τούτων διαλαβὼν ὧδέ πως ἔλεξεν. Ἡμεῖς δὲ ἐπὶ τὰ ἑξῆς τῆς ἱστορίας, ὁδῷ προβαίνοντες ἴωμεν.]
these things, spoke in some such manner as this. Let us, however, advancing in order, proceed to the subsequent parts of the history.]
Τοσοῦτός γε μὴν ἐν πλείοσι τόποις ὁ καθ' ἡμῶν ἐπετάθη τότε διωγμὸς, ὡς Πλίνιον Σεκοῦνδον ἐπισημότατον ἡγεμόνων, ἐπὶ τῷ πλήθει τῶν μαρτύρων κινηθέντα, βασιλεῖ κοινώσασθαι περὶ τοῦ πλήθους τῶν ὑπὲρ τῆς πίστεως ἀναιρουμένων, ἅμα δ' ἐν ταὐτῷ μηνῦσαι, μηδὲν ἀνόσιον μηδὲ παρὰ τοὺς νόμους πράττειν αὐτοὺς κατειληφέναι, πλὴν τό γε ἅμα τῇ ἕῳ διεγειρομένους, τὸν Χριστὸν θεοῦ δίκην ὑμνεῖν· τὸ δὲ μοιχεύειν καὶ φονεύειν, καὶ τὰ συγγενῆ τούτοις ἀθέμιτα πλημμελήματα, καὶ αὐτοὺς ἀπαγορεύειν, πάντα τε πράττειν ἀκολούθως τοῖς νόμοις. Πρὸς ἃ τὸν Τραϊανὸν δόγμα τοιόνδε τεθεικέναι, τὸ Χριστιανῶν φῦλον μὴ ἐκζητεῖσθαι μὲν, ἐμπεσὸν δὲ κολάζεσθαι· οὗ γενομένου, ποσῶς μὲν τοῦ διωγμοῦ σβεσθῆναι τὴν ἀπειλὴν σφοδρότατα ἐγκειμένου, οὐ χείρονάς γε μὴν τοῖς κακουργεῖν περὶ ἡμᾶς ἐθέλουσι λείπεσθαι προφάσεις, ἔσθ' ὅπη μὲν τῶν δήμων, ἔσθ' ὅπη δὲ καὶ τῶν κατὰ χώρας ἀρχόντων, τὰς καθ' ἡμῶν συσκευαζομένων ἐπιβουλὰς, ὡς καὶ ἄνευ προφανῶν διωγμῶν, μερικοὺς κατ' ἐπαρχίαν ἐξάπτεσθαι, πλείους τε τῶν πιστῶν διαφόροις ἐναγωνίζεσθαι μαρτυρίοις. Εἴληπται δ' ἡμῖν ἡ ἱστορία, ἐξ ἧς ἀνωτέρω δεδηλώκαμεν τοῦ Τερτυλλιανοῦ Ῥωμαϊκῆς Ἀπολογίας, ἧς ἡ ἑρμηνεία τοῦτον ἔχει τὸν τρόπον· « Καίτοι εὑρήκαμεν καὶ τὴν εἰς ἡμᾶς ἐπιζήτησιν κεκωλυμένην. Πλίνιος γὰρ Σεκοῦνδος ἡγούμενος τῆς ἐπαρχίου, κατακρίνας Χριστιανούς τινας καὶ τῆς ἀξίας ἐκβαλὼν, ταραχθεὶς τῷ πλήθει, διηγνόει τί αὐτῷ λοιπὸν εἴη πρακτέον. Τραϊανῷ οὖν τῷ βασιλεῖ ἀνεκοινώσατο λέγων, ἔξω τοῦ μὴ βούλεσθαι αὐτοὺς εἰδωλολατρεῖν, οὐδὲν ἀνόσιον ἐν αὐτοῖς εὑρηκέναι. Ἐμήνυε δὲ καὶ τοῦτο, ἀνίστασθαι ἕωθεν τοὺς Χριστιανοὺς, καὶ τὸν Χριστὸν θεοῦ δίκην ὑμνεῖν, καὶ πρὸς τὸ τὴν ἐπιστήμην αὐτῶν διαφυλάσσειν, κωλύεσθαι φονεύειν, μοιχεύειν, πλεονεκτεῖν, ἀποστερεῖν καὶ τὰ τούτοις ὅμοια. Πρὸς ταῦτα ἀντέγραψε Τραϊανὸς, τὸ τῶν Χριστιανῶν φῦλον μὴ ἐκζητεῖσθαι μὲν, ἐμπεσὸν δὲ κολάζεσθαι. » Καὶ ταῦτα μὲν ἐν τούτοις ἦν.
To such a degree indeed was the persecution against us then intensified in most places that Plinius Secundus, the most distinguished of governors, moved at the multitude of the martyrs, communicated with the emperor concerning the multitude of those being put to death for the faith, and at the same time in the same report gave information that he had found them doing nothing impious nor contrary to the laws, save only that rising at dawn they sang hymns to Christ after the manner of a god, while adultery and murder and the unlawful offences akin to these they themselves also forbade, and did all things in accordance with the laws. Whereto Trajan laid down a decree of the following kind: that the tribe of Christians should not be sought out, but if fallen in with should be punished; whereby the threat of the persecution, which had been pressing most violently, was in some measure quenched, yet no worse pretexts were left for those wishing to work evil against us, sometimes the peoples, and sometimes also the local rulers contriving plots against us, so that even without open persecutions partial ones flared up province by province, and very many of the faithful contended in various martyrdoms. Now the account has been taken by us from the Latin Apology of Tertullian which we indicated above, the translation of which runs in this manner: « And yet we have found even the search against us forbidden. For Plinius Secundus, governing the province, after condemning certain Christians and stripping them of their rank, being troubled by the multitude, was at a loss what should be done by him thereafter. He therefore communicated with Trajan the emperor, saying that apart from their unwillingness to worship idols, he had found nothing impious in them. And he reported this also, that the Christians rose at dawn and sang hymns to Christ after the manner of a god, and for the preserving of their discipline were forbidden to murder, commit adultery, defraud, rob, and the things like to these. To these things Trajan wrote back that the tribe of the Christians should not be sought out, but if fallen in with should be punished. » And these things were in this state.