Migne Reading Room

PG 20 · cols. 296–300 · Read from the page

Eusebius, Church History, Book III

Eusebius, Church History, Book III

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:296Read from the page
δὴ καὶ Ἀπίωνος διαλόγους περιέχοντα· ὧν οὐδ' ὅλως μνήμη τις παρὰ τοῖς παλαιοῖς φέρεται. Οὐδὲ γὰρ καθαρὸν τῆς ἀποστολικῆς ὀρθοδοξίας ἀποσώζει τὸν χαρακτῆρα. Ἡ μὲν οὖν τοῦ Κλήμεντος ὁμολογουμένη γραφὴ, πρόδηλος. Εἴρηται δὲ καὶ τὰ Ἰγνατίου καὶ Πολυκάρπου.
and Apion, of which no mention at all is transmitted among the ancients; nor indeed do they preserve pure the stamp of apostolic orthodoxy. Now the acknowledged writing of Clement is manifest; and the matters of Ignatius and Polycarp have also been spoken of.
ΚΕΦΑΛΑΙΟΝ ΛΘʹ.
Chapter XXXIX.
Περὶ τῶν Παπία συγγραμμάτων (Nic. H. E. III, 20).
Concerning the writings of Papias (Nic. H. E. III, 20).
Τοῦ δὲ Παπία συγγράμματα πέντε τὸν ἀριθμὸν φέρεται, ἃ καὶ ἐπιγέγραπται Λογίων Κυριακῶν Ἐξηγήσεως. Τούτων καὶ Εἰρηναῖος ὡς μόνων αὐτῷ γραφέντων μνημονεύει, ὧδέ πως λέγων· ‹ Ταῦτα δὲ καὶ Παπίας Ἰωάννου μὲν ἀκουστὴς, Πολυκάρπου δὲ ἑταῖρος γεγονὼς, ἀρχαῖος ἀνὴρ, ἐγγράφως ἐπιμαρτυρεῖ ἐν τῇ τετάρτῃ τῶν αὐτοῦ βιβλίων. Ἔστι γὰρ αὐτῷ πέντε βιβλία συντεταγμένα. › Καὶ ὁ μὲν Εἰρηναῖος ταῦτα. Αὐτός γε μὴν ὁ Παπίας κατὰ τὸ προοίμιον τῶν αὐτοῦ λόγων, ἀκροατὴν μὲν καὶ αὐτόπτην οὐδαμῶς ἑαυτὸν γενέσθαι τῶν ἱερῶν ἀποστόλων, ἐμφαίνει, παρειληφέναι δὲ τὰ τῆς πίστεως παρὰ τῶν ἐκείνοις γνωρίμων διδάσκει, δι' ὧν φησι λέξεων· ‹ Οὐκ ὀκνήσω δέ σοι καὶ ὅσα ποτὲ παρὰ τῶν πρεσβυτέρων καλῶς ἔμαθον καὶ καλῶς ἐμνημόνευσα,
Now of Papias five treatises in number are extant, which are also entitled Exposition of the Oracles of the Lord. Of these Irenaeus also makes mention as the only ones written by him, speaking somewhat thus: 'And these things Papias also, who was a hearer of John and a companion of Polycarp, an ancient man, attests in writing in the fourth of his books; for there are five books compiled by him.' So says Irenaeus. Yet Papias himself, in the preface of his discourses, makes plain that he was by no means a hearer and eyewitness of the sacred apostles, but teaches that he received the matters of the faith from those who were acquainted with them, through the words in which he says: 'And I shall not hesitate also to set down in order for you, along with my interpretations, whatsoever things I once learned well from the elders and remembered well,
PG 20:297Read from the page
συγκατατάξαι ταῖς ἑρμηνείαις, διαβεβαιούμενος ὑπὲρ αὐτῶν ἀλήθειαν. Οὐ γὰρ τοῖς τὰ πολλὰ λέγουσιν ἔχαιρον ὥσπερ οἱ πολλοὶ, ἀλλὰ τοῖς τἀληθῆ διδάσκουσιν· οὐδὲ τοῖς τὰς ἀλλοτρίας ἐντολὰς μνημονεύουσιν, ἀλλὰ τοῖς τὰς παρὰ τοῦ Κυρίου τῇ πίστει δεδομένας, καὶ ἀπ' αὐτῆς παραγινομένας τῆς ἀληθείας. Εἰ δέ που καὶ παρηκολουθηκώς τις τοῖς πρεσβυτέροις ἔλθοι, τοὺς τῶν πρεσβυτέρων ἀνέκρινον λόγους· τί Ἀνδρέας, ἢ τί Πέτρος εἶπεν, ἢ τί Φίλιππος, ἢ τί Θωμᾶς, ἢ Ἰάκωβος· ἢ τί Ἰωάννης, ἢ Ματθαῖος· ἤ τις ἕτερος τῶν τοῦ Κυρίου μαθητῶν, ἅ τε Ἀριστίων, καὶ ὁ πρεσβύτερος Ἰωάννης, οἱ τοῦ Κυρίου μαθηταὶ, λέγουσιν. Οὐ γὰρ τὰ ἐκ τῶν βιβλίων τοσοῦτόν με ὠφελεῖν ὑπελάμβανον, ὅσον τὰ παρὰ ζώσης φωνῆς καὶ μενούσης. › Ἔνθα καὶ ἐπιστῆσαι ἄξιον δὶς καταριθμοῦντι αὐτῷ τὸ Ἰωάννου ὄνομα· ὧν