valentinus's manifoldly erring matter, strips bare his wickedness, which was hidden and lurking after the manner of a skulking serpent. In addition to these he says that another man also, Marcus by name, arose in their time, most experienced in magical trickery. And he writes down also their uninitiated rites, setting forth their abominable initiations, in these very words: "For some of them prepare a bridal chamber, and perform an initiation with certain invocations over those who are being initiated, and assert that what is done by them is a spiritual marriage, after the likeness of the conjunctions above. And others lead them to water, and baptizing them, utter these words over them: Into the name of the unknown Father of the universe, into Truth the mother of all things, into him who descended into Jesus. And others utter Hebrew names over them in order the more to bewilder those who are being initiated." Now after Hyginus had died after the fourth year of his episcopate, Pius is entrusted with the ministry at Rome. And at Alexandria Marcus is appointed pastor, after Eumenes had fulfilled thirteen years in all. And when Marcus had rested from his ministry after ten years, Celadion receives the ministry of the Church of the Alexandrians. And at the city of the Romans, after Pius had departed in the fifteenth year of his episcopate, Anicetus presides over the Church there. In whose time Hegesippus relates that he himself sojourned at Rome, and remained there until the episcopate of Eleutherus. And Justin especially flourished in the days of these men, acting as an ambassador for the divine Word in the garb of a philosopher, and contending in his writings on behalf of the faith. And he, having written a treatise against Marcion,