ἐναλλάττει χαρακτὴρ, ἥ τε γνώμη καὶ ἡ τῶν ἐν αὐτοῖς φερομένων προαίρεσις, πλεῖστον ὅσον τῆς ἀληθοῦς ὀρθοδοξίας ἀπᾴδουσα, ὅτι δὴ αἱρετικῶν ἀνδρῶν ἀναπλάσματα τυγχάνει, σαφῶς παρίστησιν· ὅθεν οὐδ' ἐν νόθοις αὐτὰ κατατακτέον, ἀλλ' ὡς ἄτοπα πάντη καὶ δυσσεβῆ παραιτητέον. Ἴωμεν δὴ λοιπὸν καὶ ἐπὶ τὴν ἑξῆς ἱστορίαν.
character differs, and the sentiment and purpose of the things contained in them, diverging as far as possible from true orthodoxy, clearly shows that they are in fact fabrications of heretical men; whence they are not even to be classed among spurious works, but are to be rejected as altogether absurd and impious. Let us now proceed to the subsequent history as well.
Σίμωνα τὸν μάγον Μένανδρος διαδεξάμενος, ὅπλον δεύτερον οὐ χεῖρον τοῦ προτέρου, τῆς διαβολικῆς ἐνεργείας ἀποδείκνυται τὸν τρόπον· ἦν καὶ οὗτος Σαμαρεὺς, εἰς ἄκρον δὲ τῆς γοητείας οὐκ ἔλαττον τοῦ διδασκάλου προελθὼν, μείζοσιν ἐπιδαψιλεύεται τερατολογίαις, ἑαυτὸν μὲν, ὡς ἄρα εἴη, λέγων, ὁ Σωτὴρ, ἐπὶ τῇ τῶν ἀνθρώπων ἄνωθέν ποθεν ἐξ ἀοράτων αἰώνων ἀπεσταλμένος σωτηρίᾳ, διδάσκων δὲ μὴ ἄλλως δύνασθαί τινα καὶ αὐτῶν τῶν κοσμοποιῶν ἀγγέλων περιγενήσεσθαι, μὴ πρότερον διὰ τῆς πρὸς αὐτοῦ παραδιδομένης μαγικῆς ἐμπειρίας ἀχθέντα, καὶ διὰ τοῦ μεταδιδομένου πρὸς αὐτοῦ βαπτίσματος. Οὗ τοὺς κατηξιωμένους, ἀθανασίαν ἀΐδιον ἐν αὐτῷ τούτῳ μεθέξειν τῷ βίῳ, μηκέτι θνήσκοντας, αὐτοῦ δὲ παραμένοντας, εἰς τὸ ἀεὶ ἀγήρως τινὰς καὶ ἀθανάτους ἐσομένους. Ταῦτα μὲν οὖν καὶ ἐκ τῶν Εἰρηναίου διαγνῶναι ῥᾴδιον. Καὶ ὁ Ἰουστῖνος δὲ κατὰ τὸ αὐτὸ τοῦ Σίμωνος μνημονεύσας, καὶ τὴν περὶ τούτου διήγησιν ἐπιφέρει, λέγων· « Μένανδρον δέ τινα καὶ αὐτὸν Σαμαρέα τὸν ἀπὸ κώμης Καπαρατταίας, γενόμενον μαθητὴν τοῦ Σίμωνος, οἰστρηθέντα καὶ αὐτὸν ὑπὸ τῶν δαιμόνων, καὶ ἐν Ἀντιοχείᾳ γενόμενον, πολλοὺς ἐξαπατῆσαι διὰ μαγικῆς τέχνης οἴδαμεν· ὃς καὶ τοὺς αὐτῷ ἑπομένους, ὡς μὴ ἀποθνήσκοιεν ἔπεισε. Καὶ νῦν τινές εἰσιν ἀπ' ἐκείνου, τοῦτο ὁμολογοῦντες. » Ἦν δ' ἄρα διαβολικῆς ἐνεργείας, διὰ τοιῶνδε γοήτων τὴν Χριστιανῶν προσηγορίαν ὑποδυομένων, τὸ μέγα τῆς θεοσεβείας μυστήριον ἐπὶ μαγείᾳ σπουδάσαι διαβαλεῖν, διασῦραί τε δι' αὐτῶν τὰ περὶ ψυχῆς ἀθανασίας καὶ νεκρῶν ἀναστάσεως ἐκκλησιαστικὰ δόγματα. Ἀλλ' οὗτοι μὲν τού-
Menander, having succeeded Simon Magus, is shown in his manner of life to be a second weapon of diabolical working not inferior to the former; he too was a Samaritan, and having advanced to the summit of sorcery no less than his teacher, he lavishes yet greater marvels of falsehood, saying of himself that he was in truth the Saviour, sent from somewhere above out of invisible aeons for the salvation of men, and teaching that no one could otherwise overcome even the world-making angels themselves without first being led through the magical skill imparted by him and through the baptism communicated by him; of which those deemed worthy would partake of everlasting immortality in this very life, no longer dying, but remaining here, to be for ever ageless and immortal. Now these things it is easy to learn also from the writings of Irenaeus. And Justin too, after making mention of Simon in the same place, adds the account concerning this man as well, saying: « And a certain Menander, himself also a Samaritan, from the village of Caparattaea, who became a disciple of Simon, and was himself also goaded to madness by the demons, came to Antioch, and we know that he deceived many through magical art; and he persuaded those who followed him that they should never die. And even now there are some from him who profess this. » Now it was indeed a work of diabolical agency, through such sorcerers assuming the name of Christians, to endeavour to slander the great mystery of godliness with the charge of magic, and through them to tear to pieces the ecclesiastical doctrines concerning the immortality of the soul and the resurrection of the dead. But these, having