τὸν μὲν πρότερον Πέτρῳ καὶ Ἰακώβῳ, καὶ Ματθαίῳ, καὶ τοῖς λοιποῖς ἀποστόλοις συγκαταλέγει, σαφῶς δηλῶν τὸν εὐαγγελιστήν· τὸν δ' ἕτερον Ἰωάννην διαστείλας τὸν λόγον, ἑτέροις παρὰ τὸν τῶν ἀποστόλων ἀριθμὸν κατατάσσει, προτάξας αὐτοῦ τὸν Ἀριστίωνα. Σαφῶς τε αὐτὸν πρεσβύτερον ὀνομάζει. Ὡς καὶ διὰ τούτων ἀποδείκνυσθαι τὴν ἱστορίαν ἀληθῆ τῶν δύο κατὰ τὴν Ἀσίαν ὁμωνυμίᾳ κεχρῆσθαι εἰρηκότων, δύο τε ἐν Ἐφέσῳ γενέσθαι μνήματα καὶ ἑκάτερον Ἰωάννου ἔτι νῦν λέγεσθαι· οἷς καὶ ἀναγκαῖον προσέχειν τὸν νοῦν. Εἰκὸς γὰρ τὸν δεύτερον, εἰ μή τις ἐθέλοι τὸν πρῶτον, τὴν ἐπ' ὀνόματος φερομένην Ἰωάννου Ἀποκάλυψιν ἑωρακέναι. Καὶ ὁ νῦν δὲ ἡμῖν δηλούμενος Παπίας, τοὺς μὲν τῶν ἀποστόλων λόγους παρὰ τῶν αὐτοῖς παρηκολουθηκότων ὁμολογεῖ παρειληφέναι, Ἀριστίωνος δὲ καὶ τοῦ πρεσβυτέρου Ἰωάννου αὐτήκοον ἑαυτόν φησι γενέσθαι. Ὀνομαστὶ γοῦν πολλάκις αὐτῶν μνημονεύσας, ἐν τοῖς αὐτοῦ συγγράμμασι τίθησιν αὐτῶν παραδόσεις. Καὶ ταῦτα δ' ἡμῖν οὐκ εἰς τὸ ἄχρηστον εἰρήσθω. Ἄξιον δὲ ταῖς ἀποδοθείσαις τοῦ Παπία φωναῖς, προσάψαι λέξεις ἑτέρας αὐτοῦ, δι' ὧν παράδοξά τινα ἱστορεῖ καὶ ἄλλα, ὡς ἂν ἐκ παραδόσεως εἰς αὐτὸν ἐλθόντα. Τὸ μὲν οὖν κατὰ τὴν Ἱεράπολιν Φίλιππον τὸν ἀπόστολον ἅμα ταῖς θυγατράσι διατρίψαι, διὰ τῶν πρόσθεν δεδήλωται. Ὡς δὲ κατὰ τοὺς αὐτοὺς ὁ Παπίας γενόμενος, διήγησιν παρειληφέναι θαυμασίαν ὑπὸ τῶν τοῦ Φιλίππου θυγατέρων μνημονεύει, τὰ νῦν σημειωτέον. Νεκροῦ γὰρ ἀνάστασιν κατ' αὐτὸν γεγονυῖαν ἱστορεῖ, καὶ αὖ πάλιν ἕτερον παράδοξον περὶ Ἰοῦστον τὸν ἐπικληθέντα Βαρσαβᾶν γεγονὸς, ὡς δηλητήριον φάρμακον ἐμπιόντος καὶ μηδὲν ἀηδὲς διὰ τὴν τοῦ Κυρίου χάριν ὑπομείναντος. Τοῦτον δὲ τὸν Ἰοῦστον μετὰ τὴν τοῦ Σωτῆρος ἀνάληψιν, τοὺς ἱεροὺς ἀποστόλους μετὰ Ματθία στῆσαί τε καὶ ἐπεύξασθαι ἀντὶ τοῦ προδό-
confirming the truth on their behalf. For I did not take pleasure, as the many do, in those who say much, but in those who teach what is true; nor in those who recount alien commandments, but in those who recount the commandments given by the Lord to the faith and arriving from the truth itself. And if ever anyone came who had followed the elders, I inquired into the words of the elders: what Andrew or what Peter said, or what Philip, or what Thomas, or James, or what John, or Matthew, or any other of the Lord's disciples, and the things which Aristion and the presbyter John, the Lord's disciples, say. For I did not suppose that the things from books would benefit me so much as the things from a living and abiding voice.' Here also it is worthwhile to attend to his enumerating the name of John twice: the former of whom he reckons together with Peter and James and Matthew and the rest of the apostles, clearly indicating the evangelist; whereas the other John, dividing his discourse, he classes among others outside the number of the apostles, placing Aristion before him; and he clearly names him a presbyter. So that through these things also the account of those who have said that two men in Asia shared the same name is proved true, and that there are two tombs in Ephesus and each is still even now called John's; to which things it is also necessary to apply the mind. For it is likely that the second, if one should not wish it to be the first, beheld the Revelation that circulates under the name of John. And Papias, of whom we are now speaking, confesses that he received the words of the apostles from those who had followed them, but says that he himself was an earwitness of Aristion and of the presbyter John. At any rate, having often mentioned them by name, he sets down their traditions in his treatises. And let not these things have been said by us to no purpose. Now it is worthwhile to subjoin to the utterances of Papias that have been given other words of his, through which he records certain marvellous things and others as well, as having come to him from tradition. Now that Philip the apostle stayed at Hierapolis together with his daughters has been shown through what went before; but how Papias, who lived in the same times as they, records that he received a wonderful narrative from the daughters of Philip, must now be noted. For he records that the raising of a dead man took place in his time, and again another marvel that took place concerning Justus who was surnamed Barsabas, how he drank a deadly poison and suffered nothing unpleasant through the grace of the Lord. And that this Justus, after the ascension of the Saviour, the sacred apostles set forward together with Matthias and prayed for in place of the traitor-
PG 20:300Read from the page
του Ἰούδα ἐπὶ τὸν κλῆρον τῆς ἀναπληρώσεως τοῦ αὐτῶν ἀριθμοῦ, ἡ τῶν Πράξεων ὧδέ πως ἱστορεῖ γραφή· ‹ Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν· καὶ προσευξάμενοι εἶπον. › Καὶ ἄλλα δὲ ὁ αὐτὸς συγγραφεὺς ὡς ἐκ παραδόσεως ἀγράφου εἰς αὐτὸν ἥκοντα παρατέθειται, ξένας τέ τινας παραβολὰς τοῦ Σωτῆρος καὶ διδασκαλίας αὐτοῦ, καί τινα ἄλλα μυθικώτερα. Ἐν οἷς καὶ χιλιάδα τινὰ φησιν ἐτῶν ἔσεσθαι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, σωματικῶς τῆς τοῦ Χριστοῦ βασιλείας ἐπὶ ταυτησὶ τῆς γῆς ὑποστησομένης. Ἃ καὶ ἡγοῦμαι τὰς ἀποστολικὰς παρεκδεξάμενον διηγήσεις, ὑπολαβεῖν, τὰ ἐν ὑποδείγμασι πρὸς αὐτῶν μυστικῶς εἰρημένα μὴ συνεωρακότα. Σφόδρα γάρ τοι σμικρὸς ὢν τὸν νοῦν, ὡς ἂν ἐκ τῶν αὐτοῦ λόγων τεκμηράμενον εἰπεῖν, φαίνεται· πλὴν καὶ τοῖς μετ' αὐτὸν πλείστοις ὅσοις τῶν ἐκκλησιαστικῶν, τῆς ὁμοίας αὐτῷ δόξης παραίτιος γέγονε, τὴν ἀρχαιότητα τἀνδρὸς προβεβλημένοις, ὥσπερ οὖν Εἰρηναίῳ, καὶ εἴ τις ἄλλος τὰ ὅμοια φρονῶν ἀναπέφηνεν. Καὶ ἄλλας δὲ τῇ ἰδίᾳ γραφῇ παραδίδωσιν Ἀριστίωνος τοῦ πρόσθεν δεδηλωμένου τῶν τοῦ Κυρίου λόγων διηγήσεις, καὶ τοῦ πρεσβυτέρου Ἰωάννου παραδόσεις, ἐφ' ἃς τοὺς φιλομαθεῖς ἀναπέμψαντες, ἀναγκαίως νῦν προσθήσομεν ταῖς προεκτεθείσαις αὐτοῦ φωναῖς παράδοσιν, ἣ περὶ Μάρκου τοῦ τὸ Εὐαγγέλιον γεγραφότος ἐκτέθειται διὰ τούτων· ‹ Καὶ τοῦτο ὁ πρεσβύτερος ἔλεγε· Μάρκος μὲν ἑρμηνευτὴς Πέτρου γενόμενος, ὅσα ἐμνημόνευσεν, ἀκριβῶς ἔργαψεν, οὐ μέντοι τάξει τὰ ὑπὸ τοῦ Χριστοῦ ἢ λεχθέντα ἢ πραχθέντα· οὔτε γὰρ ἤκουσε τοῦ Κυρίου, οὔτε παρηκολούθησεν αὐτῷ, ὕστερον δὲ, ὡς ἔφην, Πέτρῳ, ὃς πρὸς τὰς χρείας ἐποιεῖτο τὰς διδασκαλίας, ἀλλ' οὐχ ὥσπερ σύνταξιν τῶν κυριακῶν ποιούμενος λόγων· ὥστε οὐδὲν ἥμαρτε Μάρκος, οὕτως ἔνια γράψας ὡς ἀπεμνημόνευσεν. Ἑνὸς γὰρ ἐποιήσατο πρόνοιαν, τοῦ μηδὲν ὧν ἤκουσε παραλιπεῖν, ἢ ψεύσασθαί τι ἐν αὐτοῖς. › Ταῦτα μὲν οὖν ἱστόρηται τῷ Παπίᾳ περὶ τοῦ Μάρκου. Περὶ δὲ τοῦ Ματθαίου ταῦτ' εἴρηται· ‹ Ματθαῖος μὲν οὖν Ἑβραΐδι διαλέκτῳ τὰ λόγια συνεγράψατο. Ἡρμήνευσε δ' αὐτὰ ὡς ἠδύνατο ἕκαστος. › Κέχρηται δ' ὁ αὐτὸς μαρτυρίαις ἀπὸ τῆς Ἰωάννου προτέρας Ἐπιστολῆς, καὶ τῆς Πέτρου ὁμοίως. Ἐκτέθειται δὲ καὶ ἄλλην ἱστορίαν περὶ γυναικὸς, ἐπὶ πολλαῖς ἁμαρτίαις διαβληθείσης ἐπὶ τοῦ Κυρίου. Ἣν τὸ Κατ' Ἑβραίους Εὐαγγέλιον περιέχει. Καὶ ταῦτα δ' ἡμῖν ἀναγκαίως πρὸς τοῖς ἐκτεθεῖσιν ἐπιτετηρήσθω.
Judas for the lot of filling up their number, the Scripture of the Acts records somewhat thus: "And they set forward two, Joseph called Barsabas, who was surnamed Justus, and Matthias; and having prayed, they said" (Acts 1:23-24). And the same writer has also set down other things as having come to him from unwritten tradition, certain strange parables of the Saviour and teachings of His, and certain other more mythical things; among which he says that there will also be a certain period of a thousand years after the resurrection from the dead, when the kingdom of Christ will be established bodily upon this very earth. Which things also I suppose that he assumed through having misunderstood the apostolic narratives, not having perceived the things spoken by them mystically in figures. For he appears to have been a man of very small mind indeed, as one might say judging from his own words; yet to very many of the churchmen after him he became the cause of the like opinion, since they put forward the antiquity of the man, as indeed did Irenaeus, and whoever else has appeared holding like views. And in his own writing he also hands down other narratives of the words of the Lord from the previously mentioned Aristion, and traditions of the presbyter John; to which referring those who love learning, we shall of necessity now add to his utterances already set forth a tradition which has been set forth concerning Mark, who wrote the Gospel, in these words: 'And this the presbyter used to say: Mark, having become the interpreter of Peter, wrote down accurately, though not in order, as many things as he remembered of the things either said or done by Christ; for he neither heard the Lord nor followed Him, but afterwards, as I said, Peter, who used to adapt his teachings to the needs at hand, yet not as making a connected arrangement of the dominical oracles; so that Mark committed no error in thus writing down some things as he recalled them. For of one thing he took forethought: to omit nothing of the things he had heard, nor to falsify anything among them.' These things, then, have been recorded by Papias concerning Mark. And concerning Matthew these things have been said: 'Matthew indeed composed the oracles in the Hebrew dialect, and each person translated them as he was able.' And the same man makes use of testimonies from the former Epistle of John, and from that of Peter likewise. And he has also set forth another story concerning a woman accused before the Lord of many sins, which the Gospel according to the Hebrews contains. And let these things also be observed by us of necessity in addition to those that have been set forth.
Τέλος τοῦ τῆς ἐκκλησιαστικῆς Ἱστορίας λόγου τρίτου.
End of the third book of the Ecclesiastical History.
Notes, col. 300

On the reading

Printed τινὰ φησιν, for τινά φησιν.

Printed ἔργαψεν, for ἔγραψεν.